Κεφάλαια 51–60
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος γ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄

[1] μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας. οἱ δ᾽ οὔτ᾽ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθ᾽ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν. [2] πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ [3] φρούρια ἐχυρά. ἐφ᾽ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφ᾽ ἑαυτῷ ποιήσηται τὸ [p. 370] ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶ [4] Σαβίνους αἰτούμενοι συμμαχίαν. Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν· Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.

ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄

[1] ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰ [2] ταχέων. Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς [p. 371] ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα. κατ᾽ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρ᾽ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι· [3] χρόνῳ δ᾽ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν. καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπ᾽ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης. [4] ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων· τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα. ὡς δ᾽ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα. [p. 372]

ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄

[1] ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀφικομένης τοῖς Λατίνοις ἑτέρας παρὰ Τυρρηνῶν συμμαχίας δεύτερος ἀγὼν γίνεται πολὺ μείζων τοῦ προτέρου, ἐξ οὗ νίκην ἀναιρεῖται βασιλεὺς Ταρκύνιος ἐπιφανεστάτην, ἧς αὐτὸς αἴτιος ὡμολογεῖτο ὑπὸ πάντων γεγενῆσθαι. [2] καμνούσης γὰρ ἤδη τῆς Ῥωμαϊκῆς φάλαγγος καὶ κατὰ τὸ ἀριστερὸν κέρας παραρρηγνυμένης μαθὼν τὸ γινόμενον ἐλάττωμα περὶ τοὺς σφετέρους ῾ἔτυχε δὲ τότε μαχόμενος ἐπὶ τοῦ δεξιοῦ κέρατοσ᾽ τὰς κρατίστας τῶν ἱππέων ἴλας ἐπιστρέψας καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἀναλαβὼν ἦγε κατὰ νώτου τῆς ἑαυτοῦ στρατιᾶς καὶ παραλλάξας τὸ ἀριστερὸν κέρας ἤλαυνεν ἔτι προσωτέρω τῆς φάλαγγος. ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους ῾οὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθ᾽ ἑαυτούσ᾽, ἐπιφανεὶς δ᾽ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν. [3] ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος [p. 373] εὐθὺς ἐξ ἐφόδου. οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν. [4] ἁλούσης δὲ τῆς παρασκευῆς τῶν Λατίνων οἱ μὲν ἀναχωροῦντες ἐκ τῆς τροπῆς ὡς εἰς ἀσφαλῆ καταφυγὴν ὑπὸ τῶν καταλαβομένων αὐτὴν ἱππέων ἀπώλλυντο, οἱ δ᾽ ἐκ τοῦ στρατοπέδου φεύγειν ὁρμήσαντες εἰς τὸ πεδίον ὑπὸ τῆς Ῥωμαϊκῆς φάλαγγος ὁμόσε χωρούσης ἀπέθνησκον, οἱ δὲ πλείους αὐτῶν ὠθούμενοί τε ὑπ᾽ ἀλλήλων καὶ καταπατούμενοι περὶ τοῖς σκόλοψιν ἢ κατὰ τὰς τάφρους τὸν οἴκτιστόν τε καὶ ἀγεννέστατον τρόπον διεφθάρησαν· ὥστ᾽ ἠναγκάσθησαν οἱ περιλειπόμενοι τῆς σωτηρίας οὐδένα πόρον εὑρεῖν δυνάμενοι παραδοῦναι τοῖς κεκρατηκόσιν ἑαυτούς. [5] γενόμενος δὲ ὁ Ταρκύνιος πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατὴς τοὺς μὲν αἰχμαλώτους ἀπέδοτο, τὰ δ᾽ ἐν τῷ χάρακι καταληφθέντα τοῖς στρατιώταις ἐχαρίσατο.

ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄

[1] ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος· οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφ᾽ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν. [2] γενόμενος δὲ τῶν [p. 374] πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα. οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι. [3] ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν. ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.

ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄

[1] τῷ δ᾽ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφ᾽ ἑαυτοὺς προεγνωκότας. οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλ᾽ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε. γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δ᾽ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι. [2] ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν [p. 375] Ῥωμαίων βασιλεύς, ἀλλ᾽ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπ᾽ οἴκου. γνώμη δ᾽ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου. [3] ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες δύναμιν ἱκανὴν πρὸς συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφ᾽ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα. [4] πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ. ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτ᾽ ἐλάσσων αὐτοῖς συνέστη. ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος. τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν· [p. 376]

ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄

[1] σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρ᾽ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν. αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇ [2] γεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν. τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων, [3] ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθ᾽ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην· τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθημα [p. 377] [4] τῆς ἐφόδου. τῶν δ᾽ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δ᾽ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν· ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός. λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακῆς.

ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄

[1] Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου σπονδὰς ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλ᾽ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι. [2] ταῦτ᾽ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα. γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν [p. 378] δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπ᾽ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν. αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου. [3] βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπ᾽ αὐτὸν ὡς πρότερον ἐλθεῖν· καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν. [4] ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι· οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ [5] τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας [p. 379] ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται· καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.

ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄

[1] Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλ᾽ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δ᾽ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος· [2] ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δ᾽ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπ᾽ οἴκου. [3] Ταρκύνιος δ᾽ ἐπειδὴ [p. 380] τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός. [4] ἑάλω δ᾽ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις· τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.

ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄

[1] τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ. δι᾽ ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς. [2] οὐ μὴν ἐχώρησέ γε αὐτοῖς ἡ πεῖρα κατὰ [p. 381] νοῦν θᾶττον ἐπιφανείσης τῆς Ῥωμαίων στρατιᾶς, οὐδ᾽ ἐξεγένετο παρ᾽ οὐδεμιᾶς τῶν πόλεων κοινὴν ἀποσταλῆναι τοῖς Τυρρηνοῖς συμμαχίαν, ἀλλ᾽ ἐθελονταί τινες ἐπεκούρησαν αὐτοῖς ὀλίγοι μισθοῖς μεγάλοις ὑπαχθέντες. [3] ἐκ ταύτης τῆς μάχης μεγίστης τῶν προτέρων γενομένης, ὅσας πρὸς ἀλλήλους ἐπολέμησαν, τὰ μὲν Ῥωμαίων πράγματα θαυμαστὴν ὅσην ἐπίδοσιν ἔλαβε νίκην ἐξενεγκαμένων καλλίστην, καὶ βασιλεῖ Ταρκυνίῳ τὴν τροπαιοφόρον πομπὴν κατάγειν ἥ τε βουλὴ καὶ ὁ δῆμος ἐψηφίσατο, τὰ δὲ τῶν Τυρρηνῶν ἔπεσε φρονήματα πάσας μὲν ἐξαποστειλάντων εἰς τὸν ἀγῶνα τὰς ἐξ ἑκάστης πόλεως δυνάμεις, ὀλίγους δέ τινας ἐκ πολλῶν τοὺς διασωθέντας ὑποδεξαμένων. οἱ μὲν γὰρ ἐν τῇ παρατάξει μαχόμενοι κατεκόπησαν, οἱ δ᾽ ἐν τῇ τροπῇ δυσχωρίαις ἐγκυρήσαντες ἀνεξόδοις παρέδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. [4] τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων. ἑτέραν γὰρ στρατιὰν ἐπ᾽ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.

ΚΕΦΑΛΑΙΟΝ Ξ΄

[1] ὁ δὲ βασιλεὺς ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων ἐπαγωγὰ πρὸς ἐπιείκειαν καὶ μετριότητα [p. 382] καὶ τῆς συγγενείας, ἧς εἶχε πρὸς τὸ ἔθνος, ὑπομιμνησκόντων ἓν τοῦτο μόνον ἔφη παρ᾽ αὐτῶν βούλεσθαι μαθεῖν, πότερον ἔτι διαφέρονται περὶ τῶν ἴσων καὶ ἐπὶ ῥητοῖς τισι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας πάρεισι ποιησόμενοι, ἢ συγγινώσκουσιν ἑαυτοῖς κεκρατημένοις καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ. ἀποκριναμένων δ᾽ αὐτῶν ὅτι καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ καὶ τὴν εἰρήνην στέρξουσιν ἐφ᾽ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι, περιχαρὴς ἐπὶ τούτοις γενόμενος, [2] ἀκούσατε νῦν, ἔφησεν, ἐφ᾽ οἷς καταλύσομαι τὸν πόλεμον δικαίοις καὶ τίνας ὑμῖν δίδωμι χάριτας· ἐγὼ Τυρρηνῶν οὔτε ἀποκτεῖναί τινα πρόθυμός εἰμι οὔτε φυγάδα ποιῆσαι τῆς πατρίδος οὔτε ἀφαιρέσει τῶν ὑπαρχόντων ζημιῶσαι τάς τε πόλεις ὑμῖν ἀφίημι πάσας ἀφρουρήτους καὶ ἀφορολογήτους καὶ αὐτονόμους πολιτείας τε κόσμον ἑκάστῃ φυλάττειν συγχωρῶ τὸν ἀρχαῖον. [3] διδοὺς δὲ ταῦθ᾽ ὑμῖν ἓν οἴομαι δεῖν ἀνθ᾽ ὧν δίδωμι πάντων ὑπάρξαι μοι παρ᾽ ὑμῶν, τὴν ἡγεμονίαν τῶν πόλεων, ἧς κύριος μὲν ἔσομαι καὶ μὴ βουλομένων ὑμῶν ἕως ἂν κρατῶ τοῖς ὅπλοις, παρ᾽ ἑκόντων δὲ μᾶλλον ἢ παρ᾽ ἀκόντων τυχεῖν αὐτῆς βούλομαι. ταῦτ᾽ ἀπαγγέλλετε ταῖς πόλεσιν, ἐγὼ δὲ ὑμῖν ἐκεχειρίαν ἕως ἂν ἀφίκησθε παρέξειν ὑπισχνοῦμαι.