Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Προοίμιον


ΜΙΧΑΗΛΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΟΥ ΒΥΖΑΝΤΙΟΥ ΣΥΝΑΓΩΓΗ ΠΑΡΟΙΜΙΩΝ ΚΑΙ ΣΥΝΘΗΚΗ, ΟΥΚ ΑΝΕΥ ΓΕ ΤΟΥ ΚΑΙ ὉΘΕΝ ΑΙ ΠΛΕΙΟΥΣ ΕΣΧΗΚΑΣΙ ΤΑΣ ΑΡΧΑΣ. ΤΩΙ ΕΝΔΟΞΟΤΑΤΩΙ ΚΑΙ ΣΟΦΩΤΑΤΩΙ ΑΝΔΡΙ ΚΥΡΙΩΙ ΛΑΥΡΩΙ ΤΩΙ ΚΥΡΙΝΩΙ.

Ἃ μὲν ὑπέστην ἐν Κρήτηι σοι, τὴν τῶν παροιμιῶν συναγωγὴν καὶ συνθήκην, οὐκ ἄνευ γε τοῦ καὶ ὅθεν αἱ πλείους ἐσχήκασι τὰς ἀρχάς, ταῦτά μοι διανυσθέντα ἰδού σοι πέμπεται, ἄνερ ἐνδοξότατε καὶ σοφώτατε. εἰ δὲ βραδύτερον ἢ ἐβούλου, οὐχ ἡμῶν γε τουτί, ἀλλὰ τῆς τύχης δή που καὶ τοῦ καιροῦ, ὅτωι γε δὴ καὶ ἡμῶν ἀκόντων ἅπαν περαίνεται, ἧι δοκεῖ· ἄλλως τε χρεῖττον ἂν εἴη, βραδύναντας τὸ βουλόμενον κατορθῶσαι ἄξιόν τινος λόγου, ἢ ταχύναντας οὐδενός· τὸ μὲν γὰρ οὐ τίμιον· τὸ δὲ οὐκ ἄτιμον. ἔχεις τοίνυν λαβὼν τὸ ὑπεσχημένον σοι, κἀμοὶ πέρας εἴληφε λαβὸν τὸ ἐπίταγμα· εἰ μὲν κατ᾽ ἀρέσκειαν καὶ βούλησιν ὑμετέραν, θεῶι καὶ σοὶ χάρις· εἰ δ᾽ οὐ, κοινωνεῖν σε δίκαιόν μοι τοῦ πάθους· κοινὰ γὰρ εἶναι τοῖς σοφοῖς τὰ τῶν φίλων πεπαροιμίασται.

Ἵνα δὲ μή τις ἡμῶν τῶν ἑταίρων ἐπιλάβοιτο, ὡς μή, συναγωγὴν παροιμιῶν ποιουμένων, τὴν παροιμίαν ὁριζομένων, ἧι δὴ καὶ ὁ σοφὸς Κικέρων ἐπελάβετο Παναιτίου, συγγεγραφότος μὲν περὶ τοῦ καθήκοντος, τί δὲ ὄν ἐστιν οὐδαμοῦ εἰπόντος αὐτῶι τοῦ συγγράμματος, ὁριστέον ἂν εἲη τὴν παροιμίαν, ἧι λαβόντες ἄνωθεν ἔχομεν.

Παροιμία μὲν οὖν ἐστὶ λόγος ἐπικαλύπτων τὸ σαφὲς ἀσαφείαι· ἢ δι᾽ αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά· ἢ ἐπικεκρυμμένως τὴν ἀλήθειαν ἐπεμφαίνων.

Καὶ ἔτι τόνδε τὸν τρόπον· παροιμία ἐστι διήγημα παροδικὸν, ἢ ῥῆμα τετριμμένον ἐν τῆι χρήσει τῶν γε πολλῶν, ἀπό τε μικρῶν τινῶν καὶ ὀλίγων ἐφ᾽ ὅμοια πλείω καὶ μείζω μεταληφθῆναι δυνάμενον· ἢ λόγος ἐπιτετηδευμένος τοῖς ἤθεσι καὶ τῆι ἀνθρωπίνηι ζωῆι κατὰ τὸ ἔθος τῶν ζώντων. καὶ ἔτι γε οὑτωσί· Παροιμίαι ἐστὶ λόγος ὠφέλιμος, ἤτοι βιωφελής, ἐπικρύψει μετρίαι πολὺ τὸ κρήσιμον ἔχων ἐν ἑαυτῶι· ἢ λόγος προτρεπτικὸς παρὰ πᾶσαν τοῦ βίου τὴν ὁδὸν χρησιμεύων.

Διαφέρει δὲ τοῦ αἴνου· ὅτι ὁ μὲν αἶνος ἐστὶ λόγος μυθικός, ἐκφερόμενος ἀπὸ ἀλόγων ζώιων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν. ἢ λόγος εὐκτικός, ἤτοι παρακλητικός, ἐκ δημιουργημάτων καὶ κατορθωμάτων μνημονευόμενος. ῍Η παροιμία ἐξηπλωμένη μετὰ διηγήσεως, ἀπαρτίζουσα τὸ νοούμενον. ἢ λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζώιων καὶ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὡς φησὶ Λούκιος Ταρραῖος ἐν τῶι πρώτωι περί παροιμιῶν· οἷον ἀπὸ μὲν ἀλόγων ζώιων, ὡς παρ᾽ Ἀρχιλόχωι·

Αἶνός τις ἀνθρώπων ὅδε,
ὡς ἄρ᾽ ἀλώπηξ κἀετὸς ξυνωνίην
ἔθεντο.

καὶ τὰ ἑξῆς. καὶ πάλιν·

Ἐρέω τιν᾽ ὑμῖν αἶνον, ὦ Κηρυδίκη
ἀχνυμένη σκυτάλη·

εἶτ᾽ ἐπιφέρει·

Πίθηκος ἤιει θηρίων ἀποκριθεὶς
μοῦνος ἀν᾽ ἔσχατιήν·
τῶι δ᾽ ἄρ᾽ ἀλώπηξ κερδαλῆ συνήντετο
πνκνὸν ἔχουσα νόον.

Καὶ Ἡσίοδος·

Νῦν δ᾽ αἶνον βασιλεῦσ᾽ ἐρέω, νοέουσι καὶ αὐτοῖς·
ὧδ᾽ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον.

ἀπὸ δὲ φυτῶν· ὡς ἔχει τὸ τοῦ Καλλιμάχου·

Ἄκουε δὴ τὸν αἶνον, ἐν κότε Τμώλωι
δάφνην ἐλαίαι νεῖκος οἱ πάλαι Λυδοὶ
λένουσι θέσθαι.

Ἡ δὲ παροιμία τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει, ενδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐνδεχομένη μετάβασιν· οἷον·

μένε βοῦς ποτε βοτάνην·

καί·

ἄκισσος μετ᾽ Ἀνθεστήρια.

Ἐτνμολονεῖται δὲ ὁ μὲν αἶνος παρὰ τὸ ἰένω τὸ πέμπω καὶ διαχέω. ἰαίνεται γὰρ καὶ διαχέεται ἡ ψυχὴ τῆι διηγήσει τῶν τοιῶνδε λόγων· ἴαινος καὶ ἀφαιρέσει, αἶνος· ὁ τὴν διάνοιαν ἰαίνων καὶ περιτέρπων. Ὅμηρος·

ἰαίνεται δὲ φρένας εἴσω.

Ἡ δὲ παροιμία ἐκ τῆς παρα προθέσεως καὶ τοῦ οἶμος ἡ ὁδός· παραοιμία καὶ παροιμία· ἤτοι τὸ παροδικὸν τρίμμα τε καὶ διήγημα.

Ἐν γὰρ τῆι ἀρχῆι ἔτι τῶν τρίβων ἀσήμων οὐσῶν, διὰ τὸ τοὺς ὀδεύοντας μὴ ἀποκάμνειν τῶι μὴ γινώσκειν πόσον τῆς ὁδοῦ διήνυσαν καὶ τί λείπεται, τὰ νῦν προσαγορευόμενα μίλια πρὸς Ῥωμαίων, τότε σημεῖα καλούμενα, οἱ παλαιοὶ κατά τινας τῆς ὁδοῦ τόπους ἐτίθεσαν· καὶ τούτοις ἐπέγραφόν τινα ζητήματα, τοῦτο δὲ ἐποίουν δυοῖν ἕνεκεν, τοῦ τε γνωρίζειν τὸν ὁδεύοντα τῆς ὁδοῦ τὸ ποσόν, καὶ τοῦ ἀναγινώσκοντα τὸ ἐπίγραμμα, καὶ περὶ τὴν τούτου σαφήνειαν καταγιγνόμενον καμάτου ἐπικουφίζεσθαι. περιέχει δὲ παίδευσιν ἠθῶν καὶ παθῶν ἐπανόρθωσιν καὶ τῶν πρακτέων πυκνὰς ὑποθήκας· Καὶ περὶ μὲν ἐτυμολογίας καὶ διαφορᾶς αἴνου καὶ παροιμίας, ἔτι τε περὶ τῶν ὅρων αὐτῶν, ἔχουσι φάναι καὶ ἄλλα ἔστω ἡμῖν εἰρημένα τοσάδε· ἰτητέον δ᾽ ἂν εἴη λοιπὸν πρὸς τὸ προκείμενον σύν γε θεῶι ἵλεωι καὶ συνεργῶι. -