Ρωμαϊκή Αρχαιολογία/δ/41
←Κεφάλαια 31–40 | Κεφάλαια 41–50 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος δ΄ |
Κεφάλαια 51–60→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΜΑ΄
[1] μετὰ δὲ τοῦτον παραλαμβάνει Λεύκιος Ταρκύνιος τὴν Ῥωμαίων δυναστείαν οὐ κατὰ νόμους, ἀλλὰ διὰ τῶν ὅπλων κατασχών, κατὰ τὸν τέταρτον ἐνιαυτὸν τῆς ἑξηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἀγάθαρχος Κερκυραῖος ἄρχοντος Ἀθήνησι Θηρικλέους. [2] οὗτος ὑπεριδὼν μὲν τοῦ δημοτικοῦ πλήθους, ὑπεριδὼν δὲ τῶν πατρικίων, ὑφ᾽ ὧν ἐπὶ τὴν δυναστείαν παρήχθη, ἔθη τε καὶ νόμους καὶ πάντα τὸν ἐπιχώριον κόσμον, ᾧ τὴν πόλιν ἐκόσμησαν οἱ πρότεροι βασιλεῖς, συγχέας καὶ διαφθείρας εἰς ὁμολογουμένην τυραννίδα μετέστησε τὴν ἀρχήν. [3] καὶ πρῶτον μὲν φυλακὴν κατεστήσατο περὶ ἑαυτὸν ἀνθρώπων θρασυτάτων ξίφη καὶ λόγχας φερόντων ἐπιχωρίων τε καὶ ἀλλοδαπῶν, οἳ νυκτός τε περὶ τὴν βασίλειον αὐλιζόμενοι αὐλὴν καὶ μεθ᾽ ἡμέραν ἐξιόντι παρακολουθοῦντες, ὅπῃ πορεύοιτο, πολλὴν τὴν ἀπὸ τῶν ἐπιβουλευσόντων ἀσφάλειαν παρείχοντο. ἔπειτα τὰς ἐξόδους οὔτε συνεχεῖς οὔτε τεταγμένας, ἀλλὰ σπανίους καὶ ἀπροσδοκήτους ἐποιεῖτο ἐχρηματίζετό τε περὶ τῶν κοινῶν κατ᾽ οἶκον μὲν τὰ πολλὰ καὶ αὐτῶν τῶν ἀναγκαιοτάτων [p. 75] [4] συμπαρόντων, ὀλίγα δ᾽ ἐν ἀγορᾷ. προσελθεῖν δ᾽ οὐδενὶ τῶν βουλομένων ἐπέτρεπεν, εἰ μή τινα καλέσειεν αὐτός· οὔτε τοῖς προσιοῦσιν εὐμενὴς οὐδὲ πρᾷος ἦν, ἀλλ᾽ οἷα δὴ τύραννος, βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι· καὶ τὰς περὶ τῶν ἀμφισβητήτων συμβολαίων κρίσεις οὐκ ἐπὶ τὰ δίκαια καὶ τοὺς νόμους, ἀλλ᾽ ἐπὶ τοὺς ἑαυτοῦ τρόπους ἀναφέρων ἐποιεῖτο. διὰ ταῦτ᾽ ἐπωνυμίαν τίθενται αὐτῷ Ῥωμαῖοι τὸν Σούπερβον, τοῦτο δὲ δηλοῦν βούλεται κατὰ τὴν ἡμετέραν γλῶτταν τὸν ὑπερήφανον. τὸν δὲ πάππον αὐτοῦ Πρίσκον ἐκάλουν· ὡς δ᾽ ἡμεῖς ἂν εἴποιμεν, προγενέστερον· ὁμώνυμος γὰρ ἦν τῷ νεωτέρῳ κατ᾽ ἄμφω τὰ ὀνόματα.
- ΚΕΦΑΛΑΙΟΝ ΜΒ΄
[1] ἐπεὶ δ᾽ ἐγκρατῶς ἤδη κατέχειν ὑπελάμβανε τὴν ἀρχήν, παρασκευάσας ἐκ τῶν ἑταίρων τοὺς πονηροτάτους δι᾽ ἐκείνων ἦγεν εἰς ἐγκλήματα καὶ θανάτου δίκας πολλοὺς τῶν ἐπιφανῶν· πρώτους μὲν τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτόν, οἷς οὐκ ἦν βουλομένοις Τύλλιον ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν· ἔπειτα καὶ τῶν ἄλλων, οὓς ὑπελάμβανε βαρεῖαν ἡγεῖσθαι τὴν μεταβολὴν καὶ οἷς πολὺς πλοῦτος ἦν. [2] οἱ δ᾽ ὑπάγοντες αὐτοὺς ὑπὸ τὰς δίκας ἄλλους ἐπ᾽ ἄλλαις ψευδέσιν αἰτίαις, μάλιστα δ᾽ ἐπιβουλεύειν αἰτιώμενοι τῷ βασιλεῖ, κατηγόρουν ἐπ᾽ αὐτῷ δικαστῇ. ὁ δὲ τῶν μὲν θάνατον κατεδίκαζε, τῶν δὲ φυγήν, καὶ τὰ χρήματα τούς τ᾽ [p. 76] ἀναιρουμένους καὶ τοὺς ἐξελαυνομένους ἀφαιρούμενος τοῖς μὲν κατηγόροις μικράν τινα μοῖραν ἀπέθυεν, [3] αὐτὸς δὲ τὰ πλείω κατεῖχεν. ἔμελλον δ᾽ ἄρα πολλοὶ τῶν δυνατῶν, πρὶν ἁλῶναι τὰς ἐπαγομένας σφίσι δίκας, εἰδότες ὧν ἕνεκεν ἐπεβουλεύοντο, καταλείψειν τῷ τυράννῳ τὴν πόλιν ἑκόντες καὶ πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων. ἦσαν δέ τινες, οἳ καὶ κρύφα διεφθάρησαν ὑπ᾽ αὐτοῦ κατ᾽ οἰκίας τε καὶ ἐπ᾽ ἀγρῶν ἀναρπαζόμενοι, λόγου ἄξιοι ἄνδρες, ὧν οὐδὲ τὰ σώματα ἐφάνη. [4] ἐπεὶ δὲ διέφθειρε τὸ κράτιστον τῆς βουλῆς μέρος θανάτοις τε καὶ ἀειφυγίαις, ἑτέραν βουλὴν αὐτὸς κατεστήσατο παραγαγὼν ἐπὶ τὰς τῶν ἐκλιπόντων τιμὰς τοὺς ἰδίους ἑταίρους. καὶ οὐδὲ τούτοις μέντοι τοῖς ἀνδράσιν οὔτε πράττειν ἐπέτρεπεν οὐδὲν οὔτε λέγειν ὅ τι μὴ κελεύσειεν αὐτός. [5] ὥσθ᾽ ὁπόσοι κατελείφθησαν ἐν τῷ συνεδρίῳ βουλευταὶ τῶν ἐπὶ Τυλλίου καταλεγέντων, διάφοροι τοῖς δημοτικοῖς τέως ὄντες καὶ τὴν μεταβολὴν τῆς πολιτείας ἐπὶ τῷ σφετέρῳ νομίζοντες ἀγαθῷ γενήσεσθαι· τοιαύτας γὰρ αὐτοῖς ὑπέτεινεν ὁ Ταρκύνιος ὑποσχέσεις ἐξαπατῶν καὶ φενακίζων· τότε μαθόντες, ὅτι τῶν κοινῶν οὐδενὸς ἔτι μετεῖχον, ἀλλὰ καὶ αὐτοὶ τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν, ὠδύροντο μὲν καὶ τὰ μέλλοντα [p. 77] τῶν παρόντων δεινότερα ὑπώπτευον, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο δύναμιν οὐκ ἔχοντες κωλύειν τὰ πραττόμενα.
- ΚΕΦΑΛΑΙΟΝ ΜΓ΄
[1] ταῦτα δ᾽ ὁρῶντες οἱ δημοτικοὶ δίκαια πάσχειν αὐτοὺς ὑπελάμβανον καὶ ἐπέχαιρον ὑπ᾽ εὐηθείας, ὡς ἐκείνοις μόνοις τῆς τυραννίδος βαρείας ἐσομένης, σφίσι δ᾽ αὐτοῖς ἀκινδύνου. ἧκε δὲ κἀκείνοις οὐ μετὰ πολὺν χρόνον ἔτι πλείω τὰ χαλεπά. τούς τε γὰρ νόμους τοὺς ὑπὸ Τυλλίου γραφέντας, καθ᾽ οὓς ἐξ ἴσου τὰ δίκαια παρ᾽ ἀλλήλων ἐλάμβανον καὶ οὐδὲν ὑπὸ τῶν πατρικίων ὡς πρότερον ἐβλάπτοντο περὶ τὰ συμβόλαια, πάντας ἀνεῖλε· καὶ οὐδὲ τὰς σανίδας, ἐν αἷς ἦσαν γεγραμμένοι, κατέλιπεν, ἀλλὰ καὶ ταύτας καθαιρεθῆναι κελεύσας ἐκ τῆς ἀγορᾶς διέφθειρεν. [2] ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε· καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε. τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν. συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφ᾽ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετ᾽ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς. [3] ἦσαν δ᾽ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται [p. 78] τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον· ἔπειθ᾽ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον· αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.
- ΚΕΦΑΛΑΙΟΝ ΜΔ΄
[1] καὶ οὐκ ἀπέχρη ταῦτα μόνον εἰς τοὺς δημοτικοὺς αὐτῷ παρανομεῖν, ἀλλ᾽ ἐπιλέξας ἐκ τοῦ πλήθους, ὅσον ἦν πιστὸν ἑαυτῷ καὶ εἰς τὰς πολεμικὰς χρείας ἐπιτήδειον, τὸ λοιπὸν ἠνάγκασεν ἐργάζεσθαι τὰς κατὰ πόλιν ἐργασίας, μέγιστον οἰόμενος εἶναι κίνδυνον τοῖς μονάρχοις, ὅταν οἱ πονηρότατοι τῶν πολιτῶν καὶ ἀπορώτατοι σχολὴν ἄγωσι, καὶ ἅμα προθυμίαν ἔχων ἐπὶ τῆς ἰδίας ἀρχῆς τὰ καταλειφθέντα ἡμίεργα ὑπὸ τοῦ πάππου τελειῶσαι, τὰς μὲν ἐξαγωγίμους τῶν ὑδάτων τάφρους, ἃς ἐκεῖνος ὀρύττειν ἤρξατο, μέχρι τοῦ ποταμοῦ καταγαγεῖν, τὸν δ᾽ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν· [2] εἰς ταῦτα δὴ πάντες οἱ πένητες εἰργάζοντο σῖτα παρ᾽ αὐτοῦ μέτρια λαμβάνοντες· οἱ μὲν λατομοῦντες, οἱ δ᾽ ὑλοτομοῦντες, οἱ δὲ τὰς κομιζούσας ταῦθ᾽ ἁμάξας ἄγοντες, οἱ δ᾽ ἐπὶ τῶν ὤμων αὐτοὶ τὰ ἄχθη φέροντες· μεταλλεύοντές τε τὰς ὑπονόμους [p. 79] σήραγγας ἕτεροι καὶ πλάττοντες τὰς ἐν αὐταῖς καμάρας καὶ τὰς παστάδας ἐγείροντες, καὶ τοῖς ταῦτα πράττουσι χειροτέχναις ὑπηρετοῦντες χαλκοτύποι τε καὶ τέκτονες καὶ λιθουργοὶ τῶν ἰδιωτικῶν ἔργων ἀφεστῶτες ἐπὶ ταῖς δημοσίαις κατείχοντο χρείαις. [3] περὶ ταῦτα δὴ τὰ ἔργα τριβόμενος ὁ λεὼς οὐδεμίαν ἀνάπαυσιν ἐλάμβανεν· ὥσθ᾽ οἱ πατρίκιοι τὰ τούτων κακὰ καὶ τὰς λατρείας ὁρῶντες ἔχαιρόν τ᾽ ἐν μέρει καὶ τῶν ἰδίων ἐπελανθάνοντο ἀλγεινῶν· κωλύειν μὲν γὰρ οὐδέτεροι τὰ γινόμενα ἐπεχείρουν.
- ΚΕΦΑΛΑΙΟΝ ΜΕ΄
[1] λογιζόμενος δ᾽ ὁ Ταρκύνιος, ὅτι τοῖς μὴ κατὰ νόμους λαβοῦσι τὰς δυναστείας, ἀλλὰ διὰ τῶν ὅπλων κτησαμένοις, οὐ μόνον ἐπιχωρίου δεῖ φυλακῆς, ἀλλὰ καὶ ξενικῆς, τὸν ἐπιφανέστατον ἐκ τοῦ Λατίνων ἔθνους καὶ πλεῖστον ἁπάντων δυνάμενον ἐσπούδαζε φίλον ποιήσασθαι τῷ γάμῳ συζεύξας τῆς θυγατρός, ὃς ἐκαλεῖτο μὲν Ὀκταούιος Μαμίλιος, ἀνέφερε δὲ τὸ γένος εἰς Τηλέγονον τὸν ἐξ Ὀδυσσέως καὶ Κίρκης, κατῴκει δ᾽ ἐν πόλει Τύσκλῳ, ἐδόκει δὲ τὰ πολιτικὰ συνετὸς ἐν ὀλίγοις εἶναι καὶ πολέμους στρατηγεῖν ἱκανός. [2] τοῦτον τὸν ἄνδρα φίλον ἔχων καὶ δι᾽ αὐτοῦ τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει τῶν τὰ κοινὰ πραττόντων προσλαβὼν τότ᾽ ἤδη καὶ τῶν ὑπαιθρίων ἐπεχείρει πειρᾶσθαι πολέμων καὶ στρατιὰν ἐπὶ Σαβίνους ἐξάγειν οὐ βουλομένους ὑπηκόους εἶναι τοῖς ἐπιτάγμασιν, ἀλλ᾽ ἀπηλλάχθαι τῶν ὁμολογιῶν οἰομένους, [p. 80] ἐξ οὗ Τύλλιος ἐτελεύτησε, πρὸς ὃν ἐποιήσαντο τὰς ὁμολογίας. [3] γνοὺς δὲ ταῦτα προεῖπε δι᾽ ἀγγέλων ἥκειν εἰς τὴν ἐν Φερεντίνῳ γινομένην ἀγορὰν τοὺς εἰωθότας ὑπὲρ τοῦ κοινοῦ τῶν Λατίνων συνεδρεύειν, ἡμέραν τινὰ ὁρίσας, ὡς περὶ κοινῶν καὶ μεγάλων πραγμάτων σὺν αὐτοῖς βουλευσόμενος. [4] οἱ μὲν δὴ παρῆσαν, ὁ δὲ Ταρκύνιος αὐτὸς ὁ καλέσας αὐτοὺς ὑστέρει. ὡς δὲ πολὺς ἐγένετο καθημένοις ὁ χρόνος καὶ ἐδόκει τοῖς πλείοσιν ὕβρις εἶναι τὸ πρᾶγμα, ἀνήρ τις ἐν πόλει μὲν οἰκῶν Κορίλλῃ, δυνατὸς δὲ καὶ χρήμασι καὶ φίλοις καὶ τὰ πολέμια ἄλκιμος πολιτικόν τε λόγον εἰπεῖν οὐκ ἀδύνατος, Τύρνος Ἑρδώνιος ὄνομα, Μαμιλίῳ τε διάφορος ὢν διὰ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν καὶ Ταρκυνίῳ διὰ τὸν Μαμίλιον ἀπεχθόμενος, ὅτι κηδεστὴν ἐκεῖνον ἠξίωσε λαβεῖν ἀνθ᾽ ἑαυτοῦ, πολλὴν ἐποιεῖτο τοῦ Ταρκυνίου κατηγορίαν τ᾽ ἄλλα διεξιὼν ἔργα τοῦ ἀνδρός, οἷς αὐθάδειά τις ἐδόκει προσεῖναι καὶ βαρύτης, καὶ τὸ μὴ παρεῖναι πρὸς τὸν σύλλογον αὐτὸν τὸν κεκληκότα τῶν ἄλλων ἁπάντων παρόντων. [5] ἀπολογουμένου δὲ τοῦ Μαμιλίου καὶ εἰς ἀναγκαίας τινὰς ἀναφέροντος αἰτίας τὸν τοῦ Ταρκυνίου χρονισμὸν ἀναβάλλεσθαι τ᾽ ἀξιοῦντος τὸν σύλλογον εἰς τὴν ἐπιοῦσαν ἡμέραν, πεισθέντες οἱ πρόεδροι τῶν Λατίνων ἀνεβάλοντο τὴν βουλήν.
- ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ΄
[1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παρῆν ὁ Ταρκύνιος καὶ συναχθέντος τοῦ συλλόγου μικρά θ᾽ ὑπὲρ τοῦ χρονισμοῦ προειπὼν ὑπὲρ τῆς ἡγεμονίας εὐθὺς ἐποιεῖτο [p. 81] λόγους ὡς κατὰ τὸ δίκαιον αὑτῷ προσηκούσης, ἐπειδὴ Ταρκύνιος αὐτὴν κατέσχεν ὁ πάππος αὐτοῦ πολέμῳ κτησάμενος, καὶ τὰς συνθήκας παρείχετο τὰς γενομένας ταῖς πόλεσι πρὸς ἐκεῖνον. [2] πολὺν δὲ λόγον ὑπὲρ τοῦ δικαίου καὶ τῶν ὁμολογιῶν διεξελθὼν καὶ μεγάλα τὰς πόλεις εὐεργετήσειν ὑποσχόμενος, ἐὰν ἐν τῇ φιλίᾳ διαμείνωσι, τελευτῶν ἔπειθεν αὐτοὺς ἐπὶ τὸ Σαβίνων ἔθνος συστρατεύειν. [3] ὡς δ᾽ ἐπαύσατο λέγων, παρελθὼν ὁ Τύρνος ὁ καὶ τὸν ὀψισμὸν αὐτοῦ διαβαλὼν οὐκ εἴα τοὺς συνέδρους παραχωρεῖν τῷ ἀνδρὶ τῆς ἀρχῆς, ὡς οὔτε κατὰ τὸ δίκαιον αὐτῷ προσηκούσης οὔτ᾽ ἐπὶ τῷ συμφέροντι τῶν Λατίνων δοθησομένης· καὶ πολλοὺς ὑπὲρ ἀμφοτέρων διεξῆλθε λόγους τὰς μὲν συνθήκας, ἃς ἐποιήσαντο πρὸς τὸν πάππον αὐτοῦ παραδιδόντες τὴν ἡγεμονίαν, λελύσθαι λέγων μετὰ τὸν ἐκείνου θάνατον διὰ τὸ μὴ προσγεγράφθαι ταῖς ὁμολογίαις τὴν αὐτὴν εἶναι δωρεὰν καὶ τοῖς Ταρκυνίου ἐγγόνοις, τὸν δ᾽ ἀξιοῦντα τῶν τοῦ πάππου δωρεῶν κληρονομεῖν ἁπάντων ἀνθρώπων παρανομώτατον ἀποφαίνων καὶ πονηρότατον καὶ τὰς πράξεις αὐτοῦ διεξιών, ἃς ἐπὶ τῷ [4] κατασχεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐπετελέσατο. διεξελθὼν δὲ πολλὰς αὐτοῦ καὶ δεινὰς κατηγορίας τελευτῶν ἐδίδασκεν, ὡς οὐδὲ τὴν βασιλείαν εἶχε τὴν Ῥωμαίων κατὰ νόμους παρ᾽ ἑκόντων λαβὼν ὥσπερ οἱ πρὸ αὐτοῦ βασιλεῖς, ὅπλοις δὲ καὶ βίᾳ κατισχύσας τυραννικήν τε μοναρχίαν καταστησάμενος τοὺς μὲν ἀποκτείνοι τῶν πολιτῶν, τοὺς δ᾽ ἐξελαύνοι τῆς πατρίδος, τῶν δὲ περικόπτοι [p. 82] τὰς οὐσίας, ἁπάντων δ᾽ ἅμα τὴν παρρησίαν καὶ τὴν ἐλευθερίαν ἀφαιροῖτο· πολλῆς τε μωρίας ἔφη καὶ θεοβλαβείας εἶναι παρὰ πονηροῦ καὶ ἀνοσίου τρόπου χρηστόν τι καὶ φιλάνθρωπον ἐλπίζειν καὶ νομίζειν, ὡς ὁ τῶν συγγενεστάτων τε καὶ ἀναγκαιοτάτων μὴ φεισάμενος τῶν ἀλλοτρίων φείσεται· παρῄνει τε τέως οὔπω τὸν χαλινὸν εἰλήφασι τῆς δουλείας περὶ τοῦ μὴ λαβεῖν αὐτὸν διαμάχεσθαι, ἐξ ὧν ἕτεροι πεπόνθασι δεινῶν τεκμαιρομένους, ἃ συμβήσεται παθεῖν αὐτοῖς.
- ΚΕΦΑΛΑΙΟΝ ΜΖ΄
[1] τοιαύτῃ καταδρομῇ τοῦ Τύρνου χρησαμένου καὶ τῶν πολλῶν σφόδρα κινηθέντων ἐπὶ τοῖς λόγοις αἰτησάμενος εἰς ἀπολογίαν ὁ Ταρκύνιος τὴν ἐπιοῦσαν ἡμέραν καὶ λαβών, ὡς ὁ σύλλογος διελύθη, παρακαλέσας τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετ᾽ ἐκείνων, τίνα χρηστέον τοῖς πράγμασι τρόπον. οἱ μὲν οὖν ἄλλοι τοὺς λόγους, οὓς ἦν αὐτῷ λεκτέον ἐπὶ τῆς ἀπολογίας, ὑπετίθεντο καὶ τοὺς τρόπους, οἷς ἔδει τὸ πλῆθος ἀποθεραπεύειν, ἀπελογίζοντο. αὐτὸς δ᾽ ὁ Ταρκύνιος τούτων μὲν οὐδενὸς ἔφη δεῖν τοῖς πράγμασιν, ἰδίαν δὲ γνώμην ἀπεδείκνυτο μὴ τὰ κατηγορηθέντα λύειν, ἀλλ᾽ [2] αὐτὸν τὸν κατηγορήσαντα ἀναιρεῖν. ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων συνταξάμενος μετ᾽ αὐτῶν τὰ κατὰ τὴν ἐπίθεσιν πράγματι ἐπεχείρησεν ἥκιστα δυναμένῳ πεσεῖν εἰς πρόνοιαν ἀνθρωπίνην καὶ φυλακήν. [p. 83] τῶν γὰρ παρακομιζόντων τά θ᾽ ὑποζύγια καὶ τὴν ἀποσκευὴν τοῦ Τύρνου θεραπόντων τοὺς πονηροτάτους ἐξευρὼν καὶ διαφθείρας χρήμασιν ἔπειθεν ὑπὸ νύκτα ξίφη πολλὰ παρ᾽ αὐτοῦ λαβόντας εἰσενεγκεῖν εἰς τὴν κατάλυσιν τοῦ δεσπότου καὶ ἀποθέσθαι κρύψαντας ἐν τοῖς σκευοφόροις. [3] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναχθείσης τῆς ἐκκλησίας παρελθὼν ὑπὲρ μὲν τῶν κατηγορηθέντων βραχεῖαν ἔλεγεν εἶναι τὴν ἀπολογίαν καὶ δικαστὴν ἁπάντων ἐποιεῖτο τῶν ἐγκλημάτων αὐτὸν τὸν κατήγορον. οὑτοσὶ γάρ, ἔφη, Τύρνος, ὦ σύνεδροι, τούτων ὧν νυνί μου κατηγορεῖ πάντων δικαστὴς γενόμενος αὐτὸς ἀπέλυσέ με, ὅτε τὴν θυγατέρα τὴν ἐμὴν ἐβούλετο λαβεῖν γυναῖκα. [4] ἐπεὶ δ᾽ ἀπηξιώθη τῶν γάμων κατὰ τὸ εἰκός· τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων Μαμίλιον τὸν εὐγενέστατόν τε καὶ κράτιστον Λατίνων ἀπεώσατο, τοῦτον δὲ κηδεστὴν ἠξίωσε λαβεῖν, ὃς οὐδ᾽ εἰς τρίτον πάππον ἀνενεγκεῖν ἔχει τὸ γένος; ἀγανακτῶν ἐπὶ τούτῳ νῦν ἥκει μου κατηγορῶν. ἔδει δ᾽ αὐτόν, εἰ μὲν ᾔδει με τοιοῦτον ὄντα, οἷον νῦν αἰτιᾶται, μὴ προθυμεῖσθαι λαβεῖν τότε πενθερόν· εἰ δὲ χρηστὸν ἐνόμιζεν, ὅτε τὴν θυγατέρα με ᾐτεῖτο, μηδὲ νῦν ὡς πονηροῦ κατηγορεῖν. [5] καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω· ὑμῖν δ᾽, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι· τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθ᾽ ὑμῖν σκοπεῖν· ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας. ἐπιβουλεύεσθε [p. 84] γὰρ οἱ κορυφαιότατοι τῶν ἐν ταῖς πόλεσι καὶ τὰ κοινὰ πράττοντες ὑπὸ τοῦ καλοῦ τούτου δημαγωγοῦ, ὃς παρεσκεύασταί τε τοὺς ἐπιφανεστάτους ὑμῶν ἀποκτείνας ἐπιθέσθαι τῇ Λατίνων ἀρχῇ καὶ ἐπὶ τοῦθ᾽ [6] ἥκει. ταῦτα δ᾽ οὐκ εἰκάζων, ἀλλ᾽ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας. τεκμήριον δ᾽ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.
- ΚΕΦΑΛΑΙΟΝ ΜΗ΄
[1] ὡς δὲ ταῦτ᾽ εἶπεν, ἀνεβόησάν τε πάντες καὶ περὶ τοῖς ἀνδράσι δεδιότες ἐλέγχειν τὸ πρᾶγμα καὶ μὴ φενακίζειν ἠξίουν. καὶ ὁ Τύρνος, οἷα δὴ τὴν ἐπιβουλὴν οὐ προεγνωκώς, ἄσμενος τὴν ἐξέτασιν ἔφη δέχεσθαι καὶ τοὺς προέδρους ἐπὶ τὴν ἔρευναν τῆς καταλύσεως ἐκάλει καὶ δυεῖν γενέσθαι θάτερον ἔφη δεῖν, ἢ αὐτὸς ἀποθανεῖν, ἐὰν εὑρεθῇ παρεσκευασμένος ὅπλα ἔξω τῶν ἐνοδίων, ἢ τὸν καταψευσάμενον αὐτοῦ [2] δίκην ὑποσχεῖν. ἐδόκει ταῦτα· καὶ οἱ πορευθέντες ἐπὶ τὴν κατάλυσιν αὐτοῦ καταλαμβάνουσιν ἐν τοῖς σκευοφόροις τὰ κατακρυφθέντα ὑπὸ τῶν θεραπόντων ξίφη. μετὰ τοῦτο τὸν μὲν Τύρνον οὐκέτι λόγου τυχεῖν ἐάσαντες εἰς βάραθρόν τι καταβάλλουσι καὶ ἐπικατασκάψαντες ἔτι ζῶντος τὴν γῆν διαφθείρουσι παραχρῆμα. [3] τὸν δὲ Ταρκύνιον ἐπαινέσαντες ἐπὶ τῆς ἐκκλησίας ὡς κοινὸν εὐεργέτην τῶν πόλεων ἐπὶ τῷ σεσωκέναι τοὺς [p. 85] ἀρίστους ἄνδρας, ἡγεμόνα ποιοῦνται τοῦ ἔθνους ἐπὶ τοῖς αὐτοῖς τοῖς δικαίοις, ἐφ᾽ οἷς Ταρκύνιόν τε τὸν πάππον αὐτοῦ πρότερον ἐποιήσαντο καὶ μετὰ ταῦτα Τύλλιον· συνθήκας τε γράψαντες ἐν στήλαις καὶ περὶ φυλακῆς τῶν συγκειμένων ὅρκια τεμόντες διέλυσαν τὸν σύλλογον.
- ΚΕΦΑΛΑΙΟΝ ΜΘ΄
[1] τυχὼν δὲ τῆς Λατίνων ἡγεμονίας ὁ Ταρκύνιος ἐπρεσβεύσατο καὶ πρὸς τὰς Ἑρνίκων πόλεις καὶ πρὸς τὰς Οὐολούσκων προκαλούμενος κἀκείνους εἰς φιλίαν τε καὶ συμμαχίαν. Ἕρνικες μὲν οὖν ἅπαντες ἐψηφίσαντο ποιεῖν τὴν συμμαχίαν, ἐκ δὲ τοῦ Οὐολούσκων ἔθνους δύο πόλεις ἐδέξαντο μόναι τὰς προκλήσεις, Ἐχετρανοί τε καὶ Ἀντιᾶται. τοῦ δὲ μένειν εἰς ἅπαντα χρόνον τὰ συγκείμενα ταῖς πόλεσι πρόνοιαν ὁ Ταρκύνιος λαμβάνων ἱερὸν ἔγνω κοινὸν ἀποδεῖξαι Ῥωμαίων τε καὶ Λατίνων καὶ Ἑρνίκων καὶ Οὐολούσκων τῶν ἐγγραψαμένων εἰς τὴν συμμαχίαν, ἵνα συνερχόμενοι καθ᾽ ἕκαστον ἐνιαυτὸν εἰς τὸν ἀποδειχθέντα τόπον πανηγυρίζωσι καὶ συνεστιῶνται καὶ κοινῶν ἱερῶν μεταλαμβάνωσιν. [2] ἀγαπητῶς δὲ πάντων τὸ πρᾶγμα δεξαμένων τόπον μὲν ἀπέδειξεν, ἔνθα ποιήσονται τὴν σύνοδον ἐν μέσῳ μάλιστα τῶν ἐθνῶν κείμενον ὄρος ὑψηλόν, ὃ τῆς Ἀλβανῶν ὑπέρκειται πόλεως, ἐν ᾧ πανηγύρεις τ᾽ ἀνὰ πᾶν ἔτος ἄγεσθαι καὶ ἐκεχειρίας εἶναι πᾶσι πρὸς πάντας ἐνομοθέτησε θυσίας τε συντελεῖσθαι κοινὰς τῷ καλουμένῳ Λατιαρίῳ Διὶ καὶ συνεστιάσεις, τάξας ἃ δεῖ παρέχειν ἑκάστην πόλιν εἰς τὰ [p. 86] ἱερά, καὶ μοῖραν, ἣν ἑκάστην δεήσει λαμβάνειν. αἱ δὲ μετασχοῦσαι τῆς ἑορτῆς τε καὶ τῆς θυσίας πόλεις τριῶν δέουσαι πεντήκοντα ἐγένοντο. [3] ταύτας τὰς ἑορτάς τε καὶ τὰς θυσίας μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων ἐπιτελοῦσι Ῥωμαῖοι Λατίνας καλοῦντες, καὶ φέρουσιν εἰς αὐτὰς αἱ μετέχουσαι τῶν ἱερῶν πόλεις αἱ μὲν ἄρνας, αἱ δὲ τυρούς, αἱ δὲ γάλακτός τι μέτρον, αἱ δὲ ὅμοιόν τι τούτοις πελάνου γένος· ἑνὸς δὲ ταύρου κοινῶς ὑπὸ πασῶν θυομένου μέρος ἑκάστη τὸ τεταγμένον λαμβάνει. θύουσι δ᾽ ὑπὲρ ἁπάντων καὶ τὴν ἡγεμονίαν τῶν ἱερῶν ἔχουσι Ῥωμαῖοι.
- ΚΕΦΑΛΑΙΟΝ Ν΄
[1] ὡς δὲ καὶ ταύταις ἐκρατύνατο τὴν ἀρχὴν ταῖς συμμαχίαις, στρατὸν ἐξάγειν ἐπὶ Σαβίνους ἔγνω Ῥωμαίων τ᾽ αὐτῶν ἐπιλέξας οὓς ἥκιστα ὑπώπτευεν, εἰ κύριοι τῶν ὅπλων γένοιντο, ἐλευθερίας μεταποιήσεσθαι, καὶ τὴν παρὰ τῶν συμμάχων ἀφιγμένην δύναμιν προσλαβὼν πολλῷ πλείονα τῆς πολιτικῆς ὑπάρχουσαν. [2] δῃώσας δ᾽ αὐτῶν τοὺς ἀγροὺς καὶ τοὺς ὁμόσε χωρήσαντας μάχῃ νικήσας ἐπὶ τοὺς καλουμένους Πωμεντίνους ἦγε τὴν δύναμιν, οἳ πόλιν μὲν Σύεσσαν ᾤκουν, εὐδαιμονέστατοι δ᾽ ἐδόκουν ἁπάντων εἶναι τῶν πλησιοχώρων καὶ διὰ τὴν πολλὴν εὐτυχίαν ἅπασι λυπηροὶ καὶ βαρεῖς, ἐγκαλῶν αὐτοῖς ἁρπαγάς τινας καὶ λῃστείας, ὑπὲρ [p. 87] ὧν αἰτούμενοι δίκας αὐθάδεις ἔδωκαν ἀποκρίσεις. οἱ δ᾽ ἦσαν ἕτοιμοι προσδεχόμενοι τὸν πόλεμον καὶ ἐν τοῖς ὅπλοις. [3] συνάψας δ᾽ αὐτοῖς μάχην περὶ τὰ μεθόρια καὶ πολλοὺς μὲν ἀποκτείνας, τοὺς δὲ λοιποὺς τρεψάμενος καὶ κατακλείσας εἰς τὸ τεῖχος, ὡς οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, παραστρατοπεδεύσας αὐτοῖς ἀπετάφρευέ τε καὶ περιεχαράκου καὶ προσβολὰς ἐποιεῖτο τοῖς τείχεσι συνεχεῖς. οἱ δ᾽ ἔνδον τέως μὲν ἀπεμάχοντο καὶ πολὺν ἀντέσχον τῇ ταλαιπωρίᾳ χρόνον· ὡς δ᾽ ὑπέλειπεν αὐτοὺς τἀπιτήδεια, ἐξασθενοῦντες τὰ σώματα καὶ οὔτ᾽ ἐπικουρίαν οὐδεμίαν προσλαβόντες οὐδ᾽ ἀναπαύσεως τυγχάνοντες, ἀλλὰ καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ αὐτοὶ ταλαιπωροῦντες ἁλίσκονται κατὰ κράτος. [4] γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δ᾽ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδ᾽ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τ᾽ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τ᾽ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν· ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰ [5] λοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν. οὕτω δ᾽ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου [p. 88] λαβεῖν, τὸ δὲ τοῖς θεοῖς δεκατευθὲν ἀργύριον τετρακοσίων οὐ μεῖον γενέσθαι ταλάντων.