Τὰ μετὰ τὸν Ὅμηρο ια΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδ᾽ ἐδύναντο
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ᾽ ἔκειτο
ἄστεος αἰπεινοῖο· νέοι δ᾽ ἔκτοσθε πόληος
νωλεμέως πονέοντο· μάχη δ᾽ οὐ λῆγε φόνοιο,
5καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ᾽ Ἀχαιοὶ
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ᾽ Ἐνυὼ
στρωφῶντ᾽, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
10ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
ἀμφ᾽ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
ἀργαλέως μαίνοντο· φόβος δ᾽ ἑτέρωθι καὶ Ἄρης
λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
15οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·
πάντῃ δ᾽ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
ἀμφὶ δ᾽ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.


20Ἔνθ᾽ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
ὅν ποτ᾽ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι [p. 456]
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ᾽ ἑοῖο
25θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
δάμναθ᾽ ὑπ᾽ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
τῷ δ᾽ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
γλῶσσάν τ᾽ αὐδήεσσαν· ὁ δ᾽ ἔγχεος ἄσχετον αἰχμὴν
30ἄμφεχε βεβρυχώς· περὶ δ᾽ ἔρρεεν αἷμα γένυσσι
φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
δευόμενον θυμοῖο. βάλεν δ᾽ Εὐήνορα δῖον
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ᾽ ἤλασεν ἐς μέσον ἧπαρ
35αἰχμήν· τῷ δ᾽ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
εἷλε δ᾽ ἄρ᾽ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
40παιδὸς ἀνιηρῶς, μέγα δ᾽ υἱέος ἔμβαλε πένθος.


Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
ὃς τράφη ἐν Κνωσσῷ, ὁ δ᾽ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
ἄμφω δ᾽ εἰς ἕνα χῶρον ἀπ᾽ ὠκυπόδων πέσον ἵππων·
καί ῥ᾽ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
45λαιμόν, ὁ δ᾽ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
ἵπποι δ᾽ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
50καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.


ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
φεύγοντ᾽ ἐκ πολέμοιο· διέθρισε δ᾽ ἀγκύλα νεῦρα
γούνατος ἐξόπιθεν, κατὰ δ᾽ ἔκλασεν ἀνέρος ὁρμήν·
55καὶ τὸν μὲν Δαναῶν τις ὅτ᾽ ἔδρακε γυιωθέντα
ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας [p. 458]
ἀλγινόεντα τένοντα· κόλον δ᾽ ὑπεδέξατο γαῖα
σῶμα· κάρη δ᾽ ἀπάτερθε κυλινδομένη πεφόρητο
φωνῆς ἱεμένοιο· ταχὺς δ᾽ ἅμ᾽ ἀπέπτατο θυμός.


60Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
αἰνοῦ ὑπ᾽ ἀγκίστροιο, βαλέσθαι τ᾽ εἰς ἅλα δῖαν
δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
65ἰθὺ καὶ αἶψα τρίαιναν ἐπ᾽ ἰχθύσι νωμήσασθαι·
ἀλλ᾽ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.


Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον,
τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
Κλειτὼ καλλιπάρῃος· ὁ δ᾽ ἐν κονίῃσι τανύσθη
70πρηνής· τοῦ δ᾽ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
ἀλλ᾽ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
75οὐρὴ ἀποτμηθεῖσ᾽ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ
ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτ᾽ ὀπήδει.


αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
80ἄμφω Κητείους, τὸν δούρατι, τὸν δ᾽ ἀλεγεινῷ
ἄορι δῃώσας. Σθένελος δ᾽ ἕλε δῖον Ἄβαντα
αἰγανέην προϊείς· ἡ δ᾽ ἀσφαράγοιο διαπρὸ
ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
λῦσε δ᾽ ἄρ᾽ ἀνέρος ἦτορ, ὑπέκλασε δ᾽ ἅψεα πάντα.


85Τυδείδης δ᾽ ἕλε Λαόδοκον, Μέλιον δ ᾿ Ἀγαμέμνων, [p. 460]
Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ
Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα,
ὅς ῥ᾽ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδ᾽ ἐρατεινὰ
θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων.


90ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον,
Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος,
ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε
πέτρην θ᾽ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι
θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ
95ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
φοίνικες θαλέθουσι, φέρουσι δ᾽ ἀπείρονα καρπόν,
ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που
ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι.


Τεῦκρος δ᾽ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην
100ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ·
καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν
ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δ᾽ ἀλεγεινὸν
ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δ᾽ ὕπο νευρὴ
εἰσέτι που κανάχιζεν· ὁ δ᾽ ἀντίον ἀσπαίρεσκε
105βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ
καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν
καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.


Εὐρύαλος δ᾽ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς
λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας·
110ὡς δ᾽ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς
οὖρος ἀνὴρ πεδίοιο μέγ᾽ ἀσχαλόων ἐπορούσῃ,
δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια
λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δ᾽ ὑπὸ ῥοίζῳ
ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται,
115ἄλλη δ᾽ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι [p. 462]
κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι·
ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν
ὀβρίμου Εὐρυάλοιο· τὸ δ᾽ οὐχ ἅλιον φέρε δαίμων,
ἀλλ᾽ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος
120θλάσσε περὶ γλήνῃστ· μόρος δ᾽ ἐκίχανεν ἀρητός.


ἄλλος δ᾽ ἄλλον ἔπεφνε, περιστεναχίζετο δ᾽ αἶα·
ὡς δ᾽ ὅτ᾽ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο
λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα
δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα
125ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών·
ὣς οἵ γ᾽ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη
ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγ᾽ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ
ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.


καὶ τότ᾽ ἄρ᾽ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων
130ἠδ᾽ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο·
οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς
ἄγχι μάλ᾽ ἑσταότες κατὰ φύλοπιν, εὖθ᾽ ὑπ᾽ ἀπήνῃ
δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδ᾽ ἀπέληγον
ὑσμίνης· τοὺς δ᾽ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν
135μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ
γείνατ᾽ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθ᾽ Ἑκάτοιο·
‘Εὐρύμαχ᾽ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν
ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς
ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης,
140ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι
μακρὸν ἐπ᾽ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.’


ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
145θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τ᾽ ἀλεγεινὸν
ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις, [p. 464]
ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
150ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
μαρναμένων· ἐγέλασσε δ᾽ Ἄρης· ἰάχησε δ᾽ Ἐνυὼ
σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
οἱ δ᾽ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
155χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
αὕτως, ἠΰτ᾽ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
ἥν ῥά τ᾽ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
δασσάμενοι κατ᾽ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
160μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα
αἵματι πλημμύρεσκεν· ἔρις δ᾽ ἄρ᾽ ἰαίνετο θυμῷ
ὀλλυμένων· οἱ δ᾽ οὔτι κακοῦ παύοντο μόθοιο,
ἀλλ᾽ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δ᾽ ἄρα φύζης
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
165φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
υἱὸς δ᾽ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
δυσμενέων μετόπτσθεν ὑπ᾽ ἔγχεϊ νῶτα δαΐζων,
Εὐρύμαχος δ᾽ ἑτέρωθεν· ἰαίνετο δ᾽ ἄμβροτον ἦτορ
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.


170ὡς δ᾽ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπ᾽ ἀμητῆρσι δαμῆναι,
ἀντί᾽ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δ᾽ ὁρόωντες
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
175πανσυδίῃ, τοὺς δ᾽ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
μακρὸν ἀνιύζοντες, ἄναξ δ᾽ ἐπιτέρπετ᾽ ἀρούρης·
ὣς ἄρ᾽ ἰαίνετο Φοῖβος, ὅτ᾽ ἔδρακεν ἐκ πολέμοιο
φεύγοντ᾽ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτ᾽ αὐτοῖς [p. 466]
180ἔπγ᾽ ἀνδρῶν μεμέλητο· πόδας δ᾽ εὔχοντο θεοῖσιν
ὦκα φέρειν· μούνοις γὰρ ἔτ᾽ ἐν ποσὶν ἔπλετο νόστου
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.


ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
185ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
φεύγοντ᾽ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
ἀντία δυσμενέων· τὸν δ᾽ ὀβριμόθυμος Ἀγήνωρ
παρφθάμενος μυῶνα κατ᾽ ἀλγινόεντα δάϊξεν
190ἀμφιτόμῳ βουπλῆγι· βίῃ δ᾽ ὑπόειξε σιδήρου
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
ῥηιδίως ἤμησε· φλέβες δ᾽ ὑπερέβλυσαν αἷμα·
ἀμφεχύθη δ᾽ ἵπποιο κατ᾽ αὐχένος· αἶψα δ᾽ ἄρ᾽ αὐτὸς
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δ᾽ ἄρα χεῖρα κραταιὴν
195στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
οἵη ἔτι ζώοντος ἔην· μέγα δ᾽ ἔπλετο θαῦμα,
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθ᾽ αἱματόεσσα
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
φαίης κεν χατέουσαν ἔθ᾽ ἱππασίης πονέεσθαι.
200σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.


Αἰνείας δ᾽ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
Αἰθαλίδην· αἰχμὴ δὲ παρ᾽ ὀμφαλὸν ἐξεπέρησεν
ἔγκατ᾽ ἐφελκομένη· ὁ δ᾽ ἄρ᾽ ἐν κονίῃσι τανύσθη
συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
205δεινὰ μάλα στενάχων, γαίῃ δ᾽ ἐνέρεισεν ὀδόντας
βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.


Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
οὕς τ᾽ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
210αἵματος ἱέμενος, τοὶ δ᾽ ἄσπετον ἀσχαλόωντες [p. 468]
ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δ᾽ ἄχνυται ἀνὴρ
ἀμφότερον πονέων τε πόνον, τρομέων τ᾽ ἐπὶ βουσί,
μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
215ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δ᾽ ἄχνυτο θυμὸν
υἱὸς Ἀχιλλῆος· μέγα δ᾽ ἴαχε λαὸν ἐέργων·
‘ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
ψήρεσιν, οὕς τ᾽ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
ἀλλ᾽ ἄγε θέσθ᾽ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
220τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.’


ὣς φάτο· τοὶ δ᾽ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δ᾽ ἄρα λαοὶ
Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
225ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
Ἀργεῖοι· ὁ δ᾽ ἄρ᾽ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
ἄλλον ἐπ᾽ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δ᾽ ἀπιόντες
χἀζοντ᾽, ἠΰτε κύμαθ᾽, ἅ τ᾽ ἐκ βορέαο θυέλλης
πόλλ᾽ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
230ὀρνύμεν᾽ ἐκ πόντοιο, τὰ δ᾽ ἔκποθεν ἄλλος ἀήτης
ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
ὤσῃ ἀπ᾽ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
235τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
φευγέμεν οὐκ εἴασκε, μένειν δ᾽ ἀνὰ φύλοπιν αἰνὴν
θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
ὑσμίνην. ἀλλ᾽ οὔτι καταντίον Αἰνείαο
υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
240ἀλλ᾽ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος
ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο [p. 470]
θυμὸν καὶ μέγα κάρτος ἐπ᾽ ἄλλων ἔθνεα λαῶν.
ἐνθ᾽ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δ᾽ αρ᾽ Ἀχαιῶν
δάμνατο μυρία φῦλα· δαϊκταμένων δ᾽ ἐνὶ χάρμῃ
οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν
245δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι
καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.


καί ῥ᾽ οἱ μὲν πονέοντο· κόνιν δ᾽ ἀκάμαντες ἀῆται
ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν
ἠέρα θεσπεσίην, ὥς τ᾽ ἀπροτίοπτος ὀμίχλη,
250οὐδ᾽ ἄρα φαίνετο γαῖα, βροτῶν δ᾽ ἀμάθυνεν ὀπωπάς·
ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντιν᾽ ἕλοντο
κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν·
οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτ᾽ ἐπιόντα
δήιον οὔτ᾽ ἄρ᾽ ἑταῖρον· ἀμηχανίη δ᾽ ἔχε λαούς.
255καί νύ κε μίγδ᾽ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο
πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες
ἀλλήλων, εἰ μή σφιν ἀπ᾽ Οὐλύμποιο Κρονίων
ἤρκεσε τειρομένοισι, κόνιν δ᾽ ἀπάτερθεν ἔλασσεν
ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας.
260οἱ δ᾽ ἔτι δηριόωντο· πόνος δ᾽ ἄρα τοῖσιν ἐτύχθη
πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι
χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτ᾽ ἀλέασθαι.
καί ῥ᾽ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
ἄλλοτε δ᾽ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δ᾽ αἰνὴ
265ὑσμίνη· νιφάδεσσι δ᾽ ἐοικότα πίπτε βέλεμνα
ἀμφοτέρωθεν ἰόντα· δέος δ᾽ ἔχε μηλοβοτῆρας
ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
εὔχετο, δυσμενέας μὲν ὑπ᾽ Ἄρεϊ πάντας ὀλέσθαι,
270Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
ἦμαρ δ᾽ εἰσιδέειν ποτ᾽ ἐλεύθερον· ἀλλά οἱ οὔτι [p. 472]
ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
ἅζετο δ᾽ οὔτε Ζῆνα πελώριον, οὔτε τιν᾽ ἄλλων
ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
275κείνης, ὅντινα πότμον ἐπ᾽ ἀνδράσι γεινομένοισι,
ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
νήματι· τῇ δ᾽ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δ᾽ ἀέξει·
τῆς καὶ ὑπ᾽ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.
280τεῦχον δ᾽ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
νωλεμέως· οὐ γάρ τιν᾽ ἔχεν δέος, ἀλλ᾽ ἐμάχοντο
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.


ἀλλ᾽ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
δὴ τότ᾽ ἄρ᾽ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
285Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
ὑσμίνης ἄγχιστα μέγ᾽ Ἀργείοισιν ἄμυνεν
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
καὶ τότ᾽ ἄρ᾽ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
290αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
ἥρπασεν ἐσσυμένως· περὶ δ᾽ ἠέρα χευατο πουλύν·
οὐ γὰρ ἔτ᾽ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
μάρνασθ᾽ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
295ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.


Τρῶες δ᾽ οὐκέτ᾽ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
ἀλλ᾽ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
300ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
τῶν δ᾽ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν [p. 474]
ἀνέρες ἠδ᾽ ἵπποι· μάλα δ᾽ ἅρματα πολλὰ κέχυντο
305βαλλομένων· πάντῃ δ᾽ ἀπερείσιον ἔρρεεν αἷμα
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.


καί ῥ᾽ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
κεῖντο παρ᾽ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
δούρασιν, εὖτ᾽ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
310ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
ἠλιβάτου σχεδίης, πάντῃ δ᾽ ἀναπλήθεται εὐρὺς
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
ὢς οἵ γ᾽ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
315κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο.


παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
τῶν δ᾽ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.
320πᾶσι δὲ θερμὰ λοετρὰ τετεύχατο· πᾶν δ᾽ ἀνὰ ἄστυ
ἔσσυντ᾽ ἰητῆρες ἐς οὐταμένων αἰζηῶν
οἰκία ποιπνύοντες, ἵν᾽ οὐταμένους ἀκέσωνται.
τοὺς δ᾽ ἄλοχοι καὶ τέκνα περιστενάχοντο μολόντας
ἐκ πολέμου· πολλοὺς δὲ καὶ οὐ παρεόντας ἀΰτευν·
325καί ῥ᾽ οἱ μὲν στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
κεῖντο βαρυστενάχοντες ἐπ᾽ ἄλγεσιν· οἱ δ᾽ ἐπὶ δόρπον
ἐκ καμάτοιο τρέποντο· θοοὶ δ᾽ ἐπαΰτεον ἵπποι
φορβῇ ἐπιχρεμέθοντες ἄδην· ἑτέρωθι δ᾽ Ἀχαιοὶ
πὰρ κλισίῃς νήεσσί θ᾽ ὁμοίια Τρωσὶ πένοντο.


330ἦμος δ᾽ ὠκεανοῖο ῥοὰς ὑπερήλασεν Ἠὼς
ἵππους μαρμαίροντας, ἀνέγρετο δ᾽ ἔθνεα φωτῶν,
δὴ τοτ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν Πριάμοιο ποτὶ πτόλιν αἰπήεσσαν, [p. 476]
οἱ δ᾽ ἄρ᾽ ἐνὶ κλισίῃσιν ἅμ᾽ ἀνδράσιν οὐταμένοισι
335μίμνον, μή ποτε λαὸς ἐπιβρίσας ἀλεγεινὸς
νῆας ἕλῃ Τρώεσσι φέρων χάριν· οἱ δ᾽ ἀπὸ πύργων
μάρναντ᾽ Ἀργείοισι· μόθος δ᾽ ἀλεγεινὸς ὀρώρει.


σκαιῆς μὲν προπάροιθε πύλης Καπανήιος υἱὸς
μάρναθ᾽ ἅμ᾽ ἀντιθέῳ Διομήδεϊ· τοὺς δ᾽ ἄρ᾽ ὕπερθε
340Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
σύν τ᾽ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
ἠδ᾽ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τ᾽ ἀλεγεινὸν
αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.


345ἀμφὶ δ᾽ ἄρ᾽ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
τοὺς δ᾽ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
350Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.


ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
νωλεμέως· τοὺς δ᾽ ἠῢς ἀφ᾽ ἕρκεος ὑψηλοῖο
355Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.


πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δ᾽ ἔχεν ἄλλος ὀϊζύν.
καὶ τότ᾽ ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος
360ἀσπίδας ἐντύναντο, βάλον δ᾽ ἐφύπερθε καρήνων
θέντες ἐπ᾽ ἀλλήλῃσι· μιῇ δ᾽ ἅπαν ἥρμοσεν ἁρμῇ·
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
πυκνόν, ὅ τ᾽ οὔτ᾽ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
ῥιπὴ ἀπειρεσίη οὔτ᾽ ἐκ Διὸς ἄσπετος ὄμβρος·
365τοῖαι ἄρ᾽ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
καρτύναντο φάλαγγες· ἔχον δ᾽ ἕνα θυμὸν ἐς ἀλκηι [p. 478]
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
βάλλον χερμαδίοισι· τὰ δ᾽ ὡς στυφελῆς ἀπὸ πέτρης
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
370καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
πήγνυντ᾽ ἐν σακέεσσι, τὰ δ᾽ ἐν χθονί, πολλὰ δ᾽ ἄπωθεν
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
ἄσπετον, οὐδ᾽ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
375δοῦπον· ἄνω δ᾽ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
νόσφιν ἀφειστήκει· συναρηράμενοι δ᾽ ἐφέποντο,
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
πουλὺς δ᾽ ἀμφὶ φάλαγγι βρόμος, καναχή θ᾽ ὑπὸ ποσσὶ
380νισσομένων ἐτέτυκτο· κόνιν δ᾽ ἀπάτερθεν ἀῆται
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
αἰζηῶν μετόπισθε· περίαχε δ᾽ ἄκριτος αὐδή,
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
ἆσθμα δ᾽ ἀνήιε πουλὺ χύδην, περίχευε δ᾽ ἀϋτμὴν
385λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δ᾽ ἄρα θυμῷ
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
ἀθρόοι ἐγχριμφθέντες ὑπ᾽ ἀμφιτόμοις πελέκεσσι
390ῥῆξαι τείχεα μακρά, πύλας δ᾽ εἰς οὖδας ἐρεῖσαι
θαιρῶν ἐξερύσαντες· ἔχεν δ᾽ ἄρα μῆτις ἀγαυὴ
ἐλπωρήν· ἀλλ᾽ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
395ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ [p. 480]
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτ᾽ ἐν ὄρεσσι
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
αἶγας, ὑποτρομέουσι δ᾽ ὅσαι σχεδὸν ἀμφινέμονται·
ὣς Δαναοὶ θάμβησαν· ὁ δ᾽ εἰσέτι λᾶας ὕπερθεν
400βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
ὡς δ᾽ ὅτ᾽ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται·
405ὣς ἄρ᾽ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν
Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκ᾽ ἄρ᾽ αὐτῷ
κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
410οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
ἢ μόρον ἢ δέος αἰνὸν ἐπ᾽ Ἀργείοισι φέροντα·
415μάρνατο δ᾽ ὡς ὁπότ᾽ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
Τηθύν τ᾽ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
γυἶ ἐλελίζετ᾽ Ἄτλαντος ὑπ᾽ ἀκαμάτου Διὸς ὁρμῆς·
420ὣς ἄρ᾽ ὑπ᾽ Αἰνείαο κατηρείποντο φάλαγγες
Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δ᾽ ἄρα χειρῶν
πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον, [p. 482]
βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
425κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
Τρῶες καρτύναντο· κακὴ δ᾽ ἔχε πάντας ὀϊζὺς
ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
430ἠδ᾽ ἄρα καὶ Τρώων· μέγα δ᾽ ἴαχον ἀμφοτέρωθεν,
Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
μάρνασθ᾽ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν
προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
435μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
τοὺς δ᾽ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχ᾽ ἀϋτὴ
μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπ᾽ Ἄρεϊ, τῶν δὲ σαῶσαι.
440Αἴας δ᾽ αὖτ᾽ ἀπάτερθε θρασύφρονος Αἰνείαο
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
ἰθὺ βέλος πεπότητο δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε
ἀλγινόεντες ἄκοντες· ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλον ἔπεφνεν·
445οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
ἐς μόθον οὐκέτ᾽ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.


καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
450ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ [p. 484]
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δ᾽ ἄρα χειρὶ
455ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δ᾽ αὖτε
εἷρπεν ἄνω· τὸν δ᾽ αἶψα διηερίη φέρεν οἶμος.
καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετ᾽, εἰ μὴ ἄρ᾽ αὐτῷ
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
ὑστάτιον καὶ πρῶτον ἀφ᾽ ἕρκεος ὑψηλοῖο
460Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ
οὐδ᾽ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
κλίμακά οἱ συνέαξεν· ὁ δ᾽ ὑψόθεν ἠΰτ᾽ ὀϊστὸς
ἔσσυτ᾽ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
465ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
ἤριπε δ᾽ ἐν θώρηκι κατὰ χθονός, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
470λαός, ὅτ᾽ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ·
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.


καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
475ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδ᾽ ἀφάμαρτεν
ἀνέρος, ἀλλά οἱ οὔτι δι᾽ ἀσπίδος ἀκαμάτοιο
ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια
480καὶ σάκος, ἀλλ᾽ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης.
οὐδ᾽ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
τύψεν· ὁ δ᾽ ἐκ πύργοιο κατήριπεν, εὖτ᾽ ἀπὸ πέτρης
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ· [p. 486]
485ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών.
Αἰνείας δ᾽ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
490τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ·
‘Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
495Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν.’


ὣς ἄρ᾽ ἔφη· τὸν δ᾽ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκ᾽ ὀρώρει
δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·
500οὐδέ σφιν μάλα δηρὸν ὑπ᾽ Ἄρεϊ τειρομένοισιν
ἔσκε λύσις καμάτοιο· πόνος δ᾽ ἄπρηκτος ὀρώρει.