Κεφάλαια 71–80
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος δ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΟΑ΄

[1] ταῦτ᾽ εἰπὼν ἐκάλει καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὸν αὐτὸν ὅρκον· οἱ δ᾽ οὐδὲν ἔτι ἐνδοιάσαντες ἀνίσταντο καὶ τὸ ξίφος δεχόμενοι παρ᾽ ἀλλήλων ὤμνυον. γενομένων δὲ τῶν ὁρκωμοσιῶν μετὰ τοῦτ᾽ εὐθὺς ἐζήτουν, τίς ὁ τῆς ἐπιχειρήσεως ἔσται τρόπος. καὶ ὁ Βροῦτος αὐτοῖς ὑποτίθεται τοιάδε· πρῶτον μὲν διὰ φυλακῆς τὰς πύλας ἔχωμεν, ἵνα μηδὲν τῶν ἐν τῇ πόλει λεγομένων τε καὶ πραττομένων κατὰ τῆς τυραννίδος αἴσθηται Ταρκύνιος, πρὶν ἢ τὰ παρ᾽ ἡμῶν εὐτρεπῆ [2] γενέσθαι. ἔπειτα κομίσαντες τὸ σῶμα τῆς γυναικὸς ὡς ἔστιν αἵματι πεφυρμένον εἰς τὴν ἀγορὰν καὶ προθέντες ἐν φανερῷ συγκαλῶμεν τὸν δῆμον εἰς ἐκκλησίαν. ὅταν δὲ συνέλθῃ καὶ πλήθουσαν ἴδωμεν τὴν ἀγοράν, προελθὼν Λουκρήτιός τε καὶ Κολλατῖνος ἀποδυράσθωσαν τὰς ἑαυτῶν τύχας ἅπαντα τὰ γενόμενα φράσαντες. [3] ἔπειτα τῶν ἄλλων ἕκαστος παριὼν κατηγορείτω τῆς τυραννίδος καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν [p. 117] παρακαλείτω. ἔσται δὲ πᾶσι Ῥωμαίοις κατ᾽ εὐχήν, ἐὰν ἴδωσιν ἡμᾶς τοὺς πατρικίους ἄρχοντας τῆς ἐλευθερίας· πολλὰ γὰρ καὶ δεινὰ πεπόνθασιν ὑπὸ τοῦ τυράννου καὶ μικρᾶς ἀφορμῆς δέονται. ὅταν δὲ λάβωμεν τὸ πλῆθος ὡρμημένον καταλῦσαι τὴν μοναρχίαν ψῆφόν τ᾽ αὐτοῖς ἀναδῶμεν ὑπὲρ τοῦ μηκέτι Ῥωμαίων Ταρκύνιον ἄρξειν καὶ τὸ περὶ τούτων δόγμα πρὸς τοὺς ἐπὶ στρατοπέδου διαπεμψώμεθα ἐν τάχει. [4] καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι. [5] ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε· περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις. ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν· ἡμῶν δ᾽ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει. ὁ δ᾽ ὑπολαβών· ἐγώ, φησίν, ὦ Οὐαλέριε. [6] τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν. ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτ᾽ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτ᾽, εἰ γνοίην, χρησομένῳ· καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι. [p. 118]

ΚΕΦΑΛΑΙΟΝ ΟΒ΄

[1] ὡς δὲ τοῦτ᾽ ἤκουσαν ἅπαντες, ἐπῄνεσάν τε καὶ ὡς ἀπὸ καλῆς ὑποθέσεως ἀρξάμενον καὶ νομίμου τὰ λοιπὰ λέγειν αὐτὸν ἠξίουν. κἀκεῖνος εἶπεν, Ἐπειδὴ ταῦτα οὕτω πράττειν ὑμῖν δοκεῖ, σκοπώμεθα πάλιν, τίς ἡ τὴν πόλιν ἐπιτροπεύσουσα ἀρχὴ γενήσεται μετὰ τὴν κατάλυσιν τῶν βασιλέων καὶ ὑπὸ τίνος ἀποδειχθεῖσα ἀνδρός, καὶ ἔτι πρότερον, ὅστις ἔσται πολιτείας κόσμος, ὃν ἀπαλλαττόμενοι τοῦ τυράννου καταστησόμεθα. βεβουλεῦσθαι γὰρ ἅπαντα βέλτιον, πρὶν ἐπιχειρεῖν ἔργῳ τηλικῷδε, καὶ μηδὲν ἀνεξέταστον ἀφεῖσθαι μηδὲ ἀπροβούλευτον. ἀποφαινέσθω δὴ περὶ [2] τούτων ἕκαστος ὑμῶν ἃ φρονεῖ. μετὰ τοῦτ᾽ ἐλέχθησαν πολλοὶ καὶ παρὰ πολλῶν λόγοι. ἐδόκει δὲ τοῖς μὲν βασιλικὴν αὖθις καταστήσασθαι πολιτείαν ἐξαριθμουμένοις, ὅσα τὴν πόλιν ἐποίησαν ἀγαθὰ πάντες οἱ πρότεροι βασιλεῖς· τοῖς δὲ μηκέτι ποιεῖν ἐφ᾽ ἑνὶ δυνάστῃ τὰ κοινὰ τὰς τυραννικὰς διεξιοῦσι παρανομίας, αἷς ἄλλοι τε πολλοὶ κατὰ τῶν ἰδίων πολιτῶν ἐχρήσαντο καὶ Ταρκύνιος τελευτῶν, ἀλλὰ τὸ συνέδριον τῆς βουλῆς ἁπάντων ἀποδεῖξαι κύριον ὡς ἐν πολλαῖς τῶν Ἑλληνίδων πόλεων· [3] οἱ δὲ τούτων μὲν οὐδετέραν προῃροῦντο τῶν πολιτειῶν, δημοκρατίαν δὲ συνεβούλευον ὥσπερ Ἀθήνησι καταστῆσαι, τὰς ὕβρεις καὶ τὰς πλεονεξίας τῶν ὀλίγων προφερόμενοι καὶ τὰς στάσεις τὰς γινομένας τοῖς ταπεινοῖς πρὸς τοὺς ὑπερέχοντας [p. 119] ἐλευθέρᾳ τε πόλει τὴν ἰσονομίαν ἀποφαίνοντες ἀσφαλεστάτην οὖσαν καὶ πρεπωδεστάτην τῶν πολιτειῶν.

ΚΕΦΑΛΑΙΟΝ ΟΓ΄

[1] χαλεπῆς δὲ καὶ δυσκρίτου τῆς αἱρέσεως ἅπασι φαινομένης διὰ τὰς παρακολουθούσας ἑκάστῃ τῶν πολιτειῶν κακίας τελευταῖος παραλαβὼν τὸν λόγον ὁ Βροῦτος εἶπεν· ἐγὼ δ᾽, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ παρόντες ἄνδρες ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, καινὴν μὲν οὐδεμίαν οἴομαι δεῖν ἡμᾶς καθίστασθαι πολιτείαν κατὰ τὸ παρόν· ὅ τε γὰρ καιρός, εἰς ὃν συνήγμεθα ὑπὸ τῶν πραγμάτων, βραχύς, ἐν ᾧ μεθαρμόσασθαι πόλεως κόσμον οὐ ῥᾴδιον, ἥ τε πεῖρα τῆς μεταβολῆς, κἂν τὰ κράτιστα τύχωμεν περὶ αὐτῆς βουλευσάμενοι, σφαλερὰ καὶ οὐκ ἀκίνδυνος, ἐξέσται θ᾽ ἡμῖν ὕστερον, ὅταν ἀπαλλαγῶμεν τῆς τυραννίδος μετὰ πλείονος ἐξουσίας καὶ κατὰ σχολὴν βουλευομένοις τὴν κρείττονα πολιτείαν ἀντὶ τῆς χείρονος ἑλέσθαι, εἰ δή τις ἄρα ἔστι κρείττων, ἧς Ῥωμύλος τε καὶ Πομπίλιος καὶ πάντες οἱ μετ᾽ ἐκείνους βασιλεῖς καταστησάμενοι παρέδοσαν ἡμῖν, ἐξ ἧς μεγάλη καὶ εὐδαίμων καὶ πολλῶν ἄρχουσα ἀνθρώπων ἡ πόλις ἡμῶν διετέλεσεν. [2] ἃ δὲ παρακολουθεῖν εἴωθε ταῖς μοναρχίαις χαλεπά, ἐξ ὧν εἰς τυραννικὴν ὠμότητα περιίστανται καὶ δι᾽ ἃ δυσχεραίνουσιν ἅπαντες αὐτάς, ταῦθ᾽ ὑμῖν ἐπανορθώσασθαί τε καὶ νῦν καὶ ἵνα μηδ᾽ ἐξ ὑστέρου γένηταί [3] ποτε φυλάξασθαι παραινῶ. τίνα δ᾽ ἐστὶ ταῦτα; πρῶτον μὲν ἐπειδὴ τὰ ὀνόματα τῶν πραγμάτων οἱ πολλοὶ [p. 120] σκοποῦσι καὶ ἀπὸ τούτων ἢ προσίενταί τινα τῶν βλαβερῶν ἢ φεύγουσι τῶν ὠφελίμων, ἐν οἷς καὶ τὴν μοναρχίαν εἶναι συμβέβηκε, μεταθέσθαι τοὔνομα τῆς πολιτείας ὑμῖν παραινῶ καὶ τοὺς μέλλοντας ἕξειν τὴν ἁπάντων ἐξουσίαν μήτε βασιλεῖς ἔτι μήτε μονάρχους καλεῖν, ἀλλὰ μετριωτέραν τινὰ καὶ φιλανθρωποτέραν ἐπ᾽ αὐτοῖς θέσθαι προσηγορίαν. [4] ἔπειτα μὴ ποιεῖν μίαν γνώμην ἁπάντων κυρίαν, ἀλλὰ δυσὶν ἐπιτρέπειν ἀνδράσι τὴν βασιλικὴν ἀρχήν, ὡς Λακεδαιμονίους πυνθάνομαι ποιεῖν ἐπὶ πολλὰς ἤδη γενεάς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦ πολιτεύματος ἁπάντων μάλιστα τῶν Ἑλλήνων εὐνομεῖσθαί τε καὶ εὐδαιμονεῖν· ἧττον γὰρ ὑβρισταὶ καὶ βαρεῖς ἔσονται διαιρεθείσης τῆς ἐξουσίας διχῇ καὶ τὴν αὐτὴν ἔχοντος ἰσχὺν ἑκατέρου· αἰδώς τ᾽ ἀλλήλων καὶ κώλυσις τοῦ καθ᾽ ἡδονὴν ζῆν φιλοτιμία τε πρὸς ἀρετῆς δόκησιν ἐκ ταύτης γένοιτ᾽ ἂν ἑκάστῳ τῆς ἰσοτίμου δυναστείας μάλιστα.

ΚΕΦΑΛΑΙΟΝ ΟΔ΄

[1] τῶν τε παρασήμων, ἃ τοῖς βασιλεῦσιν ἀποδέδοται, πολλῶν ὄντων εἴ τινα λυπηρὰς ὄψεις καὶ ἐπιφθόνους τοῖς πολλοῖς παρέχεται, τὰ μὲν μειῶσαι, τὰ δ᾽ ἀφελεῖν ἡμᾶς οἴομαι δεῖν· τὰ σκῆπτρα ταυτὶ λέγω καὶ τοὺς χρυσοῦς στεφάνους καὶ τὰς ἁλουργεῖς καὶ χρυσοσήμους ἀμπεχόνας, πλὴν εἰ μὴ κατὰ καιρούς τινας ἑορταίους καὶ ἐν πομπαῖς θριάμβων, ὅτε αὐτὰ τιμῆς θεῶν ἕνεκα λήψονται· λυπήσει γὰρ οὐδέν᾽, ἐὰν γένηται σπάνια· θρόνον δὲ τοῖς ἀνδράσιν ἐλεφάντινον, [p. 121] ἐν ᾧ καθεζόμενοι δικάσουσι, καὶ λευκὴν ἐσθῆτα περιπόρφυρον καὶ τοὺς προηγουμένους ἐν ταῖς ἐξόδοις δώδεκα πελέκεις καταλιπεῖν. [2] ἔτι πρὸς τούτοις, ὃ πάντων οἴομαι τῶν εἰρημένων χρησιμώτατον ἔσεσθαι καὶ τοῦ μὴ πολλὰ ἐξαμαρτάνειν τοὺς παραληψομένους τὴν ἀρχὴν αἰτιώτατον, μὴ διὰ βίου τοὺς αὐτοὺς ἐᾶν ἄρχειν· χαλεπὴ γὰρ ἅπασιν ἀόριστος ἀρχὴ καὶ μηδεμίαν ἐξέτασιν διδοῦσα τῶν πραττομένων, ἐξ ἧς φύεται τυραννίς· ἀλλ᾽ εἰς ἐνιαύσιον χρόνον, ὡς παρ᾽ Ἀθηναίοις γίνεται, τὸ κράτος τῆς ἀρχῆς συνάγειν. [3] τὸ γὰρ ἐν μέρει τὸν αὐτὸν ἄρχειν τε καὶ ἄρχεσθαι καὶ πρὸ τοῦ διαφθαρῆναι τὴν διάνοιαν ἀφίστασθαι τῆς ἐξουσίας συστέλλει τὰς αὐθάδεις φύσεις καὶ οὐκ ἐᾷ μεθύσκεσθαι ταῖς ἐξουσίαις τὰ ἤθη. ταῦθ᾽ ἡμῖν καταστησαμένοις ὑπάρξει τὰ μὲν ἀγαθὰ καρποῦσθαι τῆς βασιλικῆς πολιτείας, τῶν δὲ παρακολουθούντων αὐτῇ κακῶν ἀπηλλάχθαι. [4] ἵνα δὲ καὶ τοὔνομα τῆς βασιλικῆς ἐξουσίας πάτριον ὑπάρχον ἡμῖν καὶ σὺν οἰωνοῖς αἰσίοις θεῶν ἐπικυρωσάντων παρεληλυθὸς εἰς τὴν πόλιν αὐτῆς ἕνεκα τῆς ὁσίας φυλάττηται, ἱερῶν ἀποδεικνύσθω τις ἀεὶ βασιλεύς, ὁ τὴν τιμὴν ταύτην ἕξων διὰ βίου, πάσης ἀπολελυμένος πολεμικῆς καὶ πολιτικῆς ἀσχολίας, ἓν τοῦτο μόνον ἔχων ἔργον ὥσπερ ὁ βασιλεύς, τὴν ἡγεμονίαν τῶν θυηπολιῶν, ἄλλο δ᾽ οὐδέν. [p. 122]

ΚΕΦΑΛΑΙΟΝ ΟΕ΄

[1] ὃν δὲ τρόπον ἔσται τούτων ἕκαστον, ἀκούσατέ μου· συνάξω μὲν ἐγὼ τὴν ἐκκλησίαν, ὥσπερ ἔφην, ἐπειδὴ συγκεχώρηταί μοι κατὰ νόμον καὶ γνώμην εἰσηγήσομαι· φεύγειν Ταρκύνιον ἅμα τοῖς παισὶ καὶ τῇ γυναικὶ πόλεώς τε καὶ χώρας τῆς Ῥωμαίων εἰργομένους τὸν ἀεὶ χρόνον καὶ γένος τὸ ἐξ αὐτῶν· ὅταν δ᾽ ἐπιψηφίσωσι τὴν γνώμην οἱ πολῖται, δηλώσας αὐτοῖς ἣν διανοούμεθα καταστήσασθαι πολιτείαν μεσοβασιλέα ἑλοῦμαι τὸν ἀποδείξοντα τοὺς παραληψομένους τὰ κοινά, καὶ αὐτὸς ἀποθήσομαι τὴν τῶν Κελερίων ἀρχήν. [2] ὁ δὲ κατασταθεὶς ὑπ᾽ ἐμοῦ μεσοβασιλεὺς συναγαγὼν τὴν λοχῖτιν ἐκκλησίαν ὀνομασάτω τε τοὺς μέλλοντας ἕξειν τὴν ἐνιαύσιον ἡγεμονίαν καὶ ψῆφον ὑπὲρ αὐτῶν τοῖς πολίταις δότω· ἐὰν δὲ τοῖς πλείοσι δόξῃ λόχοις κυρίαν εἶναι τὴν τῶν ἀνδρῶν αἵρεσιν καὶ τὰ μαντεύματα γένηται περὶ αὐτῶν καλά, τοὺς πελέκεις οὗτοι παραλαβόντες καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα πραττέτωσαν, ὅπως ἐλευθέραν οἰκήσομεν τὴν πατρίδα καὶ μηκέτι κάθοδον ἕξουσιν εἰς αὐτὴν Ταρκύνιοι· πειράσονται γάρ, εὖ ἴστε, καὶ πειθοῖ καὶ βίᾳ καὶ δόλῳ καὶ παντὶ ἄλλῳ τρόπῳ παρελθεῖν πάλιν ἐπὶ τὴν δυναστείαν, ἐὰν μὴ φυλαττώμεθα αὐτούς. [3] ταυτὶ μὲν οὖν ἐστι τὰ μέγιστα καὶ κυριώτατα ὧν ὑμῖν ἐν τῷ παρόντι λέγειν ἔχω καὶ παραινεῖν· τὰ δὲ κατὰ μέρος πολλὰ ὄντα καὶ οὐ ῥᾴδια νῦν δι᾽ ἀκριβείας ἐξετασθῆναι· συνήγμεθα γὰρ εἰς καιρὸν ὀξύν· [p. 123] ἐπ᾽ αὐτοῖς οἴομαι δεῖν ποιῆσαι τοῖς παραληψομένοις τὴν ἀρχήν. [4] σκοπεῖσθαι μέντοι φημὶ χρῆναι τοὺς ἄνδρας ἅπαντα μετὰ τοῦ συνεδρίου τῆς βουλῆς, ὥσπερ οἱ βασιλεῖς ἐποίουν, καὶ μηδὲν πράττειν δίχα ὑμῶν καὶ τὰ δόξαντα τῇ βουλῇ φέρειν εἰς τὸν δῆμον, ὡς τοῖς προγόνοις ἡμῶν ποιεῖν ἔθος ἦν, μηδενὸς ἀφαιρουμένους αὐτὸν ὧν ἐν τοῖς πρότερον καιροῖς κύριος ἦν. οὕτω γὰρ αὐτοῖς ἀσφαλέστατα καὶ κάλλιστα ἕξει τὰ τῆς ἀρχῆς.

ΚΕΦΑΛΑΙΟΝ ΟΣΤ΄

[1] ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν· ὑπ᾽ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον. [2] τοὺς δ᾽ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας· τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους ἢ προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν· ὕπατοι δ᾽ ὑφ᾽ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τ᾽ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι. τὸ γὰρ ὑπερέχον καὶ [3] ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί. ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς [p. 124] λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν. ἠκολούθουν δ᾽ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν· ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν. [4] ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατ᾽ ἀγορὰν τότ᾽ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην· διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες· ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.

ΚΕΦΑΛΑΙΟΝ ΟΖ΄

[1] ὑπὲρ ἀναγκαίων καὶ κοινῶν πραγμάτων τοὺς λόγους μέλλων πρὸς ὑμᾶς ποιεῖσθαι, ἄνδρες πολῖται, περὶ ἐμαυτοῦ πρῶτον ὀλίγα βούλομαι προειπεῖν· ἴσως γάρ τισιν ὑμῶν, μᾶλλον δ᾽ ἀκριβῶς οἶδ᾽ ὅτι πολλοῖς τεταράχθαι δόξω τὴν διάνοιαν, ἀνὴρ οὐ φρενήρης περὶ τῶν μεγίστων ἐπιχειρῶν λέγειν, ᾧ κηδεμόνων οὐχ ὑγιαίνοντι δεῖ. [2] ἴστε δὴ τὴν κοινὴν ὑπόληψιν, ἣν περὶ ἐμοῦ πάντες εἴχετε ὡς ἠλιθίου, ψευδῆ γενομένην καὶ οὐχ ὑπ᾽ ἄλλου τινὸς κατασκευασθεῖσαν, ἀλλ᾽ ὑπ᾽ ἐμοῦ. ὁ δ᾽ ἀναγκάσας με μήθ᾽ ὡς ἡ φύσις ἠξίου μήθ᾽ ὡς ἥρμοττέ μοι ζῆν, ἀλλ᾽ ὡς Ταρκυνίῳ τ᾽ ἦν βουλομένῳ κἀμοὶ συνοίσειν ἔδοξεν, ὁ περὶ τῆς ψυχῆς φόβος ἦν. [3] πατέρα γάρ μου Ταρκύνιος ἀποκτείνας ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ἵνα τὴν οὐσίαν αὐτοῦ κατάσχοι [p. 125] πολλὴν σφόδρα οὖσαν, καὶ ἀδελφὸν πρεσβύτερον, ὃς ἔμελλε τιμωρήσειν τῷ θανάτῳ τοῦ πατρός, εἰ μὴ γένοιτο ἐκποδῶν, ἀφανεῖ θανάτῳ διαχρησάμενος, οὐδ᾽ ἐμοῦ δῆλος ἦν φεισόμενος ἐρήμου τῶν ἀναγκαιοτάτων γεγονότος, εἰ μὴ τὴν ἐπίθετον ἐσκηψάμην μωρίαν. [4] τοῦτό με τὸ πλάσμα πιστευθὲν ὑπὸ τοῦ τυράννου μὴ ταὐτὰ παθεῖν ἐκείνοις ἐρρύσατο καὶ μέχρι τοῦ παρόντος διασέσωκε χρόνου· νῦν δ᾽ αὐτὸ πρῶτον, ἥκει γὰρ ὁ καιρός, ὃν εὐχόμην τε καὶ προσεδεχόμην, πέμπτον ἤδη τοῦτο καὶ εἰκοστὸν ἔτος φυλάξας ἀποτίθεμαι. καὶ τὰ μὲν περὶ ἐμοῦ τοσαῦτα.

ΚΕΦΑΛΑΙΟΝ ΟΗ΄

[1] τὰ δὲ κοινά, ὑπὲρ ὧν ὑμᾶς εἰς ἐκκλησίαν συνεκάλεσα, ταῦτ᾽ ἐστί. Ταρκύνιον οὔτε κατὰ τοὺς πατρίους ἡμῶν ἐθισμοὺς καὶ νόμους τὴν δυναστείαν κατασχόντα οὔτ᾽, ἐπειδὴ κατέσχεν ὅπως δή ποτε λαβών, καλῶς αὐτῇ καὶ βασιλικῶς χρώμενον, ἀλλ᾽ ὑπερβεβληκότα πάντας ὕβρει τε καὶ παρανομίᾳ τοὺς ὅπου δή ποτε γενομένους τυράννους, ἀφελέσθαι τὴν ἐξουσίαν βεβουλεύμεθα συνελθόντες οἱ πατρίκιοι, πάλαι μὲν δέον, ἐν καιρῷ δὲ νῦν αὐτὸ ποιοῦντες ἐπιτηδείῳ, ὑμᾶς τ᾽, ὦ δημόται, συνεκαλέσαμεν, ἵνα τὴν προαίρεσιν ἀποδειξάμενοι τὴν ἑαυτῶν συναγωνιστὰς ἀξιώσωμεν ἡμῖν γενέσθαι, πράττοντας ἐλευθερίαν τῇ πατρίδι, ἧς οὔτε πρότερον ἡμῖν ἐξεγένετο μεταλαβεῖν, ἐξ οὗ Ταρκύνιος τὴν ἀρχὴν κατέσχεν, οὔθ᾽ ὕστερον, ἐὰν νῦν μαλακισθῶμεν, ἐξέσται. [2] εἰ μὲν οὖν χρόνον εἶχον, ὅσον [p. 126] ἐβουλόμην, ἢ πρὸς ἀγνοοῦντας ἔμελλον λέγειν, ἁπάσας διεξῆλθον ἂν τὰς τοῦ τυράννου παρανομίας, ἐφ᾽ αἷς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἅπασιν εἴη δίκαιος ἀπολωλέναι· ἐπειδὴ δ᾽ ὅ τε καιρός, ὃν τὰ πράγματά μοι δίδωσι, βραχύς, ἐν ᾧ λέγειν μὲν ὀλίγα δεῖ, πράττειν δὲ πολλά, καὶ πρὸς εἰδότας οἱ λόγοι, τὰ μέγιστα καὶ φανερώτατα τῶν ἔργων αὐτοῦ καὶ οὐδ᾽ ἀπολογίας οὐδεμιᾶς δυνάμενα τυχεῖν, ταῦθ᾽ ὑμᾶς ὑπομνήσω.

ΚΕΦΑΛΑΙΟΝ ΟΘ΄

[1] οὗτός ἐστιν, ἄνδρες πολῖται, ὁ Ταρκύνιος ὁ πρὸ τοῦ παραλαβεῖν τὴν ἀρχὴν Ἄρροντα τὸν γνήσιον ἀδελφόν, ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι, φαρμάκοις διαχρησάμενος, συνεργὸν εἰς τοῦτο τὸ μῦσος λαβὼν τὴν ἐκείνου γυναῖκα, τῆς δ᾽ αὐτῷ συνοικούσης ἀδελφήν, ἣν ἐμοίχευεν ὁ θεοῖς ἐχθρὸς ἔτι καὶ πάλαι· [2] οὗτος ὁ τὴν γαμετὴν γυναῖκα, σώφρονα καὶ τέκνων κοινωνὸν γεγονυῖαν, ἐν ταῖς αὐταῖς ἡμέραις καὶ διὰ τῶν αὐτῶν φαρμάκων ἀποκτείνας οὐδ᾽ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολάς, ὡς οὐχ ὑφ᾽ ἑαυτοῦ γενομένων, ἠξίωσεν ἐλεεινῷ χρησάμενος σχήματι καὶ μικρᾷ προσποιήσει πένθους, ἀλλ᾽ εὐθὺς ἅμα τῷ αὐτὰ διαπράξασθαι τὰ θαυμαστὰ ἔργα, πρὶν ἢ μαρανθῆναι τὰς ὑποδεξαμένας τὰ δύστηνα σώματα πυράς, φίλους εἱστία καὶ γάμους ἐπετέλει καὶ τὴν ἀνδροφόνον νύμφην ἐπὶ τὸν τῆς ἀδελφῆς θάλαμον ἤγετο τὰς ἀπορρήτους ἐμπεδῶν πρὸς αὐτὴν ὁμολογίας· ἀνόσια καὶ ἐξάγιστα [p. 127] καὶ οὔθ᾽ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι γενόμενα πρῶτος εἰς τὴν Ῥωμαίων πόλιν εἰσαγαγὼν καὶ [3] μόνος. οἷα δ᾽ ἐξειργάσατο, ὦ δημόται, τὰ περιβόητα καὶ δεινὰ περὶ τοὺς κηδεστὰς ἀμφοτέρους ἐπιχειρήματα ἐπὶ ταῖς δυσμαῖς ὄντας ἤδη τοῦ βίου; Σερούιον μὲν Τύλλιον τὸν ἐπιεικέστατον τῶν βασιλέων καὶ πλεῖστα ὑμᾶς εὖ ποιήσαντα φανερῶς ἀποσφάξας καὶ οὔτ᾽ ἐκκομιδῆς οὔτε ταφῆς ἐάσας νομίμου τὸ σῶμα τυχεῖν· [4] Ταρκυνίαν δὲ τὴν ἐκείνου γυναῖκα, ἣν προσῆκεν αὐτῷ τιμᾶν ὥσπερ μητέρα, πατρὸς ἀδελφὴν οὖσαν καὶ σπουδαίαν περὶ αὐτὸν γενομένην, πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζόμενα τῷ κατὰ γῆς ἀνδρὶ ποιῆσαι τὴν ἀθλίαν ἀγχόνῃ διαχρησάμενος, ὑφ᾽ ὧν ἐσώθη καὶ παρ᾽ οἷς ἐτράφη καὶ οὓς διαδέξεσθαι μετὰ τὴν τελευτὴν ἔμελλεν ὀλίγον ἀναμείνας, ἕως ὁ κατὰ φύσιν αὐτοῖς παραγένηται θάνατος.

ΚΕΦΑΛΑΙΟΝ Π΄

[1] ἀλλὰ τί τούτοις ἐπιτιμῶ τοσαύτας ἔχων αὐτοῦ παρανομίας κατηγορεῖν ἔξω τῶν εἰς τοὺς συγγενεῖς καὶ κηδεστὰς γενομένων, τὰς εἰς τὴν πατρίδα καὶ πάντας ἡμᾶς ἐπιτελεσθείσας, εἰ δὴ καὶ παρανομίας δεῖ καλεῖν αὐτάς, ἀλλ᾽ οὐκ ἀνατροπὰς καὶ ἀφανισμοὺς ἁπάντων τῶν τε νομίμων καὶ τῶν ἐθῶν; αὐτίκα τὴν ἡγεμονίαν, ἵν᾽ ἀπὸ ταύτης ἄρξωμαι, πῶς παρέλαβεν; ἆρά γ᾽ ὡς οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς; πόθεν; [p. 128] [2] πολλοῦ γε καὶ δεῖ. ἐκεῖνοι μέντοι πάντες ὑφ᾽ ὑμῶν ἐπὶ τὰς δυναστείας παρήγοντο κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ νόμους· πρῶτον μὲν ψηφίσματος ὑπὸ τῆς βουλῆς γραφέντος, ᾗ περὶ πάντων ἀποδέδοται τῶν κοινῶν προβουλεύειν· ἔπειτα μεσοβασιλέων αἱρεθέντων, οἷς ἐπιτρέπει τὸ συνέδριον ἐκ τῶν ἀξίων τῆς ἀρχῆς διαγνῶναι τὸν ἐπιτηδειότατον· μετὰ ταῦτα ψῆφον ἐπενέγκαντος ἐν ἀρχαιρεσίαις τοῦ δήμου, μέθ᾽ ἧς ἅπαντα ἐπικυροῦσθαι βούλεται τὰ μέγιστα ὁ νόμος· ἐφ᾽ ἅπασι δὲ τούτοις οἰωνῶν καὶ σφαγίων καὶ τῶν ἄλλων σημείων καλῶν γενομένων, ὧν χωρὶς οὐδὲν ἂν γένοιτο τῆς ἀνθρωπίνης σπουδῆς καὶ προνοίας ὄφελος. [3] φέρε δὴ τί τούτων οἶδέ τις ὑμῶν γενόμενον, ὅτε τὴν ἀρχὴν Ταρκύνιος ἐλάμβανε; ποῖον προβούλευμα συνεδρίου; τίνα μεσοβασιλέων διάγνωσιν; ποίαν δήμου ψηφοφορίαν; ποίους οἰωνοὺς αἰσίους; οὐ λέγων ταῦτα πάντα, καίτοι δέον, εἰ γοῦν ἔμελλεν ἕξειν καλῶς, μηδὲν τῶν ἐν ἔθει κατὰ τοὺς νόμους παραλελεῖφθαι, ἀλλ᾽ ἐάν τις ἓν μόνον ἔχῃ τούτων ἐπιδεῖξαι γεγονός, οὐκ ἀξιῶ τὰ παραλειφθέντα συκοφαντεῖν. πῶς οὖν παρῆλθεν ἐπὶ τὴν δυναστείαν; ὅπλοις καὶ βίᾳ καὶ πονηρῶν ἀνθρώπων συνωμοσίαις, ὡς τυράννοις ἔθος, ἀκόντων ὑμῶν καὶ δυσχεραινόντων. [4] φέρε, ἀλλ᾽ ἐπειδὴ κατέσχε τὴν δυναστείαν ὁπωσδήποτε λαβών, ἆρα βασιλικῶς αὐτῇ κέχρηται ζηλῶν τοὺς προτέρους ἡγεμόνας, [p. 129] οἳ λέγοντές τε καὶ πράττοντες τοιαῦτα διετέλουν, ἐξ ὧν εὐδαιμονεστέραν τε καὶ μείζω τὴν πόλιν τοῖς ἐπιγινομένοις παρέδοσαν, ἧς αὐτοὶ παρέλαβον; καὶ τίς ἂν ὑγιαίνων ταῦτα φήσειεν, ὁρῶν ὡς οἰκτρῶς καὶ κακῶς ἅπαντες ὑπ᾽ αὐτοῦ διατεθείμεθα;