Ρωμαϊκή Αρχαιολογία/β/41
←Κεφάλαια 31–40 | Κεφάλαια 41–50 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος β΄ |
Κεφάλαια 51–60→ |
XLI. 1. Ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον. Πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις δι´ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε τὰ σφάλματα, μέγισται δ´ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς.
2. Ἑλκομένου δὴ τοῦ χρόνου γνώμην ἀμφότεροι τὴν αὐτὴν ἔσχον ὁλοσχερεῖ κρῖναι τὸν ἀγῶνα μάχῃ, καὶ προελθόντες εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἡγεμόνες τε ἄριστοι τὰ πολέμια καὶ στρατιῶται πολλῶν ἐθάδες ἀγώνων ἄξια λόγου ἔργ´ ἀπεδείκνυντο ἐπιόντες τ´ ἀλλήλοις καὶ τοὺς ἐπιόντας δεχόμενοι καὶ ἐξ ὑποστροφῆς εἰς ἴσον αὖθις καθιστάμενοι.
3. Οἱ δ´ ἐπὶ τῶν ἐρυμάτων ἑστῶτες ἰσορρόπου θεαταὶ ἀγῶνος καὶ θαμινὰ ἑκατέρωσε μεταπίπτοντος τῷ μὲν κατορθοῦντι τῶν σφετέρων ἐπικελεύσει τε καὶ παιανισμῷ πολλὴν ἐποίουν τὴν εἰς τὸ εὔψυχον ἐπίδοσιν, τῷ δὲ κάμνοντι καὶ διωκομένῳ δεήσεις τε καὶ οἰμωγὰς προϊέμενοι κωλυταὶ τοῦ εἰς τέλος ἀνάνδρου ἐγίνοντο· ὑφ´ ὧν ἀμφοτέρων ἠναγκάζοντο καὶ παρὰ δύναμιν ὑπομένειν τὰ δεινά. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτω διενέγκαντες ἀγχωμάλως τὴν μάχην, σκότους ὄντος ἤδη ἄσμενοι εἰς τοὺς οἰκείους ἑκάτεροι χάρακας ἀπηλλάσσοντο.
XLII. 1. Ταῖς δ´ ἑξῆς ἡμέραις ταφὰς ποιησάμενοι τῶν νεκρῶν καὶ τοὺς κεκμηκότας ὑπὸ τραυμάτων ἀνακτησάμενοι δυνάμεις τε παρασκευάσαντες ἄλλας, ἐπειδὴ ἔδοξεν αὐτοῖς αὖθις ἑτέραν συνάψαι μάχην, εἰς τὸ αὐτὸ τῷ προτέρῳ χωρίον συνελθόντες ἄχρι νυκτὸς ἐμάχοντο.
2. Ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, (εἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνός) τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς ἀνήρ, καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δ´ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢ κίνδυνον εὐδοκιμῶν.
3. Οὗτος δ´ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφ´ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη.
4. Τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει. Χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπ´ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.
5. Αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών. Ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατ´ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον.
6. Ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου (καὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ δι´ ὕδατος πολλοῦ διώκειν) ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται· ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται. Οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δ´ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.
XLIII. 1. Ῥωμύλος δὲ τοὺς ἄλλους διώκων ἐγγὺς γενόμενος τοῦ Καπιτωλίου καὶ πολλὰς ἐλπίδας ἔχων αἱρήσειν τὸ φρούριον ἄλλοις τε πολλοῖς τραύμασι καταπονηθεὶς καὶ δὴ καὶ λίθου πληγῇ ἐξαισίῳ κατὰ κροτάφου ἐνεχθέντος ἐκ τῶν ἄνωθεν κακωθείς, αἴρεταί τε πρὸς τῶν παρόντων ἡμιθανὴς καὶ εἰς τὸ τεῖχος ἀποφέρεται.
2. Τοῖς δὲ Ῥωμαίοις δέος ἐμπίπτει τὸν ἡγεμόνα οὐκέτι ὁρῶσι, καὶ τρέπεται τὸ δεξιὸν κέρας εἰς φυγήν· οἱ δ´ ἐν τῷ εὐωνύμῳ ταχθέντες ἅμα τῷ Λοκόμωνι τέως μὲν ἀντεῖχον ὑπὸ τοῦ ἡγεμόνος ἀναθαρρυνόμενοι, λαμπροτάτου τὰ πολέμια ἀνδρὸς καὶ πλεῖστα ἔργα κατὰ τοῦτον τὸν πόλεμον ἀποδειξαμένου· ἐπεὶ δὲ κἀκεῖνος ἐλασθεὶς διὰ τῶν πλευρῶν σαυνίῳ τῆς δυνάμεως ὑπολιπούσης ἔπεσεν οὐδ´ αὐτοὶ διέμειναν, φυγὴ δὲ μετὰ τοῦτο πάντων αὐτῶν ἐγίνετο, καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἐδίωκον ἄχρι τῆς πόλεως.
3. Ἤδη δὲ πλησιάζοντες ταῖς πύλαις ἀπηλαύνοντο τῆς νεότητος ἐπεξελθούσης αὐτοῖς ἀκραιφνοῦς, ᾗ τὰ τείχη φυλάττειν ὁ βασιλεὺς ἐπέτρεψε, καὶ τοῦ Ῥωμύλου, ῥᾷον γὰρ ἤδη εἶχεν ἐκ τοῦ τραύματος, ἐκβοηθήσαντος ὡς εἶχε τάχους, ἐγίνετό τε ἀγχίστροφος ἡ τοῦ ἀγῶνος τύχη καὶ πολλὴν ἔχουσα τὴν ἐπὶ θάτερα μεταβολήν.
4. Οἱ μέν γε φεύγοντες ὡς τὸν ἡγεμόνα ἐκ τοῦ ἀπροσδοκήτου φανέντα εἶδον ἀναλαβόντες ἑαυτοὺς ἐκ τοῦ προτέρου δέους εἰς τάξιν καθίσταντο καὶ οὐκέτι ἀνεβάλλοντο μὴ οὐχ ὁμόσε τοῖς ἐχθροῖς χωρεῖν· οἱ δὲ τέως κατείργοντες αὐτοὺς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ οὐ κατὰ κράτος αὐτὴν τὴν πόλιν ἁλῶναι, ἐπειδὴ τὸ αἰφνίδιόν τε καὶ παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αὐτοὶ τῆς ἑαυτῶν ἐσκόπουν. Ἦν δὲ αὐτοῖς οὐκ εὐπετὴς ἡ πρὸς τὸν χάρακα ἀναχώρησις καθ´ ὑψηλοῦ τε χωρίου καὶ διὰ κοίλης ὁδοῦ διωκομένοις, καὶ [ὁ] πολὺς αὐτῶν φόνος ἐν ταύτῃ γίνεται τῇ τροπῇ.
5. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τύχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ὄντος ἤδη διεκρίθησαν.
XLIV. 1. Ταῖς δ´ ἑξῆς ἡμέραις οἵ τε Σαβῖνοι ἐν βουλῇ ἐγίνοντο πότερον ἀποίσουσιν ἐπ´ οἴκου τὰς δυνάμεις, ὅσα δύνανται τῆς χώρας τῶν πολεμίων κακώσαντες, ἢ προσμεταπέμπωνται στρατιὰν ἑτέραν οἴκοθεν καὶ προσμένωσι λιπαροῦντες ἕως τὸ κάλλιστον ἐπιθήσουσι τῷ πολέμῳ τέλος.
2. Πονηρὸν δὲ αὐτοῖς καὶ τὸ ἀπιέναι μετ´ αἰσχύνης τῆς ἀπράκτου ἀναχωρήσεως ἐφαίνετο εἶναι καὶ τὸ μένειν οὐδενός σφισι χωροῦντος κατ´ ἐλπίδα. Συμβάσεως δὲ πέρι τὸ διαλέγεσθαι πρὸς τοὺς ἐχθρούς, ἥνπερ ἐδόκουν εἶναι μόνην εὐπρεπῆ τοῦ πολέμου ἀπαλλαγήν, οὐχ ἑαυτοῖς μᾶλλον ἢ Ῥωμαίοις ἁρμόττειν ὑπελάμβανον·
3. Ῥωμαῖοι δὲ οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῶν Σαβίνων εἰς πολλὴν ἀπορίαν ἐνέπιπτον ὅ τι χρήσαιντο τοῖς πράγμασιν. οὔτε γὰρ ἀποδιδόναι τὰς γυναῖκας ἠξίουν οὔτε κατέχειν· τῷ μὲν ἧτταν ὁμολογουμένην ἀκολουθεῖν οἰόμενοι καὶ ἀναγκαῖόν σφισιν ἐσόμενον πᾶν ὅ τι ἂν ἄλλο ἐπιταχθῶσιν ὑπομένειν, τῷ δὲ πολλὰ καὶ δεινὰ ἐπιδεῖν χώρας τε πορθουμένης καὶ νεότητος τῆς κρατίστης ἀπολλυμένης· περὶ φιλίας τε εἰ διαλέγοιντο πρὸς τοὺς Σαβίνους, οὐδενὸς ὑπελάμβανον τεύξεσθαι τῶν μετρίων διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δ´ ὅτι ταῖς αὐθαδείαις οὐ μετριότης γίνεται πρὸς τὸ ἀντίπαλον ἐπὶ θεραπείας τραπόμενον ἀλλὰ βαρύτης.
XLV. 1. Ἐν ᾧ δὲ ἀμφότεροι ταῦτα διαλογιζόμενοι καὶ οὔτε μάχης ἄρχειν τολμῶντες οὔτε περὶ φιλίας διαλεγόμενοι παρεῖλκον τὸν χρόνον, αἱ Ῥωμαίων γυναῖκες ὅσαι τοῦ Σαβίνων ἐτύγχανον οὖσαι γένους, δι´ ἃς ὁ πόλεμος συνειστήκει, συνελθοῦσαι δίχα τῶν ἀνδρῶν εἰς ἓν χωρίον καὶ λόγον ἑαυταῖς δοῦσαι γνώμην ἐποιήσαντο συμβατηρίων ἄρξαι πρὸς ἀμφοτέρους αὐταὶ λόγων.
2. Ἡ δὲ τοῦτο εἰσηγησαμένη τὸ βούλευμα ταῖς γυναιξὶν Ἑρσιλία μὲν ἐκαλεῖτο, γένους δ´ οὐκ ἀφανοῦς ἦν ἐν Σαβίνοις. Ταύτην δ´ οἱ μέν φασι γεγαμημένην ἤδη σὺν ταῖς ἄλλαις ἁρπασθῆναι κόραις ὡς παρθένον, οἱ δὲ τὰ πιθανώτατα γράφοντες ἑκοῦσαν ὑπομεῖναι λέγουσι μετὰ θυγατρός· ἁρπασθῆναι γὰρ δὴ κἀκείνης θυγατέρα μονογενῆ.
3. Ὡς δὲ ταύτην ἔσχον τὴν γνώμην αἱ γυναῖκες ἧκον ἐπὶ τὸ συνέδριον καὶ τυχοῦσαι λόγου μακρὰς ἐξέτειναν δεήσεις, ἐπιτροπὴν ἀξιοῦσαι λαβεῖν τῆς πρὸς τοὺς συγγενεῖς ἐξόδου, πολλὰς καὶ ἀγαθὰς ἐλπίδας ἔχειν λέγουσαι περὶ τοῦ συνάξειν εἰς ἓν τὰ ἔθνη καὶ ποιήσειν φιλίαν. Ὡς δὲ ταῦτ´ ἤκουσαν οἱ συνεδρεύοντες τῷ βασιλεῖ σφόδρα τε ἠγάσθησαν καὶ πόρον ὡς ἐν ἀμηχάνοις πράγμασι τοῦτον ὑπέλαβον εἶναι μόνον.
4. Γίνεται δὴ μετὰ τοῦτο δόγμα τοιόνδε βουλῆς· ὅσαι τοῦ Σαβίνων γένους ἦσαν ἔχουσαι τέκνα, ταύταις ἐξουσίαν εἶναι καταλιπούσαις τὰ τέκνα παρὰ τοῖς ἀνδράσι πρεσβεύειν ὡς τοὺς ὁμοεθνεῖς, ὅσαι δὲ πλειόνων παίδων μητέρες ἦσαν ἐπάγεσθαι μοῖραν ἐξ αὐτῶν ὁσηνδήτινα καὶ πράττειν ὅπως εἰς φιλίαν συνάξουσι τὰ ἔθνη.
5. Μετὰ τοῦτο ἐξῄεσαν ἐσθῆτας ἔχουσαι πενθίμους, τινὲς δὲ αὐτῶν καὶ τέκνα νήπια ἐπαγόμεναι. Ὡς δ´ εἰς τὸν χάρακα τῶν Σαβίνων προῆλθον ὀδυρόμεναί τε καὶ προσπίπτουσαι τοῖς τῶν ἀπαντώντων γόνασι πολὺν οἶκτον ἐκ τῶν ὁρώντων ἐκίνησαν, καὶ τὰ δάκρυα κατέχειν οὐδεὶς ἱκανὸς ἦν.
6. Συναχθέντος δὲ αὐταῖς τοῦ συνεδρίου τῶν προβούλων καὶ κελεύσαντος τοῦ βασιλέως ὑπὲρ ὧν ἥκουσι λέγειν ἡ τοῦ βουλεύματος ἄρξασα καὶ τὴν ἡγεμονίαν ἔχουσα τῆς πρεσβείας Ἑρσιλία μακρὰν καὶ συμπαθῆ διεξῆλθε δέησιν, ἀξιοῦσα χαρίσασθαι τὴν εἰρήνην ταῖς δεομέναις ὑπὲρ τῶν ἀνδρῶν, δι´ ἃς ἐξενηνέχθαι τὸν πόλεμον ἀπέφαινεν· ἐφ´ οἷς δὲ γενήσονται δικαίοις αἱ διαλύσεις, τοὺς ἡγεμόνας αὐτοὺς συνελθόντας ἐφ´ ἑαυτῶν διομολογήσασθαι πρὸς τὸ κοινῇ συμφέρον ὁρῶντας.
XLVI. 1 Τοιαῦτα εἰποῦσαι προὔπεσον ἅπασαι τῶν τοῦ βασιλέως γονάτων ἅμα τοῖς τέκνοις καὶ διέμενον ἐρριμμέναι, τέως ἀνέστησαν αὐτὰς ἐκ τῆς γῆς οἱ παρόντες ἅπαντα ποιήσειν τὰ μέτρια καὶ τὰ δυνατὰ ὑπισχνούμενοι. Μεταστησάμενοι δὲ αὐτὰς ἐκ τοῦ συνεδρίου καὶ βουλευσάμενοι καθ´ ἑαυτοὺς ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς. καὶ γίνονται τοῖς ἔθνεσιν ἐκεχειρίαι μὲν πρῶτον· ἔπειτα συνελθόντων τῶν βασιλέων συνθῆκαι περὶ φιλίας.
2. Ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὅρκους ἐποιήσαντο, τοιάδε· βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας· πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας.
3. Ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὅρκοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις. Καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ἡγεμόνες ἀπῆγον ἐπ´ οἴκου, Τάτιος δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τρεῖς ἄνδρες οἴκων τῶν διαφανεστάτων ὑπέμειναν ἐν Ῥώμῃ καὶ τιμὰς ἔσχον, ἃς τὸ ἀπ´ αὐτῶν ἐκαρποῦτο γένος, Οὐόλοσσος Οὐαλέριος καὶ Τάλλος Τυράννως ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ τὴν λίμνην σὺν τοῖς ὅπλοις διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.
XLVII. 1. Καταστάντων δὲ τῶν πραγμάτων ἔδοξε τοῖς βασιλεῦσιν, ἐπειδὴ πολλὴν ἐπίδοσιν εἰς ὄχλου πλῆθος ἡ πόλις εἰλήφει, διπλάσιον τοῦ προτέρου ποιῆσαι τὸν τῶν πατρικίων ἀριθμὸν προσκαταλέξαντας σὺν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τῶν ὕστερον ἐποικησάντων ἴσους τοῖς προτέροις, νεωτέρους οὓς ἐκάλεσαν πατρικίους· ἐξ ὧν ἑκατὸν ἄνδρας, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, τοῖς ἀρχαίοις βουλευταῖς προσέγραψαν.
2. Περὶ μὲν οὖν τούτων ὀλίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαϊκὰς ἱστορίας συμπεφωνήκασιν, ὀλίγοι δέ τινες περὶ τοῦ πλήθους τῶν προσκαταγραφέντων βουλευτῶν διαφέρονται. Οὐ γὰρ ἑκατὸν ἀλλὰ πεντήκοντα τοὺς ἐπεισελθόντας εἰς τὴν βουλὴν ἀποφαίνουσι γενέσθαι.
3. Περὶ δὲ τῶν τιμῶν, ἃς ταῖς γυναιξὶν οἱ βασιλεῖς ἀπέδοσαν, ὅτι συνήγαγον αὐτοὺς εἰς φιλίαν, οὐχ ἅπαντες Ῥωμαίων συγγραφεῖς συμφέρονται. τινὲς μὲν γὰρ αὐτῶν γράφουσι τά τε ἄλλα πολλὰ καὶ μεγάλα δωρήσασθαι ταῖς γυναιξὶ τοὺς ἡγεμόνας καὶ δὴ καὶ τὰς φράτρας τριάκοντα οὔσας, ὥσπερ ἔφην, ἐπωνύμους τῶν γυναικῶν ποιῆσαι· τοσαύτας γὰρ εἶναι γυναῖκας τὰς ἐπιπρεσβευσαμένας.
4. Οὐάρρων δὲ Τερέντιος τοῦτ´ αὐτοῖς τὸ μέρος οὐχ ὁμολογεῖ παλαίτερον ἔτι λέγων ἐν ταῖς κουρίαις τεθῆναι τὰ ὀνόματα ὑπὸ τοῦ Ῥωμύλου κατὰ τὴν πρώτην τοῦ πλήθους διαίρεσιν τὰ μὲν ἀπ´ ἀνδρῶν ληφθέντα ἡγεμόνων, τὰ δ´ ἀπὸ πάγων· τάς τ´ ἐπὶ τὴν πρεσβείαν ἐξελθούσας γυναῖκας οὐ τριάκοντα εἶναί φησιν, ἀλλὰ πεντακοσίας τε καὶ τριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδ´ εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμὴν ἀφελομένους τοὺς βασιλεῖς ὀλίγαις ἐξ αὐτῶν δοῦναι μόναις. Ἀλλ´ ὑπὲρ μὲν τούτων οὔτε μηδένα ποιήσασθαι λόγον οὔτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.
XLVIII. 1. Περὶ δὲ τῆς Κυριτῶν πόλεως, ἐξ ἧς οἱ περὶ τὸν Τάτιον ἦσαν (ἀπαιτεῖ γὰρ ἡ διήγησις καὶ περὶ τούτων, οἵτινές τε καὶ ὁπόθεν ἦσαν, εἰπεῖν) τοσαῦτα παρελάβομεν. ἐν τῇ Ῥεατίνων χώρᾳ καθ´ ὃν χρόνον Ἀβοριγῖνες αὐτὴν κατεῖχον παρθένος τις ἐπιχωρία τοῦ πρώτου γένους εἰς ἱερὸν ἦλθεν Ἐνυαλίου χορεύσουσα·
2. τὸν δ´ Ἐνυάλιον οἱ Σαβῖνοι καὶ παρ´ ἐκείνων οἱ Ῥωμαῖοι μαθόντες Κυρῖνον ὀνομάζουσιν, οὐκ ἔχοντες εἰπεῖν τὸ ἀκριβὲς εἴτε Ἄρης ἐστὶν εἴτε ἕτερός τις ὁμοίας Ἄρει τιμὰς ἔχων. Οἱ μὲν γὰρ ἐφ´ ἑνὸς οἴονται θεοῦ πολεμικῶν ἀγώνων ἡγεμόνος ἑκάτερον τῶν ὀνομάτων κατηγορῆσθαι, οἱ δὲ κατὰ δύο τάττεσθαι δαιμόνων πολεμιστῶν τὰ ὀνόματα.
3. Ἐν δὴ τοῦ θεοῦ τῷ τεμένει χορεύουσα ἡ παῖς ἔνθεος ἄφνω γίνεται καὶ καταλιποῦσα τὸν χορὸν εἰς τὸν σηκὸν εἰστρέχει τοῦ θεοῦ. ἔπειτα ἐγκύμων ἐκ τοῦ δαίμονος, ὡς ἅπασιν ἐδόκει, γενομένη τίκτει παῖδα Μόδιον ὄνομα, Φαβίδιον ἐπίκλησιν, ὃς ἀνδρωθεὶς μορφήν τε οὐ κατ´ ἄνθρωπον ἀλλὰ δαιμόνιον ἴσχει, καὶ τὰ πολέμια πάντων γίνεται λαμπρότατος· καὶ αὐτὸν εἰσέρχεται πόθος οἰκίσαι πόλιν ἐφ´ ἑαυτοῦ.
4. Συναγαγὼν δὴ χεῖρα πολλὴν τῶν περὶ ἐκεῖνα τὰ χωρία οἰκούντων ἐν ὀλίγῳ πάνυ χρόνῳ κτίζει τὰς καλουμένας Κύρεις, ὡς μέν τινες ἱστοροῦσιν ἐπὶ τοῦ δαίμονος, ἐξ οὗ γενέσθαι λόγος αὐτὸν εἶχε, τοὔνομα ῇ πόλει θέμενος, ὡς δ´ ἕτεροι γράφουσιν ἐπὶ τῆς αἰχμῆς· κύρεις γὰρ οἱ Σαβῖνοι τὰς αἰχμὰς καλοῦσιν. ταῦτα μὲν οὖν Τερέντιος Οὐάρρων γράφει.
XLIX. 1. Ζηνόδοτος δ´ ὁ Τροιζήνιος συγγραφεὺς - - - Ὀμβρικοὺς ἔθνος αὐθιγενὲς ἱστορεῖ τὸ μὲν πρῶτον οἰκῆσαι περὶ τὴν καλουμένην Ῥεατίνην· ἐκεῖθεν δὲ ὑπὸ Πελασγῶν ἐξελασθέντας εἰς ταύτην ἀφικέσθαι τὴν γῆν ἔνθα νῦν οἰκοῦσι καὶ μεταβαλόντας ἅμα τῷ τόπῳ τοὔνομα Σαβίνους ἐξ Ὀμβρικῶν προσαγορευθῆναι.
2. Κάτων δὲ Πόρκιος τὸ μὲν ὄνομα τῷ Σαβίνων ἔθνει τεθῆναί φησιν ἐπὶ Σάβου τοῦ Σάγκου δαίμονος ἐπιχωρίου, τοῦτον δὲ τὸν Σάγκον ὑπό τινων πίστιον καλεῖσθαι Δία. πρώτην δ´ αὐτῶν οἴκησιν ἀποφαίνει γενέσθαι κώμην τινὰ καλουμένην Τεστροῦναν ἀγχοῦ πόλεως Ἀμιτέρνης κειμένην, ἐξ ἧς ὁρμηθέντας τότε Σαβίνους εἰς τὴν Ῥεατίνην ἐμβαλεῖν Ἀβοριγίνων ἅμα Πελασγοῖς κατοικούντων καὶ πόλιν αὐτῶν τὴν ἐπιφανεστάτην Κοτυλίας πολέμῳ χειρωσαμένους κατασχεῖν.
3. Ἐκ δὲ τῆς Ῥεατίνης ἀποικίας ἀποστείλαντας ἄλλας τε πόλεις κτίσαι πολλάς, ἐν αἷς οἰκεῖν ἀτειχίστοις, καὶ δὴ καὶ τὰς προσαγορευομένας Κύρεις· χώραν δὲ κατασχεῖν τῆς μὲν Ἀδριανῆς θαλάττης ἀπέχουσαν ἀμφὶ τοὺς ὀγδοήκοντα καὶ διακοσίους σταδίους, τῆς δὲ Τυρρηνικῆς τετταράκοντα πρὸς διακοσίοις· μῆκος δὲ αὐτῆς εἶναί φησιν ὀλίγῳ μεῖον σταδίων χιλίων.
4. Ἔστι δέ τις καὶ ἄλλος ὑπὲρ τῶν Σαβίνων ἐν ἱστορίαις ἐπιχωρίοις λεγόμενος λόγος, ὡς Λακεδαιμονίων ἐποικησάντων αὐτοῖς καθ´ ὃν χρόνον ἐπιτροπεύων Εὔνομον τὸν ἀδελφιδοῦν Λυκοῦργος ἔθετο τῇ Σπάρτῃ τοὺς νόμους. Ἀχθομένους γάρ τινας τῇ σκληρότητι τῆς νομοθεσίας καὶ διαστάντας ἀπὸ τῶν ἑτέρων οἴχεσθαι τὸ παράπαν ἐκ τῆς πόλεως· ἔπειτα διὰ πελάγους πολλοῦ φερομένους εὔξασθαι τοῖς θεοῖς (πόθον γάρ τινα ὑπελθεῖν αὐτοὺς ὁποιασδήποτε γῆς) εἰς ἣν ἂν ἔλθωσι πρώτην, ἐν ταύτῃ κατοικήσειν.
5. Καταχθέντας δὲ τῆς Ἰταλίας περὶ τὰ καλούμενα Πωμεντῖνα πεδία τό τε χωρίον, ἐν ᾧ πρῶτον ὡρμίσαντο, Φορωνίαν ἀπὸ τῆς πελαγίου φορήσεως ὀνομάσαι καὶ θεᾶς ἱερὸν ἱδρύσασθαι Φορωνίας, ᾗ τὰς εὐχὰς ἔθεντο· ἣν νῦν ἑνὸς ἀλλαγῇ γράμματος Φερωνίαν καλοῦσιν. Ἐκεῖθεν δ´ ὁρμηθέντας αὐτῶν τινας συνοίκους τοῖς Σαβίνοις γενέσθαι· καὶ διὰ τοῦτο πολλὰ τῶν νομίμων εἶναι Σαβίνων Λακωνικά, μάλιστα δὲ τὸ φιλοπόλεμόν τε καὶ τὸ λιτοδίαιτον καὶ παρὰ πάντα τὰ ἔργα τοῦ βίου σκληρόν. Ὑπὲρ μὲν δὴ τοῦ Σαβίνων γένους ταῦθ´ ἱκανά.
L. 1. Οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον τήν τε πόλιν εὐθὺς ἐποίουν μείζονα προσθέντες ἑτέρους αὐτῇ δύο λόφους, τόν τε Κυρίνιον κληθέντα καὶ τὸν Καίλιον, καὶ διελόμενοι τὰς οἰκήσεις χωρὶς ἀλλήλων δίαιταν ἐν τοῖς ἰδίοις ἑκάτεροι χωρίοις ἐποιοῦντο, Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων καὶ τὸ Καίλιον ὄρος· ἔστι δὲ τῷ Παλατίῳ προσεχές· Τάτιος δὲ τὸν Καπιτωλῖνον, ὅνπερ ἐξ ἀρχῆς κατέσχε, καὶ τὸν Κυρίνιον ὄχθον. 2. Τὸ δ´ ὑποκείμενον τῷ Καπιτωλίῳ πεδίον ἐκκόψαντες τὴν ἐν αὐτῷ πεφυκυῖαν ὕλην καὶ τῆς λίμνης, ἣ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε τοῖς κατιοῦσιν ἐκ τῶν ὀρῶν νάμασι, τὰ πολλὰ χώσαντες ἀγορὰν αὐτόθι κατεστήσαντο, ᾗ καὶ νῦν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοῦσι, καὶ τὰς συνόδους ἐνταῦθα ἐποιοῦντο ἐν Ἡφαίστου χρηματίζοντες ἱερῷ μικρὸν ἐπανεστηκότι τῆς ἀγορᾶς.
3. Ἱερά τε ἱδρύσαντο καὶ βωμοὺς καθιέρωσαν οἷς ηὔξαντο κατὰ τὰς μάχας θεοῖς, Ῥωμύλος μὲν ὀρθωσίῳ Διὶ παρὰ ταῖς καλουμέναις Μουγωνίσι πύλαις, αἳ φέρουσιν εἰς τὸ Παλάτιον ἐκ τῆς ἱερᾶς ὁδοῦ, ὅτι τὴν στρατιὰν αὐτοῦ φυγοῦσαν ἐποίησεν ὁ θεὸς ὑπακούσας ταῖς εὐχαῖς στῆναί τε καὶ πρὸς ἀλκὴν τραπέσθαι· Τάτιος δὲ Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Κρόνῳ καὶ Ῥέᾳ, πρὸς δὲ τούτοις Ἑστίᾳ καὶ Ἡφαίστῳ καὶ Ἀρτέμιδι καὶ Ἐνυαλίῳ καὶ ἄλλοις θεοῖς, ὧν χαλεπὸν ἐξειπεῖν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα, ἐν ἁπάσαις τε ταῖς κουρίαις Ἥρᾳ τραπέζας ἔθετο κυριτίδι λεγομένῃ, αἳ καὶ εἰς τόδε χρόνου κεῖνται.
4. Ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν. λῃστήρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὑπ´ αὐτῶν καλούμενοι· οὓς ἐκ παρατάξεώς τε νικήσαντες (ἐχώρησαν γὰρ αὐτοῖς ὁμόσε) καὶ μετὰ ταῦτα ἐκ τειχομαχίας κατὰ κράτος ἑλόντες ὅπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τῇ τρίτῃ μερίδι· ἣν τοῖς σφετέροις διεῖλον.
5. Τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων τῇ τρίτῃ ἡμέρᾳ ἐπεξελθόντες καὶ τρεψάμενοι αὐτούς, τὰ μὲν αὐτῶν ἅπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αὐτοὺς δὲ τοὺς ἀνθρώπους ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἴασαν. Ἐγένοντο δ´ ὡς τετρακισχίλιοι, οὓς ταῖς φράτραις ἐπεμέρισαν, καὶ τὴν πόλιν αὐτῶν ἀποικίαν Ῥωμαίων ἐποίησαν. Ἦν δὲ Ἀλβανῶν ἀπόκτισις ἡ Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον τῆς Ῥώμης· τὸ δ´ ἀρχαῖον Ἀβοριγίνων οἴκησις ἐν τοῖς πάνυ ἐπιφανής.