Ρωμαϊκή Αρχαιολογία/η/11
←Κεφάλαια 01–10 | Κεφάλαια 11–20 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος η΄ |
Κεφάλαια 21–30→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄
[1] ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων. συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον. ἔπειθ᾽ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματ᾽ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι, [2] ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ. μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς ὁ Μάρκιος ἔφησεν· [p. 139] α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν· ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα. ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν. ὑποδέχομαι δ᾽ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας. [3] ἔτι γὰρ ἀπαράσκευοί εἰσι Ῥωμαῖοι δύναμιν οὔπω συνεστηκυῖαν ὁρῶντες ὑμετέραν, ὥστ᾽ ἀδεῶς ἡμῖν ὑπάρξει πᾶσαν ὅσην ἂν βουλώμεθα τῆς ἐκείνων χώρας καταδραμεῖν.
- ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄
[1] ἀποδεξαμένων δὲ καὶ ταύτην τὴν γνώμην τῶν Οὐολούσκων ἐξῄεσαν οἱ στρατηγοὶ διὰ ταχέων, πρὶν ἔκπυστα γενέσθαι Ῥωμαίοις τὰ βουλεύματα, πολλὴν ἐπαγόμενοι στρατιὰν ἑκούσιον· ἧς μέρος μὲν ὁ Τύλλος ἔχων εἰς τὴν Λατίνων χώραν ἐνέβαλεν, ἵνα περισπάσειε τῶν πολεμίων τὴν ἐκεῖθεν ἐπικουρίαν, τὸ δὲ λοιπὸν ὁ Μάρκιος ἄγων ἐπὶ τὴν Ῥωμαίων ἤλασεν. [2] οἷα δ᾽ ἀπροσδοκήτου τοῦ κακοῦ τοῖς κατὰ τὴν χώραν διατρίβουσιν ἐπιπεσόντος πολλὰ μὲν ἑάλω σώματα Ῥωμαίων ἐλεύθερα, πολλὰ δ᾽ ἀνδράποδα, βοῶν τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων χρῆμα οὐκ ὀλίγον· σῖτός θ᾽ ὅσος ἐγκατελήφθη καὶ σίδηρος καὶ ὅσοις ἄλλοις χώρα γεωργεῖται, τὰ μὲν ἡρπάσθη, τὰ δὲ διεφθάρη. τελευτῶντες γὰρ καὶ πῦρ εἰς τὰς αὐλὰς φέροντες ἐνέβαλλον Οὐολοῦσκοι, ὥστε πολλοῦ χρόνου μηδ᾽ [p. 140] [3] ἀναλαβεῖν αὐτὰς δύνασθαι τοὺς ἀποβαλόντας. μάλιστα δὲ τοῦτ᾽ ἔπασχον αἱ τῶν δημοτῶν κτήσεις, αἱ δὲ τῶν πατρικίων ἔμειναν ἀσινεῖς· εἰ δέ τινες ἐβλάβησαν, εἰς ἀνδράποδα καὶ βοσκήματα ἔδοξαν βλαβῆναι. τοῦτο γὰρ ὑπὸ τοῦ Μαρκίου παρηγγέλλετο τοῖς Οὐολούσκοις, ἵνα δἰ ὑποψίας ἔτι μᾶλλον οἱ πατρίκιοι γένοιντο τοῖς δημοτικοῖς καὶ μὴ ἐξαιρεθείη τὸ στασιάζον ἐκ τῆς πόλεως, [4] ὅπερ καὶ συνέβη. ὡς γὰρ ἠγγέλθη τοῖς Ῥωμαίοις ἡ καταδρομὴ τῆς χώρας, καὶ ἔγνωσαν οὐκ ἐξ ἴσου γεγονυῖαν ἅπασι τὴν συμφοράν, κατεβόων μὲν τῶν πλουσίων οἱ πένητες ὡς ἐπαγόντων σφίσι τὸν Μάρκιον, ἀπελογοῦντο δ᾽ οἱ πατρίκιοι καὶ κακουργίαν τινὰ τοῦ στρατηγοῦ ταύτην ἀπέφαινον. βοηθεῖν δὲ τοῖς ἀπολλυμένοις ἢ σώζειν τὰ περιόντα δι᾽ ὑποψίαν τ᾽ ἀλλήλων καὶ δέος προδοσίας οὐθεὶς ἠξίου· ὥστε κατὰ πολλὴν ἄδειαν ὁ Μάρκιος ἀπῆγε τὴν στρατιὰν καὶ κατέστησεν ἅπαντας ἐπὶ τὰ οἰκεῖα παθόντας μὲν οὐδὲν δεινόν, δράσαντας δ᾽ ὅσα ἠξίουν, καὶ πολλῶν εὐπορήσαντας χρημάτων. [5] ἧκε δὲ καὶ ὁ Τύλλος ὀλίγον ὕστερον ἐκ τῆς Λατίνων χώρας πολλὰς ἐπαγόμενος ὠφελείας· οὐδὲ γὰρ ἐκεῖ δύναμιν ἔσχον ὁμόσε χωρεῖν τοῖς πολεμίοις μαχησόμενοι ἀπαράσκευοί τ᾽ ὄντες καὶ παρ᾽ ἐλπίδα τοῦ δεινοῦ σφίσιν ἐπιπεσόντος. ἐκ δὲ τούτου πᾶσα πόλις ἐπῆρτο ταῖς ἐλπίσι, καὶ θᾶττον ἢ ὡς ἄν τις ὑπέλαβεν ἥ τε καταγραφὴ τῶν στρατιωτῶν ἐγίνετο, καὶ τἆλλα ὑπηρετεῖτο, ὅσων τοῖς στρατηγοῖς ἔδει. [p. 141]
- ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄
[1] ἐπειδὴ δὲ συνῆκτο ἤδη πᾶσα ἡ δύναμις, ἐβουλεύετο μετὰ τοῦ συνάρχοντος ὁ Μάρκιος, ὅπως χρηστέον τοῖς λοιποῖς πράγμασιν. ἔφη δ᾽ οὖν λέγων· ἐμοὶ δοκεῖ, ὦ Τύλλε, κράτιστον εἶναι νείμασθαι τὰς δυνάμεις ἡμᾶς διχῇ· ἔπειτα τὸν μὲν ἕτερον ἡμῶν ἄγοντα τοὺς ἀκμαιοτάτους καὶ προθυμοτάτους ὁμόσε χωρεῖν τοῖς πολεμίοις μαχησόμενον, καὶ εἰ μὲν ὑπομενοῦσιν εἰς χεῖρας ἡμῖν ἰέναι μιᾷ κρῖναι τὸν ἀγῶνα μάχῃ, εἰ δ᾽ ἀποκνήσουσιν, ὡς ἐγὼ πείθομαι, στρατιᾷ νεοσυλλέκτῳ καὶ ἡγεμόσιν ἀπείροις πολέμου τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἐπιτρέπειν, τήν τε χώραν αὐτῶν ἐπιόντα πορθεῖν καὶ τοὺς συμμάχους περισπᾶν καὶ τὰς ἀποικίας ἀναιρεῖν καὶ πᾶν ἄλλο κακὸν ὅ τι δύναιτο ποιεῖν. [2] τὸν δ᾽ ἕτερον ἐνθάδε ὑπομένοντα φυλακὴν ποιεῖσθαι τῆς τε χώρας καὶ τῶν πόλεων, μὴ λάθωσιν ἀφυλάκτοις ἐπιπεσόντες αὐτοῖς οἱ πολέμιοι, καὶ πρᾶγμα αἴσχιστον πάθωμεν, ἐν ᾧ τῶν ἀπόντων ἐφιέμεθα τὰ παρόντα ἀφαιρεθέντες. ἀλλὰ χρὴ τὸν ἐνθάδε ὑπομένοντα ἤδη τείχη τ᾽ ἀνορθοῦν, ὅσα πέπτωκε, καὶ τάφρους ἀνακαθαίρειν καὶ φρούρια ὀχυροῦν, ἵνα τοῖς γεωργοῦσι τὴν χώραν ὑπάρχωσι καταφυγαί, στρατιάν τ᾽ ἄλλην προσκαταγράφειν καὶ τροφὰς τοῖς ἔξω οὖσιν ἐπιχορηγεῖν καὶ ὅπλα χαλκεύειν καὶ εἴ τι ἄλλο ἀναγκαῖον ἔσται πρᾶγμα ὀξέως ὑπηρετεῖν. [3] δίδωμι δέ σοι τὴν αἵρεσιν, εἴτε τῆς ὑπερορίου στρατιᾶς εἴτε τῆς ἐνθάδε ὑπομενούσης ἐθέλεις στρατηγεῖν. ταῦτα λέγοντος αὐτοῦ σφόδρα [p. 142] ἠγάσθη τὴν γνώμην ὁ Τύλλος, καὶ τὸ δραστήριον τοῦ ἀνδρὸς εἰδὼς καὶ ἐπιτυχὲς ἐπέτρεψεν ἐκείνῳ τῆς ἔξω στρατιᾶς ἄρχειν.
- ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄
[1] καὶ ὁ Μάρκιος οὐθὲν ἔτι διαμελλήσας ἧκεν ἄγων τὴν δύναμιν ἐπὶ Κιρκαίαν πόλιν, ἐν ᾗ κληροῦχοι Ῥωμαίων ἦσαν ἅμα τοῖς ἐπιχωρίοις πολιτευόμενοι, καὶ παραλαμβάνει τὴν πόλιν ἐξ ἐφόδου. ὡς γὰρ ἔγνωσαν οἱ Κιρκαῖοι κρατουμένην σφῶν τὴν χώραν καὶ προσάγουσαν τῷ τείχει τὴν στρατιάν, ἀνοίξαντες τὰς πύλας ἐξῄεσαν ὁμόσε τοῖς πολεμίοις ἄνοπλοι παραλαβεῖν τὴν πόλιν ἀξιοῦντες· ὅπερ αὐτοῖς αἴτιον τοῦ μηδὲν παθεῖν ἀνήκεστον ἐγένετο. [2] οὔτε γὰρ αὐτῶν ἀπέκτεινεν ὁ στρατηγὸς οὐδένα, οὔτ᾽ ἐξήλασεν ἐκ τῆς πόλεως· ἐσθῆτα δὲ τοῖς στρατιώταις καὶ τροφὰς εἰς μῆνα ἱκανὰς καὶ ἀργύριόν τι μέτριον λαβὼν ἀπῆγε τὴν δύναμιν ὀλίγην μοῖραν ἐν τῇ πόλει καταλιπὼν τῆς τ᾽ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι ὑπὸ Ῥωμαίων πάθωσι κακόν, [3] καὶ τοῦ μηδὲν ὕστερον νεωτερίσαι. εἰς δὲ τὴν Ῥώμην ὡς ἠγγέλθη τὰ γενόμενα πολὺ πλείων ταραχὴ καὶ θόρυβος ἦν τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων δι᾽ αἰτίας, ὅτι πολεμιστὴν ἄνδρα καὶ δραστήριον καὶ φρονήματος εὐγενοῦς μεστὸν ψευδεῖ περιβαλόντες αἰτίᾳ τῆς πόλεως ἀπήλασαν καὶ παρεσκεύασαν ἡγεμόνα Οὐολούσκοις γενέσθαι· [4] τῶν δὲ προεστηκότων τοῦ δήμου κατηγορίας τοῦ συνεδρίου ποιουμένων καὶ τὸ πρᾶγμα ὅλον ἐξ ἐπιβουλῆς ὑπ᾽ ἐκείνων κατεσκευάσθαι λεγόντων [p. 143] τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων· καὶ ἦν τὸ κακοηθέστατον τοῦ δήμου μέρος ἅμα τούτοις. στρατιὰς δὲ καταγράφειν ἢ καλεῖν τοὺς συμμάχους ἢ παρασκευάσασθαι τὰ κατεπείγοντα διὰ τὰ πρὸς ἀλλήλους ἔχθη καὶ τὰς ἐν ταῖς ἐκκλησίαις κατηγορίας οὐδ᾽ εἰς νοῦν ἐλάμβανον.
- ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄
[1] τοῦτο καταμαθόντες οἱ πρεσβύτατοι τῶν Ῥωμαίων συστραφέντες ἔπειθον ἰδίᾳ τε καὶ ἐν κοινῷ τοὺς στασιωδεστάτους τῶν δημοτικῶν παύσασθαι τῶν εἰς τοὺς πατρικίους ὑποψιῶν τε καὶ κατηγοριῶν· διδάσκοντες ὡς εἰ δι᾽ ἑνὸς ἀνδρὸς ἐπιφανοῦς φυγὴν τοσοῦτος κίνδυνος κατέσχε τὴν πόλιν, τί χρὴ προσδοκᾶν, ἐὰν ἀναγκασθῶσιν οἱ πολλοὶ τῶν πατρικίων προπηλακισθέντες ὑπὸ τοῦ δήμου ταὐτὸ φρονῆσαι· καὶ κατέσχον οὗτοι τὴν ἀκοσμίαν τοῦ πλήθους. [2] παυσαμένου δὲ τοῦ πολλοῦ θορύβου συνελθοῦσα ἡ βουλὴ τοῖς μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων παροῦσι ἐπὶ συμμαχίας αἴτησιν ἀπεκρίνατο, μὴ ῥᾴδιον εἶναι σφίσι βοήθειαν ἀποστέλλειν κατὰ τὸ παρόν· αὐτοῖς δ᾽ ἐκείνοις ἐπιτρέπειν τὴν ἑαυτῶν στρατιὰν καταγράφειν καὶ ἡγεμόνας τῆς δυνάμεως ἰδίους ἐκπέμπειν τε, ὅταν αὐτοὶ ἐκπέμψωσι δύναμιν. ἐν γὰρ ταῖς συνθήκαις, αἷς ἐποιήσαντο πρὸς αὐτοὺς περὶ φιλίας, ἀπόρρητον ἦν τούτων ἑκάτερον. [3] τοῖς δ᾽ ὑπάτοις ἐφῆκαν στρατόν τε [p. 144] συναγαγεῖν ἐκ καταλόγου καὶ τὴν πόλιν διὰ φυλακῆς ἔχειν καὶ τοὺς συμμάχους παρακαλεῖν, εἰς ὕπαιθρον δὲ μήπω τὰς δυνάμεις ἐξάγειν, ἕως ἂν ἅπαντα εὐτρεπῆ γένηται. καὶ ὁ δῆμος ταῦτ᾽ ἐπεκύρωσεν. ἦν δὲ βραχὺς ὁ λειπόμενος τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, ὥστ᾽ οὐδὲν ἔφθασαν τῶν ἐψηφισμένων ἐπὶ τέλος ἀγαγεῖν, ἀλλὰ παρέδοσαν ἡμιτελῆ πάντα τοῖς μεθ᾽ ἑαυτοὺς ὑπάτοις.
- ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ΄
[1] οἱ δὲ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Σπόριος Ναύτιος καὶ Σέξτος Φούριος, στρατιάν θ᾽ ὅσην ἐδύναντο πλείστην ἐκ τοῦ πολιτικοῦ κατεστήσαντο καταλόγου, καὶ φρυκτωρίας καὶ σκοποὺς ἐν τοῖς ἐπικαιροτάτοις φρουρίοις ἔταξαν, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἐπὶ τῆς χώρας πραττομένων· χρήματά τε καὶ σῖτον καὶ ὅπλα ἐν ὀλίγῳ χρόνῳ πολλὰ ἡτοιμάσαντο. [2] τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει· τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τ᾽ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστ᾽ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν. ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε. [3] πρῶτοι δ᾽ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθ᾽ ὅρκων συνθέμενοι, στρατιάν τ᾽ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην. ἀρξαμένων δὲ τούτων [p. 145] πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδ᾽ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες. [4] ἐγεγόνει τ᾽ ἐν οὐ πολλῷ χρόνῳ τοσαύτη δύναμις περὶ τοὺς Οὐολούσκους, ὅσην οὐ πώποτ᾽ ἔσχον, ὅτε μάλιστ᾽ ἤκμαζον ταῖς πόλεσιν· ἣν ἐπαγόμενος ὁ Μάρκιος ἐνέβαλεν αὖθις εἰς τὴν Ῥωμαίων γῆν, καὶ ἐγκαθεζόμενος ἡμέρας συχνὰς ἐδῄου τῆς γῆς, ὅσην ἐν τῇ πρότερον εἰσβολῇ παρέλιπε. [5] σωμάτων μὲν οὖν ἐλευθέρων οὐκέτι πολλῶν ἐγκρατὴς ἐγένετο κατὰ ταύτην τὴν στρατείαν· οἱ γὰρ ἄνθρωποι τὰ πλείστου ἄξια συσκευασάμενοι παλαίτερον ἔτι κατεπεφεύγεσαν, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δ᾽ εἰς τὰ πλησίον φρούρια, εἴ τινα ἦν ἐχυρώτατα· τὰ δὲ βοσκήματα αὐτῶν, ὅσα οὐχ οἷοί τ᾽ ἦσαν ἀπελάσαι, καὶ τοὺς νέμοντας θεράποντας λαμβάνει τόν τε σῖτον τὸν ἐπὶ ταῖς ἅλωσιν ἔτι κείμενον καὶ τοὺς ἄλλους καρπούς, τοὺς μὲν ἐν χερσὶν ὄντας, [6] τοὺς δὲ καὶ συγκεκομισμένους ἀναιρεῖται. προνομεύσας δὲ καὶ διαπορθήσας ἅπαντα οὐθενὸς ὁμόσε χωρῆσαι τολμήσαντος ἀπῆγεν ἐπ᾽ οἴκου τὴν στρατιὰν βαρεῖαν οὖσαν ἤδη τῷ πλήθει τῶν ὠφελειῶν καὶ σχολῇ πορευομένην.
- ΚΕΦΑΛΑΙΟΝ ΙΖ΄
[1] οἱ δὲ Οὐολοῦσκοι τὸ μέγεθος τῆς κομιζομένης [p. 146] λείας ὁρῶντες καὶ περὶ τῆς Ῥωμαίων ἀτολμίας ἀκούοντες, οἳ δὴ τέως τὴν ἀλλοτρίαν λεηλατοῦντες ἀδεῶς τότε τὴν αὑτῶν γῆν ἠνείχοντο δῃουμένην ὁρῶντες, αὐχήματός τε μεγάλου ἐνεπίμπλαντο καὶ ἐν ἐλπίδι ἦσαν ἡγεμονίας, ὡς δὴ ῥᾴδιον καὶ ἐν ἑτοίμῳ σφίσιν ὂν καταλῦσαι τὴν τῶν ἀντιπάλων ἰσχύν, θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαις τόν τε Μάρκιον ἀγάμενοι καὶ ὑμνοῦντες διετέλουν, ὡς εἴη τά τε πολέμια δεινότατος ἀνθρώπων καὶ στρατηγός, οἷος οὔτε Ῥωμαῖος οὔτε ἄλλος στρατηγὸς Ἑλλήνων ἢ βαρβάρων οὐδείς. [2] μάλιστα δὲ τῆς τύχης αὐτὸν ἐμακάριζον ἅπαντα, ὅσοις ἐπιχειρήσειε, κατὰ γνώμην αὐτῷ προχωροῦντα ὁρῶντες δίχα πόνου· ὥστ᾽ οὐδεὶς ἦν τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, ὃς ἀπολείπεσθαι τοῦ ἀνδρὸς ἠξίου, ἀλλὰ πάντες ὥρμηντο μετέχειν τῶν πράξεων καὶ συνῄεσαν ὡς αὐτὸν ἐξ ἁπάσης πόλεως. [3] ὁ δὲ στρατηγός, ἐπειδὴ τὴν προθυμίαν τῶν Οὐολούσκων ἐπέρρωσε καὶ τὸ τῶν πολεμίων ἀνδρεῖον εἰς ταπεινὴν καὶ ἄνανδρον κατέκλεισεν ἀμηχανίαν, ἐπὶ τὰς συμμαχίδας αὐτῶν πόλεις, ὅσαι τὸ πιστὸν διεφύλαττον, ἦγε τὴν δύναμιν· καὶ αὐτίκα ἑτοιμασάμενος, ὅσα εἰς πολιορκίαν χρήσιμα ἦν, ἐπὶ Τολερίνους ἐλαύνει τοῦ Λατίνων ὄντας ἔθνους. [4] οἱ δὲ Τολερῖνοι πρὸ πολλοῦ παρασκευασάμενοι τὰ εἰς τὸν πόλεμον καὶ τὰ ἐκ τῆς χώρας εἰς τὴν πόλιν συγκεκομικότες ἐδέχοντο αὐτὸν ἐπιόντα καὶ χρόνον μέν [p. 147] τιν᾽ ἀντεῖχον ἀπὸ τῶν τειχῶν μαχόμενοι καὶ πολλοὺς τῶν πολεμίων κατέτρωσαν· ἔπειθ᾽ ὑπὸ τῶν σφενδονητῶν ἀναστελλόμενοι καὶ μέχρι δείλης ὀψίας ταλαιπωροῦντες πολλὰ μέρη τοῦ τείχους ἐξέλιπον. τοῦτο [5] καταμαθὼν ὁ Μάρκιος τοῖς μὲν ἄλλοις στρατιώταις παρήγγειλε κλίμακας προσφέρειν κατὰ τὰ γυμνούμενα μέρη τοῦ περιβόλου, αὐτὸς δὲ τοὺς κρατίστους τῆς στρατιᾶς ἀναλαβὼν ἐπὶ τὰς πύλας ἵεται βαλλόμενος ἀπὸ τῶν πύργων, καὶ διαρρήξας τοὺς μοχλοὺς παρέρχεται πρῶτος εἰς τὴν πόλιν. ἦν δ᾽ ὑφεστηκὸς ταῖς πύλαις πολὺ καὶ καρτερὸν στῖφος τῶν πολεμίων, οἳ δέχονταί τ᾽ αὐτὸν ἐρρωμένως καὶ μέχρι πολλοῦ διεκαρτέρουν ἀγωνιζόμενοι· πολλῶν δ᾽ ἀναιρεθέντων τρέπονται οἱ λοιποὶ καὶ σκεδασθέντες ἔφευγον ἀνὰ τοὺς στενωπούς. [6] ὁ δ᾽ ἠκολούθει κτείνων τοὺς καταλαμβανομένους, ὅσοι μὴ τὰ ὅπλα ῥίψαντες εἰς ἱκεσίας ἐτράποντο· ἐν δὲ τούτῳ καὶ οἱ διὰ τῶν κλιμάκων ἀναβαίνοντες ἐκράτουν τοῦ τείχους. τοῦτον δὴ τὸν τρόπον ἁλούσης τῆς πόλεως ἐξελόμενος ὁ Μάρκιος ἐκ τῶν λαφύρων ὅσα θεοῖς τ᾽ ἀναθήματα καὶ κόσμος ταῖς Οὐολούσκων πόλεσιν ἔμελλε γενέσθαι, τὰ λοιπὰ τοῖς στρατιώταις ἐφῆκε διαρπάσαι. [7] ἦν δὲ πολλὰ μὲν αὐτόθι σώματα, πολλὰ δὲ χρήματα, πολὺς δὲ σῖτος, ὥστε μὴ ῥᾴδιον εἶναι μιᾷ πάντα ἐκκομίσαι τοὺς κρατήσαντας ἡμέρᾳ, ἀλλ᾽ ἐκ διαδοχῆς ἄγοντες καὶ φέροντες τὰ μὲν [p. 148] αὐτοί, τὰ δ᾽ ἐπὶ τῶν ὑποζυγίων πολὺν ἠναγκάσθησαν διατρῖψαι χρόνον.
- ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄
[1] ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν. ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια. ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν. [2] ὠς δ᾽ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας. [3] χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλ᾽ ἐγκλίναντες ἔφευγον κατὰ [p. 149] τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο· καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ. ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει· καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων. [4] ὁ δ᾽ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος. ὡς δ᾽ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας. γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν.
- ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄
[1] ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς. ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος. καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα. οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλ᾽ ἀντεῖχον [p. 150] ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦ [2] τείχους τοὺς πολεμίους ἀπήραξαν. οὐ μὴν εἰς τέλος γ᾽ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι. πολλαὶ γὰρ προσβολαὶ καὶ καθ᾽ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι δι᾽ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου. παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας. [3] ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν· ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους· συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος. καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα. [4] ὄντι δ᾽ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος. οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν [p. 151] πόλιν. παραδόντων δὲ κἀκείνην τῶν ἔνδον ἀμαχητὶ καὶ μετὰ πολλῆς προθυμίας ἀγοράς τε παρασχόντων τῇ δυνάμει καὶ χρήματα καὶ ὅσα ἄλλα ἐπετέτακτο αὐτοῖς ἀπῆγε τὴν στρατιὰν ὡς διὰ φιλίας γῆς. πάνυ γὰρ δὴ [5] καὶ τοῦτ᾽ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τ᾽ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται δι᾽ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν.
- ΚΕΦΑΛΑΙΟΝ Κ΄
[1] ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην. οὐ προσδεξαμένων δ᾽ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τ᾽ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπ᾽ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο· καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά. [2] οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους· φόνος τε [p. 152] πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἡ ἐλπίς. ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν ὁ στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος. ἦν δ᾽ οὐχ ὁ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα. πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ [3] τεῖχος. κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δ᾽ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο· ἦν δ᾽ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων· πλουτίσας τὴν στρατιάν.