Συγγραφέας:Στατύλλιος Φλάκκος
←Συγγραφείς: | Στατύλλιος Φλάκκος (1ος αιώνας π.Χ) |
- Παλατινή Ανθολογία/V/5: ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων
- Παλατινή Ανθολογία/VI/193: Πρίηπ' αἰγιαλῖτα, φυκόγειτον, Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης...
- Παλατινή Ανθολογία/IX/44: χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν...
V5 Στατυλλίου Φλάκκου
Επεξεργασία- ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,
- ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκου παντοπαθῆ κούρης αἴσχεα δερκόμενος.
- Φλάκκε, σὲ δ᾽ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι: ἄμφω δ᾽ ἀλλήλων ἄνδιχα καιόμεθα.
VI 193 Στατυλλίου Φλάκκου
Επεξεργασία- Πρίηπ' αἰγιαλῖτα, φυκόγειτον, Δαμοίτας ἁλιεύς, ὁ βυσσομέτρης,
- τὸ πέτρης ἁλιπλῆγος ἐκμαγεῖον, ἡ βδέλλα σπιλάδων, ὁ ποντοθήρης,
- σοὶ τὰ δίκτυα τἀμφίβληστρα ταῦτα, δαῖμον, εἵσατο· τοῦ σὺ θάλπε γῆρας.
IX 44 / L.1 T.84 E.2 Στατυλλίου Φλάκκου
Επεξεργασίαχρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.