Κεφάλαια 91–96
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ς΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ QΑ΄

[1] ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπ᾽ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ δι᾽ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος. τῶν δ᾽ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών· Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τ᾽ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον. [2] κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν [p. 399] ἐπίστευον, αἰσχρῶς δ᾽ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδ᾽ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων. μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον. [3] ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τ᾽ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφ᾽ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δ᾽ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει. οὐδενὸς δ᾽ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι· τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι. [4] ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.

ΚΕΦΑΛΑΙΟΝ QΒ΄

[1] καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ. [p. 400] ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας. [2] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δ᾽ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπ᾽ αὐτοῦ καταλιπών, [3] τῷ δὲ λοιπῷ κωλύειν τοὺς ἐπιόντας διενοεῖτο. καὶ γίνονται δύο τῆς αὐτῆς ἡμέρας ἀγῶνες· Ῥωμαῖοι δ᾽ ἐνίκων ἁπάντων μὲν προθύμως ἀγωνισαμένων, ἑνὸς δ᾽ ἀνδρὸς ἄπιστον ἀρετὴν καὶ παντὸς λόγου κρείττονας ἀποδειξαμένου πράξεις, ὃς ἦν μὲν ἐκ τοῦ γένους τῶν πατρικίων καὶ οὐκ ἀσήμων πατέρων, ἐκαλεῖτο δὲ Γάιος Μάρκιος, σώφρων δὲ τὸν καθ᾽ ἡμέραν βίον ἀνὴρ καὶ φρονήματος ἐλευθέρου μεστός. ἐγένετο δ᾽ ὁ τρόπος τῆς ἑκατέρας μάχης τοιόσδε· ὁ μὲν Λάρκιος ἐξαγαγὼν τὴν στρατιὰν ἅμ᾽ ἡμέρᾳ προσῆγε τοῖς τείχεσι τῆς Κοριόλας καὶ κατὰ πολλοὺς τόπους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Κοριολάνοι μέγα φρονοῦντες ἐπὶ τῇ παρὰ τῶν Ἀντιατῶν βοηθείᾳ, ἣν οὐ διὰ μακροῦ σφίσι παρέσεσθαι ἐπίστευον, ἀνοίξαντες ἁπάσας τὰς πύλας ὥρμησαν ἐπὶ τοὺς πολεμίους ἀθρόοι. [4] Ῥωμαῖοι δὲ τὴν μὲν πρώτην ἔφοδον αὐτῶν ἐδέξαντο καὶ πολλὰς πληγὰς τοῖς ὁμόσε χωροῦσιν ἔδοσαν, ἔπειτα πλειόνων ἐπιόντων ὠθούμενοι κατὰ πρανοῦς χωρίου ἐνέκλιναν. [p. 401] τοῦτο κατιδὼν ὁ Μάρκιος, ὑπὲρ οὗ πρότερον ἔφην, ἵσταται σὺν ὀλίγοις καὶ δέχεται τὸ ἐπιφερόμενον τῶν πολεμίων στῖφος· καταβαλὼν δὲ συχνοὺς αὐτῶν, ὡς ἐνέκλιναν οἱ λοιποὶ καὶ πρὸς τὴν πόλιν ἔφευγον, ἠκολούθει κτείνων ἀεὶ τοὺς ἐν χερσὶ καὶ ἐπικελευόμενος τοῖς φεύγουσι τῶν σφετέρων ἀναστρέφειν τε καὶ θαρρεῖν καὶ αὑτῷ ἕπεσθαι. [5] οἱ δ᾽ αἰδεσδέντες ἐπὶ τῷ ἔργῳ ἀνέστρεφον αὖθις καὶ τοῖς καθ᾽ ἑαυτοὺς ἐπέκειντο παίοντες καὶ διώκοντες, καὶ δι᾽ ὀλίγου χρόνου τοὺς συμπλακέντας ἕκαστοι τρεψάμενοι προσέκειντο τοῖς τείχεσι· καὶ ὁ Μάρκιος θρασύτερον ἤδη κινδυνεύων προσωτέρω μᾶλλον ἐχώρει καὶ πρὸς αὐταῖς γενόμενος ταῖς πύλαις συνεισέπιπτε τοῖς φεύγουσιν εἰς τὸ τεῖχος. συνεισπεσόντων δ᾽ αὐτῷ καὶ ἄλλων συχνῶν κατὰ πολλὰ μέρη τῆς πόλεως φόνος ἐγίνετο ἐξ ἀμφοῖν πολύς· τῶν μὲν ἀνὰ τοὺς στενωπούς, τῶν δὲ περὶ ταῖς ἁλισκομέναις οἰκίαις μαχομένων. [6] συνελάμβανον δὲ τοῦ ἔργου τοῖς ἔνδον καὶ γυναῖκες ἀπὸ τῶν τεγῶν βάλλουσαι τοὺς πολεμίους τοῖς καλυπτῆρσι, καὶ καθ᾽ ὅσον ἑκάστῳ τις ἰσχὺς καὶ δύναμις ἦν προθύμως ἐβοήθουν τῇ πατρίδι. οὐ μέντοι ἐπὶ πολύν γε χρόνον τοῖς δεινοῖς ἀντεῖχον, ἀλλ᾽ ἠναγκάσθησαν παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κεκρατηκόσι. τοῦτον δὲ τὸν τρόπον ἀλούσης τῆς πόλεως οἱ μὲν ἄλλοι Ῥωμαῖοι πρὸς ἁρπαγὴν τῶν ἐγκαταληφθέντων ἐτράποντο καὶ μέχρι πολλοῦ διετέλουν [p. 402] προσκείμενοι ταῖς ὠφελείαις χρημάτων τε πολλῶν ὑπαρχόντων ἐν τῷ χωρίῳ καὶ ἀνδραπόδων,

ΚΕΦΑΛΑΙΟΝ QΓ΄

[1] ὁ δὲ Μάρκιος ὁ πρῶτος καὶ πρὸ πολλῶν ὑποστὰς τοὺς πολεμίους καὶ λαμπρότατος ἁπάντων γενόμενος Ῥωμαίων ἔν τε τῇ τειχομαχίᾳ καὶ τοῖς ἐντὸς τείχους ἀγῶσι, λαμπρότερος ἐν τῷ δευτέρῳ ἀγῶνι τῷ πρὸς τοὺς Ἀντιάτας συστάντι ἐφάνη. οὐδὲ γὰρ ταύτης ἐδικαίωσεν ἀπολειφθῆναι τῆς μάχης, ἀλλ᾽ ἅμα τῷ κρατηθῆναι τὴν πόλιν ὀλίγους τοὺς ἀκολουθῆσαι δυνηθέντας ἐπαγόμενος ἐχώρει δρόμῳ, καὶ καταλαβὼν παρατεταγμένας ἤδη τὰς δυνάμεις καὶ μελλούσας εἰς χεῖρας ἰέναι, τήν τε ἅλωσιν τῆς πόλεως πρῶτος ἀναγγέλλει τοῖς σφετέροις, τεκμήριον αὐτῆς ἀποδεικνὺς τὸν καπνόν, ὃς ἀπὸ τῶν ἐμπρησθεισῶν οἰκιῶν πολὺς ἐφέρετο, καὶ δεηθεὶς τοῦ ὑπάτου κατὰ τὸ καρτερώτατον τῶν πολεμίων εἱλεῖτο. [2] καὶ ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης, πρῶτος ὁμόσε τοῖς ἐναντίοις ἐχώρει καὶ πολλοὺς τῶν εἰς χεῖρας ἐλθόντων ἀποκτείνας εἰς μέσην αὐτῶν τὴν φάλαγγα ὠθεῖται. οἱ δ᾽ Ἀντιάται συστάδην μὲν οὐκέτι μάχεσθαι πρὸς αὐτὸν ὑπέμενον, ἀλλ᾽ ἐξέλειπον τὰς τάξεις καθ᾽ οὓς γένοιτο ἐπιών, κύκλῳ δὲ περιίσταντο ἀθρόοι καὶ ἔβαλλον ὑποχωροῦντες ἐπιόντα τε καὶ ἑπόμενον. ὁ δὲ Πόστουμος ὡς ἔγνω [p. 403] τοῦτο, δείσας μή τι μονωθεὶς ὁ ἀνὴρ πάθῃ, τοὺς κρατίστους τῶν νέων ἀρωγοὺς αὐτῷ πέμπει· κἀκεῖνοι ποιήσαντες πυκνοὺς τοὺς λόχους ἐμβάλλουσι τοῖς πολεμίοις. οὐ δεξαμένων δ᾽ αὐτοὺς τῶν κατὰ μέτωπον, ἀλλ᾽ εἰς φυγὴν τραπέντων, προσωτέρω προχωροῦντες εὑρίσκουσι τὸν Μάρκιον τραυμάτων μεστὸν καὶ περὶ αὐτὸν ὁρῶσι νεκρούς τε κειμένους πολλοὺς καὶ ἡμιθανεῖς. [3] μετὰ τοῦτ᾽ ἤδη κοινῶς ἐχώρουν ἡγεμόνα τὸν Μάρκιον ἔχοντες ἐπὶ τοὺς ἔτι διαμένοντας ἐν τάξει, κτείνοντες τοὺς ὑφισταμένους καὶ ὥσπερ ἀνδραπόδοις παραχρώμενοι. ἄξιοι μὲν δὴ λόγου καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἐν ταύτῃ τῇ μάχῃ ἐγένοντο, κράτιστοι δ᾽ αὐτῶν οἱ προασπίσαντες τὸν Μάρκιον· ὑπὲρ ἅπαντας δ᾽ αὐτὸς ὁ Μάρκιος, ὃς καὶ τῆς νίκης ἀναμφιλόγως αἰτιώτατος ἦν. ἐπεὶ δὲ συνεσκόταζεν ἤδη, οἱ μὲν Ῥωμαῖοι ἀνεχώρουν ἐπὶ τὸ στρατόπεδον μέγα ἐπὶ τῇ νίκῃ φρονοῦντες καὶ πολλοὺς μὲν ἀνῃρηκότες τῶν Ἀντιατῶν, πολλοὺς δ᾽ αἰχμαλώτους ἄγοντες.

ΚΕΦΑΛΑΙΟΝ QΔ΄

[1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συγκαλέσας ὁ Πόστουμος εἰς ἐκκλησίαν τὸν στρατὸν ἔπαινον τοῦ Μαρκίου διεξῆλθε πολὺν καὶ στεφάνοις αὐτὸν ἀριστείοις ἀνέδησεν ἀμφοτέρων χαριστήρια τῶν ἀγώνων ἀποδιδούς. ἐδωρήσατο δ᾽ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ καὶ δέκα σώμασιν αἰχμαλώτοις, ἐπ᾽ ἐκείνῳ ποιήσας, οὕς βούλοιτο λαβεῖν, ἀργυρίῳ τε, [p. 404] ὅσον ἂν ἐξενέγκασθαι δύναιτο αὐτός, καὶ ἀπὸ τῆς ἄλλης λείας πολλαῖς καὶ καλαῖς ἀπαρχαῖς. [2] βοῆς δὲ γενομένης ἐξ ἁπάντων μεγάλης, ὡς ἂν ἐπαινούντων τε καὶ συνηδομένων, προσελθὼν ὁ Μάρκιος τῷ τε ὑπάτῳ χάριν εἰδέναι μεγάλην ἔφη καὶ τοῖς ἄλλοις ἅπασιν ἐπὶ ταῖς τιμαῖς, ὧν αὐτὸν ἠξίουν· οὐ μέντοι καταχρήσεσθαί γ᾽ αὐταῖς, ἀρκεσθήσεσθαι δὲ τῷ θ᾽ ἵππῳ τῆς λαμπρότητος τῶν σημείων ἕνεκεν καὶ ἑνὶ αἰχμαλώτῳ, ὃς ἔτυχεν αὐτῷ ξένος ὤν. οἱ δὲ στρατιῶται καὶ πρότερον ἀγάμενοι τὸν ἄνδρα τῆς γενναιότητος, ἔτι μᾶλλον ἐθαύμασαν τῆς ὑπεροψίας τοῦ πλούτου καὶ ὅτι μετρίως ἤνεγκε τὴν τοσαύτην εὐτυχίαν. ἐκ τούτου Κοριολανὸς ἐπεκλήθη τοῦ ἔργου, καὶ πάντων ἐγεγόνει τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἐπιφανέστατος. [3] τῆς δὲ πρὸς τοὺς Ἀντιάτας μάχης τοῦτο λαβούσης τὸ τέλος αἱ λοιπαὶ τῶν Οὐολούσκων πόλεις διελύοντο τὴν πρὸς τοὺς Ῥωμαίους ἔχθραν, καὶ ὅσοι τὰ ὅμοια ἐκείνοις ἐφρόνουν, οἵ τ᾽ ἐν τοῖς ὅπλοις ἤδη ὄντες, καὶ οἱ παρασκευαζόμενοι τὸν πόλεμον ἐπέπαυντο. οἷς ἅπασιν ὁ Πόστουμος ἐπιεικῶς χρησάμενος, ἀνέστρεψεν ἐπὶ τὰ οἰκεῖα, καὶ διαφῆκε τὴν στρατιάν. Κάσσιος δ᾽ ὁ ἕτερος τῶν ὑπάτων ὁ καταλειφθεὶς ἐν τῇ Ῥώμῃ τὸν νεὼν τῆς τε Δήμητρος καὶ Διονύσου καὶ Κόρης ἐν τῷ μεταξὺ χρόνῳ καθιέρωσεν, ὅς ἐστιν ἐπὶ τοῖς τέρμασι τοῦ μεγίστου τῶν ἱπποδρόμων ὑπὲρ αὐτὰς ἱδρυμένος τὰς ἀφέσεις, εὐξαμένου μὲν αὐτὸν Αὔλου Ποστουμίου τοῦ [p. 405] δικτάτορος ὑπὲρ τῆς πόλεως ἀναθήσειν τοῖς θεοῖς, καθ᾽ ὃν χρόνον ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὴν Λατίνων στρατιάν, τῆς τε βουλῆς μετὰ τὸ νίκημα τὴν κατασκευὴν αὐτοῦ ψηφισαμένης ἐκ τῶν λαφύρων ποιήσασθαι πᾶσαν, τότε δὲ τοῦ ἔργου λαβόντος τὴν συντέλειαν.

ΚΕΦΑΛΑΙΟΝ QΕ΄

[1] ἐγένοντο δ᾽ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι καιναὶ μεθ᾽ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τ᾽ οὐδὲν ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι. [2] ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε· Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτ᾽ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτ᾽ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι· τῶν τ᾽ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρ᾽ οἷς ἂν γένηται τὸ συμβόλαιον. ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδ᾽ ἀφελεῖν ἀπ᾽ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ. [3] ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι [p. 406] συνέθηκαν πρὸς ἀλλήλους ὀμόσαντες καθ᾽ ἱερῶν. ἐψηφίσατο δὲ καὶ θυσίας ἀποδοῦναι τοῖς θεοῖς ἡ βουλὴ χαριστηρίους ἐπὶ ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς, προσθεῖσα μίαν ἡμέραν ταῖς καλουμέναις Λατίναις ἑορταῖς δυσὶν οὔσαις, τὴν μὲν πρώτην ἀνιερώσαντος βασιλέως Ταρκυνίου, καθ᾽ ὃν χρόνον ἐνίκησε Τυρρηνούς· τὴν δ᾽ ἑτέραν τοῦ δήμου προσθέντος, ὅτε τοὺς βασιλεῖς ἐκβαλὼν ἐλευθέραν ἐποίησε τὴν πόλιν· αἷς ἡ τρίτη τότε προσενεμήθη τῆς καθόδου τῶν ἀποστάντων ἕνεκα. [4] τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς.

ΚΕΦΑΛΑΙΟΝ QΣΤ΄

[1] οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ τῆς ἑορτῆς τῶν ὑπατικῶν εἷς Μενήνιος Ἀγρίππας ἐτελεύτησε τὸν βίον, ὁ νικήσας Σαβίνους καὶ τὸν ἐξ αὐτῶν θρίαμβον ἐπιφανέστατον καταγαγών, ᾧ πεισθεῖσα ἡ βουλὴ τὴν κάθοδον ἐπέτρεψε τοῖς φυγάσι, καὶ ὁ δῆμος πιστεύσας ἀπέστη τῶν ὅπλων· καὶ αὐτὸν ἔθαψεν ἡ πόλις δημοσίᾳ καὶ καλλίστῃ πάντων ἀνθρώπων καὶ λαμπροτάτῃ ταφῇ. οὐσία γὰρ οὐκ ἦν τῷ ἀνδρὶ εἰς μεγαλοπρέπειαν ἐκκομιδῆς καὶ ταφῆς ἀποχρῶσα· ὥστε [p. 407] καὶ τοῖς ἐπιτρόποις αὐτοῦ τῶν παίδων βουλευομένοις ἔδοξεν ὡς ἕνα τῶν πολλῶν εὐτελῶς ἐκκομίσαι τε καὶ [2] θάψαι. οὐ μέντοι γε ὁ δῆμος εἴασεν, ἀλλὰ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ πολλὰ διελθόντες ἐγκώμια τῶν τε κατὰ πόλεμον ἔργων τοῦ ἀνδρὸς καὶ τῶν πολιτικῶν, τήν τε σωφροσύνην αὐτοῦ καὶ τὴν λιτότητα τοῦ βίου, μάλιστα δὲ τὴν εἰς χρηματισμὸν ἐγκράτειαν ἐπὶ μήκιστον ἄραντες τοῖς ἐπαίνοις, αἴσχιστον ἔφησαν εἶναι τῶν πραγμάτων ἄνδρα τηλικοῦτον ἀσήμου καὶ ταπεινῆς κηδείας τυχεῖν διὰ πενίαν· παρῄνεσάν τε τῷ δήμῳ τὴν δαπάνην ἀναδέξασθαι, καὶ συνεισενεγκεῖν κατ᾽ ἄνδρα, ὅσον ἂν αὐτοὶ [3] τάξωσι. τοῖς δ᾽ ἀκούσασιν ἄσμενον ἐγένετο, καὶ αὐτίκα φέροντος ἑκάστου τὸ ταχθὲν πολύ τι χρῆμα συνήχθη διαφόρου. μαθοῦσα δὲ τοῦθ᾽ ἡ βουλὴ δι᾽ αἰσχύνης τὸ πρᾶγμα ἔλαβε καὶ ἔκρινε μὴ κατ᾽ ἄνδρα ἐρανισμῷ τὸν ἐπιφανέστατον Ῥωμαίων περιιδεῖν θαπτόμενον, ἀλλ᾽ ἐκ τῶν δημοσίων ἐδικαίωσε τὸ ἀνάλωμα γενέσθαι τοῖς ταμίαις ἐπιτρέψασα τὴν ἐπιμέλειαν. οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς. [4] ἀντιφιλοτιμούμενος δ᾽ ὁ δῆμος πρὸς τὴν βουλὴν οὐδ᾽ αὐτὸς ἠξίωσε τὸ συνεισενεχθὲν διάφορον ἀποδιδόντων τῶν ταμιῶν ἀπολαβεῖν, ἀλλ᾽ ἐχαρίσατο τοῖς παισὶ τοῦ ἀνδρὸς οἰκτείρων τὴν ἀπορίαν, ἵνα μηδὲν ἀνάξιον ἐπιτηδεύσωσι [p. 408] τῆς τοῦ πατρὸς ἀρετῆς. ἐγένετο δὲ καὶ τίμησις ἐν τῷ χρόνῳ τούτῳ διὰ τῶν ὑπάτων· ἐξ ἧς εὑρέθησαν ὑπὲρ ἕνδεκα πάντων μυριάδες αἱ τιμησάμεναι. καὶ τὰ μὲν ἐπὶ τῆς τούτων ὑπατείας πραχθέντα Ῥωμαίοις ταῦτ᾽ ἦν