Ὅσα περὶ ἀφροδίσια
Συγγραφέας:
Προβλήματα


Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ.


1. Διὰ τί ὁ ἀφροδισιάζων καὶ ὁ ἀποθνήσκων ἀναβάλλει τὰ ὄμματα, καθεύδων δὲ καταβάλλει;

Ἢ διότι ἄνωθεν τὸ θερμὸν ἐξιὸν ἀναστρέφει ἵνα περ ὁρμᾷ· ἐν δὲ τῷ ὕπνῳ κάτω συνάγεται, διὸ ῥέπει κάτω; συγκλείονται δὲ οἱ ὀφθαλμοὶ παρὰ τὸ μὴ ὑπάρχειν ἔτι νοτίδα.


2. Διὰ τί τῶν πλείοσιν ἀφροδισίοις χρωμένων ἐπιδηλότατα ἐνδίδωσι τὰ ὄμματα καὶ τὰ ἰσχία, τὰ μὲν ἐγγὺς ὄντα, τὰ δὲ πόρρω;

Πότερον ὅτι καὶ ἐν αὐτῇ τῇ συνουσίᾳ ἐπιδηλότατα συμπονεῖ ταῦτα τῇ ἐργασίᾳ συνιόντα περὶ τὴν πρόεσιν τοῦ σπέρματος; συνεκθλίβεται οὖν μάλιστα ἐντεῦθεν ὅσον εὔτηκτον τῆς τροφῆς ἔνεστι διὰ τὴν θλῖψιν. Ἢ διότι παραθερμαινόμενα τήκεται μάλιστα· ὁ δὲ ἀφροδισιασμὸς θερμότητα ἐργάζεται. Μάλιστα δὲ ταῦτα θερμαίνεται, ἃ κινεῖται ἐν τῇ ἐργασίᾳ. Οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ περὶ τὴν ἕδραν ἐπιδήλως συμπονεῖ. Οὔτε γὰρ μὴ συναγαγόντι τὰ περὶ τὴν ἕδραν ἐνδέχεται προέσθαι, οὔτε μὴ τῶν ὀφθαλμῶν καταβληθέντων· τὰ μὲν γὰρ περὶ τὴν ἕδραν συνιόντα θλίβει, οἷον ἐκ κύστεως τῇ χειρὶ τὸ ὑγρόν, ἡ δὲ τῶν ὀφθαλμῶν συναγωγὴ τὰ ἀπὸ τοῦ ἐγκεφάλου. Ὅτι δὲ μεγάλην ἔχουσι τὰ ὄμματα τὴν δύναμιν καὶ ὁ τόπος αὐτῶν πρὸς γένεσιν, δηλοῖ ἡ τῶν ἀτέκνων καὶ γονίμων γυναικῶν τοῖς ἐναλείμμασι πεῖρα, ὡς δέον ταύτῃ διελθεῖν εἰς τὸ σπέρμα δύναμιν. Πίονα δὲ ἄμφω τυγχάνει ὄντα πάντων ἀεί, ἀρχός τε καὶ ὄμματα· διὰ μὲν οὖν τὴν συνεργίαν κοινωνεῖ τῆς θερμασίας, διὰ δὲ ταύτην λεπτύνεται καὶ συναποκρίνεται πολὺ εἰς τὸ σπέρμα. Οὔτε γάρ, ἂν μὴ πῖον ᾖ, ὁμοίως γρύσει ἡ θερμότης, οὔτε πῖον ὂν μὴ συμπονοῦν, οἷον ἐν τῇ κοιλίᾳ· ἀλλὰ οἱ νεφροὶ τῶν ἄλλων μάλιστα αἰσθάνονται διὰ τὴν γειτνίασιν. Καὶ αὐτὴ δὲ ἡ τοῦ σπέρματος πάροδος παρὰ τοὺς τόπους τούτους οὖσα ἐπιδηλότατα ἱκανή ἐστι λεπτύνειν· ἀφαιρεῖ γάρ, ἀλλ´ οὐ προστίθησι πλησιάζουσα.


3. Διὰ τί καὶ οἱ ἀφροδισιάζοντες καὶ οἱ εὐνοῦχοι οὐ χρώμενοι ἀφροδισίοις ὁμοίως ἀμφότεροι τὰ ὄμματα πρὸς ὀξυωπίαν βλάπτονται;

Ἢ ὅτι τοῖς μὲν διὰ λαγνείαν, τοῖς δὲ διὰ τὴν πήρωσιν τὰ ἄνω ξηρὰ γίνεται μᾶλλον τοῦ δέοντος, ἐπιδηλότατα δ´ ἐν τούτοις, ὅσων τὸ ἔργον ἐστὶν ἀκριβές· ἡ δ´ ὄψις τοιοῦτον. Κατασπωμένων δὲ τῶν ὑγρῶν τὰ ἄνω ξηραίνεται. Ὁ μὲν οὖν ἀφροδισιασμὸς δῆλον ὅτι τοῦτο ποιεῖ· τοῖς δὲ εὐνούχοις τά τε σκέλη οἰδεῖ καὶ αἱ κοιλίαι εὔλυτοι ὡς κάτω μεθισταμένου τοῦ ὑγροῦ.


4. Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφροδισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν;

Ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναντίον; φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνεται ἐκ ψιλῶν· δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτ´ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα. Οὐ πάσχει δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ ἀραιότερα, ἐξ ὧν θρὶξ φύεται. Δῆλον δὲ ἐκ τοῦ μὴ ἐν ταῖς οὐλαῖς φύεσθαι τρίχας· στεγαναὶ γὰρ αἱ οὐλαί, ἀλλ´ οὐκ ἀραιαί. Μηδὲ τοῖς παιδίοις καὶ γυναιξίν· ὑγρὰ γὰρ καὶ ἄμφω, ἀλλ´ οὐ ξηρά.


5. Διὰ τί ἡ ἀνυποδησία οὐ συμφέρει πρὸς ἀφροδισιασμούς;

Ἢ ὅτι τὸ μέλλον ἀφροδισιάζειν σῶμα δεῖ τὰ ἐντὸς θερμὸν εἶναι καὶ ὑγρόν; τοιοῦτον δὲ ἐν τοῖς ὕπνοις μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· διὸ καὶ ταχὺ καὶ ἄνευ ἐργασίας οἱ ἐξονειρωγμοὶ γίνονται, ἐγρηγοροῦσι δὲ μετὰ πόνου. Ἅμα δὲ τὸ σῶμα τοιοῦτον καὶ οἱ πόδες ὑγρότεροι καὶ θερμότεροι· σημεῖον δέ, ὅτι καθευδόντων θερμοί, ὡς ἅμα τοῖς ἐντὸς οὕτως ἔχοντες. Ἡ δ´ ἀνυποδησία τοὐναντίον ποιεῖ· ξηραίνει γὰρ καὶ ψύχει. Ὥστ´, εἴτε ἀδύνατον μὴ θερμῶν ὄντων ἀφροδισιάσαι εἴτε χαλεπόν, ἀνάγκη ἀσύμφορον εἶναι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν.


6. Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος;

Ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος;


7. Διὰ τί δὲ πλεῖστον προΐεται;

Ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα; ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σώζηται.


8. Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται;

Ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν καταψυχομένων τόπων; ἅστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ διὰ τὸ θερμαίνεσθαι. Δῆλον δὲ καὶ τῇ ὄψει· τῶν γὰρ φοβουμένων τὰ ἄνω λειφαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται. Ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ τῷ θανάτῳ κάτωθεν ἄνω, ἐξυγραῖνον τῇ θερμότητι ποιεῖ τὴν τοῦ σπέρματος ἔξοδον.


9. Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι;

Ἢ ὅτι μὴ ὀργῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν; ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται, πλείω χρόνον παρέξει πόνον. Ἐάν τέ τις κινήσῃ τι ἀλλότριον, τοῦτο πόνον παρέξει, οὐκ ἐν τῇ αὑτοῦ χώρᾳ ὄν· ἃ συμβήσεται τοῖς μὴ ὀργῶσι ποιοῦσί τι τῶν εἰρημένων.


10. Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν;

Ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσι, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι. Δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν.


11. Διὰ τί οἱ νέοι ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν;

Ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν; τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ᾗ ἐπλησίασαν φεύγουσιν.


12. Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται;

Ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται. Αεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.


13. Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσι, πρότερον δ´ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες;

Ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις; τοῦτο δ´ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων. Ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπολειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλωθέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός. Πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολλὴν ἔχει δύναμιν· ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίωται. Διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλλον καὶ καταψύχονται· ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνονται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν αὐτοῦ. Ἁλμυρώτεροι οὖν οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσωδέστεροι διὰ τὴν ἀπεψίαν· καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλιστα, οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις.


14. Διὰ τί, ἐὰν μὲν ἐκ τοῦ σπέρματος τοῦ ἡμετέρου γένηται τὸ ζῷον, τοῦτο ἡμέτερον ἔκγονόν ἐστιν, ἐὰν δὲ ἐξ ἄλλου τινὸς ἢ μέρους ἢ ἀποκρίσεως, οὐχ ἡμέτερον;

Γίνεται γὰρ σηπομένων πολλὰ καὶ ἐκ τοῦ σπέρματος. Τί δὴ οὖν, ἐὰν μὲν τοιοῦτον οἷον ἡμεῖς, ἡμέτερον, ἐὰν δὲ ἀλλότριον, οὔ; ἢ γὰρ ἅπαντα προσήκει ἢ οὐθέν. Ἢ πρῶτον μέν, ὅτι οὕτω μὲν ἐξ ἡμετέρου γίνεται, ἐκείνως δὲ ἐξ ἀλλοτρίου, ὅσα ἐξ ἀποκαθάρματος γίνεται καὶ ἐκκρίσεως; καὶ ὅλως οὐθὲν τῶν τοῦ ζῴου ζῷον γεννᾷ ἀλλ´ ἢ τὸ σπέρμα. Τὸ δὲ βλάπτον καὶ τὸ κακὸν οὐθενός ἐστιν οἰκεῖον, οὐδὲ τὸ ἀλλότριον· οὐ γὰρ ταὐτὸ τούτου τι εἶναι καὶ τούτου ἀλλότριον ἢ ἕτερον ἢ κακόν. Αἱ δὲ ἐκκρίσεις καὶ σήψεις οὐχ ἡμέτερα, ἀλλ´ ἕτερα καὶ ἀλλότρια τῆς φύσεως ἡμῶν εἰσίν. Οὐ γὰρ ὅσα ἐν τῷ σώματι γίνεται, τοῦ σώματος θετέον, ἐπεὶ καὶ φύματα γίνεται, ἃ αἴρουσι καὶ ἐκβάλλουσιν. Καὶ ὅλως ὅσα παρὰ φύσιν, πάντα ἀλλότρια· παρὰ φύσιν δὲ πολλὰ καὶ τῶν συγγινομένων ἐστίν. Εἰ οὖν ἐκ μόνου τούτου τῶν ἡμετέρων γίνεται ζῷον, ὀρθῶς ἂν τὸ ἐκ τούτου γινόμενον ἔκγονον ἡμέτερον εἴη μόνον. Καὶ ἐκ τοῦ σπέρματος δὲ ἄν τι ἄλλο γένηται, οἷον σκώληξ σαπέντος, ἢ καὶ ἐν τῇ μήτρᾳ διαφθαρέντος, οἷον ἃ λέγεται τέρατα, οὐκ ἔκγονα λεκτέον. Ὅλως γὰρ ἐκ διεφθαρμένου γινόμενα οὐκέτι ἐξ ἡμετέρου ὄντος γίνεται, ἀλλ´ ἐξ ἀλλοτρίου, ὥσπερ τὰ ἐκ τῶν ἀποκρίσεων, οἷον τὸ ἐκ τῆς κόπρου. Σημεῖον δὲ ὅτι ἐκ διεφθαρμένου πάντα τὰ τοιαῦτα γίνεται· μὴ ἐκ διαφθειρομένου γὰρ τοιοῦτον πέφυκε γίνεσθαι οἷον ἂν ᾖ ἐξ οὗ τὸ σπέρμα, ἐὰν ἐξ ἵππου, ἵππος, ἐὰν δὲ ἐξ ἀνθρώπου, ἄνθρωπος. Καὶ αὐτό τε οὐ τιμῶμεν τὸ σπέρμα, οὐδὲ πᾶν τὸ ἐν τῇ γενέσει περαινόμενον. Καὶ γὰρ ὑγρὸν καὶ ὄγκος τις καὶ σὰρξ γίνεται. Ποτὲ δέ, διὰ τὸ μήπω ἔχειν τὴν φύσιν, ἀλλ´ ἢ τοσοῦτον μόνον τῆς φύσεως, ὅτι οὕτω διάκειται ὥστε γενέσθαι ἐξ αὐτοῦ τοιοῦτον οἷον ἡμεῖς· ἐκ δὲ διεφθαρμένου οὐδὲ τοιοῦτον. Διὰ ταῦτα οὔτε ἐξ ἑτέρου τῶν ἐν ἡμῖν οὔτε ἐκ τούτου διεφθαρμένου ἢ ἀτελῶς ἔχοντος τὸ ἔκγονόν ἐστιν ἡμέτερον.


15. Διὰ τί ἐν τῷ ὕδατι ἧττον δύνανται ἀφροδισιάζειν οἱ ἄνθρωποι;

Ἢ ὅτι ἐν ὕδατι οὐθὲν τήκεται, ὅσα ὑπὸ πυρὸς τήκεται, οἷον μόλιβδος ἢ κηρός· ἡ δὲ γονὴ τηκομένη φαίνεται πυρί· πρὶν μὲν γὰρ ἡ τρῖψις ἐκθερμάνῃ, οὐ τήκεται. Οἱ δὲ ἰχθύες οὐ τρίψει ὀχεύουσιν.


16. Διὰ τί τὸ ἀφροδισιάζειν ἥδιστον, καὶ πότερον ἐξ ἀνάγκης ἢ ἕνεκά τινος ὑπάρχει τοῖς ζῴοις;

Ἢ ἡδὺ μέν ἐστιν ἤτοι διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι τὸ σπέρμα, ὥσπερ τινές φασιν, ἢ καὶ ἀπὸ παντὸς μὲν μὴ ἀπιέναι, διὰ δὲ τοιούτου εἰς ὃ πάντες συντείνουσιν οἱ πόροι τῶν φλεβῶν; οὔσης οὖν τῆς ἡδονῆς ὁμοίας τῆς ἐν τῷ κνησμῷ, τοῦτο συμβαίνει γίνεσθαι ὥσπερ δι´ ὅλου τοῦ σώματος. Ὁ δὲ κνησμὸς ἡδύς ἐστιν, ὑγροῦ ἔξοδος πνευματώδους ἐγκατακεκλεισμένου παρὰ φύσιν. Ἡ δὲ γονὴ τοιούτου εἰς τὸ κατὰ φύσιν ἔξοδος. Ἔστι δὲ καὶ ἐξ ἀνάγκης ἡδὺ καὶ ἕνεκά τινος, ἐξ ἀνάγκης μὲν ὅτι ἡ εἰς τὸ κατὰ φύσιν ὁδὸς ἡδύ ἐστιν, ἐὰν ᾖ αἰσθητή, ἕνεκα δέ τινος ἵνα γένεσις ᾖ ζῴων· διὰ γὰρ τὴν ἡδονὴν μᾶλλον ὁρμᾷ πρὸς τὴν μῖξιν τὰ ζῷα.


17. Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ´ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει;

Ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις; τὸ δὲ φλέγμα περίττωμα.


18. Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει;

Ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει; ξηραίνει δὲ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου. Ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει.


19. Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι;

Ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί; ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ. Ἔστι δὲ τὸ αἴτιον· ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις. Κεφαλὴ γὰρ καὶ ὀφρὺς καὶ βλεφαρὶς συγγενικαὶ τρίχες. Τούτων δὲ μόνον ἐνίοις αἱ ὀφρύες δασύνονται πρεσβυτέροις γινομένοις (δι´ ἣν δὲ αἰτίαν, εἴρηται ἐν ἄλλοις), αἱ ἕτεραι δὲ διὰ τὸ αὐτὸ ἄμφω λείπουσιν. Αἴτιον δὲ ὅτι καταψύχει τὰ ἄνω ἡ λαγνεία ὀλίγαιμα ὄντα, ὥστε οὐ πέττει τὴν τροφὴν ὁ τόπος· οὐ λαμβάνουσαι δὲ τροφὴν ἐκρέουσιν αἱ τρίχες.


20. Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν;

Ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι; τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν.


21. Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ;

Ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος· διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά. Ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος ἐξόδου. Εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται· μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου.


22. Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ;

Πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ὅ τι ἄλλο μέρος. Οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστι, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός.


23. Διὰ τί οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν;

Ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπεξιὸν ἐν ἐλάττονι τόπῳ πλείονά τε ὄγκον ποιεῖ καὶ αἴρει; ἐπίκειται γὰρ τὸ αἰδοῖον ἐπὶ τοῖς πόροις.


24. Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις;

Ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεσθαι (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους. ἢ τοῦ ὑγροῦ αὐξανομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος μείζων γίνεται; Τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι.


25. Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ; Καὶ τοῦ καλουμένου γράσου ὄζουσιν.

Ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι;


26. Διὰ τί ἐν τῷ θέρει οἱ μὲν ἄνδρες ἧττον δύνανται ἀφροδισιάζειν αἱ δὲ γυναῖκες μᾶλλον, καθάπερ καὶ ὁ ποιητὴς λέγει ἐπὶ τῷ σκολύμῳ

"Μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες."

Πότερον ὅτι οἱ ὄρχεις καθίενται μᾶλλον ἢ ἐν τῷ χειμῶνι; ἀνάγκη δέ, εἰ μέλλει ἀφροδισιάζειν, ἀνασπάσαι. Ἢ ὅτι αἱ θερμαὶ φύσεις ἐν τῷ θέρει συμπίπτουσιν ὑπερβάλλοντος τοῦ θερμοῦ, αἱ δὲ ψυχραὶ θάλπουσιν; ἔστι δὲ ὁ μὲν ἀνὴρ ξηρὸς καὶ θερμός, ἡ δὲ γυνὴ ψυχρὰ καὶ ὑγρά. Τοῦ μὲν οὖν ἀνδρὸς ἠμαύρωται ἡ δύναμις, τῶν δὲ θάλλει ἐπανισουμένη τῷ ἐναντίῳ.


27. Διὰ τί ἔνιοι ἀφροδισιαζόμενοι χαίρουσι, καὶ οἱ μὲν ἅμα δρῶντες, οἱ δ´ οὔ;

Ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόπος εἰς ὃν πέφυκεν ἀποκρίνεσθαι κατὰ φύσιν, καὶ πόνου ἐγγινομένου τὸ πνεῦμα ἐξιὸν ἀνοιδεῖν ποιεῖ, καὶ συνεκκρίνει αὐτήν, οἷον τὸ μὲν οὖρον εἰς κύστιν, ἡ δ´ ἐξικμασμένη τροφὴ εἰς κοιλίαν, τὸ δὲ δάκρυον εἰς ὄμματα, μύξαι δ´ εἰς μυκτῆρας, αἷμα δὲ εἰς φλέβας. Ὁμοίως δὴ τούτοις καὶ ἡ γονὴ εἰς ὄρχεις καὶ αἰδοῖα. Οἷς δὴ οἱ πόροι μὴ κατὰ φύσιν ἔχουσιν, ἀλλ´ ἢ διὰ τὸ ἀποτυφλωθῆναι τοὺς εἰς τὸ αἰδοῖον, οἷον συμβαίνει τοῖς εὐνούχοις καὶ εὐνουχίαις, ἢ καὶ ἄλλως, εἰς τὴν ἕδραν συρρεῖ ἡ τοιαύτη ἰκμάς· καὶ γὰρ διεξέρχεται ταύτῃ. Σημεῖον δ´ ἐν τῇ συνουσίᾳ ἡ συναγωγὴ τοῦ τοιούτου τόπου καὶ ἡ σύντηξις τῶν περὶ τὴν ἕδραν. Ἐὰν οὖν ὑπερβάλλῃ τις τῇ λαγνείᾳ, τούτοις ἐνταῦθα συνέρχεται, ὥστε ὅταν ἡ ἐπιθυμία γένηται, τοῦτ´ ἐπιθυμεῖ τῆς τρίψεως εἰς ὃ συλλέγεται. Ἡ δ´ ἐπιθυμία καὶ ἀπὸ σιτίων καὶ ἀπὸ διανοίας γίνεται. Ὅταν γὰρ κινηθῇ ὑφ´ ὁτουοῦν, ἐνταῦθα τὸ πνεῦμα συντρέχει, καὶ τὸ τοιοῦτο περίττωμα συρρεῖ οὗ πέφυκεν. Κἂν μὲν λεπτὸν ᾖ ἢ πνευματῶδες, τούτου ἐξελθόντος, ὥσπερ αἱ συντάσεις τοῖς παισὶ καὶ τοῖς ἐν ἡλικία, ἐνίοτε οὐθενὸς ὑγροῦ ἐκκριθέντος, παύονται. Ὅταν δὲ κατασβεσθῇ τὸ ὑγρόν. Ἐὰν δὲ μηδέτερον τούτων πάθῃ, ἐπιθυμεῖ ἕως ἄν τι τούτων συμβῇ. Οἱ δὲ φύσει θηλυδρίαι οὕτω συνεστᾶσιν ὥστ´ ἐκεῖ μὲν μὴ ἐκκρίνεσθαι ἢ ὀλίγην, οὗπερ τοῖς ἔχουσι κατὰ φύσιν ἐκκρίνεται, εἰς δὲ τὸν τόπον τοῦτον. Αἴτιον δὲ ὅτι παρὰ φύσιν συνεστᾶσιν· ἄρσενες γὰρ ὄντες οὕτω διάκεινται ὥστε ἀνάγκη τὸν τόπον τοῦτον πεπηρῶσθαι αὐτῶν. Πήρωσις δὲ ἡ μὲν ὅλως ποιεῖ φθόρον, ἡ δὲ διαστροφήν. Ἐκείνη μὲν οὖν οὐκ ἔστιν· γυνὴ γὰρ ἂν ἐγένετο. Ἀνάγκη ἄρα παρεστράφθαι καὶ ἄλλοθί που ὁρμᾶν τῆς γονικῆς ἐκκρίσεως. Διὸ καὶ ἄπληστοι, ὥσπερ αἱ γυναῖκες· ὀλίγη γὰρ ἡ ἰκμάς, καὶ οὐ βιάζεται ἐξιέναι, καὶ καταψύχεται ταχύ. Καὶ ὅσοις μὲν ἐπὶ τὴν ἕδραν, οὗτοι πάσχειν ἐπιθυμοῦσιν, ὅσοις δ´ ἐπ´ ἀμφότερα, οὗτοι καὶ δρᾶν καὶ πάσχειν· ἐφ´ ὁπότερα δὲ πλεῖον, τούτου μᾶλλον ἐπιθυμοῦσιν. Ἐνίοις δὲ γίνεται καὶ ἐξ ἔθους τὸ πάθος τοῦτο. Ὅσα γὰρ ἂν ποιῶσι, συμβαίνει αὐτοῖς χαίρειν καὶ προΐεσθαι τὴν γονὴν οὕτως. Ἐπιθυμοῦσιν οὖν ποιεῖν οἷς ἂν ταῦτα γίνηται, καὶ μᾶλλον τὸ ἔθος ὥσπερ φύσις γίνεται. Διὰ τοῦτο ὅσοι ἂν μὴ πρὸ ἥβης ἀλλὰ περὶ ἥβην ἐθισθῶσιν ἀφροδισιάζεσθαι, διὰ τὸ γίνεσθαι αὐτοῖς ἐν τῇ χρείᾳ τὴν μνήμην, ἅμα δὲ τῇ μνήμῃ τὴν ἡδονήν, διὰ δὲ τὸ ἔθος ὥσπερ πεφυκότες ἐπιθυμοῦσι πάσχειν· τὰ μέντοι πολλὰ καὶ τὸ ἔθος ὥσπερ πεφυκόσι γίνεται. Ἐὰν δὲ τύχῃ λάγνος ὢν καὶ μαλακός, καὶ θᾶττον ἕκαστα τούτων συμβαίνει.


28. Διὰ τί μάλιστ´ αἰσχύνονται ὁμολογεῖν οἱ ἐπιθυμοῦντες ἀφροδισιάζεσθαι, ἀλλ´ οὐ πιεῖν οὐδὲ φαγεῖν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν;

Ἢ ὅτι τῶν μὲν πλείστων ἀναγκαῖαι αἱ ἐπιθυμίαι, ἔνια δὲ καὶ ἀναιρεῖ τοὺς μὴ τυγχάνοντας· ἡ δὲ τῶν ἀφροδισίων ἐκ περιουσίας ἐστίν.


29. Διὰ τί οἱ μὲν ἄνδρες τοῦ χειμῶνος, αἱ δὲ γυναῖκες τοῦ θέρους ὁρμητικώτεραι πρὸς τὰ ἀφροδίσια;

Ἢ ὅτι οἱ μὲν ἄνδρες θερμοὶ μᾶλλον καὶ ξηροὶ τὰς φύσεις, αἱ δὲ γυναῖκες ὑγραὶ καὶ κατεψυγμέναι; τοῖς μὲν οὖν τὸ ὑγρὸν καὶ τὸ θερμὸν αὔταρκες πρὸς τὴν ὁρμὴν τοῦ χειμῶνος (ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων), ταῖς δὲ τὸ θερμὸν ἔλαττον καὶ τὸ ὑγρόν ἐστι πεπηγὸς διὰ τὴν ἔνδειαν τοῦ πυρός· τοῦτο δὲ θέρους. Ταῖς μὲν οὖν σύμμετρον τὸ θερμόν, τοῖς δὲ πλέον τοῦ ἱκανοῦ· τὸ γὰρ ἄγαν πολὺ ἐκλύει τῆς δυνάμεως. Διὸ καὶ τὰ παιδία τοῦ θέρους λεπτότερα· συμβαίνει γὰρ πῦρ ἐπὶ πῦρ φέρειν.


30. Διὰ τί ὅσοι θερμοὶ τὴν φύσιν, ἐὰν ἰσχυροὶ ὦσι καὶ εὐτραφεῖς, ἐὰν μὴ ἀφροδισιάσωσι, χολή τε προΐσταται αὐτοῖς πολλάκις καὶ ἔκπικρον ὑποχωρεῖ καὶ φλέγμα ἁλμυρὸν γίνεται, καὶ ἀλλοχροοῦσιν;

Ἢ ὅτι μετὰ τοῦ σπέρματος ἀεὶ περίττωμα συναπέρχεται; διὸ καὶ ἐνίοις τῶν πνευματικῶν ἰχθύων πλύντρου ὄζει ἡ γονή. Ἀφροδισιάζουσι μὲν οὖν τοῦτο συναπέρχεται, ὥστ´ οὐ λυπεῖ· μὴ ἁπτομένοις δὲ τῆς ὁμιλίας τὸ περίττωμα ἐκπικροῦται ἢ ἁλμυρὸν γίνεται.


31. Διὰ τί ἀφροδισιαστικοὶ οἱ μελαγχολικοί;

Ἢ ὅτι πνευματώδεις, τὸ δὲ σπέρμα πνεύματος ἔξοδός ἐστιν. Οἷς οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν τούτους ἀποκαθαίρεσθαι· κουφίζονται γάρ.


32. Διὰ τί καὶ οἱ ὄρνιθες καὶ οἱ δασεῖς ἄνθρωποι λάγνοι;

Πότερον ὅτι ὑγρότητα ἔχουσι πολλήν; ἢ οὔ (τὸ γὰρ θῆλυ ὑγρὸν μέν, ἀλλ´ οὐ δασύ), ἀλλ´ ὅτι ἀμφότεραι αἱ φύσεις πεπτικαὶ πολλῆς ὑγρότητος διὰ θερμότητα; Σημεῖον δὲ αἱ τρίχες καὶ τὰ πτερά. Ἢ ὅτι πολὺ τὸ ὑγρόν, καὶ κρατεῖται ὑπὸ τοῦ θερμοῦ; Οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητος οὔτε μὴ κρατουμένης ἐξεφύετο τοῖς μὲν αἱ τρίχες τοῖς δὲ τὰ πτερά. Τὸ δὲ σπέρμα γίνεται ἐν τοῖς τοιούτοις πλεῖστον καὶ τόποις καὶ ὥραις, οἷον ἐν τῷ ἔαρι· ἡ γὰρ φύσις αὐτοῦ ὑγρὰ καὶ θερμή. Διὰ ταὐτὸ δὲ καὶ οἱ ὄρνιθες λάγνοι καὶ οἱ χωλοί· ἡ γὰρ τροφὴ ἀμφοτέροις κάτω μὲν ὀλίγη διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἄνω τόπον ἔρχεται καὶ εἰς σπέρμα συγκρίνεται.


33. Διὰ τί, ἐὰν ἀφροδισιάζῃ ὁ ἄνθρωπος, οἱ ὀφθαλμοὶ ἀσθενοῦσι μάλιστα;

Ἢ δῆλον ὅτι ἀπολείποντος τοῦ ὑγροῦ τοῦτο γίνεται; τεκμήριον δ´ ὅτι ἡ γονὴ ψυχρά ἐστιν· οὐ γὰρ γίνεται ὑγρά, ἐὰν μὴ διαθερμάνῃ τὰ θερμά. Οὐδὲ δεῖται τήξεως· κέχυται γὰρ ἐν τῷ ἀνθρώπῳ ὥσπερ τὸ αἷμα.