Χρησμοί Σιβυλλιακοί/Βιβλίο Δ
←Βιβλίο Γ | Χρησμοί Σιβυλλιακοί Βιβλίο Δ |
Βιβλίο Ε→ |
0 Λόγος τέταρτος 1 Κλῦτε, λεὼς Ἀσίης μεγαλαυχέος Εὐρώπης τε, 2 ὅσσα μελιφθέγκτοιο διὰ στόματος μεγάροιο 3 μέλλω ἀφ´ ἡμετέρου παναληθέα μαντεύεσθαι· 4 οὐ ψευδοῦς Φοίβου χρησμηγόρος, ὅντε μάταιοι 5 ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν· 6 ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν 7 εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον. 8 οὐδὲ γὰρ οἶκον ἔχει ναῷ λίθον ἑλκυσθέντα, 9 κωφότατον νωδόν τε, βροτῶν πολυαλγέα λώβην· 10 ἀλλ´ ὃν ἰδεῖν οὐκ ἔστιν ἀπὸ χθονὸς οὐδὲ μετρῆσαι 11 ὄμμασιν ἐν θνητοῖς, οὐ πλασθέντα χερὶ θνητῇ· 12 ὃς καθορῶν ἅμα πάντας ὑπ´ οὐδενὸς αὐτὸς ὁρᾶται· 13 οὗ νύξ τε δνοφερή τε καὶ ἡμέρη ἠέλιός τε 14 ἄστρα σεληναίη τε καὶ ἰχθυόεσσα θάλασσα 15 καὶ γῆ καὶ ποταμοί τε καὶ ἀενάων στόμα πηγῶν 16 κτίσματα πρὸς ζωήν, ὄμβροι θ´ ἅμα καρπὸν ἀρούρης 17 τίκτοντες καὶ δένδρα καὶ ἄμπελον ἠδέ τ´ ἐλαίην. 18 οὗτός μοι μάστιγα διὰ φρενὸς ἤλασεν εἴσω, 19 ἀνθρώποις ὅσα νῦν τε καὶ ὁππόσα ἔσσεται αὖτις 20 ἐκ πρώτης γενεῆς ἄχρις ἐς δεκάτην ἀφικέσθαι 21 ἀτρεκέως καταλέξαι· ἅπαντα γὰρ αὐτὸς ἐλέγξει 22 ἐξανύων. σὺ δὲ πάντα, λεώς, ἐπάκουε Σιβύλλης 23 ἐξ ὁσίου στόματος φωνὴν προχέοντος ἀληθῆ. 24 ὄλβιοι ἀνθρώπων κεῖνοι κατὰ γαῖαν ἔσονται, 25 ὅσσοι δὴ στέρξουσι μέγαν θεὸν εὐλογέοντες 26 πρὶν πιέειν φαγέειν τε πεποιθότες εὐσεβίῃσιν· 27 οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες 28 καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν, 28a καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα. 29 αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσιν 30 τετραπόδων· λεύσουσι δ´ ἑνὸς θεοῦ εἰς μέγα κῦδος 31 οὔτε φόνον ῥέξαντες ἀτάσθαλον οὔτε κλοπαῖον 32 κέρδος ἀπεμπολέοντες, ἃ δὴ ῥίγιστα τέτυκται, 33 οὐδ´ ἄρ´ ἐπ´ ἀλλοτρίῃ κοίτῃ πόθον αἰσχρὸν ἔχοντες 34 [οὐδὲ ἐπ´ ἄρσενος ὕβριν ἀπεχθέα τε στυγερήν τε]. 35 ὧν τρόπον εὐσεβίην τε καὶ ἤθεα ἀνέρες ἄλλοι 36 οὔποτε μιμήσονται ἀναιδείην ποθέοντες· 37 ἀλλ´ αὐτοὺς χλεύῃ τε γέλωτί τε μυχθίζοντες 38 νήπιοι ἀφροσύνῃσιν ἐπιψεύσονται ἐκείνοις, 39 ὅσς´ αὐτοὶ ῥέξουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα. 40 δύσπιστον γὰρ ἅπαν μερόπων γένος. ἀλλ´ ὅταν ἤδη 41 κόσμου καὶ θνητῶν ἔλθῃ κρίσις, ἣν θεὸς αὐτός 42 ποιήσει κρίνων ἀσεβεῖς θ´ ἅμα εὐσεβέας τε· 43 καὶ τότε δυσσεβέας μὲν ὑπὸ ζόφον ἐν πυρὶ πέμψει 44 [καὶ τότ´ ἐπιγνώσονται, ὅσην ἀσέβειαν ἔρεξαν]· 45 εὐσεβέες δὲ μενοῦσιν ἐπὶ ζείδωρον ἄρουραν 46 πνεῦμα θεοῦ δόντος ζωήν θ´ ἅμα καὶ χάριν αὐτοῖς. 47 ἀλλὰ τὰ μὲν δεκάτῃ γενεῇ μάλα πάντα τελεῖται· 48 νῦν δ´ ὅς´ ἀπὸ πρώτης γενεῆς ἔσται, τάδε λέξω. 49 πρῶτα μὲν Ἀσσύριοι θνητῶν ἄρξουσιν ἁπάντων 50 ἓξ γενεὰς κόσμοιο διακρατέοντες ἐν ἀρχῇ, 51 ἐξ οὗ μηνίσαντος ἐπουρανίοιο θεοῖο 52 αὐτῇσιν πολίεσσι καὶ ἀνθρώποισιν ἅπασιν 53 γῆν ἐκάλυψε θάλασσα κατακλυσμοῖο ῥαγέντος. 54 οὓς Μῆδοι καθελόντες ἐπαυχήσουσι θρόνοισιν, 55 οἷς γενεαὶ δύο μοῦναι ἐφ´ ὧν τάδε ἔσσεται ἔργα· 56 νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ· 57 ἄστρα δ´ ἀπ´ οὐρανόθεν λείψει καὶ κύκλα σελήνης· 58 γῆ δὲ κλόνῳ σεισμοῖο τινασσομένη μεγάλοιο 59 πολλὰς πρηνίξει πόλιας καὶ ἔργ´ ἀνθρώπων· 60 ἐκ δὲ βυθοῦ τότε νῆσοι ὑπερκύψουσι θαλάσσης. 61 ἀλλ´ ὅταν Εὐφρήτης μέγας αἵματι πλημμύρηται, 62 καὶ τότε δὴ Μήδοις Πέρσαισί τε φύλοπις αἰνή 63 στήσεται ἐν πολέμῳ· Περσῶν δ´ ὑπὸ δούρασι Μῆδοι 64 πίπτοντες φεύξονται ὑπὲρ μέγα Τίγριδος ὕδωρ. 65 Περσῶν δὲ κράτος ἔσται ὅλου κόσμοιο μέγιστον, 66 οἷς γενεὴ μία κεῖται ἀνακτορίης πολυόλβου. 67 ἔσται δ´, ὅσσα κεν ἄνδρες ἀπεύξωνται, κακὰ ἔργα, 68 φυλόπιδές τε φόνοι τε διχοστασίαι τε φυγαί τε 69 πύργων τε πρηνισμοὶ ἀναστασίαι τε πολήων, 70 Ἑλλὰς ὅταν μεγάλαυχος ἐπὶ πλατὺν Ἑλλήσποντον 71 πλεύσει Φρυξὶ βαρεῖαν ἰδ´ Ἀσίδι κῆρα φέρουσα. 72 αὐτὰρ ἐς Αἴγυπτον πολυαύλακα πυροφόρον τε 73 λιμὸς ἀκαρπίη τε περιπλομένων ἐνιαυτῶν 74 εἴκοσι φοιτήσει, σταχυητρόφος ἡνίκα Νεῖλος 75 ἄλλοθί που ὑπὸ γαῖαν ἀποκρύψει μέλαν ὕδωρ. 76 ἥξει δ´ ἐξ Ἀσίης βασιλεὺς μέγα ἔγχος ἀείρας 77 νηυσὶν ἀμετρήτοισιν, τὰ μὲν βυθοῦ ὑγρὰ κέλευθα 78 πεζεύσει, πλεύσει δὲ ταμὼν ὄρος ὑψικάρηνον· 79 ὃν φυγάδ´ ἐκ πολέμου δειλὴ ὑποδέξεται Ἀσίς. 80 Σικελίην δὲ τάλαιναν ἐπιφλέξει μάλα πᾶσαν 81 χεῦμα πυρὸς μεγάλοιο ἐρευγομένης φλογὸς Αἴτνης· 82 ἠδὲ Κρότων πέσεται μεγάλη πόλις εἰς βαθὺ χεῦμα. 83 ἔσται δ´ Ἑλλάδι νεῖκος· ἐν ἀλλήλοις δὲ μανέντες 84 πολλὰς πρηνίξουσι πόλεις, πολλοὺς δ´ ὀλέσουσιν 85 μαρνάμενοι· τὸ δὲ νεῖκος ἰσόρροπον ἀλλήλοισιν. 86 ἀλλ´ ὅταν ἐς δεκάτην γενεὴν μερόπων γένος ἔλθῃ, 87 καὶ τότε Πέρσῃσιν ζυγὰ δούλια καὶ φόβος ἔσται. 88 αὐτὰρ ἐπεὶ σκήπτροισι Μακηδόνες αὐχήσουσιν, 89 ἔσται καὶ Θήβῃσι κακὴ μετόπισθεν ἅλωσις, 90 Κᾶρες δ´ οἰκήσουσι Τύρον, Τύριοι δ´ ἀπολοῦνται. 91 καὶ Σάμον ἄμμος ἅπασαν ὑπ´ ἠιόνεσσι καλύψει, 92 Δῆλος δ´ οὐκέτι δῆλος, ἄδηλα δὲ πάντα τὰ Δήλου. 93 καὶ Βαβυλὼν μεγάλη μὲν ἰδεῖν, μικρὴ δὲ μάχεσθαι 94 στήσεται ἀχρήστοισιν ἐπ´ ἐλπίσι τειχισθεῖσα. 95 Βάκτρα κατοικήσουσι Μακηδόνες· οἳ δ´ ὑπὸ Βάκτρων 96 καὶ Σούσων φεύξονται ἐς Ἑλλάδα γαῖαν ἅπαντες. 97 ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης 98 ἠιόνα προχέων ἱερὴν ἐς νῆσον ἵκηται. 99 καὶ σύ, Βάρις, πέσεαι καὶ Κύζικος, ἡνίκα γαίης 100 βρασσομένης σεισμοῖσιν ὀλισθαίνουσι πόληες. 101 ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον. 102 οὐδὲ Μακηδονίης ἔσται κράτος· ἀλλ´ ἀπὸ δυσμῶν 103 Ἰταλὸς ἀνθήσει πόλεμος μέγας, ᾧ ὕπο κόσμος 104 λατρεύσει δούλειον ἔχων ζυγὸν Ἰταλίδῃσιν. 105 καὶ σύ, τάλαινα Κόρινθε, τεήν ποτ´ ἐπόψει ἅλωσιν. 106 Καρχηδών, καὶ σεῖο χαμαὶ γόνυ πύργος ἐρείσει. 107 τλῆμον Λαοδίκεια, σὲ δὲ στρώσει ποτὲ σεισμός 108 πρηνίξας, στήσῃ δὲ πάλιν πόλις ἱδρυνθεῖσα. 109 ὦ Λυκίης Μύρα καλά, σὲ δ´ οὔποτε βρασσομένη χθών 110 στηρίξει· πρηνὴς δὲ κάτω πίπτους´ ἐπὶ γαίης 111 εἰς ἑτέρην εὔξῃ προφυγεῖν χθόνα, οἷα μέτοικος, 112 ἡνίκα δὴ Πατάρων *ὅμαδόν ποτε δυσσεβίῃσιν 113 βρονταῖς καὶ σεισμοῖσιν ἁλὸς πετάσει μέλαν ὕδωρ*. 114 Ἀρμενίη, καὶ σοὶ δὲ μένει δούλειος ἀνάγκη· 115 ἥξει καὶ Σολύμοισι κακὴ πολέμοιο θύελλα 116 Ἰταλόθεν, νηὸν δὲ θεοῦ μέγαν ἐξαλαπάξει, 117 ἡνίκ´ ἂν ἀφροσύνῃσι πεποιθότες εὐσεβίην μέν 118 ῥίψωσιν στυγεροὺς δὲ φόνους τελέωσι πρὸ νηοῦ· 119 καὶ τότ´ ἀπ´ Ἰταλίης βασιλεὺς μέγας οἷά τε δράστης 120 φεύξετ´ ἄφαντος ἄπυστος ὑπὲρ πόρον Εὐφρήταο, 121 ὁππότε δὴ μητρῷον ἄγος στυγεροῖο φόνοιο 122 τλήσεται ἄλλα τε πολλά, κακῇ σὺν χειρὶ πιθήσας. 123 πολλοὶ δ´ ἀμφὶ θρόνῳ Ῥώμης πέδον αἱμάξουσιν 124 κείνου ἀποδρήσαντος ὑπὲρ Παρθηίδα γαῖαν. 125 εἰς Συρίην δ´ ἥξει Ῥώμης πρόμος, ὃς πυρὶ νηόν 126 συμφλέξας Σολύμων, πολλοὺς δ´ ἅμα ἀνδροφονήσας 127 Ἰουδαίων ὀλέσει μεγάλην χθόνα εὐρυάγυιαν. 128 καὶ τότε δὴ Σαλαμῖνα Πάφον δ´ ἅμα σεισμὸς ὀλέσσει, 129 Κύπρον ὅταν πολύκλυστον ὑπερκλονέῃ μέλαν ὕδωρ. 130 ἀλλ´ ὁπόταν χθονίης ἀπὸ ῥωγάδος Ἰταλίδος γῆς 131 πυρσὸς ἀποστραφθεὶς εἰς οὐρανὸν εὐρὺν ἵκηται, 132 πολλὰς δὲ φλέξῃ πόλιας καὶ ἄνδρας ὀλέσσῃ, 133 πολλὴ δ´ αἰθαλόεσσα τέφρη μέγαν αἰθέρα πλήσῃ, 134 καὶ ψεκάδες πίπτωσιν ἀπ´ οὐρανοῦ οἷά τε μίλτος, 135 γινώσκειν τότε μῆνιν ἐπουρανίοιο θεοῖο, 136 εὐσεβέων ὅτι φῦλον ἀναίτιον ἐξολέσουσιν. 137 ἐς δὲ δύσιν τότε νεῖκος ἐγειρομένου πολέμοιο 138 ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας, 139 Εὐφρήτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν. 140 τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ´ ἐροῦσιν, 141 ἡνίκ´ ἂν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς. 142 καὶ Κύρρον τότε λοιμὸς ὀλεῖ καὶ φύλοπις αἰνή. 143 αἰαῖ, Κύπρε τάλαινα, σὲ δὲ πλατὺ κῦμα θαλάσσης 144 κρύψει χειμερίῃσιν ἀναρριφθεῖσαν ἀέλλαις. 145 ἥξει δ´ εἰς Ἀσίην πλοῦτος μέγας, ὅν ποτε Ῥώμη 146 αὐτὴ συλήσασα πολυκτέανον κατὰ δῶμα 147 θήκατο· καὶ δὶς ἔπειτα τοσαῦτα καὶ ἄλλ´ ἀποδώσει 148 εἰς Ἀσίην, τότε δ´ ἔσται ὑπέρκτησις πολέμοιο. 149 Καρῶν δὲ πτολίεθρα παρ´ ὕδασι Μαιάνδροιο 150 ὅσσα πεπύργωνται περικαλλέα, πικρὸς ὀλέσσει 151 λιμός, ὅταν Μαίανδρος ἀποκρύψῃ μέλαν ὕδωρ. 152 ἀλλ´ ὅταν εὐσεβίης μὲν ἀπ´ ἀνθρώπων ἀπόληται 153 πίστις καὶ τὸ δίκαιον ἀποκρυφθῇ ἐνὶ κόσμῳ, 154 – παλίμβολοι – ἐπ´ οὐχ ὁσίοισι δὲ τόλμαις 155 ζῶντες ὕβριν ῥέξωσιν, ἀτάσθαλα καὶ κακὰ ἔργα, 156 εὐσεβέων δ´ οὐδεὶς ποιῇ λόγον, ἀλλὰ καὶ αὐτούς 157 πάντας ὑπ´ ἀφροσύνης μέγα νήπιοι ἐξολέσωσιν 158 ὕβρεσι χαίροντες καὶ ἐφ´ αἵμασι χεῖρας ἔχοντες· 159 καὶ τότε γινώσκειν θεὸν οὐκέτι πρηῢν ἐόντα, 160 ἀλλὰ χόλῳ βρύχοντα καὶ ἐξολέκοντα γενέθλην 161 ἀνθρώπων ἅμα πᾶσαν ὑπ´ ἐμπρησμοῦ μεγάλοιο. 162 ἆ μέλεοι, μετάθεσθε, βροτοί, τάδε, μηδὲ πρὸς ὀργήν 163 παντοίην ἀγάγητε θεὸν μέγαν, ἀλλὰ μεθέντες 164 φάσγανα καὶ στοναχὰς ἀνδροκτασίας τε καὶ ὕβρεις 165 ἐν ποταμοῖς λούσασθε ὅλον δέμας ἀενάοισιν, 166 χεῖράς τ´ ἐκτανύσαντες ἐς αἰθέρα τῶν πάρος ἔργων 167 συγγνώμην αἰτεῖσθε καὶ εὐλογίαις ἀσέβειαν 168 πικρὰν ἱλάσκεσθε· θεὸς δώσει μετάνοιαν 169 οὐδ´ ὀλέσει· παύσει δὲ χόλον πάλιν, ἤνπερ ἅπαντες 170 εὐσεβίην περίτιμον ἐνὶ φρεσὶν ἀσκήσητε. 171 εἰ δ´ οὔ μοι πείθοισθε κακόφρονες, ἀλλ´ ἀσέβειαν 172 στέργοντες τάδε πάντα κακαῖς δέξαισθε ἀκουαῖς, 173 πῦρ ἔσται κατὰ κόσμον ὅλον καὶ σῆμα μέγιστον 174 ῥομφαίᾳ σάλπιγγι, ἅμ´ ἠελίῳ ἀνιόντι· 175 κόσμος ἅπας μύκημα καὶ ὄμβριμον ἦχον ἀκούσει. 176 φλέξει δὲ χθόνα πᾶσαν, ἅπαν δ´ ὀλέσει γένος ἀνδρῶν 177 καὶ πάσας πόλιας ποταμούς θ´ ἅμα ἠδὲ θάλασσαν· 178 ἐκκαύσει δέ τε πάντα, κόνις δ´ ἔσετ´ αἰθαλόεσσα. 179 ἀλλ´ ὅταν ἤδη πάντα τέφρη σποδόεσσα γένηται 180 καὶ πῦρ κοιμήσῃ θεὸς ἄσπετον, ὥσπερ ἀνῆψεν, 181 ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν 182 μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν. 183 καὶ τότε δὴ κρίσις ἔσσετ´, ἐφ´ ᾗ δικάσει θεὸς αὐτός 184 κρίνων ἔμπαλι κόσμον· ὅσοι δ´ ὑπὸ δυσσεβίῃσιν 185 ἥμαρτον, τοὺς δ´ αὖτε χυτὴ κατὰ γαῖα καλύψει 186 Τάρταρά τ´ εὐρώεντα μυχοὶ στύγιοί τε γεέννης. 187 ὅσσοι δ´ εὐσεβέουσι, πάλιν ζήσοντ´ ἐπὶ γαῖαν 189 πνεῦμα θεοῦ δόντος ζωήν θ´ ἅμα καὶ χάριν αὐτοῖς 190 εὐσεβέσιν· πάντες δὲ τότ´ εἰσόψονται ἑαυτούς 191 νήδυμον ἠελίου τερπνὸν φάος εἰσορόωντες. 192 ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ. 193 ἀθανάτου μεγάλοιο θεοῦ καὶ ἄφθιτον ὄλβον