Κεφάλαια 61–70
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄

[1] παυσαμένου δὲ τοῦ Μηνυκίου παρελθὼν ὁ δήμαρχος Σικίννιος οὔτ᾽ αὐτὸς ἔφη προδώσειν τὴν ἐλευθερίαν τῶν δημοτῶν οὔτε τοῖς προδιδοῦσιν ἐπιτρέψειν ἑκών, ἀλλ᾽ εἰ τῷ ὄντι παρέχουσιν οἱ πατρίκιοι τὸν ἄνδρα ἐπὶ δίκην τοῖς δημοτικοῖς, ἀναδώσειν περὶ αὐτοῦ ψῆφον, ἄλλο δὲ ποιήσειν παρὰ ταῦτ᾽ οὐδέν. [2] μετὰ ταῦτα παρελθὼν ὁ Μηνύκιος εἶπεν· ἐπειδὴ πάντως, ὦ δήμαρχοι, ψῆφον ἐπενεχθῆναι περὶ τοῦ ἀνδρὸς προθυμεῖσθε, μηθὲν ἔξω τοῦ ἐγκλήματος κατηγορεῖτε· ἀλλ᾽ ἐπειδὴ τυραννίδι αὐτὸν ἐπιχειρεῖν εἰσηγγείλατε, τοῦτο διδάσκετε καὶ περὶ τούτου τὰς πίστεις φέρετε. λόγων δ᾽, ὧν αὐτὸν αἰτιᾶσθε κατὰ τοῦ δήμου πρὸς τὴν βουλὴν εἰπεῖν, μήτε μέμνησθε μήτε κατηγορεῖτε. ἀφεῖσθαι γὰρ αὐτὸν ἐψηφίσατο ταύτης τῆς αἰτίας τὸ συνέδριον, καὶ ἐπὶ ῥητοῖς ἥκειν εἰς τὸν δῆμον ἐδικαίωσε. [3] καὶ μετὰ τοῦτ᾽ ἀνέγνω τὸ προβούλευμα. ὁ μὲν δὴ ταῦτ᾽ εἰπών τε καὶ ἐπιμαρτυράμενος κατέβη. τῶν δὲ δημάρχων πρῶτος μὲν διέθετο τὴν κατηγορίαν Σικίννιος [p. 97] ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς, πάνθ᾽ ὅσα πράττων ἢ λέγων ὁ ἀνὴρ κατὰ τοῦ δήμου διετέλεσεν εἰς κατασκευὴν τυραννίδος ἀναφέρων· ἔπειτα μετ᾽ ἐκεῖνον οἱ δυνατώτατοι τῶν δημάρχων εἰπεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄

[1] ὡς δὲ παρέλαβεν ὁ Μάρκιος τὸν λόγον, ἀρξάμενος ἄνωθεν ἀπὸ τῆς πρώτης ἡλικίας διῆλθεν, ὅσας ἐστρατευμένος ἦν ὑπὲρ τῆς πόλεως στρατείας, καὶ ὅσους εἰληφὼς ἐπινικίους παρὰ τῶν στρατηγῶν στεφάνους πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους ὑπ᾽ αὐτοῦ καὶ πολιτῶν τοὺς διασωθέντας ἐν τοῖς ἀγῶσι· καὶ παρ᾽ ἕκαστον τῶν λεγομένων τά τ᾽ ἀριστεῖα ἐπεδείκνυτο καὶ τοὺς στρατηγοὺς μάρτυρας παρείχετο καὶ τῶν πολιτῶν τοὺς διασωθέντας ἐξ ὀνόματος ἐκάλει. [2] οἱ δὲ παρῄεσαν ὀλοφυρόμενοι καὶ δεόμενοι τῶν πολιτῶν, μὴ τὸν αἴτιον σφίσι τῆς σωτηρίας ὡς πολέμιον ἀπολέσαι, μίαν τ᾽ ἀντὶ πολλῶν ψυχὴν αἰτούμενοι καὶ παραδιδόντες ἑαυτοὺς ἀντ᾽ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται. ἦσαν δ᾽ οἱ πλείους αὐτῶν ἐκ τοῦ δημοτικοῦ γένους καὶ πολλὰ τῷ κοινῷ χρήσιμοι· ὧν τάς τ᾽ ὄψεις καὶ τὰς δεήσεις δι᾽ αἰσχύνης ὁ δῆμος λαμβάνων εἰς οἴκτους καὶ δάκρυα ἐτράπετο. [3] ὡς δὲ καὶ τὴν ἐσθῆτα ὁ Μάρκιος περιρρηξάμενος ἐπεδείξατο τὰ στέρνα τραυμάτων μεστὰ καὶ πᾶν τὸ ἄλλο μέρος τοῦ σώματος ἀνάπλεων τῶν πληγῶν, καὶ ἐπύθετο, εἰ τῶν αὐτῶν ἀνθρώπων ἔργα εἶναι νομίζουσι σώζειν μὲν ἐκ τῶν πολέμων τοὺς πολίτας, ἀπολλύναι δὲ τοὺς σωθέντας ἐν εἰρήνῃ· καὶ εἰ τυραννίδα κατασκευαζόμενός τις τὸ δημοτικὸν ἐλαύνει μέρος ἐκ πόλεως, ὑφ᾽ οὗ μάλιστ᾽ [p. 98] αὔξεταί τε καὶ τρέφεται τυραννίς· ἔτι δ᾽ αὐτοῦ λέγοντος ὅσον μὲν ἦν τοῦ δημοτικοῦ μέρους ἐπιεικὲς καὶ φιλόχρηστον ἀπολύειν ἐβόα τὸν ἄνδρα, καὶ δι᾽ αἰσχύνης ἐλάμβανεν, εἰ καὶ δίκην ὑπεῖχε τὴν ἀρχὴν περὶ τοιαύτης αἰτίας ἀνὴρ τοσαυτάκις ὑπεριδὼν τῆς ἑαυτοῦ ψυχῆς ἕνεκα τῆς ἁπάντων φυλακῆς. [4] ὅσοι δ᾽ ἦσαν φύσει βάσκανοι καὶ μισόχρηστοι καὶ πρὸς πᾶσαν εὐκίνητοι στάσιν, ἤχθοντο μὲν ἀπολύειν τὸν ἄνδρα μέλλοντες, οὐκ εἶχον δ᾽, ὅ τι ἂν ἄλλο ποιῶσι διὰ τὸ μηδεμίαν εὑρίσκειν ἀφορμὴν τυραννίδος ἐπιθέσεως φαινομένην, ὑπὲρ ἧς τὰς ψήφους ἀνειλήφεσαν.

ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄

[1] τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν· ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδ᾽ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἷον ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἷον ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε. [2] ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν δι᾽ ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλ᾽ οὐδ᾽ αὐτὸς ὁ τῆς [p. 99] δυνάμεως ἡγεμών· ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα· καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλ᾽ οὐδ᾽ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν· ἀλλ᾽ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι. [3] ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δ᾽ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτ᾽ ἀπέδειξεν οὔτ᾽ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν· τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον· πῶς γὰρ οὔ; ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων· [4] καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω. δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους· ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθ᾽ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ [p. 100] τὰ εὔορκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε· παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.

ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄

[1] τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν. οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτ᾽ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς [2] λαβόμενον. ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλ᾽ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν. στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς· καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλ᾽ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα· ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθ᾽ [3] ἑαυτὴν ἀξιόμαχος. τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρ᾽ αὐτῶν ἐν τάχει. λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους [p. 101] καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς. ὡς δ᾽ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας. [4] ἐμβαλὼν δ᾽ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵν᾽ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν· οἱ δ᾽ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι. [5] διάνοια μὲν τοῦ ἀνδρὸς ἥδε ἐγένετο περὶ τὸ ἔργον· χόλῳ δ᾽ ὑπούλῳ καὶ φθόνῳ δυσμενῶν αὐτὴ καθ᾽ αὑτὴν ἡ πρᾶξις ἐξεταζομένη δημαγωγία τις ἐφαίνετο εἶναι καὶ δεκασμὸς τυραννικός. ὥστε βοῆς καὶ θορύβου πᾶσα ἦν ἀνάπλεως ἡ ἀγορά, καὶ οὔθ᾽ ὁ Μάρκιος πρὸς ταῦτ᾽ εἶχεν, ὅ τι ἀπολογήσαιτο, οὔθ᾽ ὁ ὕπατος οὔτ᾽ ἄλλος οὐδείς, οἷα δὴ παραδόξου καὶ ἀπροσδοκήτου φανείσης ἐπὶ σφίσι τῆς αἰτίας. [6] ἐπειδὴ δ᾽ οὐδεὶς οὐκέτι ἀπελογεῖτο, ἀνέδωκαν οἱ δήμαρχοι τὴν ψῆφον ταῖς φυλαῖς τίμημα ἐπιγράψαντες τῇ δίκῃ φυγὴν ἀίδιον, κατὰ δέος, οἶμαι, τοῦ μὴ ἂν ἁλῶναι τὸν ἄνδρα θανάτου αὐτῷ τιμησάντων. ὡς δ᾽ ἐπεψήφισαν ἅπαντες, [p. 102] διαριθμουμένων τῶν ψήφων οὐ μέγα τὸ διάλλαγμα ἐφάνη. μιᾶς γὰρ καὶ εἴκοσι τότε φυλῶν οὐσῶν, οἷς ἡ ψῆφος ἀνεδόθη, τὰς ἀπολυούσας φυλὰς ἔσχεν ὁ Μάρκιος ἐννέα· ὥστ᾽ εἰ δύο προσῆλθον αὐτῷ φυλαί, διὰ τὴν ἰσοψηφίαν ἀπελέλυτ᾽ ἄν, ὥσπερ ὁ νόμος ἠξίου.

ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄

[1] αὕτη πρώτη κατ᾽ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ. καὶ ἀπ᾽ ἐκείνου τοῦ χρόνου τοῖς ὕστερον λαμβάνουσι τὴν τοῦ δήμου προστασίαν ἔθος κατέστη καλεῖν οὓς δόξειε τῶν πολιτῶν δίκην ὑφέξοντας ἐπὶ τοῦ δήμου· καὶ ἐνθένδε ἀρξάμενος ὁ δῆμος ἤρθη μέγας, ἡ δ᾽ ἀριστοκρατία πολλὰ τοῦ ἀρχαίου ἀξιώματος ἀπέβαλε βουλῆς τε μετέχειν ἐπιτρέπουσα τοῖς δημοτικοῖς καὶ ἀρχὰς μετιέναι συγχωροῦσα ἱερῶν τε προστασίας λαμβάνειν οὐ κωλύουσα καὶ ὅσα ἄλλα τιμιώτατα ἦν καὶ ἴδια τῶν πατρικίων μόνων ἅπασι κοινωσαμένη, τὰ μὲν ὑπ᾽ ἀνάγκης τε καὶ ἄκουσα, τὰ δ᾽ ἐκ προνοίας τε καὶ σοφίας, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. [2] τοῦτο μέντοι τὸ ἔθος, λέγω δὲ τὸ καλεῖσθαι τοὺς ἐν τῇ πόλει δυναστεύοντας ἐπὶ δίκην, ἧς ὁ δῆμος ἐγίνετο κύριος, πολλὰς ἂν παράσχοι λόγων ἀφορμὰς τοῖς ἐπαινεῖν αὐτὸ βουλομένοις ἢ ψέγειν. πολλοὶ μὲν γὰρ ἤδη καλοὶ καὶ ἀγαθοὶ ἄνδρες οὐκ ἄξια τῆς ἀρετῆς ἔπαθον, αἰσχρῶς καὶ κακῶς τὰς ψυχὰς ὑπὸ τῶν δημάρχων ἀφαιρεθέντες· πολλοὶ δ᾽ αὐθάδεις καὶ τυραννικοὶ τοὺς τρόπους λόγον [p. 103] ἀναγκασθέντες ὑποσχεῖν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων δίκας τὰς προσηκούσας ἔδοσαν. [3] ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις, καὶ καθαιρεθείη τὰ τῶν μεγάλων αὐχήματα σὺν δίκῃ, μέγα τι καὶ θαυμαστὸν ἐφαίνετο εἶναι χρῆμα καὶ ὑπὸ πάντων ἐπῃνεῖτο, ὁπότε δ᾽ ἀρετὴ φθονηθεῖσα ἀνδρὸς τὰ κοινὰ εὖ διοικοῦντος ἀδίκως ἀναιρεθείη, δεινόν τι τοῖς ἄλλοις κατεφαίνετο, καὶ οἱ τοῦ ἔθους ἄρξαντες κατηγοροῦντο. πολλάκις τε βουλευσάμενοι οἱ Ῥωμαῖοι, πότερα χρὴ καταλῦσαι αὐτὸ ἢ φυλάττειν, οἷον παρὰ τῶν προγόνων παρέλαβον, οὐθὲν ἐπέθηκαν τῇ βουλῇ πέρας. [4] εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθ᾽ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους. ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δ᾽ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτ᾽ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη. [5] ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται. ὥστ᾽ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου [p. 104] γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται.

ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄

[1] ἡ μὲν δὴ πρώτη Ῥωμαίοις ἐμπεσοῦσα μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων στάσις ἔσχε τοιαύτας αἰτίας καὶ εἰς τοῦτο κατέσκηψε τὸ τέλος· ἐμήκυνα δὲ τὸν ὑπὲρ αὐτῶν λόγον τοῦ μή τινα θαυμάσαι, πῶς ὑπέμειναν οἱ πατρίκιοι τηλικαύτης ἐξουσίας ποιῆσαι τὸν δῆμον κύριον, οὔτε σφαγῆς τῶν ἀρίστων ἀνδρῶν γενομένης οὔτε φυγῆς, οἷον ἐν ἄλλαις πολλαῖς ἐγένετο πόλεσι. ποθεῖ γὰρ ἕκαστος ἐπὶ τοῖς παραδόξοις ἀκούσμασι τὴν αἰτίαν μαθεῖν καὶ τὸ πιστὸν ἐν ταύτῃ τίθεται μόνῃ. [2] ἐλογιζόμην οὖν, ὅτι μοι πολλοῦ καὶ τοῦ παντὸς δεήσει πιστὸς εἶναι ὁ λόγος, εἰ τοσοῦτον ἔφην μόνον, ὅτι παρῆκαν οἱ πατρίκιοι τοῖς δημοτικοῖς τὴν ἑαυτῶν δυναστείαν, καὶ ἐξὸν αὐτοῖς ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι τὸν δῆμον ἐποίησαν τῶν μεγίστων κύριον, δι᾽ ἃς δὲ συνεχωρήθη ταῦτ᾽ αἰτίας παρέλιπον· διὰ τοῦτ᾽ ἐπεξῆλθον ἁπάσας. [3] καὶ ἐπειδὴ οὐχ ὅπλοις ἀλλήλους βιασάμενοι καὶ προσαναγκάσαντες, ἀλλὰ λόγοις πείσαντες μεθήρμοσαν, παντὸς μάλιστ᾽ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺς λόγους αὐτῶν διεξελθεῖν, οἷς τότ᾽ οἱ δυναστεύσαντες ἐν ἑκατέροις ἐχρήσαντο. θαυμάσαιμι δ᾽ ἄν, εἴ τινες τὰς ἐν τοῖς πολέμοις πράξεις ἀκριβῶς οἴονται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺς ἀναλίσκουσι λόγους, τόπων τε φύσεις καὶ ὁπλισμῶν ἰδιότητας καὶ τάξεων τρόπους καὶ στρατηγῶν παρακλήσεις καὶ τἆλλα διεξιόντες ὅσα τῆς νίκης αἴτια [p. 105] τοῖς ἑτέροις ἐγένετο· πολιτικὰς δὲ κινήσεις καὶ στάσεις ἀναγράφοντες οὐκ οἴονται δεῖν ἀπαγγέλλειν τοὺς λόγους, δἰ ὧν αἱ παράδοξοι καὶ θαυμασταὶ πράξεις ἐπετελέσθησαν. [4] εἰ γάρ τι καὶ ἄλλο τῆς Ῥωμαίων πόλεως μέγα ἐγκώμιόν ἐστι καὶ ζηλοῦσθαι ὑπὸ πάντων ἀνθρώπων ἄξιον κἀκεῖνο ἐγένετο κατ᾽ ἐμὴν δόξαν τὸ ἔργον, μᾶλλον δ᾽ ὑπὲρ ἅπαντα πολλὰ καὶ θαυμαστὰ ὄντα λαμπρότατον, τὸ μήτε τοὺς δημοτικοὺς καταφρονήσαντας τῶν πατρικίων ἐπιχειρῆσαι αὐτοῖς, καὶ πολὺν ἐργασαμένους τῶν κρατίστων φόνον ἅπαντα τἀκείνων παραλαβεῖν, μήτε τοὺς ἐν τοῖς ἀξιώμασιν ἢ διὰ σφῶν αὐτῶν ἢ ξενικαῖς ἐπικουρίαις χρησαμένους διαφθεῖραι τὸ δημοτικὸν ἅπαν καὶ τὸ λοιπὸν οἰκεῖν ἀδεῶς τὴν πόλιν· [5] ἀλλ᾽ ὥσπερ ἀδελφοὺς ἀδελφοῖς ἢ παῖδας γονεῦσιν ἐν οἰκίᾳ σώφρονι περὶ τῶν ἴσων καὶ δικαίων διαλεγομένους πειθοῖ καὶ λόγῳ διαλύεσθαι τὰ νείκη, ἀνήκεστον δ᾽ ἢ ἀνόσιον ἔργον μηθὲν ὑπομεῖναι δρᾶσαι κατ᾽ ἀλλήλων· οἷα Κερκυραῖοί τε κατὰ τὴν στάσιν εἰργάσαντο καὶ Ἀργεῖοι καὶ Μιλήσιοι καὶ Σικελία πᾶσα καὶ συχναὶ ἄλλαι πόλεις. ἐγὼ μὲν οὖν διὰ ταῦτα προειλόμην ἀκριβεστέραν μᾶλλον ἢ βραχυτέραν ποιήσασθαι τὴν διήγησιν· κρινέτω δ᾽ ἕκαστος ὡς βούλεται.

ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄

[1] τότε δ᾽ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ δι᾽ αἰτίας [p. 106] ἔχοντες τὸν Οὐαλέριον, ὑφ᾽ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην· ἦν τ᾽ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον. [2] αὐτὸς δ᾽ ὁ Μάρκιος οὔτ᾽ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτ᾽ ἀποιμώξας οὔτ᾽ ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδ᾽ ὁτιοῦν· ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τ᾽ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀναβοώσας. [3] οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δ᾽ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος· ὁ γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, ὁ δὲ νεώτερος ἔτι ὑπαγκάλιος· ἄλλο δ᾽ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο.

ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄

[1] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις καθῆκε μὲν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὕπατοι δ᾽ ἀπεδείχθησαν ὑπὸ τοῦ δήμου Κόιντος Σουλπίκιος Καμερῖνος καὶ Σέργιος [p. 107] Λάρκιος Φλαύιος τὸ δεύτερον. ταραχαὶ δέ τινες ἐνέπιπτον ἐκ δειμάτων δαιμονίων τῇ πόλει συχναί· ὄψεις τε γὰρ οὐκ εἰωθυῖαι ἐφαίνοντο πολλοῖς, καὶ φωναὶ ἠκούοντο οὐδενὸς ὄντος τοῦ φθεγγομένου, γοναί τ᾽ ἀνθρώπων καὶ βοσκημάτων πολὺ ἐκ τοῦ κατὰ φύσιν ἐκβεβηκυῖαι εἰς τὸ ἄπιστόν τε καὶ τερατῶδες ἐφέροντο, χρησμοί τ᾽ ᾔδοντο ἐν πολλοῖς χωρίοις, καὶ θειασμοῖς κάτοχοι γυναῖκες οἰκτρὰς ἐμαντεύοντο καὶ δεινὰς τῇ [2] πόλει τύχας. ἥψατο δέ τις καὶ νόσος τοῦ πλήθους λοιμικὴ καὶ πολλὴν ἐποίησε βοσκημάτων φθοράν· ἀνθρώπων μέντοι θάνατος οὐ πολὺς ἐγένετο, ἀλλ᾽ ἄχρι νόσων τὸ δεινὸν ἐχώρησεν· τοῖς μὲν δὴ ταῦτ᾽ ἐδόκει κατὰ θεοῦ γενέσθαι γνώμην νεμεσῶντος, ὅτι τὸν ἄριστον τῶν πολιτῶν ἐξήλασαν τῆς πατρίδος, τοῖς δ᾽ οὐθὲν τῶν γινομένων θεοῦ ἔργον, ἀλλὰ τυχηρὰ καὶ [3] ταῦτα καὶ τἆλλα πάντα ἀνθρώπεια εἶναι πάθη. ἔπειθ᾽ ἧκέ τις ἐπὶ τὸ συνέδριον τῆς βουλῆς ἄρρωστος ἐπὶ κλινιδίου κομιζόμενος, Τῖτος Λατίνιος ὄνομα, πρεσβύτερός τ᾽ ἀνὴρ καὶ οὐσίας ἱκανῆς κύριος, αὐτουργὸς δὲ καὶ τὸν πλείω χρόνον τοῦ βίου ζῶν ἐν ἀγρῷ. οὗτος εἰς τὴν βουλὴν ἐνεχθεὶς ἔφη δόξαι καθ᾽ ὕπνον ἐπιστάντα τὸν Καπιτώλιον Δία λέγειν αὐτῷ· ἴθι, Λατίνιε, καὶ λέγε τοῖς πολίταις, ὅτι μοι τῆς νεωστὶ πομπῆς τὸν ἡγούμενον ὀρχηστὴν οὐ καλὸν ἔδωκαν, ἵν᾽ ἀναθῶνται τὰς ἑορτὰς καὶ ἐξ ἀρχῆς ἑτέρας ἐπιτελέσωσιν· οὐ γὰρ [p. 108] [4] δέδεγμαι ταύτας. αὐτὸς δ᾽ ἐκ τῶν ὕπνων ἔφησεν ἀνστὰς παρ᾽ οὐδὲν ἡγήσασθαι τὸ ὄναρ, ἀλλ᾽ ἕν τι τῶν πολλῶν καὶ ἀπατηλῶν ὑπολαβεῖν. ἔπειτ᾽ αὐτῷ πάλιν κατὰ τοὺς ὕπνους ἐπιφανὲν ταὐτὸ εἴδωλον τοῦ θεοῦ χαλεπαίνειν τε καὶ ἀγανακτεῖν, ὅτι οὐκ ἀπήγγειλε πρὸς τὴν βουλὴν τὰ κελευσθέντα, καὶ ἀπειλεῖν, εἰ μὴ τοῦτο δράσει διὰ ταχέων, ὅτι σὺν μεγάλῳ μαθήσεται κακῷ μὴ ὀλιγωρεῖν τῶν δαιμονίων. ἰδὼν δὲ καὶ τὸ δεύτερον ὄναρ, τὴν αὐτὴν ἔφη ποιήσασθαι περὶ αὐτοῦ δόξαν, καὶ ἅμα δι᾽ αἰσχύνης ἔχειν τὸ πρᾶγμα λαβεῖν, ἀνὴρ αὐτουργὸς καὶ γέρων ὀνείρατα πρὸς τὴν βουλὴν ἐκφέρειν ὀττείας καὶ δειμάτων μεστά, μὴ καὶ γέλωτα ὄφλῃ. [5] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις τὸν υἱὸν αὐτοῦ νέον ὄντα καὶ καλὸν οὔτε ὑπὸ νόσων οὔτε ὑπ᾽ ἄλλης τινὸς αἰτίας φανερᾶς ἀναρπασθέντα αἰφνιδίως ἀποθανεῖν· καὶ αὖθις τὴν τοῦ θεοῦ ὄψιν φανεῖσαν ἐν τοῖς ὕπνοις δηλοῦν, ὅτι τῆς ὑπεροψίας καὶ τῆς καταφρονήσεως τῶν αὐτοῦ λόγων τὴν μὲν ἤδη δέδωκε δίκην τὸν υἱὸν ἀφαιρεθείς, [6] τὰς δ᾽ ὀλίγον ὕστερον δώσει. ταῦτα δ᾽ ἀκούσας ἔφη καθ᾽ ἡδονὴν δέξασθαι τὸν λόγον, εἰ μέλλοι θάνατος αὐτῷ ἐλεύσεσθαι παρημεληκότι τοῦ βίου· τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλ᾽ εἰς ἅπαντα τὰ μέλη τοῦ σώματος ἀφορήτους καὶ δεινὰς ἐμβαλεῖν ἀλγηδόνας, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεως τῆς ἐσχάτης δύνασθαι κινεῖν. τότε δὴ τοῖς φίλοις [p. 109] κοινωσάμενος τὰ συμβεβηκότα καὶ κελευσθεὶς ὑπ᾽ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν. διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰς ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσας ἀπῄει τοῖς ἑαυτοῦ ποσὶ διὰ τῆς πόλεως οἴκαδε ὑγιής.

ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄

[1] ἡ δὲ βουλὴ δέους ἀνάπλεως ἐγένετο, καὶ ἀχανὴς ἦν ἕκαστος οὐκ ἔχων συμβαλεῖν, ὅ τι τὸ δηλούμενον ἦν ὑπὸ τοῦ θεοῦ, καὶ τίς ποτε ὁ τῆς πομπῆς ὀρχηστὴς προηγούμενος οὐ καλὸς αὐτῷ ἐφάνη. ἔπειτα λέγει τις ἐξ αὐτῶν ἀναμνησθεὶς τὸ γενόμενον, καὶ πάντες ἐμαρτύρησαν. ἦν δὲ τοιόνδε· ἀνὴρ Ῥωμαῖος οὐκ ἀφανὴς θεράποντα ἴδιον ἐπὶ τιμωρίᾳ θανάτου παραδοὺς τοῖς ὁμοδούλοις ἄγειν, ἵνα δὴ περιφανὴς ἡ τιμωρία τοῦ ἀνθρώπου γένηται, δι᾽ ἀγορᾶς αὐτὸν ἐκέλευσε μαστιγούμενον ἕλκειν καὶ εἴ τις ἄλλος ἦν τῆς πόλεως τόπος ἐπιφανὴς ἡγούμενον τῆς πομπῆς, ἣν ἔστελλε τῷ θεῷ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἡ πόλις. [2] οἱ δ᾽ ἄγοντες τὸν θεράποντα ἐπὶ τὴν τιμωρίαν τὰς χεῖρας ἀποτείναντες ἀμφοτέρας καὶ ξύλῳ προσδήσαντες παρὰ τὰ στέρνα τε καὶ τοὺς ὤμους καὶ μέχρι τῶν καρπῶν διήκοντι παρηκολούθουν ξαίνοντες μάστιξι γυμνὸν ὄντα. ὁ δ᾽ ἐν τοιᾷδε ἀνάγκῃ κρατούμενος ἐβόα τε φωνὰς δυσφήμους, ἃς ἡ ἀλγηδὼν ἐβούλετο, καὶ κινήσεις διὰ τὴν αἰκίαν ἀσχήμονας ἐκινεῖτο. τοῦτον δὴ πάντες ἐνόμισαν [p. 110] εἶναι τὸν ὑπὸ τοῦ θεοῦ μηνυόμενον ὀρχηστὴν οὐ καλόν.

ΚΕΦΑΛΑΙΟΝ Ο΄

[1] ἐπεὶ δὲ κατὰ τοῦτο γέγονα τῆς ἱστορίας τὸ μέρος, οὐκ οἴομαι δεῖν τὰ περὶ τὴν ἑορτὴν ἐπιτελούμενα ὑπ᾽ αὐτῶν παρελθεῖν, οὐχ ἵνα μοι χαριεστέρα γένηται προσθήκας λαβοῦσα θεατρικὰς καὶ λόγους ἀνθηροτέρους ἡ διήγησις, ἀλλ᾽ ἵνα τῶν ἀναγκαίων τι πιστώσηται πραγμάτων, ὅτι τὰ συνοικίσαντα ἔθνη τὴν Ῥωμαίων πόλιν Ἑλληνικὰ ἦν ἐκ τῶν ἐπιφανεστάτων ἀποικισθέντα τόπων, ἀλλ᾽ οὐχ ὥσπερ ἔνιοι νομίζουσι βάρβαρα καὶ ἀνέστια· [2] ὑπεσχόμην γὰρ ἐπὶ τῷ τέλει τῆς πρώτης γραφῆς, ἣν περὶ τοῦ γένους αὐτῶν συνταξάμενος ἐξέδωκα, μυρίοις βεβαιώσειν τεκμηρίοις τὴν πρόθεσιν, ἔθη καὶ νόμιμα καὶ ἐπιτηδεύματα παλαιὰ παρεχόμενος αὐτῶν, ἃ μέχρι τοῦ κατ᾽ ἐμὲ φυλάττουσι χρόνου, οἷα παρὰ τῶν προγόνων ἐδέξαντο· οὐχ ἡγούμενος ἀποχρῆν τοῖς ἀναγράφουσι τὰς ἀρχαίας καὶ τοπικὰς ἱστορίας, ὡς παρὰ τῶν ἐπιχωρίων αὐτὰς παρέλαβον, ἀξιοπίστως διελθεῖν, ἀλλὰ καὶ μαρτυριῶν οἰόμενος αὐταῖς δεῖν πολλῶν καὶ δυσαντιλέκτων, εἰ μέλλουσι πισταὶ [3] φανήσεσθαι. ἐν αἷς πρῶτα καὶ κυριώτατα πάντων εἶναι πείθομαι τὰ γινόμενα καθ᾽ ἑκάστην πόλιν περὶ θεῶν καὶ δαιμόνων πατρίους σεβασμούς. ταῦτα γὰρ ἐπὶ μήκιστον χρόνον διὰ φυλακῆς ἔχει Ἑλλάς τε καὶ βάρβαρος χώρα, καὶ οὐθὲν ἀξιοῖ καινοτομεῖν εἰς αὐτὰ ὑπὸ [4] δείματος κρατουμένη μηνιμάτων δαιμονίων. μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ βάρβαροι διὰ πολλὰς αἰτίας, [p. 111] ἃς οὐ καιρὸς ἐν τῷ παρόντι λέγειν, καὶ χρόνος οὐθεὶς μέχρι τοῦ παρόντος ἀπομαθεῖν ἢ παρανομῆσαί τι περὶ τοὺς ὀργιασμοὺς τῶν θεῶν ἔπεισεν οὔτ᾽ Αἰγυπτίους οὔτε Λίβυας οὔτε Κελτοὺς οὔτε Σκύθας οὔτ᾽ Ἰνδοὺς οὔτ᾽ ἄλλο βάρβαρον ἔθνος οὐδὲν ἁπλῶς· εἰ μή τινες ὑφ᾽ ἑτέρων ἐξουσίᾳ ποτὲ γενόμενοι τὰ τῶν κρατησάντων ἠναγκάσθησαν ἐπιτηδεύματα μεταλαβεῖν. τῇ δὲ Ῥωμαίων πόλει τοιαύτης οὐδέποτε πειραθῆναι συνέβη τύχης, ἀλλ᾽ αὐτὴ τὰ δίκαια τάττει διὰ παντὸς ἑτέροις. [5] εἰ δὴ βάρβαρον αὐτῶν τὸ γένος ἦν, τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ καὶ τοὺς ἐπιχωρίους ἐθισμοὺς ἀπομαθεῖν, δι᾽ οὓς εἰς τοσαύτην προῆλθον εὐδαιμονίαν, ὥστε καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν ἦρχον, ἐν καλῷ κατέστησαν τοὺς θεοὺς τοῖς σφετέροις τιμᾶν νομίμοις· καὶ οὐθὲν ἂν ἐκώλυσεν ἅπαν ἐκβεβαρβαρῶσθαι τὸ Ἑλληνικὸν ὑπὸ Ῥωμαίων ἑβδόμην ἤδη κρατούμενον ὑπ᾽ αὐτῶν γενεάν, εἴπερ ἦσαν βάρβαροι.