Τραχίνιαι
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Σοφοκλής και διδάχθηκε (παίχτηκε) μεταξύ 450 και 425 π.Χ.


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

Επεξεργασία

ΤΡΑΧΙΝΙΑΙ

Επεξεργασία


Τραχίνιαι
Τραγῳδία
ed. Sir Richard Jebb, Cambridge (1892)



δηιανειρα
λόγος μέν ἐστ᾽ ἀρχαῖος ἀνθρώπων φανείς,

ὡς οὐκ ἂν αἰῶν᾽ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτ᾽ εἰ χρηστὸς οὔτ᾽ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
ἔξοιδ᾽ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, 5
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
ναίουσ᾽ ἔτ᾽ ἐν Πλευρῶνι νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
ὅς μ᾽ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός, 10
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ᾽ αἰόλος
δράκων ἑλικτός, ἄλλοτ᾽ ἀνδρείῳ κύτει
βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διεῤῥαίνοντο κρηναίου ποτοῦ.
τοιόνδ᾽ ἐγὼ μνηστῆρα προσδεδεγμένη 15
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
χρόνῳ δ᾽ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·
ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης 20
ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμ᾽· οὐ γὰρ οἶδ᾽· ἀλλ᾽ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδ᾽ ἂν λέγοι·
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. 25
τέλος δ᾽ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσ᾽ ἀεί τιν᾽ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. 30
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
αἰεὶ τὸν ἄνδρ᾽ ἔπεμπε λατρεύοντά τῳ. 35
νῦν δ᾽ ἡνίκ᾽ ἄθλων τῶνδ᾽ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασ᾽ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ᾽ ἀνάστατοι
ξένῳ παρ᾽ ἀνδρὶ ναίομεν, κεῖνος δ᾽ ὅπου 40
βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δ᾽ ἐπίσταμαί τι πῆμ᾽ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ᾽ ἤδη δέκα
μῆνας πρὸς ἄλλοις πέντ᾽ ἀκήρυκτος μένει. 45
κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

θεραπαινα
δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ ἐγὼ

κατεῖδον ἤδη πανδάκρυτ᾽ ὀδύρματα 50
τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
νῦν δ᾽, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, 55
μάλιστα δ᾽ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τιν᾽ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
ἐγγὺς δ᾽ ὅδ᾽ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,
ὥστ᾽ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ᾽ ἐμοῖς λόγοις. 60

δηιανειρα
ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
δούλη μέν, εἴρηκεν δ᾽ ἐλεύθερον λόγον.

υλλος
ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.


δηιανειρα
σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου 65

τὸ μὴ πυθέσθαι ποῦ ᾽στιν, αἰσχύνην φέρειν.

υλλος
ἀλλ᾽ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.


δηιανειρα
καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;


υλλος
τὸν μὲν παρελθόντ᾽ ἄροτον ἐν μήκει χρόνου

Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. 70

δηιανειρα
πᾶν τοίνυν, εἰ καὶ τοῦτ᾽ ἔτλη, κλύοι τις ἄν.


υλλος
ἀλλ᾽ ἐξαφεῖται τοῦδέ γ᾽, ὡς ἐγὼ κλύω.


δηιανειρα
ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;


υλλος
Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,

ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. 75

δηιανειρα
ἆρ᾽ οἶσθα δῆτ᾽, ὦ τέκνον, ὡς ἔλειπέ μοι

μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

υλλος
τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.


δηιανειρα
ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν

ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ᾽ ὕστερον 80
τὸν λοιπὸν ἤδη βίοτον εὐαίων᾽ ἔχειν.
ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
οὐκ εἶ ξυνέρξων, ἡνίκ᾽ ἢ σεσώσμεθα
[ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος]
κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ᾽ ἅμα; 85

υλλος
ἀλλ᾽ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
νῦν δ᾽ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
νῦν δ᾽ ὡς ξυνίημ᾽, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ 90
πᾶσαν πυθέσθαι τῶνδ᾽ ἀλήθειαν πέρι.

δηιανειρα
χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ᾽ εὖ

πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

χορος
ὃν αἰόλα νὺξ ἐναριζομένα

τίκτει κατευνάζει τε, φλογιζόμενον 95
Ἅλιον Ἅλιον αἰτῶ
τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
ναίει ποτ᾽, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς, 100
εἴπ᾽, ὦ κρατιστεύων κατ᾽ ὄμμα.
ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,
οἷά τιν᾽ ἄθλιον ὄρνιν, 105
οὔποτ᾽ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλ᾽
εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν 110
δύστανον ἐλπίζουσαν αἶσαν.
πολλὰ γὰρ ὥστ᾽ ἀκάμαντος ἢ νότου ἢ βορέα τις
κύματ᾽ ἂν εὐρέϊ πόντῳ βάντ᾽ ἐπιόντα τ᾽ ἴδοι,
οὕτωῥ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δ᾽ αὔξει,
βιότου πολύπονον ὥσπερ πέλαγος
Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα 120
σφε δόμων ἐρύκει.
ὧν ἐπιμεμφομένα σ᾽ αἰδοῖα μέν, ἀντία δ᾽ οἴσω.
φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν 125
χρῆναί σ᾽· ἀνάλγητα γὰρ οὐδ᾽ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·
ἀλλ᾽ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον
ἄρκτου στροφάδες κέλευθοι. 130
μένει γὰρ οὔτ᾽ αἰόλα
νὺξ βροτοῖσιν οὔτε κῆρες
οὔτε πλοῦτος, ἀλλ᾽ ἄφαρ
βέβακε, τῷ δ᾽ ἐπέρχεται
χαίρειν τε καὶ στέρεσθαι. 135
ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
τάδ᾽ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε
τέκνοισι Ζῆν᾽ ἄβουλον εἶδεν; 140

δηιανειρα
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

πάθημα τοὐμόν· ὡς δ᾽ ἐγὼ θυμοφθορῶ,
μήτ᾽ ἐκμάθοις παθοῦσα νῦν τ᾽ ἄπειρος εἶ.
τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ 145
οὐδ᾽ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλ᾽ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθ᾽ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τ᾽ ἐν νυκτὶ φροντίδων μέρος,
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη. 150
τότ᾽ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
πάθη μὲν οὖν δὴ πόλλ᾽ ἔγωγ᾽ ἐκλαυσάμην·
ἓν δ᾽, οἷον οὔπω πρόσθεν, αὐτίκ᾽ ἐξερῶ.
ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ 155
ὡρμᾶτ᾽ ἀπ᾽ οἴκων Ἡρακλῆς, τότ᾽ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθ᾽, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
ἀλλ᾽ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος. 160
νῦν δ᾽ ὡς ἔτ᾽ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι
χρείη μ᾽ ἑλέσθαι κτῆσιν εἶπε δ᾽ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
χώρας ἀπείη κἀνιαύσιον βεβώς, 165
τότ᾽ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
ἢ τοῦθ᾽ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
τοιαῦτ᾽ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, 170
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·
ὥσθ᾽ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ 175
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.

χορος
εὐφημίαν νῦν ἴσχ᾽· ἐπεὶ καταστεφῆ

στείχονθ᾽ ὁρῶ τιν᾽ ἄνδρα πρὸς χαρὰν λόγων.

αγγελος
δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων 180

ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
καὶ ζῶντ᾽ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ᾽ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

δηιανειρα
τίν᾽ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;


αγγελος
τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν 185

ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.

δηιανειρα
καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;


αγγελος
ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ

Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδ᾽ ἐγὼ κλύων 190
ἀπῇξ᾽, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

δηιανειρα
αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;


αγγελος
οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.

κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς 195
κρίνει παραστάς, οὐδ᾽ ἔχει βῆναι πρόσω·
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψει δ᾽ αὐτὸν αὐτίκ᾽ ἐμφανῆ.

δηιανειρα
ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις, 200

ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατ᾽, ὦ γυναῖκες, αἵ τ᾽ εἴσω στέγης
αἵ τ᾽ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ᾽ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

χορος
ἀνολολυξάτω δόμοις ἐφεστίοις 205

ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ
κοινὸς ἀρσένων ἴτω
κλαγγὰ τὸν εὐφαρέτραν
Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
παιᾶνα παιᾶν᾽ ἀνάγετ᾽, ὦ παρθένοι, 210
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν
ἐλαφαβόλον ἀμφίπυρον,
γείτονάς τε Νύμφας.
ἀείρομαι οὐδ᾽ ἀπώσομαι 215
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
ἰδού μ᾽ ἀναταράσσει,
εὐοῖ μ᾽,
ὁ κισσὸς ἄρτι βακχίαν
ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν. 220
ἴδ᾽, ὦ φίλα γύναι,
τάδ᾽ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστ᾽ ἐναργῆ.

δηιανειρα
ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ᾽ ὄμματος 225

φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

λιχας
ἀλλ᾽ εὖ μὲν ἵγμεθ᾽, εὖ δὲ προσφωνούμεθα,

γύναι, κατ᾽ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς 230
πράσσοντ᾽ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

δηιανειρα
ὦ φίλτατ᾽ ἀνδρῶν, πρῶθ᾽ ἃ πρῶτα βούλομαι

δίδαξον, εἰ ζῶνθ᾽ Ἡρακλῆ προσδέξομαι.

λιχας
ἔγωγέ τοι σφ᾽ ἔλειπον ἰσχύοντά τε

καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. 235

δηιανειρα
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.


λιχας
ἀκτή τις ἔστ᾽ Εὐβοιίς, ἔνθ᾽ ὁρίζεται

βωμοὺς τέλη τ᾽ ἔγκαρπα Κηναίῳ Διί.

δηιανειρα
εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;


λιχας
εὐχαῖς ὅθ᾽ ᾕρει τῶνδ᾽ ἀνάστατον δορὶ 240

χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

δηιανειρα
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ᾽ εἰσὶ καὶ τίνες;

οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

λιχας
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν

ἐξείλεθ᾽ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. 245

δηιανειρα
ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον

χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

λιχας
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον

κατείχεθ᾽, ὥς φησ᾽ αὐτός, οὐκ ἐλεύθερος,
ἀλλ᾽ ἐμποληθείς· τοῦ λόγου δ᾽ οὐ χρὴ φθόνον, 250
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
ὥσθ᾽ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, 255
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
κοὐχ ἡλίωσε τοὔπος, ἀλλ᾽ ὅθ᾽ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον 260
μόνον βροτῶν ἔφασκε τοῦδ᾽ εἶναι πάθους·
ὃς αὐτὸν ἐλθόντ᾽ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπεῤῥόθησε, πολλὰ δ᾽ ἀτηρᾷ φρενί,
λέγων χεροῖν μὲν ὡς ἄφυκτ᾽ ἔχων βέλη 265
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο· δείπνοις δ᾽ ἡνίκ᾽ ἦν ᾠνωμένος,
ἔῤῥιψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
ὡς ἵκετ᾽ αὖθις Ἴφιτος Τιρυνθίαν 270
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότ᾽ ἄλλοσ᾽ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
ἔχοντ᾽, ἀπ᾽ ἄκρας ἧκε πυργώδους πλακός.
ἔργου δ᾽ ἕκατι τοῦδε μηνίσας ἄναξ
ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος 275
πρατόν νιν ἐξέπεμψεν οὐδ᾽ ἠνέσχετο,
ὁθούνεκ᾽ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. 280
κεῖνοι δ᾽ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ᾽ οἰκήτορες,
πόλις δὲ δούλη· τάσδε δ᾽ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς 285
ἐφεῖτ᾽, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
αὐτὸν δ᾽ ἐκεῖνον, εὖτ᾽ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. 290

χορος
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,

τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.

δηιανειρα
πῶς δ᾽ οὐκ ἐγὼ χαίροιμ᾽ ἄν, ἀνδρὸς εὐτυχῆ

κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
πολλή ᾽στ᾽ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. 295
ὅμως δ᾽ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
χώρας ἀοίκους ἀπάτοράς τ᾽ ἀλωμένας, 300
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
ὦ Ζεῦ τροπαῖε, μή ποτ᾽ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
μηδ᾽, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. 305
οὕτως ἐγὼ δέδοικα τάσδ᾽ ὁρωμένη.
ὦ δυστάλαινα, τίς ποτ᾽ εἶ νεανίδων;
ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
Λίχα, τίνος ποτ᾽ ἐστὶν ἡ ξένη βροτῶν; 310
τίς ἡ τεκοῦσα, τίς δ᾽ ὁ φιτύσας πατήρ;
ἔξειπ᾽· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσ᾽, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.

λιχας
τί δ᾽ οἶδ᾽ ἐγώ, τί δ᾽ ἄν με καὶ κρίνοις; ἴσως

γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. 315

δηιανειρα
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;


λιχας
οὐκ οἶδα· καὶ γὰρ οὐδ᾽ ἀνιστόρουν μακράν.


δηιανειρα
οὐδ᾽ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;


λιχας
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.


δηιανειρα
εἴπ᾽, ὦ τάλαιν᾽, ἀλλ᾽ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ 320

καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ᾽ ἥτις εἶ.

λιχας
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου

χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
προύφηνεν οὔτε μείζον᾽ οὔτ᾽ ἐλάσσονα,
ἀλλ᾽ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος 325
δακρυῤῥοεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γ᾽, ἀλλὰ συγγνώμην ἔχει.

δηιανειρα
ἡ δ᾽ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας

οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς 330
τοῖς οὖσιν ἄλλην πρός γ᾽ ἐμοῦ λύπην λάβῃ·
ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θ᾽ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.

αγγελος
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ᾽, ὅπως 335

μάθῃς ἄνευ τῶνδ᾽, οὕστινάς τ᾽ ἄγεις ἔσω,
ὧν τ᾽ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·
τούτων ἔχω γὰρ πάντ᾽ ἐπιστήμην ἐγώ.

δηιανειρα
τί δ᾽ ἐστί; τοῦ με τήνδ᾽ ἐφίστασαι βάσιν;


αγγελος
σταθεῖσ᾽ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος 340

μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.

δηιανειρα
πότερον ἐκείνους δῆτα δεῦρ᾽ αὖθις πάλιν

καλῶμεν, ἢ ᾽μοὶ ταῖσδέ τ᾽ ἐξειπεῖν θέλεις;

αγγελος
σοὶ ταῖσδέ τ᾽ οὐδὲν εἴργεται, τούτους δ᾽ ἔα.


δηιανειρα
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. 345


αγγελος
ἁνὴρ ὅδ᾽ οὐδὲν ὧν ἔλεξεν ἀρτίως

φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ᾽ ἢ νῦν κακὸς
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.

δηιανειρα
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.

ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ᾽ ἔχει. 350

αγγελος
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ᾽ ἐγώ,

πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ᾽ ἕλοι
τήν θ᾽ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, 355
οὐ τἀπὶ Λυδοῖς οὐδ᾽ ὑπ᾽ Ὀμφάλῃ πόνων
λατρεύματ᾽ οὐδ᾽ ὁ ῥιπτὸς Ἰφίτου μόρος·
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
ἀλλ᾽ ἡνίκ᾽ οὐκ ἔπειθε τὸν φυτοσπόρον
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, 360
ἔγκλημα μικρὸν αἰτίαν θ᾽ ἑτοιμάσας
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τόνδ᾽ εἶπε δεσπόζειν θρόνων,
κτείνει τ᾽ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους 365
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδ᾽ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδ᾽ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
δέσποιν᾽, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. 370
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστ᾽ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δ᾽ ὀρθὸν ἐξείρηχ᾽ ὅμως.

δηιανειρα
οἴμοι τάλαινα, ποῦ ποτ᾽ εἰμὶ πράγματος; 375

τίν᾽ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον; ὦ δύστηνος· ἆρ᾽ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;

αγγελος
ἦ κάρτα λαμπρὰ καὶ κατ᾽ ὄνομα καὶ φύσιν,

πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ 380
Ἰόλη ᾽καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.

χορος
ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ

λαθραῖ᾽ ὃς ἀσκεῖ μὴ πρέποντ᾽ αὐτῷ κακά.

δηιανειρα
τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις 385

τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.

χορος
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ᾽ ἂν σαφῆ

λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.

δηιανειρα
ἀλλ᾽ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.


αγγελος
ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; 390


δηιανειρα
μίμν᾽, ὡς ὅδ᾽ ἀνὴρ οὐκ ἐμῶν ὑπ᾽ ἀγγέλων,

ἀλλ᾽ αὐτόκλητος ἐκ δόμων πορεύεται.

λιχας
τί χρή, γύναι, μολόντα μ᾽ Ἡρακλεῖ λέγειν;

δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.

δηιανειρα
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν 395

ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

λιχας
ἀλλ᾽ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ᾽ ἐγώ.


δηιανειρα
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;


λιχας
ἴστω μέγας Ζεύς, ὧν γ᾽ ἂν ἐξειδὼς κυρῶ.


δηιανειρα
τίς ἡ γυνὴ δῆτ᾽ ἐστὶν ἣν ἥκεις ἄγων; 400


λιχας
Εὐβοιίς· ὧν δ᾽ ἔβλαστεν οὐκ ἔχω λέγειν.


αγγελος
οὗτος, βλέφ᾽ ὧδε· πρὸς τίν᾽ ἐννέπειν δοκεῖς;


λιχας
σὺ δ᾽ εἰς τί δή με τοῦτ᾽ ἐρωτήσας ἔχεις;


αγγελος
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ᾽ ἱστορῶ.


λιχας
πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως 405

κόρην δάμαρτά θ᾽ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

αγγελος
τοῦτ᾽ αὔτ᾽ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις

δέσποιναν εἶναι τήνδε σήν;

λιχας
δίκαια γάρ.


αγγελος
τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, 410

ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

λιχας
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;


αγγελος
οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.


λιχας
ἄπειμι· μῶρος δ᾽ ἦ πάλαι κλύων σέθεν.


αγγελος
οὔ, πρίν γ᾽ ἂν εἴπῃς ἱστορούμενος βραχύ. 415


λιχας
λέγ᾽, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.


αγγελος
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

κάτοισθα δήπου;

λιχας
φημί· πρὸς τί δ᾽ ἱστορεῖς;


αγγελος
οὔκουν σὺ ταύτην, ἣν ὑπ᾽ ἀγνοίας ὁρᾷς,

Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; 420

λιχας
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

σοὶ μαρτυρήσει ταῦτ᾽ ἐμοῦ κλύειν πάρα;

αγγελος
πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

ἀγορᾷ πολύς σου ταῦτά γ᾽ εἰσήκουσ᾽ ὄχλος.

λιχας
ναί·

κλύειν γ᾽ ἔφασκον· ταὐτὸ δ᾽ οὐχὶ γίγνεται 425
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

αγγελος
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

δάμαρτ᾽ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

λιχας
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη

δέσποινα, τόνδε τίς ποτ᾽ ἐστὶν ὁ ξένος. 430

αγγελος
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ

πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
πέρσειεν αὐτήν, ἀλλ᾽ ὁ τῆσδ᾽ ἔρως φανείς.

λιχας
ἅνθρωπος, ὦ δέσποιν᾽, ἀποστήτω· τὸ γὰρ

νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. 435

δηιανειρα
μή, πρός σε τοῦ κατ᾽ ἄκρον Οἰταῖον νάπος

Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
οὐδ᾽ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. 440
Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
κἀμοῦ γε· πῶς δ᾽ οὐ χἀτέρας οἵας γ᾽ ἐμοῦ;
ὥστ᾽ εἴ τι τὠμῷ τ᾽ ἀνδρὶ τῇδε τῇ νόσῳ 445
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
τοῦ μηδὲν αἰσχροῦ μηδ᾽ ἐμοὶ κακοῦ τινος.
οὐκ ἔστι ταῦτ᾽· ἀλλ᾽ εἰ μὲν ἐκ κείνου μαθὼν
ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. 450
εἰ δ᾽ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
ἀλλ᾽ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· 455
πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσ᾽ ἐμοί.
κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
τὸ μὴ πυθέσθαι, τοῦτό μ᾽ ἀλγύνειεν ἄν·
τὸ δ᾽ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; 460
κοὔπω τις αὐτῶν ἔκ γ᾽ ἐμοῦ λόγον κακὸν
ἠνέγκατ᾽ οὐδ᾽ ὄνειδος· ἥδε τ᾽ οὐδ᾽ ἂν εἰ
κάρτ᾽ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ᾽ ἐγὼ
ᾤκτιρα δὴ μάλιστα προσβλέψασ᾽, ὅτι
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, 465
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
ῥείτω κατ᾽ οὖρον· σοὶ δ᾽ ἐγὼ φράζω κακὸν
πρὸς ἄλλον εἶναι, πρὸς δ᾽ ἔμ᾽ ἀψευδεῖν ἀεί.

χορος
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ 470

γυναικὶ τῇδε κἀπ᾽ ἐμοῦ κτήσει χάριν.

λιχας
ἀλλ᾽, ὦ φίλη δέσποιν᾽, ἐπεί σε μανθάνω

θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.
ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει. 475
ταύτης ὁ δεινὸς ἵμερός ποθ᾽ Ἡρακλῆ
διῆλθε, καὶ τῆσδ᾽ εἵνεχ᾽ ἡ πολύφθορος
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
οὔτ᾽ εἶπε κρύπτειν οὔτ᾽ ἀπηρνήθη ποτέ, 480
ἀλλ᾽ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
ἥμαρτον, εἴ τι τήνδ᾽ ἁμαρτίαν νέμεις.
ἐπεί γε μὲν δὴ πάντ᾽ ἐπίστασαι λόγον,
κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν 485
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
οὓς εἶπας ἐς τήνδ᾽, ἐμπέδως εἰρηκέναι·
ὡς τἄλλ᾽ ἐκεῖνος πάντ᾽ ἀριστεύων χεροῖν
τοῦ τῆσδ᾽ ἔρωτος εἰς ἅπανθ᾽ ἥσσων ἔφυ.

δηιανειρα
ἀλλ᾽ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, 490

κοὔτοι νόσον γ᾽ ἐπακτὸν ἐξαρούμεθα,
θεοῖσι δυσμαχοῦντες. ἀλλ᾽ εἴσω στέγης
χωρῶμεν, ὡς λόγων τ᾽ ἐπιστολὰς φέρῃς,
ἅ τ᾽ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
καὶ ταῦτ᾽ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε 495
χωρεῖν προσελθόνθ᾽ ὧδε σὺν πολλῷ στόλῳ.

χορος
μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.

καὶ τὰ μὲν θεῶν
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, 500
οὐδὲ τὸν ἔννυχον Ἅιδαν
ἢ Ποσειδάωνα τινάκτορα γαίας·
ἀλλ᾽ ἐπὶ τάνδ᾽ ἄρ᾽ ἄκοιτιν
τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, 505
τίνες πάμπληκτα παγκόνιτά τ᾽ ἐξῆλθον ἄεθλ᾽ ἀγώνων;

ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
φάσμα ταύρου,
Ἀχελῷος ἀπ᾽ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ 510
ἦλθε παλίντονα Θήβας
τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
παῖς Διός· οἳ τότ᾽ ἀολλεῖς
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
μόνα δ᾽ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυν- 515
οῦσα.

τότ᾽ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
ταυρείων τ᾽ ἀνάμιγδα κεράτων·
ἦν δ᾽ ἀμφίπλεκτοι κλίμακες, 520
ἦν δὲ μετώπων ὀλόεντα
πλήγματα, καὶ στόνος ἀμφοῖν.
ἁ δ᾽ εὐῶπις ἁβρὰ
τηλαυγεῖ παρ᾽ ὄχθῳ
ἧστο, τὸν ὃν προσμένουσ᾽ ἀκοίταν. 525
† ἀγὼν δὲ μαργᾷ † μὲν οἷα φράζω·
τὸ δ᾽ ἀμφινείκητον ὄμμα νύμφας
ἐλεινὸν ἀμμένει·
κἀπὸ ματρὸς ἄφαρ βέβακεν,
ὥστε πόρτις ἐρήμα. 530

δηιανειρα
ἦμος, φίλαι, κατ᾽ οἶκον ὁ ξένος θροεῖ

ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ᾽ ἐξόδῳ,
τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
τὰ δ᾽ οἷα πάσχω συγκατοικτιουμένη. 535
κόρην γάρ, οἶμαι δ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἐζευγμένην,
παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,
λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.
καὶ νῦν δύ᾽ οὖσαι μίμνομεν μιᾶς ὑπὸ
χλαίνης ὑπαγκάλισμα. τοιάδ᾽ Ἡρακλῆς, 540
ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
οἰκούρι᾽ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι
νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·
τὸ δ᾽ αὖ ξυνοικεῖν τῇδ᾽ ὁμοῦ τίς ἂν γυνὴ 545
δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ
ὀφθαλμὸς ἄνθος, τῶν δ᾽ ὑπεκτρέπει πόδα.
ταῦτ᾽ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς 550
ἐμὸς καλῆται, τῆς νεωτέρας δ᾽ ἀνήρ.
ἀλλ᾽ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν
γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ᾽ ἔχω, φίλαι,
λυτήριον λώφημα, τῇδ᾽ ὑμῖν φράσω.
ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ 555
θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
ὃ παῖς ἔτ᾽ οὖσα τοῦ δασυστέρνου παρὰ
Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
ὃς τὸν βαθύῤῥουν ποταμὸν Εὔηνον βροτοὺς
μισθοῦ ᾽πόρευε χερσίν, οὔτε πομπίμοις 560
κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
φέρων ἐπ᾽ ὤμοις, ἡνίκ᾽ ἦ μέσῳ πόρῳ,
ψαύει ματαίαις χερσίν· ἐκ δ᾽ ἤυσ᾽ ἐγώ, 565
χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας
στέρνων διεῤῥοίζησεν. ἐκθνῄσκων δ᾽ ὁ θὴρ
τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,
τοσόνδ᾽ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, 570
πορθμῶν, ὁθούνεχ᾽ ὑστάτην σ᾽ ἔπεμψ᾽ ἐγώ·
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους
ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
ἔσται φρενός σοι τοῦτο κηλητήριον 575
τῆς Ἡρακλείας, ὥστε μήτιν᾽ εἰσιδὼν
στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
τοῦτ᾽ ἐννοήσασ᾽, ὦ φίλαι, δόμοις γὰρ ἦν
κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
χιτῶνα τόνδ᾽ ἔβαψα, προσβαλοῦσ᾽ ὅσα 580
ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.
κακὰς δὲ τόλμας μήτ᾽ ἐπισταίμην ἐγὼ
μήτ᾽ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·
φίλτροις δ᾽ ἐάν πως τήνδ᾽ ὑπερβαλώμεθα
τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ᾽ Ἡρακλεῖ, 585
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

χορος
ἀλλ᾽ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

δοκεῖς παρ᾽ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

δηιανειρα
οὕτως ἔχει γ᾽ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν 590

ἔνεστι, πείρᾳ δ᾽ οὐ προσωμίλησά πω·

χορος
ἀλλ᾽ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ᾽ εἰ δοκεῖς

ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

δηιανειρα
ἀλλ᾽ αὐτίκ᾽ εἰσόμεσθα, τόνδε γὰρ βλέπω

θυραῖον ἤδη· διὰ τάχους δ᾽ ἐλεύσεται. 595
μόνον παρ᾽ ὑμῶν εὖ στεγοίμεθ᾽· ὡς σκότῳ
κἂν αἰσχρὰ πράσσῃς, οὔποτ᾽ αἰσχύνῃ πεσεῖ.

λιχας
τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,

ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

δηιανειρα
ἀλλ᾽ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, 600

ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
δώρημ᾽ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
διδοὺς δὲ τόνδε φράζ᾽ ὅπως μηδεὶς βροτῶν
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, 605
μηδ᾽ ὄψεταί νιν μήτε φέγγος ἡλίου
μήθ᾽ ἕρκος ἱερὸν μήτ᾽ ἐφέστιον σέλας,
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
οὕτω γὰρ ηὔγμην, εἴ ποτ᾽ αὐτὸν ἐς δόμους 610
ἴδοιμι σωθέντ᾽ ἢ κλύοιμι πανδίκως,
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
καὶ τῶνδ᾽ ἀποίσεις σῆμ᾽, ὃ κεῖνος εὐμαθὲς
σφραγῖδος ἕρκει τῷδ᾽ ἐπὸν μαθήσεται. 615
ἀλλ᾽ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
τὸ μὴ ᾽πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
ἔπειθ᾽ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
κἀμοῦ ξυνελθοῦσ᾽ ἐξ ἁπλῆς διπλῆ φανῇ.

λιχας
ἀλλ᾽ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην 620

βέβαιον, οὔ τι μὴ σφαλῶ γ᾽ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδ᾽ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.

δηιανειρα
στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

τά γ᾽ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. 625

λιχας
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.


δηιανειρα
ἀλλ᾽ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

προσδέγματ᾽, αὐτὴν ὡς ἐδεξάμην φίλως.

λιχας
ὥστ᾽ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.


δηιανειρα
τί δῆτ᾽ ἂν ἄλλο γ᾽ ἐννέποις; δέδοικα γὰρ 630

μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

χορος
ὦ ναύλοχα καὶ πετραῖα

θερμὰ λουτρὰ καὶ πάγους
Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ
λίμναν 635
χρυσαλακάτου τ᾽ ἀκτὰν κόρας,
ἔνθ᾽ Ἑλλάνων ἀγοραὶ
Πυλάτιδες κλέονται·

ὁ καλλιβόας τάχ᾽ ὑμῖν 640
αὐλὸς οὐκ ἀναρσίαν
ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος
σοῦται πάσας ἀρετᾶς 645
λάφυρ᾽ ἔχων ἐπ᾽ οἴκους·

ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,
δυοκαιδεκάμηνον ἀμμένουσαι
χρόνον, πελάγιον, ἴδριες οὐδέν·
ἁ δέ οἱ φίλα δάμαρ 650
τάλαιναν δυστάλαινα καρδίαν
πάγκλαυτος αἰὲν ὤλλυτο·
νῦν δ᾽ Ἄρης οἰστρηθεὶς
ἐξέλυσ᾽ ἐπίπονον ἁμέραν.

ἀφίκοιτ᾽ ἀφίκοιτο· μὴ σταίη 655
πολύκωπον ὄχημα ναὸς αὐτῷ,
πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,
νασιῶτιν ἑστίαν
ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
ὅθεν μόλοι πανίμερος, 660
τᾶς πειθοῦς παγχρίστῳ
†συγκραθεὶς ἐπὶ προφάσει φάρους.

δηιανειρα
γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

πεπραγμέν᾽ ᾖ μοι πάνθ᾽ ὅσ᾽ ἀρτίως ἔδρων.

χορος
τί δ᾽ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως; 665


δηιανειρα
οὐκ οἶδ᾽· ἀθυμῶ δ᾽, εἰ φανήσομαι τάχα

κακὸν μέγ᾽ ἐκπράξασ᾽ ἀπ᾽ ἐλπίδος καλῆς.

χορος
οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;


δηιανειρα
μάλιστά γ᾽, ὥστε μήποτ᾽ ἂν προθυμίαν

ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. 670

χορος
δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.


δηιανειρα
τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

γυναῖκες, ὑμᾶς θαῦμ᾽ ἀνέλπιστον μαθεῖν.
ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, 675
τοῦτ᾽ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
τῶν ἔνδον, ἀλλ᾽ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
καὶ ψῇ κατ᾽ ἄκρας σπιλάδος· ὡς δ᾽ εἰδῇς ἅπαν,
ᾗ τοῦτ᾽ ἐπράχθη, μείζον᾽ ἐκτενῶ λόγον.
ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν 680
πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
παρῆκα θεσμῶν οὐδέν, ἀλλ᾽ ἐσῳζόμην
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
καί μοι τάδ᾽ ἦν πρόῤῥητα καὶ τοιαῦτ᾽ ἔδρων·
τὸ φάρμακον τοῦτ᾽ ἄπυρον ἀκτῖνός τ᾽ ἀεὶ 685
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
κἄδρων τοιαῦτα. νῦν δ᾽, ὅτ᾽ ἦν ἐργαστέον,
ἔχρισα μὲν κατ᾽ οἶκον ἐν δόμοις κρυφῇ
μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, 690
κἄθηκα συμπτύξασ᾽ ἀλαμπὲς ἡλίου
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
εἴσω δ᾽ ἀποστείχουσα δέρκομαι φάτιν
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως 695
τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,
ἀκτῖν᾽ ἐς ἡλιῶτιν· ὡς δ᾽ ἐθάλπετο,
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
μορφῇ μάλιστ᾽ εἰκαστὸν ὥστε πρίονος
ἐκβρώματ᾽ ἂν βλέψειας ἐν τομῇ ξύλου. 700
τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν
προύκειτ᾽, ἀναζέουσι θρομβώδεις ἀφροί,
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
χυθέντος εἰς γῆν Βακχίας ἀπ᾽ ἀμπέλου.
ὥστ᾽ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω· 705
ὁρῶ δέ μ᾽ ἔργον δεινὸν ἐξειργασμένην.
πόθεν γὰρ ἄν ποτ᾽, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
ἐμοὶ παρέσχ᾽ εὔνοιαν, ἧς ἔθνῃσχ᾽ ὕπερ;
οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ᾽ ἀποφθίσαι
χρῄζων ἔθελγέ μ᾽· ὧν ἐγὼ μεθύστερον, 710
ὅτ᾽ οὐκέτ᾽ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
τὸν γὰρ βαλόντ᾽ ἄτρακτον οἶδα καὶ θεὸν
Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, 715
φθείρει τὰ πάντα κνώδαλ᾽· ἐκ δὲ τοῦδ᾽ ὅδε
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· 720
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

χορος
ταρβεῖν μὲν ἔργα δείν᾽ ἀναγκαίως ἔχει,

τὴν δ᾽ ἐλπίδ᾽ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

δηιανειρα
οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν 725

οὐδ᾽ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.

χορος
ἀλλ᾽ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ᾽ξ ἑκουσίας

ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

δηιανειρα
τοιαῦτα δ᾽ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

κοινωνός, ἀλλ᾽ ᾧ μηδέν ἐστ᾽ οἴκοι βαρύ. 730

χορος
σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

υλλος
ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ᾽ ἓν εἱλόμην,

ἢ μηκέτ᾽ εἶναι ζῶσαν, ἢ σεσωσμένην 735
ἄλλου κεκλῆσθαι μητέρ᾽, ἢ λῴους φρένας
τῶν νῦν παρουσῶν τῶνδ᾽ ἀμείψασθαί ποθεν.

δηιανειρα
τί δ᾽ ἐστίν, ὦ παῖ, πρός γ᾽ ἐμοῦ στυγούμενον;


υλλος
τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ᾽ ἐμὸν λέγω

πατέρα, κατακτείνασα τῇδ᾽ ἐν ἡμέρᾳ. 740

δηιανειρα
οἴμοι, τιν᾽ ἐξήνεγκας, ὦ τέκνον, λόγον;


υλλος
ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ

φανθὲν τίς ἂν δύναιτ᾽ ἂν ἀγένητον ποεῖν;

δηιανειρα
πῶς εἶπας, ὦ παῖ; τοῦ παρ᾽ ἀνθρώπων μαθὼν

ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής; 745

υλλος
αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

δηιανειρα
ποῦ δ᾽ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;


υλλος
εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

ὅθ᾽ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, 750
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·
οὗ νιν τὰ πρῶτ᾽ ἐσεῖδον ἄσμενος πόθῳ. 755
μέλλοντι δ᾽ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
κῆρυξ ἀπ᾽ οἴκων ἵκετ᾽ οἰκεῖος Λίχας,
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
ταυροκτονεῖ μὲν δώδεκ᾽ ἐντελεῖς ἔχων 760
λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ᾽ ὁμοῦ
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·
ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο 765
φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
χιτὼν ἅπαν κατ᾽ ἄρθρον· ἦλθε δ᾽ ὀστέων
ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας 770
ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
ἐνταῦθα δὴ ᾽βόησε τὸν δυσδαίμονα
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·
ὁ δ᾽ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης 775
δώρημ᾽ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,
ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· 780
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ.
ἅπας δ᾽ ἀνηυφήμησεν οἰμωγῇ λεώς,
τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·
κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. 785
ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
βοῶν, ἰύζων· ἀμφὶ δ᾽ ἐκτύπουν πέτραι,
Λοκρῶν τ᾽ ὄρειοι πρῶνες Εὐβοίας τ᾽ ἄκραι.
ἐπεὶ δ᾽ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
ῥίπτων ἑαυτόν, πολλὰ δ᾽ οἰμωγῇ βοῶν, 790
τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
τότ᾽ ἐκ προσέδρου λιγνύος διάστροφον
ὀφθαλμὸν ἄρας εἶδέ μ᾽ ἐν πολλῷ στρατῷ 795
δακρυῤῥοοῦντα, καί με προσβλέψας καλεῖ·
ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
μηδ᾽ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
ἀλλ᾽ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
ἐνταῦθ᾽ ὅπου με μή τις ὄψεται βροτῶν· 800
εἰ δ᾽ οἶκτον ἴσχεις, ἀλλά μ᾽ ἔκ γε τῆσδε γῆς
πόρθμευσον ὡς τάχιστα, μηδ᾽ αὐτοῦ θάνω.
τοσαῦτ᾽ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδ᾽ ἐκέλσαμεν μόλις
βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα 805
ἢ ζῶντ᾽ ἐσόψεσθ᾽ ἢ τεθνηκότ᾽ ἀρτίως.
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ᾽ ἐμῷ
καὶ δρῶσ᾽ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τίσαιτ᾽ Ἐρινύς τ᾽. εἰ θέμις δ᾽, ἐπεύχομαι·
θέμις δ᾽, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, 810
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
κτείνασ᾽, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

χορος
τί σῖγ᾽ ἀφέρπεις; οὐ κάτοισθ᾽ ὁθούνεκα

ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

υλλος
ἐᾶτ᾽ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν 815

αὐτῇ γένοιτ᾽ ἄπωθεν ἑρπούσῃ καλός.
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
ἀλλ᾽ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
τὠμῷ δίδωσι πατρί, τήνδ᾽ αὐτὴ λάβοι. 820

χορος
ἴδ᾽ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ

τοὔπος τὸ θεοπρόπον ἡμῖν
τᾶς παλαιφάτου προνοίας,
ὅ τ᾽ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων 825
τῷ Διὸς αὐτόπαιδι· καὶ τάδ᾽ ὀρθῶς
ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων
ἔτι ποτ᾽ ἔτ᾽ ἐπίπονον < πόνων > ἔχοι θανὼν λα-
τρείαν; 830

εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
χρίει δολοποιὸς ἀνάγκα
πλευρά, προστακέντος ἰοῦ,
ὃν τέκετο θάνατος, ἔτρεφε δ᾽ αἰόλος δράκων,
πῶς ὅδ᾽ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι, 835
δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
φάσματι; μελαγχαίτα δ᾽ ἄμμιγά νιν αἰκίζει
Νέσσου ὑποφόνια δολιόμυθα κέντρ᾽ ἐπιζέσαντα. 840

ὧν ἅδ᾽ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα δόμοισι
βλάβαν νέων
ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ δ᾽
ἀπ᾽ ἀλλόθρου
γνώμας μολόντ᾽ ὀλεθρίαισι συναλλαγαῖς 845
ἦ που ὀλοὰ στένει,
ἦ που ἀδινῶν χλωρὰν
τέγγει δακρύων ἄχναν.
ἁ δ᾽ ἐρχομένα μοῖρα προφαίνει δολίαν 850
καὶ μεγάλαν ἄταν.

ἔῤῥωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι, οἷον
ἀναρσίων
οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
ἰὼ κελαινὰ λόγχα προμάχου δορός, 855
ἃ τότε θοὰν νύμφαν
ἄγαγες ἀπ᾽ αἰπεινᾶς
τάνδ᾽ Οἰχαλίας αἰχμᾷ·
ἁ δ᾽ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ 860
τῶνδ᾽ ἐφάνη πράκτωρ.

ημιχοριον 1
πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

οἴκτου δι᾽ οἴκων ἀρτίως ὁρμωμένου;
τί φημι; 865

ημιχοριον 2
ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

χορος
ξύνες δὲ

τήνδ᾽ ὡς κατηφὴς καὶ συνωφρυωμένη
χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι. 870

τροφος
ὦ παῖδες, ὡς ἄρ᾽ ἡμὶν οὐ σμικρῶν κακῶν

ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

χορος
τί δ᾽, ὦ γεραιά, καινοποιηθὲν λέγεις;


τροφος
βέβηκε Δῃάνειρα τὴν πανυστάτην

ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. 875

χορος
οὐ δή ποθ᾽ ὡς θανοῦσα;


τροφος
πάντ᾽ ἀκήκοας.


χορος
τέθνηκεν ἡ τάλαινα;


τροφος
δεύτερον κλύεις.


χορος
τάλαιν᾽ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;


τροφος
σχετλιώτατά γε πρὸς πρᾶξιν.


χορος
εἰπὲ τῷ μόρῳ,

γύναι, ξυντρέχει. 880

τροφος
αὑτὴν διηΐστωσε.


χορος
τίς θυμὸς ἢ τίνες νόσοι

τάνδ᾽ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; 885

τροφος
στονόεντος ἐν τομᾷ σιδάρου.


χορος
ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;


τροφος
ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.


χορος
τίς ἦν; πῶς; φέρ᾽ εἰπέ. 890


τροφος
αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.


χορος
τί φωνεῖς;


τροφος
σαφηνῆ.


χορος
ἔτεκεν ἔτεκε < δὴ > μεγάλαν

ἁ νέορτος ἅδε νύμφα
δόμοισι τοῖσδ᾽ ἐρινύν. 895

τροφος
ἄγαν γε· μᾶλλον δ᾽, εἰ παροῦσα πλησία

ἔλευσσες οἷ᾽ ἔδρασε, κάρτ᾽ ἂν ᾤκτισας.

χορος
καὶ ταῦτ᾽ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;


τροφος
δεινῶς γε· πεύσει δ᾽, ὥστε μαρτυρεῖν ἐμοί.

ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη 900
καὶ παῖδ᾽ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
στορνύνθ᾽, ὅπως ἄψοῤῥον ἀντῴη πατρί,
κρύψασ᾽ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ᾽ ὅτι
γένοιντ᾽ ἔρημοι, ᾽κλαιε δ᾽ ὀργάνων ὅτου 905
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,
αὐτὴ τὸν αὑτῆς δαίμον᾽ ἀνακαλουμένη 910
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
ἐπεὶ δὲ τῶνδ᾽ ἔληξεν, ἐξαίφνης σφ᾽ ὁρῶ
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
κἀγὼ λαθραῖον ὄμμ᾽ ἐπεσκιασμένη
φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις 915
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
ὅπως δ᾽ ἐτέλεσε τοῦτ᾽, ἐπενθοροῦσ᾽ ἄνω
καθέζετ᾽ ἐν μέσοισιν εὐνατηρίοις,
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖ᾽ ἐμά, 920
τὸ λοιπὸν ἤδη χαίρεθ᾽, ὡς ἔμ᾽ οὔποτε
δέξεσθ᾽ ἔτ᾽ ἐν κοίταισι ταῖσδ᾽ εὐνάτριαν.
τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος
προύκειτο μαστῶν περονίς, ἐκ δ᾽ ἐλώπισεν 925
πλευρὰν ἅπασαν ὠλένην τ᾽ εὐώνυμον.
κἀγὼ δρομαία βᾶς᾽, ὅσονπερ ἔσθενον,
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
κἀν ᾧ τὸ κεῖσε δεῦρό τ᾽ ἐξορμώμεθα,
ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ 930
πλευρὰν ὑφ᾽ ἧπαρ καὶ φρένας πεπληγμένην.
ἰδὼν δ᾽ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας
τοὔργον κατ᾽ ὀργὴν ὡς ἐφάψειεν τόδε,
ὄψ᾽ ἐκδιδαχθεὶς τῶν κατ᾽ οἶκον οὕνεκα
ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. 935
κἀνταῦθ᾽ ὁ παῖς δύστηνος οὔτ᾽ ὀδυρμάτων
ἐλείπετ᾽ οὐδέν, ἀμφί νιν γοώμενος,
οὔτ᾽ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
πλευρὰν παρεὶς ἔκειτο πόλλ᾽ ἀναστένων,
ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, 940
κλαίων ὁθούνεκ᾽ ἐκ δυοῖν ἔσοιθ᾽ ἅμα,
πατρός τ᾽ ἐκείνης τ᾽, ὠρφανισμένος βίον.
τοιαῦτα τἀνθάδ᾽ ἐστίν· ὥστ᾽ εἴ τις δύο
ἢ καί τι πλείους ἡμέρας λογίζεται,
μάταιός ἐστιν· οὐ γὰρ ἔσθ᾽ ἥ γ᾽ αὔριον, 945
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

χορος
πότερα πρότερον ἐπιστένω,

πότερα μέλεα περαιτέρω,
δύσκριτ᾽ ἔμοιγε δυστάνῳ.

τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, 950
τάδε δὲ μένομεν ἐπ᾽ ἐλπίσιν·
κοινὰ δ᾽ ἔχειν τε καὶ μέλλειν.

εἴθ᾽ ἀνεμόεσσά τις
γένοιτ᾽ ἔπουρος ἑστιῶτις αὔρα,
ἥτις μ᾽ ἀποικίσειεν ἐκ τόπων, ὅπως 955
τὸν Δῖον ἄλκιμον γόνον
μὴ ταρβαλέα θάνοιμι
μοῦνον εἰσιδοῦσ᾽ ἄφαρ·
ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
χωρεῖν πρὸ δόμων λέγουσιν 960
ἄσπετόν τι θαῦμα.

ἀγχοῦ δ᾽ ἄρα κοὐ μακρὰν
προύκλαιον, ὀξύφωνος ὡς ἀηδών.
ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.
πᾷ δ᾽ αὖ φορεῖ νιν; ὡς φίλου 965
προκηδομένα βαρεῖαν
ἄψοφον φέρει βάσιν.
αἰαῖ, ὅδ᾽ ἀναύδατος φέρεται.
τί χρὴ θανόντα νιν ἢ καθ᾽
ὕπνον ὄντα κρῖναι; 970

υλλος
οἴμοι ἐγὼ σοῦ,

πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

πρεσβυς
σίγα, τέκνον, μὴ κινήσῃς

ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· 975
ζῇ γὰρ προπετής· ἀλλ᾽ ἴσχε δακὼν
στόμα σόν.

υλλος
πῶς φής, γέρον; ἦ ζῇ;


πρεσβυς
οὐ μὴ ᾽ξεγερεῖς τὸν ὕπνῳ κάτοχον

κἀκκινήσεις κἀναστήσεις
φοιτάδα δεινὴν 980
νόσον, ὦ τέκνον.

υλλος
ἀλλ᾽ ἐπί μοι μελέῳ

βάρος ἄπλετον· ἐμμέμονεν φρήν.

ηρακλης
ὦ Ζεῦ,

ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
κεῖμαι πεπονημένος ἀλλήκτοις 985
ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·
ἡ δ᾽ αὖ μιαρὰ βρύκει. φεῦ.

πρεσβυς
ἆρ᾽ ἐξῄδη σ᾽ ὅσον ἦν κέρδος

σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
τῷδ᾽ ἀπὸ κρατὸς 990
βλεφάρων θ᾽ ὕπνον;

υλλος
οὐ γὰρ ἔχω πῶς ἂν

στέρξαιμι κακὸν τόδε λεύσσων.

ηρακλης
ὦ Κηναία κρηπὶς βωμῶν,

ἱερῶν οἵαν οἵων ἐπί μοι
μελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ. 995
οἵαν μ᾽ ἄρ᾽ ἔθου λώβαν, οἵαν·
ἣν μή ποτ᾽ ἐγὼ προσιδεῖν ὁ τάλας
ὤφελον ὄσσοις, τόδ᾽ ἀκήλητον
μανίας ἄνθος καταδερχθῆναι.
τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης 1000
ἰατορίας, ὃς τήνδ᾽ ἄτην
χωρὶς Ζηνὸς κατακηλήσει;
θαῦμ᾽ ἂν πόῤῥωθεν ἰδοίμην.
ἒ ἔ,
ἐᾶτέ μ᾽, ἐᾶτέ με δύσμορον ὕστατον, 1005
ἐᾶθ᾽ ὕστατον εὐνᾶσθαι.
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
ἀπολεῖς μ᾽, ἀπολεῖς.
ἀνατέτροφας ὅ τι καὶ μύσῃ.
ἧπταί μου, τοτοτοῖ, ἥδ᾽ αὖθ᾽ ἕρπει. πόθεν ἔστ᾽, ὦ 1010
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων
ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
ἒ ἔ,
οὐδ᾽ ἀπαράξαι κρᾶτα βίᾳ θέλει 1015
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.

πρεσβυς
ὦ παῖ τοῦδ᾽ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει

ἢ κατ᾽ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
ἐς πλέον ἢ δι᾽ ἐμοῦ σῴζειν.

υλλος
ψαύω μὲν ἔγωγε, 1020

λαθίπονον δ᾽ ὀδυνᾶν οὔτ᾽ ἔνδοθεν οὔτε θύραθεν
ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.

ηρακλης
ὦ παῖ, ποῦ ποτ᾽ εἶ; τᾷδέ με τᾷδέ με

πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον. 1025
θρῴσκει δ᾽ αὖ, θρῴσκει δειλαία
διολοῦσ᾽ ἡμᾶς
ἀποτίβατος ἀγρία νόσος. 1030
ὦ Παλλὰς Παλλάς, τόδε μ᾽ αὖ λωβᾶται. ἰὼ παῖ,
τὸν φύτορ᾽ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ᾽ ἄχος, ᾧ μ᾽ ἐχόλωσεν 1035
σὰ μάτηρ ἄθεος, τὰν ὧδ᾽ ἐπίδοιμι πεσοῦσαν
αὔτως, ὧδ᾽ αὔτως ὥς μ᾽ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας, 1040
ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μ᾽
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

χορος
κλύουσ᾽ ἔφριξα τάσδε συμφοράς, φίλαι,

ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. 1045

ηρακλης
ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ

καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
κοὔπω τοιοῦτον οὔτ᾽ ἄκοιτις ἡ Διὸς
προύθηκεν οὔθ᾽ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
οἷον τόδ᾽ ἡ δολῶπις Οἰνέως κόρη 1050
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.
πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
βέβρωκε σάρκας, πλεύμονός τ᾽ ἀρτηρίας
ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου 1055
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ᾽ ὁ γηγενὴς
στρατὸς Γιγάντων οὔτε θήρειος βία,
οὔθ᾽ Ἑλλὰς οὔτ᾽ ἄγλωσσος οὔθ᾽ ὅσην ἐγὼ 1060
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·
γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. 1065
δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
ἴθ᾽, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με 1070
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
βέβρυχα κλαίων, καὶ τόδ᾽ οὐδ᾽ ἂν εἷς ποτε
τόνδ᾽ ἄνδρα φαίη πρόσθ᾽ ἰδεῖν δεδρακότα,
ἀλλ᾽ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
νῦν δ᾽ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. 1075
καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
σκέψαι θ᾽ ὁποίας ταῦτα συμφορᾶς ὕπο
πέπονθα· δείξω γὰρ τάδ᾽ ἐκ καλυμμάτων.
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. 1080
αἰαῖ, ἆ τάλας,
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ᾽ αὖ,
διῇξε πλευρῶν, οὐδ᾽ ἀγύμναστόν μ᾽ ἐᾶν
ἔοικεν ἡ τάλαινα διάβορος νόσος.
ὦναξ Ἀίδη, δέξαι μ᾽, 1085
ὦ Διὸς ἀκτίς, παῖσον,
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,
ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,
ὦ νῶτα καὶ στέρν᾽, ὦ φίλοι βραχίονες, 1090
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ᾽, οἵ ποτε
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
λέοντ᾽, ἄπλατον θρέμμα κἀπροσήγορον,
βίᾳ κατειργάσασθε, Λερναίαν θ᾽ ὕδραν,
διφυῆ τ᾽ ἄμικτον ἱπποβάμονα στρατὸν 1095
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
Ἐρυμάνθιόν τε θῆρα, τόν θ᾽ ὑπὸ χθονὸς
Ἅιδου τρίκρανον σκύλακ᾽, ἀπρόσμαχον τέρας,
δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων
δράκοντα μήλων φύλακ᾽ ἐπ᾽ ἐσχάτοις τόποις. 1100
ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,
κοὐδεὶς τροπαῖ᾽ ἔστησε τῶν ἐμῶν χερῶν.
νῦν δ᾽ ὧδ᾽ ἄναρθρος καὶ κατεῤῥακωμένος
τυφλῆς ὑπ᾽ ἄτης ἐκπεπόρθημαι τάλας,
ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, 1105
ὁ τοῦ κατ᾽ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
ἀλλ᾽ εὖ γέ τοι τόδ᾽ ἴστε, κἂν τὸ μηδὲν ὦ
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,
ἵν᾽ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι 1110
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.

χορος
ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ

ἕξουσαν, ἀνδρὸς τοῦδέ γ᾽ εἰ σφαλήσεται.

υλλος
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,

σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· 1115
αἰτήσομαι γάρ σ᾽ ὧν δίκαια τυγχάνειν.
δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς
χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.

ηρακλης
εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν 1120

οὐδὲν ξυνίημ᾽ ὧν σὺ ποικίλλεις πάλαι.

υλλος
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς

νῦν ἐστιν ὥς θ᾽ ἥμαρτεν οὐχ ἑκουσία.

ηρακλης
ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ

τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; 1125

υλλος
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.


ηρακλης
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.


υλλος
ἀλλ᾽ οὐδὲ μὲν δὴ τοῖς γ᾽ ἐφ᾽ ἡμέραν ἐρεῖς.


ηρακλης
λέγ᾽, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.


υλλος
λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής. 1130


ηρακλης
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.


υλλος
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.


ηρακλης
οἴμοι· πρὶν ὡς χρῆν σφ᾽ ἐξ ἐμῆς θανεῖν χερός;


υλλος
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.


ηρακλης
δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ᾽ ᾗ νοεῖς. 1135


υλλος
ἅπαν τὸ χρῆμ᾽, ἥμαρτε χρηστὰ μωμένη.


ηρακλης
χρήστ᾽, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;


υλλος
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν

ἀπήμπλαχ᾽, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.

ηρακλης
καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; 1140


υλλος
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν

τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.

ηρακλης
ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·

ὄλωλ᾽ ὄλωλα, φέγγος οὐκέτ᾽ ἔστι μοι.
οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν᾽ ἕσταμεν. 1145
ἴθ᾽, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτ᾽ ἔστι σοι·
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
φήμην πύθησθε θεσφάτων ὅσ᾽ οἶδ᾽ ἐγώ. 1150

υλλος
ἀλλ᾽ οὔτε μήτηρ ἐνθάδ᾽, ἀλλ᾽ ἐπακτίᾳ

Τίρυνθι συμβέβηκεν ὥστ᾽ ἔχειν ἕδραν.
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ᾽ αὐτὴ τρέφει,
τοὺς δ᾽ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·
ἡμεῖς δ᾽ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, 1155
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.

ηρακλης
σὺ δ᾽ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ᾽ ἵνα

φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, 1160
ἀλλ᾽ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
ὅδ᾽ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
πρόφαντον, οὕτω ζῶντά μ᾽ ἔκτεινεν θανών.
φανῶ δ᾽ ἐγὼ τούτοισι συμβαίνοντ᾽ ἴσα
μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, 1165
ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ 1170
λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.
τὸ δ᾽ ἦν ἄρ᾽ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
ταῦτ᾽ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
δεῖ σ᾽ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον 1175
καὶ μὴ ᾽πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
ἀλλ᾽ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

υλλος
ἀλλ᾽, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν

τοιάνδ᾽ ἐπελθών, πείσομαι δ᾽ ἅ σοι δοκεῖ. 1180

ηρακλης
ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·


υλλος
ὡς πρὸς τί πίστιν τήνδ᾽ ἄγαν ἐπιστρέφεις;


ηρακλης
οὐ θᾶσσον οἴσεις μηδ᾽ ἀπιστήσεις ἐμοί;


υλλος
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.


ηρακλης
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, 1185


υλλος
ἦ μὴν τί δράσειν; καὶ τόδ᾽ ἐξειρήσεται;


ηρακλης
ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.


υλλος
ὄμνυμ᾽ ἔγωγε, Ζῆν᾽ ἔχων ἐπώμοτον.


ηρακλης
εἰ δ᾽ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.


υλλος
οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δ᾽ ὅμως· 1190


ηρακλης
οἶσθ᾽ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;


υλλος
οἶδ᾽, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.


ηρακλης
ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε

σῶμ᾽ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
πολλὴν μὲν ὕλην τῆς βαθυῤῥίζου δρυὸς 1195
κείραντα, πολλὸν δ᾽ ἄρσεν᾽ ἐκτεμόνθ᾽ ὁμοῦ
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
ἀλλ᾽ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ 1200
τοῦδ᾽ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σ᾽ ἐγὼ
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

υλλος
οἴμοι, πάτερ, τί δ᾽ εἶπας; οἷά μ᾽ εἴργασαι.


ηρακλης
ὁποῖα δραστέ᾽ ἐστίν· εἰ δὲ μή, πατρὸς

ἄλλου γενοῦ του μηδ᾽ ἐμὸς κληθῇς ἔτι. 1205

υλλος
οἴμοι μάλ᾽ αὖθις, οἷά μ᾽ ἐκκαλεῖ, πάτερ,

φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

ηρακλης
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ὧν ἔχω παιώνιον

καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

υλλος
καὶ πῶς ὑπαίθων σῶμ᾽ ἂν ἰῴμην τὸ σόν; 1210


ηρακλης
ἀλλ᾽ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ᾽ ἔργασαι.


υλλος
φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.


ηρακλης
ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;


υλλος
ὅσον γ᾽ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·

τὰ δ᾽ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. 1215

ηρακλης
ἀλλ᾽ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι

χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

υλλος
εἰ καὶ μακρὰ κάρτ᾽ ἐστίν, ἐργασθήσεται.


ηρακλης
τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;


υλλος
Ἰόλην ἔλεξας, ὥς γ᾽ ἐπεικάζειν ἐμέ. 1220


ηρακλης
ἔγνως. τοσοῦτον δή σ᾽ ἐπισκήπτω, τέκνον·

ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
βούλει, πατρῴων ὁρκίων μεμνημένος,
προσθοῦ δάμαρτα, μηδ᾽ ἀπιστήσῃς πατρί·
μηδ᾽ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ 1225
κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,
ἀλλ᾽ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.
πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ᾽ ἐμοὶ
σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.

υλλος
οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, 1230

τὸ δ᾽ ὧδ᾽ ὁρᾶν φρονοῦντα τίς ποτ᾽ ἂν φέροι;

ηρακλης
ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.


υλλος
τίς γάρ ποθ᾽, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη

μεταίτιος σοί τ᾽ αὖθις ὡς ἔχεις ἔχειν,
τίς ταῦτ᾽ ἄν, ὅστις μὴ ᾽ξ ἀλαστόρων νοσοῖ, 1235
ἕλοιτο; κρεῖσσον κἀμέ γ᾽, ὦ πάτερ, θανεῖν
ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

ηρακλης
ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ

φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
μενεῖ σ᾽ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. 1240

υλλος
ὤμοι, τάχ᾽, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.


ηρακλης
σὺ γάρ μ᾽ ἀπ᾽ εὐνασθέντος ἐκκινεῖς κακοῦ.


υλλος
δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.


ηρακλης
οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.


υλλος
ἀλλ᾽ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; 1245


ηρακλης
οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.


υλλος
πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;


ηρακλης
ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.


υλλος
τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν

θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε 1250
κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

ηρακλης
καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν

ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
σπαραγμὸν ἤ τιν᾽ οἶστρον, ἐς πυράν με θῇς.
ἄγ᾽ ἐγκονεῖτ᾽, αἴρεσθε· παῦλά τοι κακῶν 1255
αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

υλλος
ἀλλ᾽ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,

ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

ηρακλης
ἄγε νυν, πρὶν τήνδ᾽ ἀνακινῆσαι

νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος 1260
λιθοκόλλητον στόμιον παρέχουσ᾽,
ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον
τελέουσ᾽ ἀεκούσιον ἔργον.

υλλος
αἴρετ᾽, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ

τούτων θέμενοι συγγνωμοσύνην, 1265
μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
εἰδότες ἔργων τῶν πρασσομένων,
οἳ φύσαντες καὶ κλῃζόμενοι
πατέρες τοιαῦτ᾽ ἐφορῶσι πάθη.
τὰ μὲν οὖν μέλλοντ᾽ οὐδεὶς ἐφορᾷ, 1270
τὰ δὲ νῦν ἑστῶτ᾽ οἰκτρὰ μὲν ἡμῖν,
αἰσχρὰ δ᾽ ἐκείνοις,
χαλεπώτατα δ᾽ οὖν ἀνδρῶν πάντων
τῷ τήνδ᾽ ἄτην ὑπέχοντι.
λείπου μηδὲ σύ, παρθέν᾽, ἀπ᾽ οἴκων, 1275
μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,
πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,
κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.