Τὰ μετὰ τὸν Ὅμηρο ι΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


Τρῶες δ᾽ αὖτ᾽ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
5τοὺς δ᾽ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
τοῖσι δ᾽ ἄρ᾽ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
10‘ὦ φίλοι, οὐκέτ᾽ ἀνεκτὸς ἐφ᾽ ἡμῖν μαίνεται Ἄρης·
ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽, ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
νῦν δ᾽ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
15εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά, καὶ,καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
20οὐδέ τί που βρώμης ἐπιδευόμεθ᾽ οὐδὲ ποτῆτος·
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις [p. 422]
πολλὸν ἐπὶ χρόνον ἔσσετ᾽ ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτ᾽ ἄλλος ἐελδομένοισιν ἵκηται
25τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.’


ὣς φάτο· τὸν δ᾽ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
‘Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ᾽ Ἀχαιοί,
30ἀλλ᾽ ἄρ᾽ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
υῶιν δ᾽ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
35οἶνον Μαιονίηθεν· ἀνιηρῷ δ᾽ ὑπὸ λιμῷ
φθισόμεθ᾽ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
ἀλλ᾽ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
μηδ᾽ ἄρ᾽ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
40καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
χραισμήσει· κείνου γὰρ ἀφ᾽ αἵματός εἰμεν ἀγαυοῦ·
εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
εὐκλειῶς, τάχ᾽ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.’


45ὣς φάτο· τῷ δ᾽ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπ᾽ ἀλλήλους· ἐπὶ δ᾽ ἀκαμάτου Διὸς ὄσσε
δέρκετ᾽ ἀπ᾽ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπ᾽ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
50ὄφρα μάχην ἀλίαστον ἐπ᾽ ἀμφοτέροισι τανύσσῃ
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ᾽ ἀλόχοιο. [p. 424]


τοὺς δ᾽ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
55αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ᾽ Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
ἡ δὲ μέγ᾽ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
60τεύχεα δ᾽ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δ᾽ ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δ᾽ ἄμπνειεν ἀϋτμὴν
σμερδαλέον· μέγα δ᾽ αἰὲν ἀΰτεεν ὀτρύνουσα
αἰζηούς· οἱ δ᾽ αἶψα συνήιον ἀρτύνοντες
65ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
τῶν δ᾽ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ἢ ὡς ὅτ᾽ ἀν᾽ ἀζαλέην ξύλοχον πῦρ
αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
70μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
γίνετ᾽ ἀπειρέσιος, τρόμεει δ᾽ ὕπο γούνατα ναυτέων·
ὣς τῶν ἐσσυμένων μέγ᾽ ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις· ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ὄρουσε.


πρῶτος δ᾽ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
75υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
γῇ ἔνι Βοιωτῶν, ὁ δ᾽ ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότ᾽ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
80τῷ δ᾽ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι, [p. 426]
ὃν τέκε δἶ Ἀρέθουσα παρ᾽ ὕδασι Ληθαίοιο
Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δ᾽ ἤκαχεν Ἰδομενῆα.


αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας
85Τρώων αὐτίκ᾽ ὄλεσσεν ὑπ᾽ ἔγχεϊ πατρὸς ἑοῖο·
Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε
Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε
Μνήσαιόν τ᾽ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε
καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε
90Γαργάρῳ αἰπεινῇ, μετὰ δ᾽ ἔπρεπε μαρναμένοισι
Τρωσὶν ἐϋσθενέεσσι, κίεν δ᾽ ἅμ᾽ ἀπείρονι λαῷ
ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ
Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,
νήπιος· οὐδ᾽ ἄρ᾽ ἐφράσσαθ᾽ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν
95ἐσσυμένως ὀλέεσθαι ὑπ᾽ ἀργαλέου πολέμοιο,
πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.


καὶ τότε Μοῖρ᾽ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν
Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.
ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας
100πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ᾽ ὀλέθρῳ.
δάμνατο δ᾽ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς·
οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφ᾽ ὑστατίῃ βιότοιο
αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο·
καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,
105εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ
πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη
ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δ᾽ ὑπ᾽ ἄκοντι
τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δ᾽ ἔβλυσεν αἷμα
ἐκ στόματος· τῷ δ᾽ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη. [p. 428]


110τοῦ δ᾽ ἄρ᾽ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ
Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι
ὥρμαινον· τοὺς δ᾽ αὖτε θρασὺ σθένος Αἰνείαο
δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.
ὡς δ᾽ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ
115σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,
οἱ δ᾽ ἄρ᾽ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης·
ὣς τοὺς αἶψ᾽ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.


Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν
ἄμφω ἀμύμονε φῶτε· Πάρις δ᾽ ἕλε Δημολέοντα
120Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε
πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,
ἤλυθε δ᾽ ἐς Τροίην ὑπ᾽ ἀρηιθόῳ Μενελάῳ·
καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ
δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.


125Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,
ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ
ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,
ᾗχί ποτ᾽ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν
ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη
130οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο
ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ
εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ
ἐκκέχυτ᾽ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες
θηεῦντ᾽ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης
135ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ᾽ ἵησι
λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθ᾽ ἵκηται,
πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δ᾽ ἄρα λάϊνον οὖδας.


Ἀλκαίῳ δ᾽ ἐπόρουσε Μέγης Φυλήιος υἱός·
καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν
140ἐγχείῃ· τοῦ δ᾽ ὦκα λύθη πολυήρατος αἰών·
οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα [p. 430]
καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,
Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥ᾽ ἐνέμοντο
Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ᾽ ἀλεγεινῶς
145Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα
συμφέρετ᾽ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.


Γλαύκου δ᾽ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα
υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα
βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον
150αἰχμὴ ἀνιηρὴ· περὶ δ᾽ ἔβλυσεν αἷμα βοείῃ.
ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ
δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης·
εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,
δὴ τότ᾽ ἄρ᾽ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν
155οἶος ἄνευθ᾽ ἑτάρων· τὸν δ᾽ ἄστεος ἄγχι γυναῖκες
ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν
εἴρονθ᾽· ὃς δ᾽ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων·
αἱ δ᾽ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον
δάμναντ᾽, οὐδ᾽ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,
160ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν·
καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη
πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,
τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης·
ἀλλ᾽ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ᾽ ὀλέθρῳ
165ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο
τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.


Ποίαντος δ᾽ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα
ἠδ᾽ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα·
ἄλλων δ᾽ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον·
170θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι
ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει
πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις [p. 432]
ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,
ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε
175εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα·
ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα
ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι·
ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.
τεύχεσι δ᾽ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος
180δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ
ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες
σμερδαλέοι, καὶ λυγρὸν ὑπ᾽ ὀφρύσι μειδιόωσαι
πορδάλιες· τῶν δ᾽ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι
καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες
185ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ
ὑσμῖναι ἐνέκειντο μετ᾽ ἀργαλέοιο φόνοιο·
δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.
ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο·
ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης
190Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,
Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν·
ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο
βλήμενος ἐκ δίφροιο· καταιθομένης δ᾽ ἄρα γαίης
ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός·
195Περσεὺς δ᾽ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,
ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης
πηγαί τ᾽ ὠκεανοῖο βαθυρρόου, ἔνθ᾽ ἀκάμαντι
ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ·
ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο
200Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ
δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ
αἰὲν ἀεξόμενον· ὁ δ᾽ ἄρα στενάχοντι ἐῴκει.
καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο
ὀβρίμῳ Ἡρακλῆι· ὁ δ᾽ ὤπασε παιδὶ φορῆναι
205Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.


αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς. [p. 434]
ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς
νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο
θαρσαλέως· τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.
210ἥκε δ᾽ ἀπὸ νευρῆφι θοὸν βέλος· ἡ δ᾽ ἰάχησεν
ἰοῦ ἀπεσσυμένοιο· τὸ δ᾽ οὐχ ἅλιον φύγε χειρῶν·
καί ῥ᾽ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,
ἀλλ᾽ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα
βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ᾽ ἄχρις ἐς ὦμον·
215οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·
ἀλλ᾽ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπ᾽ ὤμων
Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
βουπλῆγι στιβαρῷ· ὁ δ᾽ ἐχάσσατο μαρνάμενός περ
αἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
220ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμων
θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
ὃν τέκετ᾽ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.


τὸν δ᾽ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
225ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγ᾽ ἀΰτει·
‘ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ᾽ ἀΐδηλον
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·
καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
τείροντ᾽ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετ᾽ ὀλέθρου
230ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.’


ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς
ἰθύνθη, τόξον δ᾽ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
τυτθὸν ὑπ᾽ αἰζηοῖο βίῃ· μέγα δ᾽ ἔβραχε νευρὴ
235ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδ᾽ ἀφάμαρτε
δῖος ἀνήρ· τοῦ δ᾽ οὔτι λύθη κέαρ, ἀλλ᾽ ἔτι θυμῷ [p. 436]
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
ἐξαῦτις δ᾽ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς
240ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
Ποίαντος φίλος υἱός· ὁ δ᾽ οὐκέτι μίμνε μάχεσθαι,
ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·
ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
245χάζετ᾽ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ
ἀλλήλους ὀλέκοντες· ἐν αἵματι δ᾽ ἔπλετο δῆρις
κτεινομένων ἑκάτερθε· νεκροὶ δ᾽ ἐπέκειντο νέκυσσι
πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
ἢ χιόνος νιφάδεσιν, ὅτ᾽ οὔρεα μακρὰ καὶ ὕλην
250Ζηνὸς ὑπ᾽ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·
ὣς οἵ γ᾽ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.


αἰνὰ δ᾽ ἀνεστενάχιζε Πάρις· περὶ δ᾽ ἕλκεϊ θυμὸν
τείρετο· τὸν δ᾽ ἀλύοντα τάχ᾽ ἄμφεπον ἰητῆρες.
255Τρῶες δ᾽ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δ᾽ ἐπὶ νῆας
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦ
νύξ ἀπέπαυσε μέλαινα, μόγον δ᾽ ἐξείλετο γυίων
ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
ἀλλ᾽ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
260οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
ἢν ἐθέλῃ· ὁ δ᾽ ἄρ᾽ αἶψα θεοπροπίῃσι πιθήσας
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
265κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντες
κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δ᾽ ἀνὰ χεῖρα [p. 438]
σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
δείδιεν εἰσορόων, ὁτὲ δ᾽ ἀκράαντα πέτεσθαι
ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπ᾽ ἄλγεσι φαῖνον ὄλεθρον.
270ἷξε δ᾽ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δ᾽ ἐσιδοῦσαι
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ
Οἰνώνη· ὁ δ᾽ ἄρ᾽ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
λυγρῇ ὑπ᾽ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν
ἀμφὶ μέλαιν᾽ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
μυελὸν ἐς λιπόωντα δι᾽ ὀστέου, οὕνεκα νηδὺν
275φάρμακον αἰνὸν ἔπυθε κατ᾽ οὐτάμενον χρόα φωτός.
τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
ὡς δ᾽ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ
αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς
280ψυχή οἱ πεπότητ᾽ ἐπὶ χείλεσιν αὐαλέοισιν
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ·
καί ῥ᾽ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν·
‘ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ
285ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι
χήρην, οὐκ ἐθέλων περ· ἄγον δέ με Κῆρες ἄφυκτοι
εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι
σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.
ἀλλ᾽ ἄγε, πρός τε θεῶν, οἵ τ᾽ οὐρανὸν ἀμφινέμονται,
290πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,
ἤπιον ἔνθεο θυμόν, ἄχος δ᾽ ἀλεγεινὸν ἄλαλκε
φάρμακ᾽ ἀλεξήσοντα καθ᾽ ἕλκεος οὐλομένοιο
θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,
ἢν ἐθέλῃς· σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι
295μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί·
ἀλλ᾽ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν
ἐξάκεσ᾽, ἕως μοι ἔτ᾽ ἀμφὶ μένος καὶ γυῖα τέθηλε· [p. 440]
μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης
καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ
300πὰρ ποσὶ σοῖσι πεσόντα· λιταῖς δ᾽ ἀποθύμια ῥέξεις,
αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες
εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι
ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν
καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε
305ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.’


ὣς ἄρ᾽ ἔφη· τῆς δ᾽ οὔτι φρένας παρέπεισε κελαινάς,
ἀλλά ἑ κερτομέουσα μέγ᾽ ἀχνύμενον προσέειπε·
‘τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν
κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν
310εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων
τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν
τῆς σέο κουριδίης· τὴν γὰρ φάτις ἔμμεν ἀγήρω·
κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ
δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα·
315αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θ᾽ αἷμα λαφύξαι,
οἷά με πήματ᾽ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
320τοὺς ἔχ᾽ ἀοσσητῆρας· ἐμῶν δ᾽ ἀπὸ τῆλε μελάθρων
χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ᾽ ἀλεγεινόν·
σεῖο γὰρ εἵνεκ᾽, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
τοὺς μὲν ἐφ᾽ υἱωνοῖς, τοὺς δ᾽ υἱάσιν ὀλλυμένοισιν.
ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
325ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
εἰσόκε σ᾽ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.’ [p. 442]


ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
νηπίη· οὐδ᾽ ἄρ᾽ ἐφράσσαθ᾽ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον
330κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
τὸν δ᾽ ἄρ᾽ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε
λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
Ἥρη τ᾽ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
335ἑζομένη κατ᾽ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ᾽ ἀλωὴ.
καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
τάς ποτ᾽ ἄρ᾽ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
γείνατ᾽ ἀν᾽ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπ᾽ ἄλλης·
πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
340ἡ δ᾽ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
εἴαρι δ᾽ αὖ τριτάτη, τετράτη δ᾽ ἐπιτέρπετ᾽ ὀπώρῃ·
τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
αὐτῷ Ζηνὶ μέλοιτο κατ᾽ οὐρανόν· αἱ ὀάριζον
ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
345μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
350ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
ἥ τ᾽ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων· [p. 444]
355οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ᾽ Οὐλύμποιο Κρονίων
360κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.


καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖσι. Πάριν δ᾽ ἄρα θυμὸς ἐν Ἴδῃ
κάλλιπεν, οὐδ᾽ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
ἀμφὶ δέ μιν Νύμφαι μέγ᾽ ἐκώκυον, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
365εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.


καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
370δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ·
τῆς δ᾽ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δ᾽ ὑπεκλάσθησαν· ἔπος δ᾽ ὀλοφύρατο τοῖον·
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ᾽ ἐπὶ πένθεϊ πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
375παίδων ἔσκες ἐμεῖο μεθ᾽ Ἕκτορα· τῷ νύ σε λυγρὴ
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
ἀλλ᾽ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ·
νῦν δ᾽ ἐπὶ πήματι πῆμα μετ᾽ ὄμμασι δέρκομαι αἰεὶ
380ἐλπομένη καὶ ἔτ᾽ ἄλλα κακώτερα θηήσασθαι, [p. 446]
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ᾽ ἀνάγκῃ.’


385ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο·
ἀλλ᾽ ὁ παρ᾽ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
οὕνεκ᾽ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην·
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
ἀλλ᾽ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
390ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε· φίλον δ᾽ ἀνὰ θυμὸν ἔειπεν·
‘ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως· ἐμὲ δ᾽ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ᾽ ἰδέσθαι.
395ὡς ὄφελόν μ᾽ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοίγ᾽ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
νῦν δ᾽ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ᾽ ἐμοὶ αὐτῇ
αἰνομόρῳ· πάντες δέ μ᾽ ἀάσπετον ἐρρίγασι,
πάντες δ᾽ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
400ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκ᾽ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
αἶψα διαρραίσουσι· νέκυν δ᾽ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
405ὡς ὄφελόν μ᾽ ἕλεν Αἶσα, πάρος τάδε πήματ᾽ ἰδέσθαι.’


ὣς ἔφατ᾽, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
μύρετ᾽ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ᾽ ἄλλα μενοίνων, [p. 448]
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
410αἱ δ᾽ ἄρ᾽ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.


οἴη δ᾽ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη· ἀλλ᾽ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
κώκυεν, ἀλλ᾽ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
415οἵη δ᾽ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τ᾽ ἄγκεα πολλὰ παλύνει
χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δ᾽ ἄρ᾽ ὑπ᾽ Εὔρῳ
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθ᾽, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
420πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
ὣς ἥ γ᾽ ἀσχαλόωσα μέγα στυγερῇ ὑπ᾽ ἀνίῃ
τήκετ᾽ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
αἰνὰ δ᾽ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
‘ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
425ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα· θεοὶ δ᾽ ἑτέρωσε βάλοντο·
ὥς μ᾽ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
430ἀλλὰ καὶ εἰ ζωός μ᾽ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφ᾽ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.’


ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα, κουριδίοιο δ᾽ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
435ἅζετο γὰρ πατέρα σφὸν ἰδ᾽ ἀμφιπόλους εὐπέπλους,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπ᾽ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθ᾽ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
440ἔκθορεν, ἠΰτ᾽ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα· [p. 450]
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἡ δ᾽ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
445εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
οὐδέ τί οἱ κάμε γούνατ᾽· ἐλαφρότεροι δ᾽ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
450καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθ᾽ ὑψόθι δῖα Σελήνη
455μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλ᾽ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.


ἵκετο δ᾽ ἐμβεβαυῖα δι᾽ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
460τὸν δ᾽ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκ᾽ ἄρ᾽ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπ᾽ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
465ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο· γόον δ᾽ ἄρα πουλὺν ὄρινε·
καίετο δ᾽ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτ᾽ ἐσίδοντο μετ᾽ ἀνέρι πεπτηυῖαν·
470καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν· [p. 452]
‘ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδ᾽ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
475τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.’


ὣς ἄρ᾽ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δ᾽ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
480Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλ᾽ ὁπότ᾽ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δ᾽ ὑποκάββαλε τέφπῃ,
485δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ᾽ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο· θέσαν δ᾽ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
ζῆλον ἐπ᾽ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.