Ὅσα περὶ οἰνοποσίαν καὶ μέθην
Συγγραφέας:
Προβλήματα


Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ.

1. 871α[2] Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων; Ἢ διότι πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν [5] γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος; γίνεται γὰρ ὅμοιον ὥσπερ ἂν εἰ ἐσθὴς βεβρεγμένη εἴη ὑγρῷ ψυχρῷ, οὕτως ἡ σὰρξ ἔνδοθεν.

2. Διὰ τί οὐχ οἱ σφόδρα μεθύοντες παροινοῦσιν, ἀλλ̓ οἱ ἀκροθώρακες μάλιστα; Ἢ ὅτι οὔθ̓ οὕτως ὀλίγον πεπώκασιν [10] ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθ̓ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες; Ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδ̓ ἐγχειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ [15] τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν.

3. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ ἀκρατέστερον πίνοντες ἢ οἱ ὅλως ἄκρατον; Πότερον διὰ τὴν λεπτότητα ὁ κεκραμένος μᾶλλον εἰσδύεται εἰς πλείους τόπους καὶ στενωτέρους, ὁ δὲ ἄκρατος ἧττον, ὥστε δυσεξαγωγότερος ὁ κεκραμένος; [20] Ἢ διότι ἐλάττω πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ ἀπεμοῦσι μᾶλλον; Ἔτι δὲ συμπέττει τὰ λοιπὰ θερμότερος ὤν, καὶ αὐτὸς αὑτόν· ὁ δὲ ὑδαρὴς τοὐναντίον.

4. Διὰ τί τῶν οἰνοφλύγων τὸ σπέρμα οὐ γόνιμον ὡς ἐπὶ τὸ πολύ; Ἢ ὅτι ἡ κρᾶσις τοῦ σώματος ἐξύγρανται; [25] τὰ δὲ ὑγρὰ σπέρματα οὐ γόνιμα, ἀλλὰ τὰ συνεστῶτα καὶ πάχος ἔχοντα.

5. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; Ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρόμος γίνεται μάλιστα ἀπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα [30] τρέμουσιν. Πολλοῖς δ̓ ἤδη χρωμένοις μόνον ἀκράτῳ τροφῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. Ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνεται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος, οἷον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, [35] οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ. Συμβαίνει δὲ τοῦτο καὶ τοῖς τῷ ἀκράτῳ οἴνῳ χρωμένοις. Ὢν γὰρ θερμός, ὅταν ὑπερτείνηται 871β δυνάμει τῇ τοῦ σώματος οἰκείᾳ θερμότητι μιγνύμενος, ἀποσβέννυσιν αὐτό· σβεσθέντος δὲ καὶ ψυχθέντος τοῦ σώματος συμβαίνει τοὺς τρόμους γίνεσθαι. Ἔστι δὲ καὶ παρὰ πάντα τὰ εἰρημένα ἄλλος τρόπος καταψύξεως. [5] Ἀναιρεθείσης δὲ τῆς ὕλης, ᾗ τὸ θερμὸν ἑκάστῳ τρέφεται, συμβαίνει καὶ τὸ θερμὸν φθείρεσθαι. Τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀψύχων ἐπὶ τοῦ λύχνου ἐστὶ φανερόν (τοῦ γὰρ ἐλαίου ἀναλωθέντος συμβαίνει σβέννυσθαι τὸ φῶς), ἐπὶ δὲ τῶν ἐμψύχων τό τε γῆρας ταὐτὸ ποιεῖ τοῦτο καὶ τῶν νόσων [10] αἱ μακραὶ καὶ συντηκτικαί. Ἀναιρουμένης γὰρ ἢ λεπτυνομένης τῆς τοῦ θερμοῦ τροφῆς ἐκλύειν αὐτὸ συμβαίνει. Ὑγρῷ μὲν γὰρ τρέφεται τὸ θερμόν, τούτῳ δὲ οὐ τῷ τυχόντι, ἀλλὰ λείῳ καὶ πλείονι. Διὸ τοῖς νοσοῦσι τὰς εἰρημένας νόσους καὶ πρεσβυτέροις φθειρομένου τοῦ τοιούτου καὶ [15] ἀλλοιουμένου (δριμὺ γὰρ καὶ αὐχμηρὸν ἀντὶ λείου καὶ λιπαροῦ γίνεται) συμβαίνει ἐκλείπειν αὐτό. Σημεῖον δὲ τῶν εἰρημένων ἐστὶν αἱ γινόμεναι βοήθειαι τοῖς μαράνσει τὸν βίον ἐκλείπουσιν· ὅ τι γὰρ ἂν ἐπιστάξῃ τις αὐτοῖς τῶν τροφωδῶν ὑγρῶν, προσαναφέρεσθαι συμβαίνει τὸ δὲ [20] ὀπτικὸν αὐτῶν, ὡς τῇ τοῦ τοιούτου ἐκλείψει γινομένης τῆς διαλύσεως. Ἔοικε δὲ τοῖς ἀκρατοποτοῦσι τοῦτ̓ εἶναι αἴτιον. Ὢν γὰρ θερμὸς ὁ οἶνος μετὰ τῆς φύσει ὑπαρχούσης θερμότητος μᾶλλον ἀναλίσκει τὰ ἐν τῷ σώματι ὑπάρχοντα ἐφόδια τῷ οἰκείῳ θερμῷ. Διὸ συμβαίνει τοὺς μὲν ὑδρωπικοὺς [25] αὐτῶν γίνεσθαι, τοὺς δὲ ῥευματικούς, τοὺς δὲ εἰς τὴν κοιλίαν. Τά τε γὰρ λοιπὰ αὐτοῖς ὑγρὰ δριμέα ἐστί, καὶ τὰ εἰσιόντα δἰ ἀσθένειαν τοῦ οἰκείου θερμοῦ ἁπαλὰ ὄντα οὐ παχύνεται. Ἀσθενὲς δέ ἐστι τὸ θερμὸν τῷ τὴν ὕλην εἶναι τοιαύτην ἐν ᾧ ἔτι σώζεται, καθάπερ τὸ καλάμινον [30] πῦρ· καὶ γὰρ τοῦτο διὰ τὴν τῆς ὕλης ἀσθένειαν ἀσθενέστερόν ἐστι τοῦ ξυλίνου.

6. Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων νόσων; Ἢ ὅτι τὸ πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ [35] ψυχρὸν γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος, πάντα δὲ τὰ ὑγρότερα θερμότερά ἐστι τὴν φύσιν. Σημεῖον δέ· θερμαίνεται μὲν γὰρ τοῖς ἐκτός, ὑγραίνεται δὲ οὔ. εἰ δ̓ ἧττόν ἐστι θερμά, καὶ ἀπολείπει δῆλον ὅτι θᾶττον αὐτὰ ἡ θερμότης ἢ ὑγρότης, ὥστε λειφθέντων ψυχρῶν ὑγρῶν 872α εἰκότως ῥιγοῦσί τε μᾶλλον οἱ μεθύοντες καὶ τὰ τοῦ ῥίγους οἰκεῖα πάσχουσι πάθη.

7. Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι; [5] Ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί. Ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός. Ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία.

8. Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ [10] καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δὲ ἧττον; Ἢ ὅτι τὸ οἰκεῖον ὑπὸ τοῦ οἰκείου ἐστὶν ἀπαθές, καὶ τὸ ὁμοίως διακείμενον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν αἰσθητικώτατα. Ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός [15] ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς. Τῆς τροφῆς οὖν πεπεμμένης οἱ περιττωματικοὶ ἐπιπολάζουσιν. Οὗτοί τε οὖν εἰσὶν ἀπαθεῖς ὑπὸ τῶν ὁμοίων, καὶ τὸν ἔχοντα ποιοῦσιν.

9. Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης τῆς μέθης ἀθρεῖν τὰ πόρρω [20] οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης αὐτὸ ποιοῦνταί τινες. Ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; διαφέρει οὖν οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι τὰ εἰρημένα. Ἐπεὶ δὲ καὶ περὶ τὰ πλησίον ὄντα διαψεύδεσθαι τὴν ὄψιν συμβαίνει [25] τῶν μεθυόντων, καὶ περὶ τὰ πόρρω μᾶλλον εἰκὸς ταῦτα πάσχειν. Διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δ̓ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ. Κύκλῳ δὲ φαίνεται φέρεσθαι, καὶ οὐκ ἐγγὺς καὶ πόρρω, ὅτι εἰς μὲν τὸ πόρρω διά τε τὴν κύκλῳ κίνησιν ἀδυνατωτέρα ἐστὶ φέρεσθαι ἡ [30] ὄψις. Ἅμα γὰρ τἀναντία ποιεῖν οὐ ῥᾴδιον. Ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα σημαίνει σχήματι. Διά τε οὖν τὰ εἰρημένα πόρρω οὐ φέρεται· καὶ εἰ φέροιτο τὸ ἐγγὺς καὶ πόρρω, οὐκ ἂν ταῦθ̓ ὁρῴη. Ἀπολείποι γὰρ ἂν ἐν θατέρῳ χρόνῳ αὐτῶν τὸ ὁρώμενον [35] ἐν ταὐτῷ τόπῳ, ἀπολείπων δὲ οὐκ ἂν ὁρῴη. Κύκλῳ δὲ φέρεται διὰ τὸ ὑπάρχον σχῆμα τῆς ὄψεως. Ἔστι γὰρ κῶνος, οὗ ἡ βάσις κύκλος, ἐν ᾧ κινουμένη ὁρᾷ μὲν τοῦτο διὰ τὸ 872β μηδέποτε ἀπολείπειν αὐτό, διέψευσται δὲ τῷ τόπῳ διὰ τὸ μὴ τὴν αὐτὴν ὄψιν ἐπιβάλλειν ἐπ̓ αὐτό. Ταὐτὸν γὰρ ἂν ἦν ἢ τοῦτο πρὸς τὴν ὄψιν κινεῖν ἢ τὴν ὄψιν πρὸς τοῦτο.

10. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν [5] ὁρῶσιν; Ἢ καθάπερ εἴρηται, κινουμένης τῆς ὄψεως συμβαίνει μηθένα χρόνον τὴν αὐτὴν ἐπὶ ταὐτοῦ ἠρεμεῖν ὄψιν; τὸ δ̓ ἐν ταὐτῷ χρόνῳ ἑτέρως ὁρώμενον ὀψιαίτερον εἶναι δοκεῖ· ἁφῇ γὰρ ὄψεως ὁρᾶται τὸ ὁρώμενον, ἅπτεσθαι δὲ πλείοσιν ἅμα τοῦ αὐτοῦ ἀδύνατον. Ὄντος δὲ ἀναισθήτου τοῦ μεταξὺ [10] χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττε τὸ ὁρώμενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλλαχεν· ὥστ̓ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι.

11. [15] Διὰ τί οἱ μεθύοντες ἀφροδισιάζειν ἀδύνατοί εἰσιν; Ἢ ὅτι δεῖ τινὰ τόπον ἐκθερμανθῆναι μᾶλλον τοῦ ἄλλου σώματος, τοῦτο δὲ ποιεῖν διὰ τὸ πλῆθος τῆς ἐν ὅλῳ τῷ σώματι θερμασίας ἀδυνατοῦσιν· ἀποσβέννυται γὰρ τὸ ὑπὸ τῆς κινήσεως γινόμενον θερμὸν ὑπὸ τοῦ περιέχοντος μᾶλλον, ὅτι [20] πολύ ἐστιν ἐν αὐτοῖς τὸ ὑγρὸν καὶ ἄπεπτον. Ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρωθέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια. Διὸ καὶ κελεύουσί τινες πρὸς τὴν πρᾶξιν τὴν τοιαύτην ἀριστᾶν μὲν πολύ, δειπνεῖν δὲ ὀλίγον, ἵνα ᾖ αὐτοῖς ἐλάττω τὰ ἄπεπτα τῶν πεπεμμένων.

12. [26] Διὰ τί ὁ γλυκὺς καὶ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν; Καὶ διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; Ἢ πάντων τὸ αὐτὸ αἴτιόν ἐστιν, ἡ παράκρουσις τοῦ ἐπιπολῆς θερμοῦ; τὸ [30] γὰρ μεθύειν ἐστίν, ὅταν ᾖ τὸ θερμὸν ἐν τοῖς περὶ τὴν κεφαλὴν τόποις.

13. Διὰ τί τοῦ γλυκέος ἐπιπολαστικοῦ ὄντος, ἐάν τις μεθύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ; Ἢ ὅτι τὸ μὲν γλυκὺ λεαντικόν τέ ἐστι [35] καὶ γλίσχρον (ἐμφράττει οὖν τοὺς πόρους), τὸ δὲ αὐστηρὸν τραχυντικόν· καὶ τὸ μὲν εὐπετῆ ποιεῖ τῷ θερμῷ τὴν ἀναφοράν, ὁ δὲ γλυκὺς στέγει αὐτό, τοὺς πόρους ἐμφράττων. 873α Ὅτι δὲ τῶν ἄνω θερμανθέντων ἐστὶν ἡ μέθη, εἴρηται. Ἔτι δὲ ὁ μὲν γλυκὺς ἄνοδμος, ὁ δὲ αὐστηρὸς οὔ· ὀσμὴ δὲ πᾶσα βαρύνει κεφαλήν.

14. Διὰ τί ἀπὸ τοῦ κεκραμένου μὲν ἀκρατεστέρου δὲ ἕωθεν [5] μᾶλλον πονοῦσι τὴν κεφαλὴν ἢ ἀπὸ τοῦ ἀκράτου; Ἢ ὅτι ὁ μὲν ἄκρατος παχυμερὴς ὢν εἰς τοὺς περὶ τὴν κεφαλὴν πόρους στενοὺς ὄντας αὐτὸς μὲν οὐκ εἰσπίπτει, ἡ δὲ δύναμις αὐτοῦ, ἡ ὀσμὴ καὶ θερμότης· ὁ δὲ κεκραμένος μιχθεὶς λεπτῷ τῷ ὕδατι αὐτὸς εἰσδύεται, ἔχων δὲ σῶμα, καὶ [10] τῆς δυνάμεως πολὺ τῆς τοῦ ἀκράτου, δυσπεπτότερός ἐστιν. Τά τε γὰρ ὑγρὰ πάντων δυσπεπτότατα, καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς δυνάμεων.

15. Διὰ τί μᾶλλον δύνανται πιεῖν εἰς μέθην οἱ ἀγύμναστοι τῶν γεγυμνασμένων, καὶ ῥᾷον ἀπαλλάττουσιν; Ἢ ὅτι [15] οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γίνονται· ὅπερ ποιεῖ δύνασθαι πίνειν καὶ ὕστερον κούφως ἔχειν διὰ τὸ μὴ ἐμμένειν πολὺ ὑγρὸν οἰνῶδες. Οἱ μὲν οὖν ἀγύμναστοι ὑγροὶ καὶ περιττωματικοί εἰσιν, οἱ δὲ γεγυμνασμένοι ξηροί, ὥστ̓ εἰς τὸ σῶμα τούτοις ἡ ὑγρότης ἡ [20] οἰνηρὰ ἀφικνεῖται. Εὐθύς τε οὖν ἀντισπᾷ τῇ οὐρήσει ἡ φορὰ αὕτη, καὶ ὕστερον ἐμμένον τὸ ὑγρὸν τοῦτο ἐν τῷ σώματι βάρος ποιεῖ.

16. Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; Ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, [25] ὁ δὲ ἧττον. Ἢ ὥσπερ Χαιρήμων εἶπε, "Τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται." Τἀναντία οὖν ποιεῖ οὐ ταὐτὰ ἀλλὰ τὰ μὴ ὁμοίως ἔχοντα, ὥσπερ καὶ τὸ πῦρ τὰ μὲν ξηραίνει τὰ δὲ ὑγραίνει, ἀλλ̓ οὐ ταὐτά, καὶ τήκει τὸν κρύσταλλον καὶ πήγνυσι τοὺς ἅλας. Καὶ ὁ οἶνος [30] (ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει. Διὸ ἔνιοι τῶν μελαγχολικῶν τῇ φύσει ἐν ταῖς κραιπάλαις ἐκλελυμένοι γίνονται πάμπαν. Ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδεδεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ [35] εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο.

17. Διὰ τί ἡ κράμβη παύει τὴν κραιπάλην; Ἢ ὅτι τὸν 873β μὲν χυλὸν γλυκὺν καὶ ῥυπτικὸν ἔχει (διὸ καὶ κλύζουσιν αὐτῷ τὴν κοιλίαν οἱ ἰατροί), αὐτὴ δ̓ ἐστὶ ψυχρά. Σημεῖον δέ· πρὸς γὰρ τὰς σφοδρὰς διαρροίας χρῶνται αὐτῇ οἱ ἰατροί, ἕψοντες σφόδρα καὶ ἀποξυλίζοντες καὶ ψύχοντες. [5] Συμβαίνει δὴ τῶν κραιπαλώντων τὸν μὲν χυλὸν αὐτῆς εἰς τὴν κοιλίαν κατασπᾶν τὰ ἐν αὐτοῖς ὑγρά, οἰνηρὰ καὶ ἄπεπτα ὄντα, αὐτὴν δὲ ὑπολειπομένην ἐν τῇ ἄνω κοιλίᾳ ψύχειν τὸ σῶμα. Ψυχομένου δὲ ὑγρὰ λεπτὰ συμβαίνει εἰς τὴν κύστιν φέρεσθαι. Ὥστε κατ̓ ἀμφότερα τῶν ὑγρῶν ἐκκρινομένων [10] διὰ τοῦ σώματος, καὶ καταψυχομένου, εἰκότως ἀκραίπαλοι γίνονται· ὁ γὰρ οἶνος ὑγρὸς καὶ θερμός ἐστιν. Ἔτι δὲ συμβαίνει τῶν ὑγρῶν κατασπωμένων καὶ ἐκκρινομένων κάτω καὶ πνεῦμα ἐπάγεσθαι αὐτοῖς, ὅπερ μόνον ἀπὸ τοῦ οἴνου εἰς τὴν κεφαλὴν φερόμενον τὸν κάρον καὶ τὴν [15] κραιπάλην ποιεῖ. Κάτω δὲ ὁρμήσαντος καὶ καταψυχομένου τοῦ σώματος διὰ τὰ εἰρημένα, Λύεται ὁ τῆς κραιπάλης πόνος. Ἔστι γὰρ ἡ κραιπάλη ζέσις τις καὶ φλεγμασία λήγουσα. Λυπεῖ δὲ μᾶλλον τῆς μέθης, ὅτι ἐκείνη μὲν ἐξίστησιν, ἡ δὲ κραιπάλη ἐν αὑτοῖς οὖσι τὸν πόνον παρέχει· [20] καθάπερ οὖν καὶ ὑπὸ τῶν πυρετῶν οἱ λαμβανόμενοι παίζουσι μᾶλλον ἢ ἀλγοῦσι, παῤ αὑτοῖς δὲ γενόμενοι οἱ αὐτοί, κουφισθέντες τοῦ πάθους, ἀλγοῦσιν. Ταὐτὰ γὰρ καὶ ἐπὶ τῆς κραιπάλης καὶ ἐπὶ τῆς μέθης συμβαίνει.

18. Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ [25] ὕδωρ καὶ ὁ ἄκρατος; Ἢ ὅτι ἐμεῖν μὲν μάλιστα ποιεῖ τὰ ἐπιπολαστικὰ καὶ ὅσα ἀηδῆ ἐστίν. Ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές. Διὰ μὲν οὖν τὸ λεπτὸν [καὶ οὐκ ἀηδὲς] εἶναι κάτω διέρχεται ταχύ, διὰ δὲ τὸ μὴ ἀηδὲς οὐ ποιεῖ καρδιώττειν. Ὁ δὲ κεκραμένος λίαν [30] οὐκ ἔστι λεπτὸς ὥστε διαρρεῖν ταχύ, διὰ δὲ τὸ μικρὸν ἔχειν οἴνου ἀηδής ἐστιν· ταράττει γὰρ τὴν αἴσθησιν τῷ πλείους ἐν αὐτῇ τὰς κινήσεις ἐμποιεῖν, τήν τ̓ ἀπὸ τοῦ οἴνου καὶ τοῦ ὕδατος· αἰσθηταὶ γὰρ ἄμφω γίνονται. Ὁ δ̓ εὔκρατος τὴν μὲν τοῦ ὕδατος αἴσθησιν ἀφανίζει, οἴνου δὲ μαλακοῦ ποιεῖ [35] αἴσθησιν· διὸ ἡδέως πίνεται. ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστι· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν.

19. Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ 874α καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δ̓ ἧττον; Ἢ ὅτι τὰ λυπηρὰ μᾶλλον δῆλα τοῖς μὴ ἐπιθυμοῦσι, τοὺς δ̓ ἐπιθυμοῦντας διαλανθάνει; ὁ μὲν οὖν ἡδέως ἔχων ὁμοίως τῷ ἐπιθυμοῦντι ἔχει, ὁ δὲ νήφων οὕτως ἔχει· ὁ δὲ μεθύων πλήρης.

20. [5] Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες. Ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλμόν, [10] δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν. Οὐδὲν γὰρ διαφέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδ̓ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις. Ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ [15] διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις. Ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατήσει τοῦ πόρρω. Πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα. Καὶ ἡ ὄψις οὖν δἰ ἀσθένειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο. Διαφέρει [20] δ̓ οὐδὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι.

21. Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γίνονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος; Ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλ̓ εἰς [25] τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές; ἔστι δὲ ὑγροῦ τόπος ἀπέπτου ἡ κύστις. Τοῦ δὲ ὀλίγου κρατεῖ καὶ πέττει, ὥστε μένον ὑγραίνει.

22. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον; Ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος [30] εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ̓ εὐέξοδον. Ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν; ἔτι δὲ συμπέττει τὰ λοιπά. Ταὐτὸ δ̓ ἐστὶ πρόβλημα.

23. [35] Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊσχνάνας πολὺ πίῃ; Καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότων ἀθρόον πολὺ πίνοντες ξηροὶ γίνονται· δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸ ζῆν, τὸ δὲ 874β ἀποθνήσκειν κατάψυξις. Ἢ ὥσπερ καὶ ἀπὸ τοῦ κωνείου, σβεννυμένου κατὰ μικρὸν τοῦ θερμοῦ τοῦ οἰκείου. Ἀλλὰ τρόπον ἕτερον· τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσι τὸ ὑγρὸν καὶ θερμόν, ὁ δ̓ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν [5] φυσικὴν θερμότητα. Ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτως ἡ ἐν τοῖς σώμασι θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλλῃ.

24. Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; Ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν [10] κινεῖσθαι.

25. Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; Πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. Τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις. Ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν; [15] αὕτη γὰρ εὔπεπτος. Ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος. Διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης. Τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι [20] οὐκ ἔστιν ἢ ὀλίγον. Φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ̓ ἕτερον τῶν παθῶν.

26. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; Ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα [25] τρέμουσιν. Πολλοῖς δ̓ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. Ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας [30] ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν. Ἕτι τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες. Ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ [35] ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ̓ ὑπεναντίον ἄν τι συμβαίνοι. Ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀποκάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήση τὸ 875α θερμόν· ὥστ̓ ἔστι μὲν ὡς ὑπ̓ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν, ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό. Ὁ δὲ τρόμος γίνεται μὲν ὑπ̓ ἐνδείας θερμοῦ, οὐ παντὸς ἀλλὰ τοῦ οἰκείου. Φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν [5] ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐνδείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδ̓ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τῷ πυρί. Οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν. Διὸ καὶ τοῖς προσχεομένοις [10] τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρίχας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος δἰ ὁμοίαν αἰτίαν γίνεται. Ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης. Τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, [15] τὸ δὲ γῆρας ψυχρόν. Οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ̓ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς. Ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν [20] θερμότητα ᾗ ἰσχύομεν· ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρατῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει. Γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον. Συμβαίνει [25] δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν. Σημεῖον δ̓ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξι καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος.

27. Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον [30] μεθύοντος καὶ τοῦ νήφοντος; Ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασι μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλασμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ. Ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ· ὥσπερ καὶ Σάτυρον τὸν [35] Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλασαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται· παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο ἀλλὰ κακῶς ἔλεγε, διὰ τὸ αἰσθάνεσθαι μὲν κακῶς [40] δὲ κρίνειν.

28. 875β Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; Ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ̓ ἀλλότριον; Φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος.

29. [5] Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; Ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται.

30. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν [10] ὁρῶσιν; Ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρχῶν οὐκ εἰς ταὐτὸ συμβάλλουσιν αἱ ὄψεις, ἀλλ̓ οἷον ἐπὶ μέρος ἑκάτερον τοῦ ὁρωμένου· διὸ δύο φαίνεται. Ταὐτὸ δὴ τοῦτο γίνεται καὶ ἐάν τις κάτωθεν πιέσῃ τὴν ὄψιν· ἐκίνησε [15] γὰρ τὴν ἀρχὴν τῆς ὄψεως, ὥστε μηκέτι εἰς ταὐτὸ συμβάλλειν τῇ ἑτέρᾳ. Ἡ μὲν οὖν τοιαύτη κίνησις ἔξωθεν γίνεται, ἡ δὲ ἀπὸ τοῦ οἴνου ἔσωθεν. Διαφέρει δ̓ οὐθέν· ταὐτὰ γὰρ ποιήσει ὁπωσοῦν κινηθεῖσα.

31. Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει; Πότερον ὅτι [20] καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν; ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχομένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν. [25] Ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθ̓ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν; ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν· τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν. Ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει; τῆς ψυχῆς οὖν τοῦτο πασχούσης [30] εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπ̓ ἐκείνης γὰρ ἡ τοῦ λέγειν ἀρχή. Διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων.

32. Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαίρουσιν [35] ἡλίῳ; Ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι; Διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους. οἱ δὲ θαλάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν.

33. Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν; Ἢ ὅτι [40] δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος, 876α οἱ δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀδυνατοῦσιν. Ἀποσβέννυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος. Ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τόπους, ὁ δ̓ οἶνος ἄνω πέφυκε φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν [5] θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει. Καὶ μετὰ τὰ σιτία ἥκιστα ἀφροδισιαστικοί, καὶ κελεύουσιν ἀριστᾶν μὲν πολὺ δειπνεῖν δὲ ὀλίγον· ἀπέπτων μὲν γὰρ ὄντων ἄνω φέρεται, πεπεμμένων δὲ κάτω τὸ θερμὸν καὶ τὸ ὑγρόν· ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων. Καὶ οἱ κοπιῶντες ἐξονειρώττουσιν, [10] ὅτι ὑγρὸς καὶ θερμὸς ὁ κόπος· ἐὰν οὖν ἐν τῷ τόπῳ τούτῳ γένηται ἡ περίττωσις, συμβαίνει ἐξονειρώττειν. Διὰ ταὐτὸ δὲ καὶ ἐπὶ τοῖς ἀρρωστήμασιν, ὅσοις γίνεται, συμβαίνει. Καὶ τοῖς φοβουμένοις καὶ τοῖς ἀποθνήσκουσι συμβαίνει ὡσαύτως.

34. [15] Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι; Ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα. Ἢ ὅτι μᾶλλον [20] ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων; διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπίπτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους. Δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυτάτοις [25] ὕπνοις μάλιστα ἐνουροῦσιν.

35. Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν; Ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ;