Περὶ νούσων
Συγγραφέας:
Τὸ τρίτον


[1] Περὶ μὲν οὖν πυρετῶν ἁπάντων εἴρηταί μοι· ἀμφὶ δὲ τῶν λοιπῶν ἐρέω ἤδη. Οἴδημα ἐγκεφάλου· ὁκόταν ὁ ἐγκέφαλος οἰδήσῃ ὑπὸ φλεγμασίης, ὀδύνη ἴσχει ἅπασαν τὴν κεφαλὴν, μάλιστα δὲ ὅπη σταίη ἡ φλεγμασίη· ἵσταται δὲ ἐν τῷ κροτάφῳ· τά τε οὔατα ἠχῆς πλήρεα γίνεται, καὶ ἀμβλὺ ἀκούει, καὶ αἱ φλέβες τέτανται καὶ σφύζουσι, πυρετός τε καὶ ῥῖγος ἐνίοτε ἐπιλαμβάνει, ἥ τε ὀδύνη ἐκλείπει οὐδέποτε, ἀλλὰ ποτὲ μὲν ἀνίησι, ποτὲ δὲ μᾶλλον πιέζει· βοᾷ τε καὶ ἀναΐσσει ὑπὸ τῆς ὀδύνης, καὶ ὁκόταν ἀναστῇ, αὖθις σπεύδει ἐπὶ τὴν κλίνην καταπεσεῖν, καὶ ῥιπτάζει ἑωυτόν. Οὗτός ἐστι μὲν θανατώδης, ὁκόσων δὲ ἡμερέων ἀποθανεῖται, οὐκ ἔχει κρίσιν· ἄλλοι γὰρ ἄλλως ἀπόλλυνται· ὡς μέντοι ἐπιτοπολὺ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσι τελευτῶσιν· εἴκοσι δὲ καὶ μίαν διαφυγόντες ὑγιέες γίνονται. Χρὴ δὲ, ὁκόταν περιωδυνέῃ, ψύχειν τὴν κεφαλὴν, μάλιστα μὲν ξύραντα, ἢ ἐς κύστιν ἢ ἐς ἔντερα ἐγχέαντα τῶν ψυκτικῶν τι, οἷον χυλὸν στρύχνου καὶ γῆν κεραμίτιδα, τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν, πρὶν ἢ χλιαρὸν γένηται, καὶ τοῦ αἵματος ἀφαιρέειν, καὶ τὴν κεφαλὴν καθαίρειν σελίνου χυλοῖσι μιγνύντα εὐώδεα· ἀοινέειν δὲ τὸ πάμπαν, ῥοφεῖν δὲ πτισάνης χυλὸν ψυχρὸν, καὶ τὴν κάτω κοιλίην λύειν.

[2] Πλήρωμα ὀδυνῶδες ἐγκεφάλου· ὁκόταν δὲ περιωδυνέῃ ἡ κεφαλὴ ὑπὸ πληρώσιος τοῦ ἐγκεφάλου, ἀκαθαρσίην σημαίνει, καὶ τὴν κεφαλὴν ὅλην περιωδυνίαι ἴσχουσι, καὶ παραφρονέει, καὶ ἀποθνήσκει ἑβδομαῖος, καὶ οὐκ ἂν ἐκφύγῃ, εἰ μὴ ῥαγείη τὸ ὑγρὸν ἑβδομαίῳ κατὰ τὰ οὔατα· οὕτω δὲ ἡ ὀδύνη παύεται, καὶ ἔμφρων γίνεται· ῥεῖ δὲ πολλὸν καὶ ἄνοσμον. Τούτου μάλιστα μὲν μὴ θεραπεύειν τὰ οὔατα, πρὶν ἂν ἐρρωγὸς ἴδῃς τὸ πῦον· ἢν δὲ βούλῃ καθῆραι τὴν ἄνω καὶ τὴν κάτω κοιλίην, λῦσον χωρὶς ἑκατέρην· ἔπειτα πυριᾷν τὴν κεφαλὴν ὡς μάλιστα ὅλην τε καὶ διὰ τῶν οὐάτων καὶ διὰ τῶν ῥινῶν· ῥοφεῖν δὲ πτισάνης χυλὸν, καὶ ἀοινέειν τὸ πάμπαν. Ἐπὴν δὲ ῥαγῇ τὸ πῦον, ἐπίσχειν, ἔστ' ἂν ἡ πολλὴ τῆς ῥύσιος παύσηται· ἔπειτα κλύζειν τὰ οὔατα οἴνῳ γλυκέϊ ἢ γάλακτι γυναικείῳ ἢ ἐλαίῳ παλαιῷ, χλιαροῖσι δὲ κλύζειν, καὶ πυριᾷν τὴν κεφαλὴν θαμινὰ μαλθακῇσι πυρίῃσι καὶ εὐόδμοισιν, ἵνα θᾶσσον καθαίρηται ὁ ἐγκέφαλος. Οὗτος τὰ μὲν πρῶτα οὐκ ἀΐει, προϊόντος δὲ τοῦ χρόνου ἥ τε ῥύσις ἥσσων ἐστὶ, καὶ ἡ ἀκοὴ ἅμα τῇ ῥύσει παντελῶς παυομένη παραγίνεται, καὶ ὁμοιοῦται μάλιστα ἑωυτῷ. Φυλάσσεσθαι δὲ χρὴ ἡλίους, ἀνέμους, πῦρ, καπνὸν, δριμέων ὀδμὰς καὶ τὰ τοιαῦτα, καὶ ἡσυχάζειν διαίτῃ μαλθακῇ χρώμενον, καὶ ὑπὸ κενεαγγειῶν εὔλυτος ἔστω ἡ κοιλίη ἡ κάτω.

[3] Βλητοί· οἱ δὲ βλητοὶ λεγόμενοι εἶναι, ὁκόταν ὁ ἐγκέφαλος πλησθῇ πολλῆς ἀκαθαρσίης, ὀδύνην παρέχει τὸ πρόσθεν τῆς κεφαλῆς πρῶτον, καὶ ἀναβλέπειν οὐ δύνανται οἱ μὲν ἀμφοῖν τοῖν ὀφθαλμοῖν, οἱ δὲ θατέρῳ, καὶ κῶμά μιν ἔχει, καὶ ἔκφρονές εἰσι, καὶ οἱ κρόταφοι πηδῶσι, καὶ πυρετὸς λεπτὸς ἔχει καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ἀποθνήσκει τριταῖος ἢ πεμπταῖος· ἐς δὲ τὰς ἑπτὰ οὐκ ἀφικνέεται· ἢν δὲ ἄρα ἀφίκηται, ἐξάντης γίνεται. Τοῦτον ἢν βούλῃ θεραπεύειν, πυριᾷν τὴν κεφαλὴν, καὶ ταμὼν ἀνάπνευσιν ποιέειν· ἢν δὲ ὀδύνη ἐστηριγμένη ᾖ, καὶ πταρμοὺς ἐμποιέειν χρὴ, καὶ τὴν κεφαλὴν καθαίρειν κούφοισι καὶ εὐώδεσι, καὶ τὴν κάτω κοιλίην καθαίρειν, ἀοινέειν δὲ τὸ πάμπαν, πτισάνης δὲ χυλῷ χρῆσθαι.

[4] Σφακελισμὸς ἐγκεφάλου· ἢν δὲ σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἴσχει τὴν κεφαλὴν, καὶ διὰ τοῦ τραχήλου φοιτᾷ ἐς τὴν ῥάχιν, καὶ αὐτὸν ἐπιλαμβάνει ἀνηκουστίη, καὶ ψῦχος ἐπέρχεται ἐπὶ τὴν κεφαλὴν, καὶ ἰδίει ὅλος, καὶ ἐξαίφνης ἄφωνος δείκνυται, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, καὶ πελιδνὸς γίνεται. Τοῦτον ἢν μὲν ἡ νοῦσος χαλαρῶς λάβῃ, τοῦ αἵματος ἀπελθόντος, ῥαΐζει· ἢν δὲ σφόδρα ἀπειλημμένος ᾖ, ἀποθνήσκει τάχα. Τούτῳ πταρμούς τε ἐμποιέειν διὰ τῶν εὐωδέων, καὶ τὰς κοιλίας ἄμφω καθαίρειν ἐν μέρει ἑκατέρην, κούφας δὲ ὀδμὰς ἐχόντων τῇσι ῥισὶν ἀείρειν, καὶ ῥόφημα λεπτόν τε καὶ χλιαρόν· ἀοινέειν δὲ τὸ πάμπαν.

[5] Λήθαργοι· οἱ δὲ λήθαργοι, στάσις μὲν ἡ αὐτὴ τοῦ κακοῦ τῇ περιπλευμονίῃ, χαλεπωτέρη δὲ καὶ οὐ πάμπαν ἀπήλλακται ὑγρῆς περιπλευμονίης· βραδυτέρη δὲ πουλὺ ἡ νοῦσος. Πάσχει δὲ τάδε· βὴξ καὶ κῶμά μιν ἔχει, καὶ τὸ σίαλον ὑγρὸν καὶ πολὺ ἀνάγει, καὶ ἀδυνατέει σφόδρα, καὶ ὁκόταν μέλλῃ ἀποθανεῖσθαι, κάτω ὑποχωρέει ἐπὶ πολὺ καὶ ὑγρόν. Τούτῳ ἐλπὶς μὲν πάνυ βραχέη περιγενέσθαι· ὅμως δὲ πτύειν τε ποιέειν ὡς πλεῖστον καὶ θερμαίνειν καὶ ἀοινέειν· ἢν δὲ ἐκφύγῃ, ἔμπυος γίνεται.

[6] Καυσώδης· ἡ δὲ καυσώδης λεγομένη, δίψα τε ἔχει πολλὴ, καὶ ἡ γλῶσσα πέφρικε, τὸ δὲ χρῶμα αὐτῆς τὸν μὲν πρῶτον χρόνον οἷόν περ εἴωθε, ξηρὴ δὲ σφόδρα· προϊόντος δὲ τοῦ χρόνου σκληρύνεται καὶ τρηχύνεται καὶ παχύνεται καὶ ἐπιμελαίνεται. Ἢν μὲν ἐν ἀρχῇ ταῦτα πάθῃ, θάσσους αἱ κρίσιες γίνονται· ἢν δὲ ὕστερον, χρονιώτεραι· τῆς δὲ ἀφέσιος ταῦτα πάντα ἡ γλῶσσα σημαίνει ἅπερ ἐν τῇ περιπλευμονίῃ· καὶ τὰ οὖρα, χολώδεα μὲν ἢ αἱματώδεα ἐόντα, ἐπίπονα· ξανθὰ δὲ, ἀπονώτερα· καὶ τὸ πτύσμα ὑπὸ θερμασίης καὶ ξηρασίης ξυγκεκαυμένον καὶ παχύ ἐστι· πολλάκις δὲ καὶ ἐς τὴν περιπλευμονίην μεθίσταται, καὶ ἢν μεταστῇ, τάχα ἀποθνήσκει. Τοῦτον δὲ ὧδε χρὴ θεραπεύειν· λούειν θερμῷ δὶς ἢ τρὶς τῆς ἡμέρης ἑκάστης πλὴν τῆς κεφαλῆς, καὶ ἐν τῇσι κρίσεσιν οὐ χρὴ λούειν, καὶ τὰς μὲν πρώτας τῶν ἡμερέων ὑποκαθαίρειν καὶ ὑδροποτέειν· καὶ γὰρ ἔμετον ἄγει τὸ ὕδωρ ὡς ἐπιτοπολύ· τὰς δὲ ὑστέρας μετὰ τὴν κάθαρσιν ὑγραίνειν, καὶ ῥοφήμασι χρῆσθαι καὶ οἴνοισι γλυκέσιν. Ἢν δὲ μὴ ἐξ ἀρχῆς παραλάβῃς, ἀλλὰ ἤδη τῶν ἐν τῇ γλώσσῃ σημηΐων ἐνεόντων, ἐᾷν χρὴ ἕως ἂν αἱ κρίσιες παρέλθωσι καὶ τὰ τῆς γλώσσης σημήϊα ἠπιώτερα γένηται, καὶ μήτε φάρμακον δῷς μήτε κλύσῃς ἐς κάθαρσιν, πρὶν αἱ κρίσιες παρέλθωσιν.

[7] Ὁ πλεύμων οἰδέων ὑπὸ τῆς θερμασίης· ὁκόταν ὁ πλεύμων οἰδήσῃ ὑπὸ θερμασίης πλησθεὶς, βὴξ ἴσχει ἰσχυρὴ καὶ σκληρὴ, καὶ ὀρθοπνοίη, καὶ ἀναπνέει ἀθρόον, καὶ ἀσθμαίνει πυκνὸν, καὶ ἰδίει, καὶ τοὺς μυκτῆρας ἀναπετάννυσιν ὥσπερ ἵππος ἐκ δρόμου, καὶ τὴν γλῶσσαν θαμινὰ ἐκβάλλει, καὶ τὰ στήθεα αὐτῷ ἀείδειν δοκέει καὶ βάρος ἐνεῖναι, διὸ χωρέειν οὐ δύναται τὰ στήθεα, ἀλλὰ διαρρήγνυται καὶ ἀδυνατέει· ἥ τε ὀδύνη ὀξέη ἴσχει, καὶ τὸ νῶτον καὶ τὰ στήθεα καὶ τὰς πλευρὰς ὡς βελόναι κεντέουσι, καὶ καίεται ταῦτα ὡς πρὸς πῦρ καθήμενος, καὶ ἐρυθήματα ἐκφύει ἐς τὸ στῆθος καὶ τὸ νῶτον ὡς φλογοειδέα, καὶ δηγμὸς ἰσχυρὸς ἐμπίπτει, καὶ ἀπορέει, ὥστε οὔτε ἑστάναι οὔτε καθῆσθαι οὔτε κατακεῖσθαι οἷός τέ ἐστιν, ἀλλ' ὧδε ἀπορέων βληστρίζει ἑωυτὸν, καὶ δοκέει ἤδη ἀποθανεῖσθαι· ἀποθνήσκει δὲ μάλιστα τεταρταῖος ἢ ἑβδομαῖος· ἢν δὲ ταύτας διαφύγῃ, οὐ μάλα ἀποθνήσκει. Τοῦτον ἢν θεραπεύῃς, χρὴ τὴν κάτω κοιλίην ὡς τάχιστα καθῆραι κλύσμασι καλῶς, καὶ ἀπὸ τῶν ἀγκώνων καὶ τῆς ῥινὸς καὶ τῆς γλώσσης καὶ πάντοθεν τοῦ σώματος αἷμα ἀφιέναι, καὶ πόματα διδόναι ψυκτικὰ καὶ ῥοφήματα τὰ αὐτὰ δυνάμενα, καὶ τῶν οὐρητικῶν, μὴ θερμαινόντων δὲ, πολλάκις διδόναι· καὶ πρὸς μὲν τὰς ὀδύνας αὐτὰς, ὁκόταν καταιγίζωσι, χλιάσματα κοῦφα καὶ ὑγρὰ χρὴ προσφέροντα χλιαίνειν καὶ ὑγραίνειν τὸν τόπον οὗ ἂν ᾖ ἡ ὀδύνη, πρὸς δὲ τὰ ἄλλα ψυκτήρια προσίσχειν τὰ μὲν ἀφαιρέοντα, τὰ δὲ προστιθέντα, καὶ ὅκου ἂν κατακαίηται, ψῦχος ποιέειν, ἀοινέειν δὲ τὸ πάμπαν.

[8] Κεφαλῆς ὀδύνη· ὁκόταν δὲ ἀπὸ τῆς κεφαλῆς ἀρξαμένη ὀδύνη ὀξέη ἄφωνον ποιήσῃ παραχρῆμα, ἄλλως τε καὶ ἐκ μέθης, οὗτος ἀποθνήσκει ἑβδομαῖος. Ἧσσον δὲ οἱ ἐκ τῆς μέθης τοιοῦτόν τι παθόντες καὶ ἄφωνοι μείναντες ἀποθνήσκουσιν· ἢν γὰρ ῥήξωσι φωνὴν αὐθημερὸν ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ, ὑγιέες γίνονται· ποιέουσι δὲ ἐκ τῆς μέθης ἔνιοι τοῦτο, οἱ δ' ἕτεροι ἀπόλλυνται. Τούτοισι πταρμούς τε ἐμποιέειν ἰσχυροὺς, καὶ ὑποκλύσαι ὅ τι ἂν χολὴν ἄξῃ σφόδρα, καὶ ἢν ἐπαίσθηται, ὀπὸν θαψίης δοῦναι ἐν πολλῷ τῷ ὑγρῷ καὶ θερμῷ, ἵνα ὡς τάχιστα ἀπεμέσῃ· ἔπειτα ἀπισχναίνειν, καὶ ἀοινέειν ἑπτὰ ἡμέρας· ἀφαιρέειν δὲ καὶ ἀπὸ τῆς γλώσσης αἷμα, ἢν δύνῃ λαβεῖν φλέβα.

[9] Φρενίτιδες· φρενίτιδες δὲ γίνονται καὶ ἐξ ἑτέρων νούσων. Πάσχουσι δὲ τάδε· τὰς φρένας ἀλγέουσιν, ὥστε μὴ ἐᾶσαι ἂν ἅψασθαι, καὶ πῦρ ἔχει, καὶ ἔκφρονές εἰσι, καὶ ἀτενὲς βλέπουσι, καὶ τἄλλα παραπλήσια ποιέουσι τοῖσιν ἐν τῇ περιπλευμονίῃ, ὁκόταν οἱ ἐν τῇ περιπλευμονίῃ ἔκφρονες ἔωσι. Τοῦτον χλιαίνειν δεῖ χλιάσμασιν ὑγροῖσι καὶ πόμασι πλὴν οἴνου, καὶ ἢν μὲν οἷός τε ᾖ, ἀποκαθαίρειν ἄνω, βηχί τε καὶ πτύσει ἀνάγειν χρὴ ὥσπερ ἐν τῇ περιπλευμονίῃ· εἰ δὲ μὴ, τὴν κάτω κοιλίην παρασκευάζειν ὅκως ὑποχωρέῃ· ὑγραίνειν δὲ πόματι· ἀγαθὸν γάρ. Ἡ δὲ νοῦσος θανατώδης· ἀποθνήσκουσι δὲ τριταῖοι ἢ πεμπταῖοι ἢ ἑβδομαῖοι· ἢν δὲ ἠπίως ληφθῇ, κρίνει ὡς περιπλευμονίη.

[10] Κυνάγχη· ὑπὸ δὲ τῆς κυνάγχης καλεομένης πνίγεται ὥνθρωπος, καὶ ἐν τῇ φάρυγγι μᾶλλόν οἱ δοκέει ἐνέχεσθαι, καὶ οὔτε τὸ σίαλον κατασπᾷ οὔτε ἄλλο οὐδὲν, καὶ τὼ ὀφθαλμὼ πονέετόν τε καὶ ἐξέχετον ὡς ἀπαγχομένοισι, καὶ ἐκβλέπει αὐτοῖσιν ἀτενὲς, καὶ ἐπιστρέφειν οὐχ οἷός τέ ἐστιν αὐτοὺς, καὶ λύζει, καὶ ἀναΐσσει θαμινὰ, καὶ τὸ πρόσωπον καὶ ἡ φάρυγξ πίμπραται, ἀτὰρ καὶ ὁ τράχηλος· ὑπὸ δὲ τοῖσιν οὔασιν οὐδὲν κακὸν ἔχειν δοκέει· καὶ ὁρᾷ καὶ ἀκούει ἀμβλύτερον, καὶ ὑπὸ τοῦ πνιγμοῦ οὐκ ἔννοός ἐστιν, οὔτε ἤν τι λέγῃ, οὔτε ἤν τι ἀκούῃ ἢ ποιέῃ· ἀλλὰ κεχηνὼς κέεται σιαλοχοέων· τοιάδε ποιέων οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑβδομαῖος ἢ ἐνναταῖος. Ὅταν δὲ τούτων ἀπῇ τι τῶν σημηΐων, χαλαρωτέρην δηλοῖ τὴν νοῦσον, καὶ καλέουσιν αὐτὴν παρακυνάγχην. Τοῦτον φλεβοτομέειν χρὴ, μάλιστα μὲν ὑπὸ τὸν τιτθόν· συνακολουθέει γὰρ ταύτῃ ἐκ τοῦ πλεύμονος θερμὸν πνεῦμα· χρὴ δὲ καὶ τὰ κάτω καθαίρειν φαρμάκῳ ἢ κλύσματι, καὶ τοὺς αὐλίσκους παρῶσαι ἐς τὴν φάρυγγα κατὰ τὰς γνάθους, ὡς ἕλκηται τὸ πνεῦμα ἐς τὸν πλεύμονα, καὶ ποιέειν ὡς τάχιστα πτύσαι, καὶ ἰσχναίνειν τὸν πλεύμονα, καὶ ὑποθυμιᾷν ὕσσωπον κιλίκιον καὶ θεῖον καὶ ἄσφαλτον, καὶ ἕλκειν διὰ τῶν αὐλίσκων καὶ διὰ τῶν ῥινῶν, ὡς ἐξίῃ φλέγμα, καὶ τὴν φάρυγγα καὶ τὴν γλῶσσαν ἀνατρίβειν τοῖσι τὸ φλέγμα ἄγουσι, καὶ τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ τάμνειν, ἀφιέναι δὲ αἷμα καὶ ἀπὸ τῶν ἀγκώνων, ἢν ἰσχύῃ· ἀοινεῖν δὲ, καὶ ῥοφεῖν πτισάνης χυλὸν λεπτόν· ἐπειδὰν δὲ ἀφῇ ἡ νοῦσος καὶ σιτίων γεύηται, ἐλατηρίῳ νέῳ καθῆραι, ἵνα μὴ ἑτέρῳ κακῷ περιπέσῃ.

[11] Νοῦσος ἴκτερος· ἴκτερος τοιόσδε ἐστὶν ὁ ὀξὺς καὶ διὰ τάχεος ἀποκτείνων· ἡ χροιὴ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη οἵη οἱ σαῦροι οἱ χλωροί· παρόμοιος δὲ καὶ ὁ χρὼς, καὶ τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυρρόν· καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται, καὶ ξύεται, καὶ ἄσιτος ἐὼν τὰ ἑωθινὰ τὰ σπλάγχνα ἀμύσσεται ὡς ἐπιτοπουλὺ, καὶ ὁκόταν ἐγείρῃ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχεται. Οὗτος ὡς ἐπιτοπολὺ ἀποθνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιὴς γίνεται. Χρὴ δὲ θερμολουτέειν, καὶ πίνειν μελίκρητον σὺν καρύων θασίων λεπισθέντων καὶ ἀψινθίου κόμης ἴσον, ἀνίσου σεσησμένου ἥμισυ, πίνειν ὁλκῆς τριώβολον νῆστις, καὶ πάλιν ἐς κοίτην τὸ μελίκρητον τοῦτο, καὶ οἶνον παλαιὸν λεπτὸν, καὶ ῥοφήματα· ἀσιτέειν δὲ μή.

[12] Τέτανος· οἱ τέτανοι ὅταν ἐπιλάβωσιν, αἱ γένυες πεπήγασιν ὡς ξύλα, καὶ τὸ στόμα διοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσί τε καὶ ἰλλαίνονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται συνάγειν, ὁμοίως οὐδὲ τὼ χεῖρε, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ σφόδρα ὀδυνᾶται, καὶ ὁκόταν ἀποθνήσκειν μέλλῃ, ἀνεμέει διὰ τῶν ῥινῶν καὶ τὸ πόμα καὶ τὸ ῥόφημα καὶ τὸ φλέγμα. Οὗτος τριταῖος ἢ πεμπταῖος ἢ ἑβδομαῖος ἢ τεσσαρεσκαιδεκαταῖος ἀπόλλυται· ταύτας δὲ διαφυγὼν ὑγιὴς γίνεται. Τούτῳ διδόναι καταπότια, πέπερι καὶ ἐλλέβορον μέλανα, καὶ ζωμὸν ὀρνιθείων πίονα θερμὸν, καὶ πταρμοὺς ἰσχυροὺς καὶ πολλοὺς ἐμποιέειν, καὶ πυριᾷν· ὁκόταν δὲ μὴ πυριῆται, τὰ χλιάσματα προστιθέναι ὑγρὰ καὶ λιπαρὰ ἐν κύστεσι καὶ ἀσκίοισι πανταχόθεν, μάλιστα δὲ πρὸς τὰ ὀδυνώδεα, καὶ ἀλείφειν θερμῷ καὶ πολλῷ καὶ πολλάκις.

[13] Ὀπισθότονος· ὅταν δὲ ὀπισθότονος ἴσχῃ, τὰ μὲν ἄλλα ὡς ἐπιτοπολὺ τὰ αὐτὰ, σπᾶται δὲ ἐς τοὔπισθεν, καὶ βοᾷ ἐνίοτε, καὶ ὀδύναι ἴσχουσιν ἰσχυραὶ, καὶ συνάγειν ἐνίοτε οὐκ ἐᾷ τὰ σκέλεα οὐδὲ τὰς χεῖρας ἐκτεῖναι· ξυγκεκαμμένοι γὰρ οἱ ἀγκῶνες γίνονται, καὶ τοὺς δακτύλους πὺξ ἔχει, καὶ τὸν μέγαν δάκτυλον τοῖσιν ἄλλοισι κατέχει ὡς ἐπιτοπουλὺ, καὶ φλυηρέει ἐνίοτε, καὶ οὐ δύναται ἑωυτὸν κατέχειν, ἀλλ' ἀναΐσσει ἐνίοτε, ὅταν ἡ ὀδύνη ἔχῃ· ὅταν δὲ ἀνῇ ἡ ὀδύνη, ἡσυχίην ἔχει· ἐνίοτε δὲ καὶ ἄφωνοι γίνονται ἅμα ἁλισκόμενοι ἢ μανικοί τε καὶ μελαγχολικοί. Οὗτοι τριταῖοι ἀποθνήσκουσι τῆς φωνῆς λυθείσης καὶ ἀνεμέουσι διὰ τῶν ῥινῶν· εἰ δὲ φθάσουσι φυγεῖν τὰς τεσσαρεσκαίδεκα, ὑγιέες γίνονται. Θεραπεύειν δὲ ὡς τὸν ἄνω. Ἢν δὲ βούλῃ, καὶ ὧδε ποιέειν· ὕδωρ ὡς πλεῖστον ψυχρὸν καταχέας, ἔπειτα ἱμάτια λεπτὰ καὶ καθαρὰ καὶ θερμὰ ἐπιβάλλειν, πῦρ δὲ τότε μὴ προσφέρειν. Οὕτω χρὴ ποιέειν καὶ τοὺς τετάνους καὶ τοὺς ὀπισθοτόνους.

[14] Εἰλεοί· εἰλεοὶ δὲ γίνονται τῆς μὲν ἄνω κοιλίης θερμαινομένης, τῆς δὲ κάτω ψυχομένης· ξυναυαίνεται γὰρ τὸ ἔντερον, καὶ ξυμπιλέεται ὑπὸ τῆς φλεγμασίης, ὥστε μήτε τὸ πνεῦμα μήτε τὰς τροφὰς διεξιέναι, ἀλλὰ τὴν γαστέρα σκληρὴν εἶναι, καὶ ἐμέειν ἐνίοτε, πρῶτον μὲν φλεγματώδεα, ἔπειτα δὲ χολώδεα, τελευτῶν δὲ κόπρον· καὶ δίψαν ἔχει, καὶ ὀδύνη ἔχει μάλιστα μὲν περὶ τὰ ὑποχόνδρια, ἀλγέει δὲ καὶ πᾶσαν τὴν γαστέρα, καὶ πεφύσηται, καὶ λύζει, καὶ πυρετοὶ ἐπιλαμβάνουσιν. Γίνεται δὲ μάλιστα μετοπώρου· ἀποθνήσκει δὲ μάλιστα ἑβδομαῖος. Τούτους ὧδε χρὴ θεραπεύειν· καθᾶραι τὴν ἄνω κοιλίην ὡς τάχιστα, καὶ αἷμα ἀφαιρέειν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ἀγκώνων, ἵνα παύσηται ἡ ἄνω κοιλίη θερμαινομένη, καὶ ψύχειν τὰ ἄνω τῶν φρενῶν πλὴν τῆς καρδίης· τὰ δὲ κάτω θερμαίνειν ἐν σκάφῃ ὕδατος θερμοῦ καθίζων τὸν ἄνθρωπον καὶ ἀλείφων αἰεὶ, καὶ χλιάσματα ὑγρὰ προστιθέναι· καὶ βάλανον μέλιτος μόνου ποιέων ὡς δεκαδάκτυλον, ἐξ ἄκρου χολὴν ταύρου ἐς τὸ πρόσθεν ἐπιπλάσσων, πρόσθες καὶ δὶς καὶ τρὶς, ἕως πάντα τὰ ξυγκεκαυμένα περὶ τὸν ἀρχὸν ἐξαγάγῃς τῆς κόπρου. Κἢν μὲν οὕτως ὑπακούῃ, κλύζειν ἐπὶ τούτοισιν· ἢν δὲ μὴ, φῦσαν λαβὼν χαλκευτικὴν, ἐσιέναι φῦσαν ἐς τὴν κοιλίην, ἵνα διαστήσῃς τήν τε κοιλίην καὶ τὴν τοῦ ἐντέρου σύστασιν· εἶτα πάλιν ἐξελὼν τὴν φῦσαν κλύσαι εὐθύς· ἕτοιμον δ' ἔστω τὸ κλύσμα, μὴ πάνυ τῶν θερμαντικῶν, ἀλλὰ τῶν διαλυόντων τὰς κόπρους καὶ τηκόντων· εἶτα βύσας τὴν ἕδρην σπόγγῳ, καθήσθω ἐν ὕδατι θερμῷ κατέχων τὸ κλύσμα, καὶ ἢν δέξηται τὸ κλύσμα καὶ πάλιν μεθῇ, ὑγιὴς γίνεται. Ἐν δὲ τῷ πρόσθεν χρόνῳ μέλι τε ὡς κάλλιστον λειχέτω, καὶ οἶνον αὐτίτην πινέτω εὔζωρον. Ἢν δὲ τοῦ εἰλεοῦ ἀφέντος πυρετὸς αὐτὸν ἐπιλάβῃ, ἀνέλπιστος· ἴσως γὰρ καὶ ἡ κάτω κοιλίη λυθεῖσα συναποκτείνειεν ἄν.

[15] Περιπλευμονίη· ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ὀξὺς ἔχει, καὶ τὸ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει, καὶ ἀπορίη, καὶ ἀδυναμίη, καὶ ῥιπτασμὸς, καὶ ὀδύνη ὑπὸ τὴν ὠμοπλάτην καὶ εἰς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσιν, ἐνίοτε δὲ καὶ παραφροσύνη. Ἔστι δ' οἷσιν ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξωνται βήσσειν· πολυχρονιωτέρη δὲ καὶ χαλεπωτέρη κείνης. Τὸ δὲ σίαλον λεπτὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον. Ἡ δὲ γλῶσσα ξανθή· προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνηται, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα, καὶ ἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπάλλαξιν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ὥσπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως. Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τοὐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ, τὸ μὲν πρῶτον πολὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὁκόταν ὁ πυρετὸς ἐνακμάζῃ, ἢν ὑγρὴ ἡ περιπλευμονίη ἔῃ, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐννάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον, δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες. Ὧν ὑγραί εἰσιν αἵ τε φύσιες καὶ αἱ διαθέσιες τοῦ σώματος, αὐτὰρ καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ κατάστασις τῆς νούσου ξηρὴ, ἧσσον οὗτοι. Ἢν μὲν οὖν τῇ πέμπτῃ καὶ ἕκτῃ ἐπὶ δέκα ξηρανθῇ καὶ μηκέτι ἀποβήσσῃ πυῶδες, ὑγιής ἐστιν· ἢν δὲ μὴ, πρόσεχε πρὸς τὰς εἴκοσι δυοῖν δεούσας καὶ τὰς εἴκοσι καὶ μίαν τὸν νόον, καὶ ἢν μὲν ἐνταῦθα παύσηται τοῦ πτύσματος· ἢν δὲ μὴ, ἔρου αὐτὸν, εἰ γλυκύτερον τὸ σίαλον, καὶ ἢν μὲν φῇ, ἴσθι ὅτι ὁ πλεύμων αὐτῷ ἔμπυός ἐστι καὶ ἡ νοῦσος καθίσταται ἐνιαυσίη, ἢν μὴ ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσι σπεύδων ἀναγάγῃ τὸ πῦον· ἢν δὲ φῇ ἀηδὲς εἶναι τὸ σίαλον, θανατώδης ἡ στάσις τῆς νούσου. Ἀλλ' ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μάλιστα διαδηλοῖ· ἢν γὰρ ἐκπτύσῃ τὸ σαπὲν καὶ τὸ πυωθὲν ἐν ἡμέρῃσι δύο καὶ εἴκοσι καὶ μὴ ἑλκωθῇ, ἐκφεύγει· ἢν δὲ μὴ, οὔ. Αὕτη ἡ περιπλευμονίη οὐδὲν ἀπολείπει τῶν ἐκ περιπλευμονίης κακῶν· ἢν οὖν τι τούτων ἀπῇ τῶν κακῶν, εἰδέναι χρὴ τοσοῦδε δέουσαν τῷ κάμνοντι ἔχειν καὶ τῷ ἰητρῷ μεταχειρίζεσθαι· ἢν δὲ ὀλίγα ἔχῃ τούτων τῶν σημηΐων, μὴ ἐξαπατάτω ὡς οὐ περιπλευμονίη ἐστίν· ἔστι γὰρ μαλθακή. Θεραπεύειν δὲ χρὴ τὴν περιπλευμονίην οὕτως· οὐ μέντοι ἐξαμαρτήσῃ καὶ πλευρῖτιν καὶ φρενῖτιν οὕτω μεταχειριζόμενος· ἄρχου τὸ πρῶτον κουφίζων τὴν κεφαλὴν, ἵνα μηδὲν ἐπιρρέῃ πρὸς τὸ στῆθος· τὰς δὲ πρώτας ἡμέρας τὰ ῥοφήματα ἔστω γλυκύτερα, οὕτω γὰρ ἂν μάλιστα τὸ ξυγκαθήμενον καὶ τὸ ξυνεστηκὸς ἀποπλύνοις καὶ κινέοις· τεταρταίοισι δὲ καὶ πεμπταίοισι καὶ ἑκταίοισι μηκέτι γλυκύτερα, ἀλλὰ λιπαρὰ, ἐς γὰρ τὴν ἄνω πτύσιν ὑποχρέμπτεσθαι ξυμφέρει· ἢν δὲ μὴ δύνηται κατὰ λόγον πτύειν, τῶν ἀναγόντων φαρμάκων διδόναι. Τὰς δὲ κοιλίας ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσι τέσσαρσιν ἢ πέντε ὑποχωρέειν χρὴ καὶ ὀλίγῳ μᾶλλον, ἵνα οἵ τε πυρετοὶ ἀμβλύτεροι ἔωσι καὶ τὰ ἀλγήματα κουφότερα· ὁκόταν δὲ κεκενωμένος ᾖ καὶ ἀσθενὴς τὸ σῶμα, τὴν κάτω κοιλίην διὰ τρίτης ὑποκινέειν, ἵνα τό τε σῶμα μὴ ἀδύνατον ᾖ καὶ τὰ ἄνω χωρία ἔνυγρα· ἢν γὰρ κάτω τὸ ὑγρὸν πολλὸν ὑποχωρέῃ ἀπὸ τῆς πέμπτης ἡμέρης, θάνατον ποιέει· κάτω γὰρ τοῦ ὑγροῦ ὑποχωρέοντος, τὰ ἄνω ξηραίνεται, καὶ ἡ κάθαρσις τοῦ πτύσματος οὐ χωρέει ἄνω. Δεῖ οὖν καὶ τὴν κάτω κοιλίην μήτε ἑστάναι λίην, ἵνα μὴ ὀξέες ἔωσιν οἱ πυρετοὶ, μήτε λίην ὑποχωρέειν, ἵνα τὸ σίαλον ἀνιέναι δύνηται καὶ ἰσχύῃ ὁ κάμνων. Φάρμακα δὲ τῆς ἀναγωγῆς ἑκταίοισι καὶ ἑβδομαίοισι καὶ ἐνναταίοισι καὶ ἔτι περαιτέρω ἐοῦσι τῆς νούσου μᾶλλον δίδου· τὸ δὲ φάρμακον ἔστω ἐλλέβορος λευκὸς, θαψίη, ἐλατήριον νέον, ἴσον ἑκάστου. Ἢν δὲ τὸ σίαλον μὴ καθαίρηται εὖ καὶ τὸ πνεῦμα πυκνὸν ᾖ καὶ τῆς καθάρσιος μὴ ἐπικρατέῃ, προειπεῖν ὅτι ἀνέλπιστός ἐστι τοῦ ζῇν, ἢν μὴ δύνηται τῇ καθάρσει ὑπουργέειν. Ποιέειν δὲ καὶ τὰ ἐν τῇ περιπλευμονίῃ, ἤν σοι τὰ τῆς κοιλίης τῆς κάτω καλῶς ὑπουργέῃ. Ποιέεν δὲ καὶ ἄλλως ἀπὸ τῆς πρώτης ἡμέρης ἀρξάμενος· δίδου ἄρου τοῦ μεγάλου κόγχην χηραμίδα, καὶ δαύκου καὶ ἀκαλήφης μίην, καὶ νάπυος καὶ πηγάνου ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ ὀπὸν σιλφίου ὅσον κύαμον· ταῦτα ἐν ὀξυγλυκεῖ καὶ ὕδατι κεράσας καὶ διηθήσας, δίδου νήστει χλιαρόν. Ἐπειδὰν δὲ ἄρχηται καθαρὸν ἐκπτύειν, ἄρου χηραμίδα καὶ σήσαμον καὶ ἀμύγδαλα καθήρας ἐν ὀξυγλυκεῖ κεκρημένῳ πίνειν· ἢν δὲ μᾶλλον βούλῃ ἄγειν, καππάριος τῆς ῥίζης φλοιὸν μιγνύναι τούτοισιν.

[16] Πλευρῖτις· ὁκόταν δὲ πλευρῖτις λάβῃ, τάδε πάσχει· ὀδύνη τὴν πλευρὴν καὶ πυρετὸς καὶ φρίκη ἴσχει, καὶ ἀναπνέει πυκνὸν, καὶ ὀρθοπνοίη ἔχει, καὶ ἀναβήσσει ὑπόχολα οἷον ἀπὸ σιδίου, ἢν μὴ ῥήγματα ἔχῃ· ἢν δὲ ἔχῃ, καὶ αἷμα ἀπὸ τῶν ῥηγμάτων· ἐν δὲ τῇ αἱματώδει ὕφαιμον. Ἔστι δὲ ἡ μὲν χολώδης ἠπιωτέρη, ἢν μὴ ῥήγματα ἔχῃ ὁ κάμνων· εἰ δὲ μὴ, ἐπιπονωτέρη μὲν, θανατωδεστέρη δὲ οὔ· ἡ δὲ αἱματώδης ἰσχυρὴ καὶ ἐπίπονος καὶ θανατώδης· ὁκόταν οὖν προσῇ καὶ λὺγξ ἅμα καὶ αἵματος θρόμβους ἀποβήσσῃ ἅμα τῷ σιάλῳ μέλανας, οὗτος ἀποθνήσκει ἑβδομαῖος· δέκα δὲ ἡμέρας διαφυγὼν, τὴν μὲν πλευρῖτιν ὑγιὴς γίνεται, εἰκοστῇ δὲ ἐμπυΐσκεται, καὶ ἀποβήσσει πῦον, τελευτῶν δὲ καὶ ἀπεμέει, καὶ πάνυ εὐθεράπευτος οὐ γίνεται. Εἰσὶ δὲ καὶ ξηραὶ πλευρίτιδες ἄπτυστοι, χαλεπαὶ δὲ αὗται· αἱ δὲ κρίσιες ὅμοιαι τῇσιν ἄλλῃσιν· ὑγρασίης δὲ πλέονος δέονται τῶν ἄλλων ἐν τῷ ποτῷ. Αἱ δὲ χολώδεες καὶ αἱματώδεες κρίνουσιν ἐνναταῖαι καὶ ἑνδεκαταῖαι, καὶ οὗτοι ὑγιέες μᾶλλον γίνονται. Ἢν δὲ κατ' ἀρχὰς μὲν μαλθακαί τινες ἔχωσιν ὀδύναι, ἀπὸ τῆς πέμπτης δὲ καὶ ἕκτης ὀξέαι, αὗται τελευτῶσι μέχρι δυοκαιδεκάτης, καὶ οὐ μάλα ἀποθνήσκουσι· κίνδυνος δὲ μάλιστα μὲν μέχρις ἑβδόμης, ἀτὰρ καὶ ἐς τὴν δυοκαιδεκάτην, μετὰ δὲ ταύτας ὑγιαίνονται. Αἱ δὲ ἐξ ἀρχῆς μὲν μαλθακαὶ, ἀπὸ δὲ τῆς ἑβδόμης καὶ ὀγδόης ὀξεῖαι, πρὸς τὰς τεσσαρεσκαίδεκα κρίνουσί τε καὶ ὑγιαίνονται. Ἡ δὲ ἐς τὸ νῶτον πλευρῖτις τοσόνδε διαφέρει τῶν ἄλλων· τὸ νῶτον ὀδυνᾶται ὡς ἐκ πληγῆς, καὶ στένει, καὶ ἀναπνεῖ ἀθρόον· εὐθὺς δὲ πτύει ὀλίγα, καὶ κοπιᾷ τὸ σῶμα· τρίτῃ δ' ἢ τετάρτῃ οὐρέει ἰχῶρα ὕφαιμον· ἀποθνήσκει δὲ μάλιστα πεμπταῖος· εἰ δὲ μή γε, ἑβδομαῖος· ταύτας δὲ διαφυγὼν ζώει, καὶ ἡ νοῦσος ἠπίη καὶ ἧσσον θανατώδης· φυλάσσειν δὲ χρὴ μέχρι τῶν τεσσαρεσκαίδεκα· μετὰ δὲ ταῦτα ὑγιὴς γίνεται. Ἐνίοις δὲ τῶν πλευριτικῶν τὸ μὲν σίαλον καθαρὸν, ἡ δὲ οὔρησις αἱματώδης, οἷον ἀπὸ κρεῶν ὀπτῶν ἰχωρῶδες· ὀδύναι δὲ ὀξεῖαι διὰ τῆς ῥάχιος ἐς τὸ στῆθος καὶ ἐς τὸν βουβῶνα τείνουσιν· οὗτος τὴν ἑβδόμην διαφυγὼν ὑγιαίνει. Ὁκόταν δὲ τούτων τῶν πλευριτίδων τινὶ προσγένηται τὸ νῶτον ἐρυθριᾷν, καὶ τοὺς ὤμους θερμαίνεσθαι, καὶ ἀνακαθίζοντα βαρύνεσθαι, καὶ ἡ γαστὴρ ἐκταράσσηται χλωρῷ καὶ δυσώδεϊ σφόδρα, οὗτος διὰ τὴν ὑποχώρησιν τῆς γαστρὸς εἰκοστῇ καὶ μιῇ ἀποθνήσκει· ταύτας δὲ διαφυγὼν ὑγιαίνει. Οἷσι δὲ αἱ πτύσιες εὐθὺς παντοδαπαί εἰσι καὶ τὰ ἀλγήματα πάνυ ὀξέα, οὗτοι τριταῖοι θνήσκουσι, ταύτας δὲ διαφυγόντες ὑγιαίνουσιν· ὁ μὴ γενόμενος δὲ ὑγιὴς τῇ ἑβδόμῃ ἢ τῇ ἐννάτῃ ἢ τῇ ἑνδεκάτῃ ἄρχεται ἐμπυΐσκεσθαι· κρέσσον δὲ ἐμπυῆσαι· ἧσσον γὰρ θανατῶδες, ἐπίπονον δέ. Πρὸς δὲ τοῖσι σημηΐοισι τοῖσιν εἰρημένοισιν ἐν ἑκάστῃ τῶν πλευριτίδων καὶ τάδε χρὴ σκοπέεσθαι τὴν γλῶσσαν· πομφόλυγος γὰρ ὑποπελίδνου γινομένης ἐπὶ τῆς γλώσσης, οἷα σιδηρίου βαφέντος εἰς ἔλαιον, εἰ μὲν ἐν ἀρχῇ γένοιτο τρηχείη, χαλεπωτέρη ἡ ἀπάλλαξις τῆς νούσου, καὶ ἀνάγκη αἷμα ἀποβῆξαι ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσι δεῖ· εἰ δὲ καὶ προκεχωρηκυίης τῆς νούσου γένοιτο, αἱ μὲν κρίσιες ἐς τὴν τετάρτην καὶ δεκάτην ἡμέρην, ἀνάγκη δὲ πτύσαι αἷμα. Ἔχει δὲ ὧδε περὶ τῆς ἀπαλλάξιος· εἰ μὲν τριταίῳ ἄρχοιτο πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους αἱ ἀπαλλάξιες· εἰ δὲ ὕστερον πεπαίνοιτο, ὕστερον καὶ αἱ κρίσιες γίνονται, ὡς ἐν τοῖσι τῆς κεφαλῆς σημηΐοισι. Τὰ δὲ ἀλγήματα τὰ ἐν ἁπάσῃσι τῇσι πλευρίτισιν ὡς ἐπιτοπουλὺ κουφίζει μεθ' ἡμέρην μᾶλλον ἢ νύκτωρ. Θεραπεύειν δὲ χρὴ τὰς πλευρίτιδας οὕτως· τὰ μὲν πολλὰ ὡς τὴν φρενῖτιν καὶ περιπλευμονίην, πλὴν λουτροῖσι χρῆσθαι θερμοῖσι καὶ οἴνοισι γλυκέσιν. Ἢν μὲν οὖν τῇ πρώτῃ ἢ τῇ ἐπιούσῃ λάβῃς τῆς ἐπιλήψιος, ἢν μὲν ὑπεληλύθῃ ἡ κόπρος καθαρὴ ἢ ἀτρέμα χολώδης καὶ ὀλίγη, ὑποκλύσαι θαψίῃ· ἢν δὲ κινηθεῖσα ἡ κοιλίη τὴν μὲν νύκτα χαλάσῃ, τῇ δὲ ὑστεραίῃ ὀδύνη καὶ στρόφος ἔχῃ, πάλιν ὑποκλύσαι. Ἢν δὲ ὁ κάμνων χολώδης ᾖ τῇ φύσει καὶ ληφθῇ τῇ νούσω ἀκάθαρτος ἐὼν, πρὶν ἀναπτύεσθαι τὸ σίαλον χολῶδες, καὶ τῷ φαρμάκῳ καθῆραι χολὴν εὖ· ἐκπτύοντι δὲ ἤδη χολώδεα μὴ δίδου τὸ φάρμακον· ἢν γὰρ δῷς, τὸ πτύσμα οὐ δυνήσεται ἄνω ἀνιέναι, ἀλλ' ἑβδομαῖος ἢ ἐνναταῖος ἀποπνιγήσεται· ἢν δὲ πρὸς τῇσιν ἐν τῇσι πλευρῇσιν ὀδύνῃσι καὶ τὰ ὑποχόνδρια ἀλγέῃ, ὑποκλύσαι δεῖ, καὶ πιέειν δοῦναι νήστει ἀριστολοχίαν καὶ ὕσσωπον καὶ κύμινον καὶ σίλφιον καὶ μήκωνα λευκὴν καὶ ἄνθος χαλκοῦ καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ. Πρὸς μὲν τὰ φάρμακα οὕτω δεῖ ποιέεσθαι τὰς θεραπείας τὰς πρώτας· τὰ δ' ἄλλα ὧδε ἔχει· λούειν πολλῷ θερμῷ πρὸς τὴν δύναμιν τοῦ κάμνοντος, πλὴν τῆς κεφαλῆς, καὶ ὁκόταν αἱ κρίσιες ὦσι, τὰ ὀδυνώμενα χλιαίνειν ὑγρῇσι πυρίῃσιν ὑπαλείφων ἐλαίῳ. Ὁκόταν δὲ καταιγίζωσιν αἱ νοῦσοι, ἡσυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρὸν τῇσι θεραπείῃσιν, ὅκως μὴ κατεργάσηταί τι κακόν· πτισάνης δὲ χυλὸν κάθεφθον διδόναι, ὀλίγῳ παχύτερον, μελιχροποιέων. Μετὰ δὲ τὰ λουτρὰ καὶ οἶνον γλυκὺν ὑδαρέα προπίνειν, μὴ ψυχρὸν, ὀλίγον ἐκ βομβυλίου οὐκ εὐρυστόμου· καὶ ὁκόταν βῆχες ἐπίωσιν, ἐπιπίνειν καὶ χρέμπτεσθαι ὡς μάλιστα, καὶ τῷ ποτῷ ὑγραίνειν, ἵνα ὁ πλεύμων ὑγρότερος ἐὼν ῥᾷον καὶ θᾶσσον ἀποδιδῷ τὸ πτύσμα καὶ ἡ βὴξ ἧσσον πονέῃ· καὶ ῥοιῆς δὲ γλυκείης ἢ οἰνώδεος χυλὸν, γάλακτι αἰγείῳ ὀλίγῳ καὶ μέλιτι μιγνὺς, κατὰ σμικρὸν πολλάκις δίδου νύκτωρ τε καὶ μεθ' ἡμέρην· καὶ ὕπνον δ' ὡς μάλιστα διακωλύειν, ἵνα κάθαρσις γένηται θάσσων τε καὶ πλείων. Τὴν δὲ αἱματώδεα πλευρῖτιν θεραπεύειν χρὴ οὕτως· μετὰ δὲ τὰς κρίσιας ἀνακομίζειν σιτίοισι κούφοισι, καὶ ἡσυχάζειν, καὶ φυλάσσεσθαι περισσῶς ἡλίους, ἀνέμους, πλησμονὰς, ὀξέα, ἁλυκὰ, λιπαρὰ, καπνὸν, φύσας τὰς ἐν τῇ κοιλίῃ, πόνους, λαγνείας· ἢν γὰρ ἡ νοῦσος ὑποτροπιάσῃ, θάνατος ἕψεται. Ἐν δὲ τῇσι πτύσεσιν, ἢν ὀδύνη τε ἔχῃ καὶ μὴ δύνηται ἀποπτύειν, νήστει δίδου ἄνθος χαλκοῦ ὅσον κοτινάδα, καὶ ὀποῦ σιλφίου ἥμισυ, καὶ τριφύλλου καρποῦ ὀλίγον ἐν μέλιτι λείχειν· ἢ πεπέρεος κόκκους πέντε καὶ ὀποῦ σιλφίου ὅσον κύαμον, καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ πίνειν χλιαρὸν νήστει δίδου· τοῦτο καὶ τὰς ὀδύνας παύει. Ἢν δὲ μὴ δύνηται πτύειν κατὰ λόγον, ἀλλ' ἐνίσχηται αὐτῷ καὶ ῥέγχῃ ἐν τοῖσι στήθεσιν, ἄρου τοῦ μεγάλου ῥίζης χηραμίδα καὶ ἔλαιον σὺν μέλιτι μίξαι, ἐπιρροφεῖν δὲ ὄξος κεκρημένον. Ἄλλο ἰσχυρόν· ἄνθος χαλκοῦ ὅσον κύαμον καὶ νίτρον ὀπτὸν διπλάσιον καὶ ὕσσωπον ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, μέλιτι μίξας, καὶ ὕδωρ καὶ ἔλαιον μικρὸν ἐπιστάξας, χλιάνας ἐν χηραμίδι, ἐγχέειν ἵνα μὴ ἀποπνιγῇ. Καὶ ἐν περιπλευμονίῃ, ἢν μὴ καθαίρηται, τοῦτο δεῖ ποιέειν. Ἢν δὲ μήτε ῥέγχῃ μήτε πτύῃ ὡς δεῖ, καππάριος καρποῦ ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ πέπερι καὶ νίτρον ὀλίγον καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ μίξας τοῦτο χλιαρὸν ἐπιρροφεῖν· τὴν δὲ ἄλλην ἡμέρην ὕσσωπον ἐν ὄξει καὶ μέλιτι καὶ ὕδατι ἀναζέσας ἐπιρροφεῖν. Τοῦτο καὶ τοῖσι ῥέγχουσι διδόναι καὶ μὴ δυναμένοισι καθαίρεσθαι. Εἰ δὲ ἰσχυρότερον βούλοιο ποιέειν, ὑσσώπου καὶ νάπυος καὶ καρδάμου κόγχην ἢ χηραμίδα τρίψας ἐν μέλιτι καὶ ὕδατι, καὶ ἀναζέσας, καὶ διηθήσας, ἐπιρροφεῖν χλιαρὸν δίδου. Οὕτω ταῦτα τὰ νουσήματα θεραπευθέντα ὑγιέα γίνεται, ἢν μή τι τοῦ πτύσματος ὑπολειφθὲν ἐν τῷ πλεύμονι πῦος γένηται, ὑφ' οὗ βήσσουσι ξηρὰ βηχία, καὶ πῦρ καὶ φρίκη ἴσχει, καὶ ὀρθοπνοίη ἔχει, καὶ πυκνὸν καὶ ἀθρόον ἀναπνεῖ, καὶ ἡ φωνὴ βαρυτέρη ὀλίγῳ, καὶ εὐχροίη σὺν τῇ θέρμῃ τὸ πρόσωπον ἴσχει· προϊόντος δὲ τοῦ χρόνου, μᾶλλον καὶ ἡ νοῦσος σάφα δηλοῦται. Τοῦτον εἰ ἐντὸς τῶν δέκα ἡμερέων λάβοις, θερμήναντα χρὴ διαίτῃ καὶ λουτρῷ θερμῷ ἐγχέαι ἐς τὸν πλεύμονα ὅ τι πῦον ἄξει, καὶ τοῖσιν ἄλλοισι χρῆσθαι τοῖσι τὸ πῦον ἄγουσι, καὶ διαιτᾷν ὡς ἔμπυον, καὶ τὴν κεφαλὴν ἀποξηραίνειν, ἵνα μὴ ἐπιρρέῃ. Ἢν δ' ἐν τῷ ἐγχύτῳ μὴ σήπηται καὶ ἀνάγηται τὸ πῦον, ῥήγνυται αὐτῷ ἐκ τοῦ πλεύμονος ἐς τὸν θώρηκα, καὶ μετὰ τὴν ῥῆξιν δοκέει ὑγιὴς εἶναι, ὅτι ἐκ τῆς στενοχωρίης ἐς τὴν εὐρυχωρίην ἦλθε τὸ πῦον, καὶ τὸ πνεῦμα ὃ ἀναπνέομεν ἕδρην ἔσχεν ἐν τῷ πλεύμονι· προϊόντος δὲ τοῦ χρόνου, τὰ στήθεα πύου πληροῦται, καὶ αἱ βῆχες καὶ οἱ πυρετοὶ καὶ τἄλλα ἀλγήματα πάντα μᾶλλον πιέζει αὐτὸν, καὶ ἡ νοῦσος διαδηλοῦται. Τοῦτον μετὰ τὴν ἔκρηξιν ἐᾶσαι δεῖ ἡμέρας πεντεκαίδεκα, ὅκως πάλιν πεπανθῇ τὸ πῦον· ἅτε γὰρ ἐς εὐρυχωρίην ἐλθὸν ἀνέψυξέ τε καὶ τὸ ὑπάρχον ὑγρὸν ἐν τῷ θώρηκι προσηγάγετο πρὸς ἑωυτὸ, ὥστε αὐτὸ ἡμισαπὲς εἶναι. Ἢν μὲν οὖν αὐτόματον ἄρξηται πτύεσθαι ἐν τούτῳ τῷ χρόνῳ, ἢ φαρμάκοισι τιμωρέειν ἢ ποτοῖσιν, ἐν δὲ τῇσι τελευταίῃσιν ἡμέρῃσι τῶν ἡμερέων τῶν πεντεκαίδεκα σπεύδειν ἀναστῆναι πρὶν μᾶλλον τρύχεσθαι τὸ σῶμα, φυλάσσων τὴν κεφαλὴν καθαρὴν τῶν ἐπιρροῶν εἵνεκεν. Ἢν δὲ μὴ πτύηται, ἀποσημήνῃ δὲ ἐς τὰς πλευρὰς, ταμέειν ἢ καῦσαι. Ἢν δὲ μήτε πτύηται μήτε ἀποσημήνῃ ἐς τὰς πλευρὰς, λούσας πολλῷ καὶ θερμῷ νῆστιν καὶ ἄποτον, καθίσας ἐπὶ ἕδρης ἀκινήτου, ἕτερος μὲν τῶν ὤμων ἀναλαβέτω, αὐτὸς δὲ σεῖε τοῦτον, τὸ οὖς παραβάλλων πρὸς τὰς πλευρὰς, ἵν' εἰδῇς ὁκοτέρωθεν ἀποσημαίνει· βούλου δὲ μᾶλλον πρὸς τὰ ἀριστερά· θανατωδέστερον γὰρ καίειν καὶ τάμνειν πρὸς τὰ δεξιά· ὁκόσῳ γὰρ ἰσχυρότερά ἐστι τὰ δεξιὰ, τόσῳ καὶ τὰ νουσήματα ἐν αὐτοῖσιν ἰσχυρότερα δείκνυται. Ἢν δὲ ὑπὸ πάχεος τὸ ὑγρὸν μὴ κλυδάζηται, μηδὲ ψόφος ᾖ ἐν τῷ στήθεϊ, πυκνὸν δὲ ἕλκῃ τὸ πνεῦμα καὶ οἱ πόδες ἐποιδέωσι, καὶ βήχιόν τι προσῇ, μὴ ἐξαπατάτω, ἀλλ' εὖ ἴσθι πλήρη ἐόντα τὸν θώρηκα πύου· ἐς οὖν ἐρετριάδα γῆν ὑγρὴν καὶ λείην τετριμμένην καὶ χλιαρὴν ἐπιβάψας ὀθόνιον λεπτὸν, περικάλυψον κύκλῳ τὸν θώρηκα, καὶ ὅκου ἂν πρῶτον ξηραίνηται, ταύτῃ χρὴ τάμνειν ἢ καίειν ὡς ἐγγυτάτω τῶν φρενῶν, φυλασσόμενος αὐτῶν τῶν φρενῶν. Ἢν δὲ βούλῃ, ἀλείφων τῇ ἐρετριάδι, σκόπει ὁμοίως ὡς ἐν τῷ ὀθονίῳ, πολλοὶ δὲ ἅμα ἀλειφόντων, ἵνα μὴ τὰ πρῶτα ἀλειφόμενα ἀποξηραίνηται. Μετὰ δὲ τὴν τομὴν ἢ τὴν καῦσιν τῷ μοτῷ τῷ ἐκ τοῦ ὠμολίνου χρῶ, καὶ ἐξίει κατ' ὀλίγον τὸ πῦον. Ὁκόταν δὲ μέλλῃς τάμνειν ἢ καίειν, ὑποσημαίνου τωὐτὸ σχῆμα ἔχοντα, ὅπερ ἂν μέλλῃς ἔχοντα καίειν ἢ τάμνειν, ἵνα μὴ ἐξαπατήσῃ ἀνωτέρω γενόμενον ἢ κατωτέρω τὸ δέρμα, ἐν τῇ μεταβολῇ τοῦ σχήματος· καὶ τὰς βῆχας φυλάσσειν ἐκ τῆς διαίτης, ὅκως μὴ ἀντισπάσουσι πάλιν ἐς τὸν πλεύμονα τὸ πῦον, κακὸν γὰρ, ἀλλ' ὡς τάχιστα ὑποξηραίνεσθαι· ἐπειδὰν δὲ δωδεκαταῖος ᾖ, ἅπαν ἀφιέναι τὸ λοιπὸν πῦον, καὶ ἀπὸ τοῦ ὀθονίου μοτοῦν, καὶ ἀφιέναι δὶς τῆς ἡμέρης τὸ πῦον, καὶ τὴν ἄνω κοιλίην ἐκ τῆς διαίτης ὡς μάλιστα ξηραίνειν. Ὧδε χρὴ καὶ τὰς ἐκ τῶν τρωμάτων καὶ ἐκ περιπλευμονίης καὶ ἐκ καταρροῶν μεγάλων ἐκπυήσιας, καὶ προσπεσόντος τοῦ πλεύμονος τῇσι πλευρῇσι σκοπεῖν καὶ θεραπεύειν.

[17] Ψυκτήρια δὲ τάδε δίδου ἐπὶ τοῖσι καύσοισι πίνειν, ὁκόταν βούλῃ· πολλὰ δὲ ἀπεργάζεται· τὰ μὲν γὰρ οὔρησιν ποιέει, τὰ δὲ διαχώρησιν, τὰ δὲ ἄμφω, τὰ δὲ οὐδέτερα, ἀλλὰ ψύχει μοῦνον ὡς ἄγγος ὕδατος ζέον, ἤν τις ἐπιχέῃ ψυχρὸν ὕδωρ ἢ ψυχρῷ αὐτὸ τὸ ἄγγος πνεύματι προσαγάγῃ· δίδου δὲ ἄλλα ἄλλοισιν· οὔτε γὰρ τὰ γλυκέα πᾶσι συμφέρει, οὔτε τὰ στρυφνὰ, οὔτε τὰ αὐτὰ πίνειν δύνανται. Τοῦτο μὲν, κηρίων ξηρῶν ὅσον δύο κοτύλας βρέχων ὕδατι καὶ ἀνατρίβων γευέσθω, ἕως ἂν ὑπόγλυκυ γένηται, εἶτα διηθήσας, σέλινα ἐμβαλὼν, δίδου πίνειν. Τοῦτο δὲ, λίνου καρποῦ ὀξύβαφον, ὕδατος κοτύλας δέκα ἐπιχέας, ἑψεῖν ἐν καινῇ χύτρῃ ἐπὶ ἀνθράκων ἄζεστον, ἵνα ἀναπνέῃ, ἕως ἂν ὁ χυλὸς ἁπτομένῳ λιπαρὸς γένηται. Τοῦτο δὲ, μελικρήτου ὑδαρέος καθεψήσας τὸ ἥμισυ λείπειν· ἔπειτα σέλινα ἐπιβαλὼν, τοῦτο ψυχρὸν κατ' ὀλίγον δίδου. Τοῦτο δὲ, κριθὰς ἀχιλληΐδας κοτύλην αὐήνας, ἄρας τὸν ἀθέρα καὶ πλύνας εὖ, ἐπιχέας ὕδατος χοέα, ἕψει, καὶ τὸ ἥμισυ ἀπολείπων, ψύχων, δίδου πίνειν. Τοῦτο δὲ, Αἰθιοπικοῦ κυμίνου κοτύλης δέκατον μέρος, ἐπιχέας τρία ἡμιχόεα, ἕψε, πηλῷ τριχώδεϊ καταλείψας, ἄζεστον, ἕως τρίτον μέρος λείπῃς, καὶ ψύχων δίδου τοῦτο πρὸς πάντα καῦσον καὶ λοιπὸν πυρετόν. Τοῦτο δὲ, ὕδωρ οὐράνιον αὐτὸ καθ' αὑτό. Τοῦτο δὲ, πτισάνης κοτύλην χοέα ὕδατος ἐπιχέας, λείπειν τὸ ἥμισυ ἑψῶν· ἔπειτα διηθήσας, σέλινα ἐπιβαλὼν, δίδου ψυχρόν. Τοῦτο δὲ, οἱ σταφίδιοι λευκοὶ οἶνοι ὑδαρέες. Τοῦτο δὲ, τρύγες στεμφυλίτιδες σταφιδευταῖαι ὑδαρέες. Τοῦτο δὲ, ἄσταφις λευκὴ ἄνευ γιγάρτων κοτύλη, καὶ πενταφύλλου ῥιζέων χεῖρα πλέην φλάσας, εἴκοσι κοτύλας ὕδατος ἐπιχέας, ἀφεψήσας καὶ τὸ ἥμισυ λείπων, δίδου ψυχρὸν κατ' ὀλίγον. Τοῦτο δὲ, κρίμνων κριθέων ἁδρῶν ἡμιχοίνικον, ὕδατος χοέα ἐπιχέας, ὁκόταν ἤδη ἀνοιδέῃ τὰ κρίμνα, τρίβειν τῇσι χερσὶν ἕως ἂν λευκὸν τὸ ὕδωρ γένηται, καὶ ἀδιάντου δραχμίδα ἐμβαλὼν, ἀπαιθριάσας δίδου. Τοῦτο δὲ, ὠῶν τὸ λευκὸν τριῶν ἢ τεσσάρων κατακυκῶν ἐν ὕδατος χοῒ πινέτω· τοῦτο ψύχει σφόδρα καὶ τὴν κοιλίην ὑπάγει· ἢν δὲ δοκέῃ μᾶλλον ὑπάγειν, τὴν λινόζωστιν προσκατακύκα. Τοῦτο δὲ, ἡμιχοίνικον καχρύων εὖ ἀποπλύνας, ἐν ὕδατος χοῒ ζέσας δὶς ἢ τρὶς, ψυχρὸν δίδου. Τοῦτο δὲ, πτισάνης χυλὸν κάθεφθον λεπτὸν καὶ οἶνον γλυκὺν δίδου· τοῦτο οὐκ ἄγει. Τοῦτο δὲ, σικύου πέπονος ἄνευ τοῦ δέρματος πάλης, ἐφ' ὕδατι· τοῦτο οὐρέεται καὶ ψύχει καὶ τὴν δίψαν παύει. Τοῦτο δὲ, ὀρόβους ἐν ὕδατι προεψήσας, εἶτα χύτρην καινὴν ἐν χύτρῃ μείζονι θεὶς πλέῃ ὕδατος, ἐπιχέας ἕτερον ὕδωρ τοῖσιν ὀρόβοισιν, ἕψε ὀλίγον χρόνον, εἶτα ἀποχέας τὸ τρίτον μέρος, ἐπειδὰν κάθεφθοι ἔωσιν οἱ ὄροβοι, ψύξας δίδου, κατὰ κύαθον ἐπιπάσσων τῆς τοῦ σικύου πάλης τὴν ἐκ τῶν ὀρόβων πάλην· τοῦτο δὲ βεβαίως δίψαν παύει. Τοῦτο δὲ, Θάσιον οἶνον παλαιὸν, πέντε καὶ εἴκοσιν ὕδατος καὶ ἕνα οἴνου δίδου. Τοῦτο δὲ, τρίφυλλον, τὸ σικυῶδες ἐν ὕδατι καὶ κρίμνα κριθέων βρέχων δίδου. Τοῦτο δὲ, σέλινα, ὅσον τρὶς τῇ χειρὶ περιλαβεῖν, καὶ γλήχους δραχμίδας δύο ἑψῶν ἐν ὄξους κοτύλῃσι δέκα ἕως τρίτον μέρος λείπῃς· τοῦτο μέλιτι καὶ ὕδατι κεραννὺς ὑδαρὲς πινέτω, ἀδιάντου δραχμίδα ἐμβαλών· τοῦτο οὖρον ἄγει καὶ τὴν κοιλίην λύει. Τοῦτο δὲ, μῆλα εὐώδεα γλυκέα φλάσας, καὶ ἐν ὕδατι ἀποβρέξας, δίδου πίνειν τὸ ὕδωρ. Τοῦτο δὲ, μῆλα κυδώνια ὡσαύτως, ἢν ἡ κοιλίη λελυμένη ᾖ, ἐν πυρετῷ καυσώδεϊ. Ἰκτέρου δὲ ἐπιλαβόντος, ἀστάφιδος λευκῆς ἄνευ γιγάρτων καὶ ἐρεβίνθων λευκῶν, ἡμικοτύλιον ἀμφοτέρων, καὶ κριθέων ἀχιλληΐδων ἴσον, καὶ κνίκου ἴσον, ὕδατος κοτύλας δέκα, καὶ σέλινα, καὶ μίνθην, καὶ κορίανον, ὀλίγον ἑκάστου ἀνατρίβειν, ἕως ἂν ἠρέμα γλυκανθῇ, καὶ ἀδιάντου δραχμίδα ὕστερον ἐμβαλὼν, αἰθριήσας δίδου. Τοῦτο δὲ καὶ τὰ τούτοισιν ὅμοια μιμέεσθαι· πάντα δὲ τῷ πυρέσσοντι ᾐθριασμένα δίδου, πλὴν οἷσιν αἱ κοιλίαι μᾶλλον τοῦ δέοντος ῥέουσιν. Τοῦτο δὲ, γλήχους δραχμίδας τρεῖς, σελίνου διπλάσιον, ἐν οἴνῳ κεκρημένῳ ἑψῶν δίδου· τοῦτο καὶ οὐρέεται καὶ διὰ τῆς κοιλίης χολὴν ἄγει.