Υπέρ της δωδεκαετίας
Ὑπὲρ τῆς δωδεκαετίας Συγγραφέας: |
Η γνησιότητα του κειμένου αμφισβητείται. |
[1] τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε: οὔτε δ᾽ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς.
[2] ἐμπεσὼν δ᾽ αὐτὸς εἰς μέσην τὴν τῶν ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρ᾽ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δ᾽ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι: τί γὰρ Ἀθηναίοις, εἰ παρανάλωμα Δημάδης; δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης - πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δ᾽ οὐ τρέφει - ἀλλ᾽ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.
[3] δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρες δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ δι᾽ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων: οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δ᾽ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.
[4] ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε: οὐ παραιτοῦμαι: ἂν δ᾽ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν: κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆν ἀφαιρήσηται.
[5] δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν: ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δ᾽ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι λέγειν ἢ πράττειν.
[6] ἡ παρ᾽ ὑμῖν ἐλπὶς δὲ δικαία: οὐ μικρὰ <γάρ> ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω, πάσας ἀπολύσομαι τὰς διαβολάς: ἄνευ δὲ ταύτης οὔθ᾽ ὁ λόγος οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες: ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετ᾽ εὐνοίας.
[7] ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθ᾽ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημέου πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτ᾽ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δ᾽ ἀεὶ τοῖς ἰδίοις πόνοις τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι.
[8] ἡ πενία δ᾽ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δ᾽ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλ᾽ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δ᾽ εὐλαβουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν: οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν.
[9] χιλίων ταφὴ Ἀθηναίων μαρτυρεῖ μοι, κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην: ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς: οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ πρεσβείας λαβὼν ὑμῖν ταῦτ᾽ ἔγραψα.
[10] ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ ἡ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλ᾽ ὁ καιρὸς καὶ ἡ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ ἡ τοῦ βασιλέως φιλανθρωπία. ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη, τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς.
[11] πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι: καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν: λοιποὶ δ᾽ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν σύνταξιν, ἀλλ᾽ ἐπιθυμίαν μεγάλην, δύναμιν δ᾽ ἀσθενῆ καὶ ταπεινήν.
[12] ὧν μὲν γὰρ ἐσύλησε τὴν ἰσχὺν ὁ περὶ Λεῦκτρα κίνδυνος, ὁ δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν23 ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης ὁ Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δ᾽ ἡμετέρας παρασκευὰς ἀνάλωσεν ὁ πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν ἡ συμφορὰ τῶν ἀποθανόντων.
[13] Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφ᾽ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο: τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασιν οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς Περσῶν θησαυροὺς ἡ τύχη διεβίβαζεν.
[14] ἐνταῦθ᾽ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις: ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,26ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων ἐπληροῦτο, βοηθείας δ᾽ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.
[15] ὁμολογῶ, καί φημι καλῶς καὶ συμφερόντως πεπραχέναι τοῦτο: κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρ᾽ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης, ἀλλ᾽ ἡ τύχη τοῦ βίου, δι᾽ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν.
[16] καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλ᾽ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς.
[17] καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δ᾽ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δ᾽ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπ᾽ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι, μὴ συνευδοκοῦντα ...
[18] ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται: τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας.
[19] προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος.
[20] μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντ᾽ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειν29 τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.
[21] οὐχ ἡ δόσις τῶν χρημάτων λυπεῖ, ἀλλ᾽ ἡ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν ᾖ κατὰ τοῦ συμφέροντος.
[22] ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ ὁ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει.
[23] αἵματι τὸν πόλεμον διέκρινεν.
[24] οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ πλαττόμενοι λέγουσιν, ἀλλ᾽ ἵνα τόδε.
[25] ... σύμμαχον εἶχεν ὑποψίαν.
[26] ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην: ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις: νῦν δ᾽ εἰσιν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι.
[27] πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν.
[28] ἀλλ᾽ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον.
[29] εἰρήνην δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι: ἄπρακτος γὰρ ἡ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν.
[30] πραύνεται γὰρ ὁ τῶν ἠδικημένων θυμός, ἐπειδὰν ὁ τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον.
[31] τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι.
[32] ἐπόνει τοῖς κακοῖς ἡ Σπάρτη.
[33] ὁ Δημοσθένης ὁ πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν.
[34] ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς: ὃν οὖν καθ᾽ ἑτέρων ἤμελλον τίθεσθαι νόμον.
[35] οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλ᾽ ἡ πατρίς, ὁ καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν: οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος.
[36] αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν.
[37] αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν ἡ πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία.
[38] πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου.
[39] ... πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν.
[40] λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει: οἰκονομία δ᾽ ἀνύει πλέον ἢ βία.
[41] ἐπίστευσεν ὁ βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν: ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δ᾽ οὐκ ἦν λόγος, ἀλλ᾽ ἔργα εὐθέως ἠκολούθει.
[42] βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν ὁ νοῦς, ᾧ δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον.
[43] ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν.
[44] μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν.
[45] οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν: ἡ δ᾽ ἀπὸ τῆς ναυμαχίας ἧττα καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν.
[46] ἐλευθερία ὠτακουστὴν οὐκ εὐλαβεῖται.
[47] ὀλισθηραὶ δὲ καὶ συνεχεῖς αἱ παρὰ τῶν πραγμάτων γινόμεναι μεταβολαί.
[48] ψηφίσματι γὰρ εὐνοίας ὁ τῆς ἀθανασίας ἀφίδρυται βωμός.
[49] ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον.
[50] Ἀλέξανδρος ὁ τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν.
[51] ὁ Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον.
[52] ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν.
[53] ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει ἡ τύχη τῷ δήμῳ: νῦν δ᾽ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες.
[54] ὁ δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετ᾽ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει.
[55] ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε.
[56] ... διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη ἡ Ἀλεξάνδρου ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν: αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν: αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν: ἐν πύλαις γὰρ ὁ κίνδυνος.
[57] ἡ δ᾽ ἐμὴ πολιτεία καὶ ὁ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας.
[58] οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς ὁ τοῦ πολέμου φόβος ὥσπερ γνόφος.
[59] διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων: κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως.
[60] ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας: ἃ μὲν γάρ ἐστι δεόμενα τῆς <ἐξ> Ἀρείου πάγου βουλῆς, ἃ δὲ τῶν ἐλαττόνων δικαστηρίων, ἃ δὲ τῆς ἡλιαίας: πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων.
[61] ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις: οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος ἡ κακία: τοῖς δὲ δικασταῖς ἔνορκος ἡ κρίσις.
[62] ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει.
[63] ὑποβρύχιον ὤσειν μ᾽ ὑπολαμβάνουσιν.
[64] οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγμάτων ἀπολογίας.
[65] ἑτερόφθαλμος γέγονεν ἡ Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως.