Ρωμαϊκή Αρχαιολογία/ιε
←Λόγος ιδ΄ | Λόγος ιε΄ Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία |
Λόγος ις΄→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ Α΄
[1] τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν, [2] ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι. ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπ᾽ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθ᾽ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθ᾽ ὅπως τὸν κόρακα φυλάττοιτο. [3] ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτ᾽ [p. 260] ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν· ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν. [4] ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον. Ambr.
- ΚΕΦΑΛΑΙΟΝ Β΄
[1] ἐπόρθουν τὰς ἐπὶ τῶν ἀγρῶν κτήσεις πολλῆς εὐδαιμονίας γεμούσας. ἀνθρώπους πεπονημένους ὑπὸ πολέμου σώματα καὶ πλὴν ὅσον ἀνέπνεον τὰ λοιπὰ νεκροῖς ὁμοίους. ἔτι θερμῆς τὸ δὴ λεγόμενον οὔσης τῆς τοῦ ἀναιρεθέντος σποδοῦ. [2] τὸν οἴκτιστον ἀπολεῖται τρόπον ὑπ᾽ ἀνδρὸς ἐχθροῦ πολιτικῷ σιτίζοντος αἵματι τὸν φθόνον. μοῖραν οὐκ ἐλαχίστην τῶν ὠφελειῶν τοῖς στρατιώταις χαριζόμενος, ὥστ᾽ ἐπικλύσαι πλούτῳ τὴν ἑκάστου πενίαν. διέφθειραν αὐτῶν ἀκμαζούσας ἤδη σπορολογεῖσθαι τὰς ἀρούρας καὶ τὰ κράτιστα τῆς καρποφόρου ἐλωβήσαντο. Ambr. [p. 261]
- ΚΕΦΑΛΑΙΟΝ Γ΄
[1] ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον ὑπατεύοντος καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν. ἀφ᾽ ἧς δ᾽ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν δι᾽ ὀλίγων πειράσομαι διελθεῖν. [2] ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου· δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν. [3] γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν· ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων. [4] τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο [p. 262] λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις. πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν. [5] κατ᾽ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρ᾽ ὀλίγοις. [6] οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθ᾽ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδ᾽ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς ἐν Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων· [7] τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν; οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν [p. 263] γῆν κατέσχον, ἀλλ᾽ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον· ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθ᾽ ἑτέρων. [8] τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά; Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφ᾽ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν. [9] Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατ᾽ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι· εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι πολεμίους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν. χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκρομωένων Λατίνων στησόμεθα. ἠναγκασμένοις δ᾽ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ ψυχῆς τρέχουσι δρόμον [p. 264] οὔτ᾽ ἄπορον οὐδὲν οὔτ᾽ ἀντίπαλον. [10] τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ δι᾽ ὅρκων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν. ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς τοὐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότα τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις καὶ ὄντα ἐν ὁδῷ. ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ δείξειν τὸ πρᾶγμα μηδ᾽ εἰδέναι δοκεῖν, ἀλλὰ δἰ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ συμβησόμενα ταῖς πόλεσιν. [11] ἀποστείλας δή τινας ἅμα τοῖς μηνυταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσεσκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἐστὶ τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δ᾽ οἴκοθεν ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται, καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν. [12] ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάντων τοὺς μετασχόντας [p. 265] τῆς συνωμοσίας. ἔπειτα φιλανθρώπως ἑκάστοις διαλεγόμενος οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσεν — οὗτοι δ᾽ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας — ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπ᾽ ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται. [13] τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις, ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δ᾽ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες· συνιόντες τε κατ᾽ ὀλίγους ἐσκόπουν, [14] τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρ᾽ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται. [15] ἔπειθ᾽ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δ᾽ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν [p. 266] αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά· ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει ... Esc.
- ΚΕΦΑΛΑΙΟΝ Δ΄
[1] οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δ᾽ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας — [2] καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος. [3] καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δ᾽ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δ᾽ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τ᾽ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον [p. 267] [4] τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν. [5] ἐνθυμούμενοι δ᾽ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφ᾽ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον. [6] ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· ζήτει ἐν τῷ περὶ στρατηγημάτων καὶ δημηγοριῶν. περὶ τοῦ υἱοῦ Μαλλίου τοῦ μονομαχήσαντος. Esc.
- ΚΕΦΑΛΑΙΟΝ Ε΄
[1] ἀλλὰ καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον. ἡ δὲ βουλὴ τῶν Ῥωμαίων Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας [p. 268] αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δἰ ὅπλων, ἀλλὰ διὰ λόγων, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτ᾽ αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησι, μήτε τοῖς πράττουσι συνεργοῦντας· μάλιστα δ᾽ εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δ᾽ αὐτοῖς γενέσθαι φίλην. [2] ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν· καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν. [3] ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδ᾽ ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τ᾽ οἰκείᾳ πιστεύοντας [p. 269] δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τ᾽ ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν. Ursin.
- ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄
[1] συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν. [2] ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν. [3] καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· [4] ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τ᾽ ἀνασώσειν, [p. 270] ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις, ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν. [5] τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου· τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τ᾽ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη. Ursin.
- ΚΕΦΑΛΑΙΟΝ Ζ΄
[1] ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν, οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν· [2] ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι [p. 271] συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε· τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. [3] ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρ᾽ οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς δι᾽ ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ᾽ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου· ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ᾽ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δ᾽ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν δι᾽ ὑμῶν αὐτῶν ἔχετε. [4] νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ᾽ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. [5] οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι [p. 272] τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν· [6] εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν ἃ ἔπραττόν τινες, ἀλλ᾽ ἀπὸ τῆς ἑαυτῶν γνώμης, παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην. τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτο ἄγοντες ἐληλύθαμεν. Ursin.
- ΚΕΦΑΛΑΙΟΝ Η΄
[1] τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθ᾽ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· [2] τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ [p. 273] τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ᾽ ἡμῶν ἀφίκοντο. [3] περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστ᾽ αὐτοὶ δοκοῦμεν ὑφ᾽ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ᾽ ἀφ᾽ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε. [4] οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ δι᾽ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. [5] ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ᾽ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, [p. 274] ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Ursin.
- ΚΕΦΑΛΑΙΟΝ Θ΄
[1] μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρηκότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια .... βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. [2] μέλλων δ᾽ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τ᾽ ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ % πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν, εἰ δ᾽ αὐτή τι πλημμελοῦσα περὶ τὰ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. Ursin. [p. 275]
- ΚΕΦΑΛΑΙΟΝ Ι΄
[1] ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσι, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δ᾽ ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ᾽ αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη. [2] οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων, Ῥωμαῖοι δ᾽ ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους· καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων. Ursin.