Συναγωγή παροιμιών/Αρχή του υʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ υ΄στοιχείου



Τὸ υʹ μετὰ τοῦ βʹ

Επεξεργασία


Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον.
Ὕβριν τε τίκτει πλοῦτος ἢ φειδὼ βίου.
Ὕβρις καὶ οἶνος ἀποκαλύπτειν εἰώθασι φίλοις τὰ ἤθη τῶν φίλων.
Ὕβρις μικρῶν κρατοῦντα φύσασθαι μέγα.

Τὸ υʹ μετὰ τοῦ γʹ

Επεξεργασία


Ὑγρὰ νύξ.
Ὑγιέστερος κολοκύντης.

Τὸ υʹ μετὰ τοῦ δʹ

Επεξεργασία


Ὕδρας κεφαλὰς τέμνεις.
Ὑδροφορίαν ἄγεις.
Ὕδωρ αὐτοπαγές.
Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.
Ὕδωρ παραρρέει.
Ὑιὸν τρέφει τις, κἂν πένης τις ὢν τύχηι· θυγατέρα δ᾽ ἐκτίθησι κἂν ἦι πλούσιος.
Ὑμεῖς οὔτε τρίτοι, οὔτε τέταρτοι.

Τὸ υʹ μετὰ τοῦ μʹ

Επεξεργασία


Ὑμεῖς δαίμονα αἱρήσεσθε, οὐχ᾽ ὑμᾶς δαίμων λήξεται.

Τὸ υʹ μετὰ τοῦ πʹ

Επεξεργασία


Ὑπὲρ τὸν κατάλογον.
Ὑπὲρ τὰ Καλλικράτους.
Ὑπεψηνισμένη.
Ὑποβολιμαῖος εἶ.
Ὑπερβερεταῖος.
Ὑποζυγιώδης ἄνθρωπος.
Ὑπὸ παντὶ λίθωι σκορπίος.
Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶις. - Ὑπὲρ βάθμιον πόδα τείνεις. - Πέντ᾽ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, δίσκευσεν δ᾽ ἑκατόν, πέντ᾽ ἀπολειπομένων.
Ὑπὲρ τῶν ὅλων ἀναρρίπτεις τοὺς κύβους.
Ὑπέρου περιστροφή.
Ὑπέρου γυμνότερος. - Ὑπέρου πολλῶι φαλακρότερος.
Ὑπόχαλκον τὸ χρυσίον.
Ὑπηνέμια ὀνείρατα καὶ ἐπαίνων σκιαί.
Ὑπὲρ κάρα πτύει.
Ὑπηνέμια τίκτει.
Ὑπὲρ τὸν Ὑπέρβολον.
Ὑπὲρ ὄνου σκιᾶς.

Τὸ υʹ μετὰ τοῦ σʹ

Επεξεργασία


Ὗς ὑπὸ ῥόπαλον.
Ὗς Διαροίδων.
Ὗς ἐκώμασεν.
Ὗς πότ᾽ Ἀθηναίαν ἔριν ἤρισεν.
Ὗς ὀρίνει.
Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. - Ὗς ἐν βορβόρωι ὑλισπᾶται.

Τὸ υʹ μετὰ τοῦ φʹ

Επεξεργασία


Ὑφάντου πταίσματος ὑπήτης ἐτύφθη.