Περὶ νούσων
Συγγραφέας:
Τὸ δεύτερον


[1] Οὐρέεται πολλὸν ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή· τήκεται γὰρ ἐν αὐτῇ τὸ φλέγμα· τηκόμενον δὲ χωρέει τὸ μὲν ἐς τὰς ῥῖνας, τὸ δὲ ἐς τὸ στόμα, τὸ δὲ διὰ τῶν φλεβῶν αἳ ἄγουσιν ἐς τὸ αἰδοῖον· ὅταν δὲ ἐς τὸ αἰδοῖον ἀφίκηται, οὐρέει καὶ πάσχει οἷά περ ὑπὸ στραγγουρίης. Ἀμβλυώσσουσι δὲ, ὅταν ἐς τὰ ἐν τοῖσιν ὀφθαλμοῖσι φλέβια ἐσέλθῃ φλέγμα· ὑδαρεστέρη τε γὰρ γίνεται ἡ ὄψις καὶ θολερωτέρη, καὶ τὸ λαμπρὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁμοίως λαμπρόν ἐστιν, οὐδὲ καταφαίνεται ἐν αὐτῷ, ἐὰν ἐθέλῃ ὁρᾷν, ὁμοίως ὡς καὶ ὅτε λαμπρὸς καὶ καθαρὸς ἦν. Οὗτος ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα ὑγιάζεται. Ἢν δὲ χρόνῳ ὕστερον πολλῷ ὑποστρέψῃ ἡ νοῦσος, τὸ δέρμα τῆς κεφαλῆς παχύνεται, καὶ τὸ ἄλλο σῶμα αἴρεται καὶ παχύνεται καὶ εὐχροέει. Τούτῳ τὸ φλέγμα ἐς τὰς σάρκας τρέπεται, καὶ ὑπὸ τούτου δοκέει παχὺς εἶναι· αἱ γὰρ σάρκες, ἅτε διάβροχοι ἐοῦσαι καὶ ἠρμέναι καὶ ἀραιότεραι, ἕλκουσιν ἐκ τῶν φλεβῶν αἷμα, καὶ διὰ τοῦτο δοκέουσιν εὔχροοι εἶναι.

[2] Ἑτέρη νοῦσος· ἡ κεφαλὴ ἑλκέων καταπίμπλαται, καὶ τὸ σῶμα οἰδέει, καὶ ἡ χροιὴ ἰκτερώδης, καὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἕλκεα ἐκφύει, καὶ πυρετὸς λαμβάνει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥεῖ. Τούτῳ, ὅταν ἐν τῇ κεφαλῇ φλέγμα ὑπόχολον ἐντραφῇ, τὰ μὲν ἕλκεα γίνεται, ὅταν τὸ βρέγμα διάβροχον γένηται τῷ φλέγματι καὶ τῇ χολῇ, καὶ ἀραιὸν ἔῃ καὶ ἅλες τὸ φλέγμα καὶ ἡ χολή· ἵσταται γὰρ τοῦτο καὶ σήπεται καὶ ἑλκοῦται· ἐς δὲ τὰ ὦτα λεπτυνόμενον τὸ φλέγμα διαδιδοῖ. Ἐν δὲ τῷ ἄλλῳ σώματι τά τε ἕλκεα κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῇ κεφαλῇ γίνεται, συσσηπομένου τοῦ αἵματος καὶ τῆς χολῆς, ᾗ ἂν τύχῃ ἁλισθέντα· ταύτῃ γὰρ ἡ σὰρξ σήπεται καὶ ἑλκοῦται, καὶ προσκατασήπει τὸ ἐσελθὸν τοῦ φλέγματος καὶ τῆς χολῆς, καὶ γίνεται πῦον.

[3] Ἑτέρη νοῦσος· περιωδυνίη τὴν κεφαλὴν ἴσχει, καὶ ἐμέει χολὴν, καὶ δυσουρέει, καὶ παραφρονέει. Οὗτος περιωδυνέει μὲν ὑπὸ τῆς ὑπερθερμασίης τῆς κεφαλῆς, παραφρονέει δὲ ὅταν τὸ αἷμα τὸ ἐν τῇ κεφαλῇ ὑπὸ χολῆς ἢ φλέγματος ὑπερθερμανθῇ καὶ κινηθῇ μᾶλλον τοῦ εἰωθότος· ἐμέει δὲ χολὴν ἅτε κεκινημένης αὐτῆς ἐν τῷ σώματι, καὶ ἡ κεφαλὴ ὑπὸ τῆς θερμασίης ἕλκει ἐφ' ἑωυτὴν, καὶ τὸ μὲν παχύτατον ἐμέει, τὸ δὲ λεπτότατον ἕλκει ἐς ἑωυτήν· οὐρέει δὲ καὶ ἐν ταύτῃ ὑπὸ τῶν αὐτῶν, ὡς καὶ ἐν τῇ πρόσθεν εἴρηται.

[4] Ἑτέρη νοῦσος· ἢν περὶ τὸν ἐγκέφαλον φλέβια ὑπερεμήσῃ, τὸ μὲν οὔνομα οὐκ ὀρθὸν τῇ νούσῳ, οὐ γὰρ ἀνυστὸν ὑπερεμῆσαι οὐδὲν τῶν φλεβίων οὔτε τῶν ἐλασσόνων οὔτε τῶν μειζόνων· ὀνομαίνουσι δὲ καὶ φασὶν ὑπερέμετον· εἰ δ' ὡς μάλιστα ὑπερεμήσειε, νοῦσος ὑπ' αὐτοῦ οὐκ ἔοικεν ἂν γίνεσθαι· ἀπ' ἀγαθοῦ γὰρ κακὸν οὐχ οἷόν τε γενέσθαι, οὐδ' ἀγαθὸν πλέον τοῦ δέοντος οἷόν τε γενέσθαι, ἀλλ' ὑπερεμέειν δοκέει ὅταν ἐς τὰς φλέβας χολὴ ἢ φλέγμα ἐσέλθῃ. Μετεωρίζονταί τε γὰρ αἱ φλέβες καὶ σφύζουσι, καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κεφαλὴν ἐγγίνεται, καὶ τὰ ὦτα ἠχέει, καὶ ἀκούει οὐδέν· καὶ ἠχέει μὲν ἅτε τῶν φλεβίων σφυζόντων καὶ παλλομένων, τηνικαῦτα γὰρ ἦχος ἔνεστιν ἐν τῇ κεφαλῇ, βαρυηκοεῖ δὲ τὸ μέν τι ὑπὸ τοῦ ἔσωθεν ψόφου καὶ ἤχου, τὸ δὲ ὅταν ὁ ἐγκέφαλος καὶ τὰ φλέβια τὰ περὶ αὐτὸν ἐπαρθῇ. Ὑπὸ γὰρ τῆς ὑπερθερμασίης ἐμπίπλησι τὸ κατὰ τὸ οὖς κενεὸν ὁ ἐγκέφαλος ἑωυτοῦ, καὶ ἅτε οὐκ ἐνεόντος τοῦ ἠέρος ἰσοπληθέος, ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, οὐδὲ τὸν ἦχον ἴσον παρέχοντος, οὐκ ἐνσημαίνει οἱ τὰ λεγόμενα ὁμαλῶς, καὶ ἀπὸ τούτου βαρυηκοέει. Οὗτος, ἢν μὲν ῥαγῇ αὐτῷ ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα ὕδωρ καὶ φλέγμα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥαγῇ, ἑβδομαῖος μάλιστα ἀποθνήσκει. Ἢν δὲ αἱ ἐν τῇ κεφαλῇ ὑπερεμέσωσι φλέβες, ὑπερεμέουσι δὲ ὑπὸ τῶν αὐτῶν ἃ καὶ ἐν τῷ πρόσθεν εἴρηται· σημήϊον δὲ ὅτι τοιούτῳ τρόπῳ ὑπερεμέουσι τόδε· ὅταν τις ἢ χεῖρα τοῦτο πάσχουσαν ἐπιτάμῃ ἢ κεφαλὴν ἢ ἄλλο τι τοῦ σώματος, τὸ αἷμα μέλαν ῥέει καὶ θολερὸν καὶ νοσῶδες· καίτοι οὐ δίκαιον κατ' οὔνομα, ἀλλ' ἐρυθρὸν καὶ εἰλικρινὲς ῥεῖν. Ὅταν δὲ ὑπερεμέσωσιν ὑπὸ τῶν αὐτῶν, ἴσχει ὀδύνη καὶ σκοτοδινίη καὶ βάρος τὴν κεφαλήν· ὀδύνη μὲν ὑπὸ τῆς ὑπερθερμασίης τοῦ αἵματος, σκοτοδινίη δὲ ὅταν ἅλες ἐπὶ τὸ πρόσωπον χωρήσῃ τὸ αἷμα, βάρος δὲ ἅτε τοῦ αἵματος πλέονος ἐόντος ἐν τῇ κεφαλῇ καὶ θολερωτέρου καὶ νοσωδεστέρου ἢ εἴωθεν.

[5] Σφακελισμὸς ἐγκεφάλου· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἔχει ἐκ τῆς κεφαλῆς τὴν ῥάχιν καὶ ἐπὶ τὴν καρδίην φοιτᾷ, καὶ ἀψυχίη καὶ ἱδρὼς, καὶ ἄϋπνος τελέθει, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, πολλάκις δὲ καὶ αἷμα ἐμέει. Σφακελίζει δὲ ὁ ἐγκέφαλος τρόπῳ τοιῷδε· ὁκόταν ἢ ὑπερθερμανθῇ ἢ ὑπερψυχθῇ, ἢ χολώδης ἢ φλεγματώδης γένηται μᾶλλον τοῦ εἰωθότος, ὅταν δέ τι τούτων πάθῃ, ὑπερθερμαίνεται, καὶ τὸν νωτιαῖον μυελὸν διαθερμαίνει, καὶ οὗτος ὀδύνην τῇ ῥάχει παρέχει· ἀψυχέει δὲ ὅταν προσίστηται πρὸς τὴν καρδίην φλέγμα ἢ χολή· προσίστασθαι δὲ ἀνάγκη κεκινημένων καὶ ὑγρασμένων· ἱδρὼς δὲ γίνεται ὑπὸ πόνου· τὸ αἷμα δὲ ἐμέει ὅταν αἱ φλέβες αἱ μὲν ἐν τῇ κεφαλῇ ὑπὸ τοῦ ἐγκεφάλου θερμανθῶσιν, αἱ δὲ παρὰ τὴν ῥάχιν ὑπὸ τῆς ῥάχιος, ἡ δὲ ῥάχις ὑπὸ τοῦ νωτιαίου μυελοῦ, ὁ δὲ μυελὸς ὑπὸ τοῦ ἐγκεφάλου, ὅθεν περ πέφυκεν· ὅταν οὖν θερμανθῶσιν αἱ φλέβες καὶ τὸ αἷμα ἐν αὐτῇσι ζέσῃ, διαδιδοῦσιν αἱ μὲν ἀπὸ τῆς κεφαλῆς ἐς τὰς ῥῖνας, αἱ δ' ἀπὸ τῆς ῥάχιος αἱμορρόοι ἐς τὸ σῶμα. Οὗτος τριταῖος ἀπόλλυται ἢ πεμπταῖος ὡς τὰ πολλά.

[6] Ἑτέρη νοῦσος· ἐξαπίνης ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται καὶ ἀκρατὴς ἑωυτοῦ. Οὗτος ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μή μιν πῦρ ἐπιλάβῃ· ἢν γὰρ ἐπιλάβῃ, ὑγιὴς γίνεται. Πάσχει δὲ ταῦτα, ὅταν αὐτῷ μέλαινα χολὴ ἐν τῇ κεφαλῇ κινηθεῖσα ῥυῇ, καὶ μάλιστα καθ' ὃ τὰ πλεῖστά ἐστι φλέβια, ἐν τῷ τραχήλῳ φημὶ καὶ τοῖσι στήθεσιν· ἔπειτα καὶ τῇ ἑξῆς ἀπόπληκτος γίνεται καὶ ἀκρατὴς, ἅτε τοῦ αἵματος ἐψυγμένου. Καὶ ἢν κρατήσῃ ὥστε τὸ αἷμα θερμανθῆναι, ἤν τε ὑπὸ τῶν προσφερομένων ἤν τε ὑφ' ἑωυτοῦ, μετεωρίζεταί τε καὶ διαχέεται, καὶ κινέεται, καὶ τὴν πνοιὴν ἐσάγεταί τε καὶ ἀφρέει καὶ χωρίζεται τῆς χολῆς, καὶ ὑγιὴς γίνεται. Ἢν δὲ μὴ κρατήσῃ, ψύχεται ἐπὶ μᾶλλον· καὶ ὅταν παντάπασι ψυχθῇ καὶ ἐκλίπῃ ἐξ αὐτοῦ τὸ θερμὸν, πήγνυται καὶ κινηθῆναι οὐ δύναται, ἀλλὰ ἀποθνήσκει. Ἢν δὲ ἐκ θωρήξιος ταῦτα πάθῃ, πάσχει ὑπὸ τῶν αὐτέων, καὶ ἀπόλλυται ὑπὸ τῶν αὐτέων, καὶ διαφεύγει ὑπὸ τῶν αὐτέων.

[7] Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἐκ τοῦ ὀστέου, χρόνῳ δὲ ἀφίσταται τὸ δέρμα ἀπὸ τῆς κεφαλῆς ἄλλῃ καὶ ἄλλῃ. Οὗτος δὲ ταῦτα πάσχει, ὅταν ἐν τῇ διπλόῃ τοῦ ὀστέου ὑπογενόμενον φλέγμα ἐναποξηρανθῇ· ταύτῃ γὰρ ἀραιὸν γίνεται, καὶ ἐκλείπει ἐξ αὐτέου ἡ ἰκμὰς πᾶσα, καὶ ἅτε ξηροῦ ἐόντος ἀφίσταται τὸ δέρμα ἀπ' αὐτοῦ. Αὕτη ἡ νοῦσος οὐ θανάσιμός ἐστιν.

[8] Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τῆς κεφαλῆς τὸ πρόσθεν, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁμαλῶς ὁρᾷ, καὶ κομαίνει, καὶ αἱ φλέβες σφύζουσι, καὶ πυρετὸς ἴσχει βληχρὸς, καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ταῦτα πάσχει, ὅταν αἱ ἐν τῇ κεφαλῇ φλέβες θερμανθῶσιν καὶ θερμανθεῖσαι εἰρύσωσι φλέγμα ἐς ἑωυτάς. Ἡ μὲν οὖν ἀρχὴ τῆς νούσου ἐκ τούτου γίνεται· τὸ δὲ ἔμπροσθεν τῆς κεφαλῆς διὰ τόδε ἀλγέει, ὅτι αἱ φλέβες ταύτῃ εἰσὶν αἱ παχύταται, καὶ ὁ ἐγκέφαλος ἐς τὸ πρόσω μᾶλλον κεῖται τῆς κεφαλῆς ἢ ἐς τοὔπισθεν· καὶ τοῖσιν ὀφθαλμοῖσι διὰ τοῦτο οὐχ ὁρᾷ προκειμένου τοῦ ἐγκεφάλου καὶ φλεγμαίνοντος. Τὸ δὲ σῶμα διὰ τόδε ἀκρασίαι ἴσχουσιν· αἱ φλέβες ἐπὴν ἐς ἑωυτὰς ἐρύσωσι φλέγμα, ἀνάγκη ὑπὸ ψυχρότητος τοῦ φλέγματος τὸ αἷμα ἑστάναι μᾶλλον νῦν ἢ ἐν τῷ πρὶν χρόνῳ καὶ ἐψῦχθαι· μὴ κινεομένου δὲ τοῦ αἵματος, οὐχ οἷόν τε μὴ οὐχὶ καὶ τὸ σῶμα ἀτρεμίζειν καὶ κεκωφῶσθαι. Καὶ ἢν μὲν τὸ αἷμα καὶ τὸ ἄλλο σῶμα κρατήσῃ ὥστε διαθερμανθῆναι, διαφεύγει· ἢν δὲ τὸ φλέγμα κρατήσῃ, ἐπιψύχεται μᾶλλον τὸ αἷμα καὶ πήγνυται· καὶ ἢν ἐς τοῦτο ἐπιδιδῷ ψυχόμενον καὶ πηγνύμενον, πήγνυται παντελῶς καὶ ἐκψύχεται ὥνθρωπος καὶ ἀποθνήσκει.

[9] Κυνάγχη· κυνάγχη δὲ γίνεται ὅταν ἐν τῇ κεφαλῇ φλέγμα κινηθὲν ῥυῇ ἅλες κάτω καὶ στῇ ἐν τῇσι σιαγόσι καὶ περὶ τὸν τράχηλον. Οὗτος οὔτε τὸ σίελον δύναται καταπίνειν, ἀναπνεῖ δέ τε βιαίως καὶ ῥέγχει, καὶ ἔστιν ὅτε καὶ πυρετὸς αὐτὸν ἴσχει. Τὸ μὲν οὖν νούσημα ἀπὸ τούτου γίνεται, ἄλλοτε ὑπ' αὐτὴν τὴν γλῶσσαν, ἄλλοτε ὑπὲρ τῶν στηθέων ὀλίγον.

[10] Σταφυλή· σταφυλὴ δὲ γίνεται ὅταν ἐς τὸν γαργαρεῶνα καταβῇ φλέγμα ἀπὸ τῆς κεφαλῆς· κατακρήμναται καὶ γίνεται ἐρυθρός· ἢν δὲ πλείων χρόνος γένηται, μελαίνεται· μελαίνεται δὲ ὧδε· ἐπὶ φλεβός ἐστιν ὁ γαργαρεὼν παχέης, καὶ ἐπὴν φλεγμήνῃ, θερμαίνεται, καὶ ὑπὸ τῆς θερμασίης ἕλκει καὶ ἐκ τῆς φλεβὸς τοῦ αἵματος, καὶ μελαίνεται ὑπ' αὐτοῦ. Διὰ τοῦτο δὲ καὶ ἢν μὴ ὀργῶντα τάμῃς, παραχρῆμα ἀποσπαρθάζουσιν· ἡ γὰρ φλὲψ διαθερμαίνει καὶ ὑπὸ τῆς θερμασίης ἐμπιπλεῖ τὰ περὶ τὸν γαργαρεῶνα αἵματος, καὶ δι' ὅλου ἀποπνίγονται.

[11] Ἀντιάδες· ἀντιάδες δὲ καὶ ὑπογλωσσίδες καὶ οὖλα καὶ γλῶσσα καὶ ὅσα τοιαῦτα ταύτῃ πεφυκότα, ταῦτα πάντα νοσέει ὑπὸ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· ἡ δὲ κεφαλὴ ἐκ τοῦ σώματος ἕλκει· ἕλκει δὲ ὅταν διαθερμανθῇ· διαθερμαίνεται δὲ ὑπὸ σιτίων καὶ ἡλίου καὶ πόνων καὶ πυρός· ὅταν δὲ διαθερμανθῇ, ἕλκει τὸ λεπτότατον ἐς ἑωυτὴν ἐκ τοῦ σώματος· ὅταν δὲ εἰρύσῃ, καταβαίνει καὶ πάλιν ἐς τὸ σῶμα.

[12] Νοῦσοι αἱ ἀπὸ τῆς κεφαλῆς γινόμεναι· ὅταν πλήρης γένηται ἡ κεφαλὴ καὶ τύχῃ ὑπό τινος τούτων διαθερμανθεῖσα, νάρκη ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει συχνὰ, καὶ τὰ ἄλλα πάσχει ἅπερ ὑπὸ στραγγουρίης· οὗτος ἡμέρας ἐννέα ταῦτα πάσχει, καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ καὶ βλέννα, ἀπαλλάττεται τῆς νούσου, καὶ παύεται τῆς στραγγουρίης, οὐρέει τε ἀπόνως καὶ πουλὺ καὶ λευκὸν ἐς τὰς εἴκοσιν ἡμέρας, καὶ ἡ ἐκ τῆς κεφαλῆς ὀδύνη ἐκλείπει, καὶ ἐκ τῶν ὀφθαλμῶν ἐσορῶντι κλέπτεταί οἱ ἡ αὐγὴ, καὶ δοκέει τὸ ἥμισυ τῶν προσώπων ὁρᾷν. Οὗτος τεσσαρακοσταῖος ὑγιὴς παντελῶς γίνεται· ἐνίοτε δὲ πολλοῖς ὑπανέστρεψεν ἡ νοῦσος ἑβδόμῳ ἔτει ἢ τεσσαρεσκαιδεκάτῳ· καὶ τὸ δέρμα οἱ παχύνεται τῆς κεφαλῆς, καὶ ψαυόμενον ὑπείκει, καὶ ἀπ' ὀλίγων σιτίων ἁπαλὸς καὶ εὔχροος φαίνεται, καὶ ἀκούει οὐκ ὀξέα. Ὅταν οὕτως ἔχοντι ἐπιτύχῃς ἀρχομένῳ τῆς νούσου πρόσθεν ἢ ῥαγῆναι κατὰ τὰς ῥῖνας τὸ ὕδωρ καὶ κατὰ τὰ ὦτα, καὶ ἔχῃ αὐτὸν ἡ περιωδυνίη, ἀποξυρήσαντα χρὴ αὐτοῦ τὴν κεφαλὴν, περιδέοντα περὶ τὸ μέτωπον τὸν ἀσκὸν τὸν σκύτινον, ὕδατος ἐμπιπλῶντα ὡς ἂν ἀνέχηται θερμοτάτου, ἐᾷν αὐτὸν χλιαίνεσθαι, καὶ ἐπὴν ἀποψυχθῇ, ἕτερον ἐγχέειν· ἢν δὲ ἀσθενέῃ, παύεσθαι, καὶ διαλιπὼν αὖθις ποιέειν ταὐτὰ ἔστ' ἂν χαλάσῃ ἡ περιωδυνίη· καὶ ἢν ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύσαι αὐτὸν, καὶ πιπίσκοντα τῶν οὐρητικῶν μελίκρητα διδόναι ἐπιπίνειν ὑδαρέα· καὶ θαλπέσθω ὡς μάλιστα· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης λεπτόν. Ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, λινόζωστιν ἑψήσας ἐν ὕδατι, τρίβων, διηθέων τὸν χυλὸν, συμμίσγειν ἴσον τοῦ ἀπὸ τῆς πτισάνης χυλοῦ καὶ τοῦ ἀπὸ τῆς λινοζώστιος, καὶ μέλι ὀλίγον παραμίσγειν ἐς τὸν χυλόν· τοῦτον ῥοφάνειν τρὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον μελιχρὸν, ὑδαρέα, λευκὸν, ὀλίγον ἐπὶ τῷ ῥοφήματι. Ἐπὴν δέ οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας τὰ βλεννώδεα, καὶ οὐρέῃ παχὺ, καὶ τῆς ὀδύνης ἀπηλλαγμένος ἔῃ τῆς κεφαλῆς, τῷ ἀσκῷ μηκέτι χρήσθω, ἀλλὰ λουόμενος πολλῷ θερμῷ πινέτω τὰ διουρητικὰ καὶ μελίκρητα ὑδαρέα· καὶ τὰς μὲν πρώτας ἡμέρας κέγχρον λειχέτω, καὶ κολοκύντην ἐσθιέτω ἢ τεῦτλα τρεῖς ἡμέρας· ἔπειτα σιτίοισι χρήσθω ὡς μαλθακωτάτοισι καὶ διαχωρητικωτάτοισι, προστιθεὶς ὀλίγον ἀεὶ τῶν σιτίων. Ἐπὴν δὲ τεσσαράκοντα ἡμέραι διέλθωσι, καθίσταται γὰρ μάλιστα ἡ νοῦσος ἐν τοσούτῳ χρόνῳ, καθήρας αὐτοῦ τὴν κεφαλὴν πρότερόν οἱ φάρμακον δοὺς κάτω κάθηρον· ἔπειτα, ἢν ὥρη ἔῃ τοῦ ἔτεος, ὀρρὸν μεταπῖσαι ἑπτὰ ἡμέρας· ἢν δὲ ἀσθενήσῃ, ἐλάσσονας· ἢν δὲ ὑποστρέψῃ ἡ νοῦσος, πυριάσας αὐτὸν ὅλον, ἐς αὔριον δοῦναι ἐλλέβορον πίνειν· κἄπειτα διαλείπειν ὅσον ἄν σοι δοκέῃ χρόνον, καὶ τότε τὴν κεφαλὴν καθήρας, κατωτερικὸν δοὺς φάρμακον, καῦσον τὴν κεφαλὴν ἐσχάρας ὀκτὼ, δύο μὲν παρὰ τὰ ὦτα, δύο δ' ἐν τοῖσι κροτάφοισι, δύο δὲ ὄπισθεν τῆς κεφαλῆς ἔνθεν καὶ ἔνθεν ἐν τῇ κοτίδι, δύο ἐν τῇ ῥινὶ παρὰ τοὺς κανθούς· τὰς φλέβας καίειν δὲ τὰς μὲν παρὰ τὰ ὦτα, ἔστ' ἂν παύσωνται σφύζουσαι· τοῖσι δὲ σιδηρίοισι σφηνίσκους ποιησάμενος, διακαίειν πλαγίας τὰς φλέβας. Ταῦτα ποιήσαντι ὑγιείη ἐγγίνεται.

[13] Ἄλλη νοῦσος· ἑλκέων καταπίμπλαται τὴν κεφαλὴν, καὶ τὰ σκέλεα οἰδίσκεται ὥσπερ ἀπὸ ὕδατος, καὶ ἐν τῇσι κνήμῃσιν ἐμπλάσσεται, καὶ ἢν πιέσῃς, ἡ χροιὴ ἰκτερώδης, καὶ ἐκφύει ἕλκεα ἄλλοτε ἄλλῃ, μάλιστα δὲ περὶ τὰς κνήμας, καὶ φαίνεται πονηρὰ προσιδέειν, ἀποφλεγμήναντα δὲ ταχέως ὑγιέα γίνονται, καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε λαμβάνει· ἡ δὲ κεφαλὴ ἀεὶ θερμὴ γίνεται, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥέει. Ὅταν οὕτως ἔχῃ, φάρμακόν οἱ δοῦναι, ὑφ' οὗ φλέγμα καὶ χολὴ καθαρεῖται ἄνω· ἢν μὲν ψῦχος ἔῃ, προπυριήσας καὶ λούσας θερμῷ· ἔπειτα διαλείπων ἡμέρας τρεῖς τὴν κεφαλὴν καθῆραι· μετὰ δὲ κάτω φάρμακον πῖσαι· ἢν δὲ ὥρη ἔῃ, καὶ ὀρρὸν μεταπιέτω· εἰ δὲ μὴ, γάλα ὄνου· μετὰ δὲ τὰς καθάρσιας σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ διαχωρητικωτάτοισι, καὶ ἀλουτεέτω. Ἢν δὲ ἡ κεφαλὴ ἥλκωται, τρύγα κατακαίων οἰνηρὴν, σμῆγμα ποιέων, σύμμισγε τῆς βαλάνου τὸ ἔκλεμμα λεῖον τρίβων, λίτρον συμμίσγων ἴσον, ἀποσμήξας τούτοισι, λούσθω πολλῷ θερμῷ. Χριέσθω δὲ τὴν κεφαλὴν, δαφνίδας τρίψας καὶ κηκίδας καὶ σμύρναν καὶ λιβανωτὸν καὶ ἀργυρίου ἄνθος καὶ ὕειον ἄλειφα καὶ δάφνινον ἔλαιον· ταῦτα μίξας χρίειν. Τὸν δὲ μετὰ ταῦτα χρόνον ἐμέτοισι χρήσθω τρὶς τοῦ μηνὸς, καὶ γυμναζέσθω καὶ θερμολουτεέτω. Ἢν δέ σοι τάδε ποιέοντι ἐκ μὲν τοῦ ἄλλου σώματος ἡ νοῦσος ἐξεληλύθῃ, ἐν δὲ τῇ κεφαλῇ ἔτι ἕλκεά οἱ γίνηται, καθήρας τὴν κεφαλὴν αὖθις, φάρμακον κάτω μεταπῖσαι· ἔπειτα ξυρήσας τὴν κεφαλὴν, καταταμέειν τομὰς ἀραιὰς, καὶ ἐπὴν ἀπορρυῇ τὸ αἷμα, ἀνατρῖψαι· ἔπειτα εἴρια πινόεντα οἴνῳ ῥαίνων ἐπιδεῖν, καὶ ἐπὴν ἀπολύσῃς, περισπογγίζειν καὶ μὴ βρέχειν· ἔπειτα κυπάρισσον ἐπιπάσσειν ἐλαίῳ ὑποχρίων· τοῖσι δὲ εἰρίοισιν ἐπιδέσμοισι χρήσθω, ἔστ' ἂν ὑγιὴς γένηται.

[14] Ἄλλη νοῦσος· περιωδυνίη λαμβάνει τὴν κεφαλὴν, καὶ ἐπὴν κινήσῃ τις ἧσσον [ἢ πλέον], ἐμέει χολήν· ἐνίοτε δὲ καὶ δυσουρέει καὶ παραφρονέει· ἐπὴν δ' ἑβδομαῖος γένηται, ἐνίοτε ἀποθνήσκει· ἢν δὲ τὴν ἑβδόμην διίῃ, ἐνναταῖος ἢ ἑνδεκαταῖος, ἢν μή οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα. Ἢν δὲ ῥαγῇ, ὑπεκφυγγάνει· ῥεῖ δὲ ὑπόχολον ὕδωρ, ἔπειτα τῷ χρόνῳ πῦον γίνεται ἐκσαπέν. Ὅταν οὖν οὕτως ἔχῃ, ἕως μὲν ἂν ἡ περιωδυνίη ἔχῃ κατ' ἀρχὰς, πρὶν ῥαγῆναι ἐκ τῶν ῥινῶν καὶ τῶν ὤτων, σπόγγους ἐν ὕδατι θερμῷ βρέχων, ἇσσον προστιθέναι πρὸς τὴν κεφαλήν· ἢν δὲ μὴ τοιούτοισι χαλᾷ, τῷ ἀσκῷ χρῆσθαι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῆς προτέρης· πινέτω δὲ μελίκρητα ὑδαρέα· ἢν δὲ μηδ' ἀπὸ τοῦ μελικρήτου, τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ πινέτω· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης, καὶ ἐπιπινέτω λευκὸν οἶνον ὑδαρέα. Ἐπὴν δὲ ῥαγῇ κατὰ τὰ ὦτα καὶ ὁ πυρετὸς ἀνῇ καὶ ἡ ὀδύνη, σιτίοισι χρήσθω διαχωρητικοῖσιν, ἀρξάμενος ἐξ ὀλίγων, προστιθεὶς αἰεὶ, καὶ λούσθω θερμῷ κατὰ κεφαλῆς, καὶ τὰ ὦτα διακλύζειν ὕδατι καθαρῷ, καὶ ἐντιθέτω σπογγιὰν μέλιτι ἐμβάπτων. Ἢν δέ τοι μὴ ξηραίνηται οὕτως, ἀλλὰ χρόνιον γένηται τὸ ῥεῦμα, διακλύσας, ἐμβάλλειν ἀργύρου ἄνθος, σανδαράχην, ψιμύθιον, ἴσον ἑκάστου, λεῖα τρίβων, ἐμπιπλεὶς τὸ οὖς σάσσειν, καὶ ἢν παραρρέῃ, ἐπεμβάλλειν τοῦ φαρμάκου· ἐπὴν δὲ ξηρὸν γένηται τὸ οὖς, ἐκκαθήρας, ἐκκλύσαι τὸ φάρμακον· ἔπειτα, κωφὸν γὰρ γίνεται τὸ πρῶτον ἀποξηρανθὲν, πυριᾷν αὐτῷ βληχρῇσι πυρίῃσι τὰ ὦτα· καταστήσεται γὰρ οὕτω χρόνῳ. Ἀποθνήσκουσι δὲ καὶ ἢν ἐς τὸ οὖς περιωδυνίη γενομένη μὴ ῥαγῇ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ σπόγγους ἐν ὕδατι θερμῷ βρέχων, ἐκμάσσων, χλιαροὺς προστιθέναι πρὸς τὸ οὖς. Ἢν δὲ μηδὲ οὕτω ῥηγνύηται, πυριᾷν αὐτῷ τὸ οὖς· ῥοφήμασι δὲ καὶ πόμασι τοῖσιν αὐτοῖσι χρῆσθαι οἷσί περ ἐπὶ τοῖσι πρόσθεν.

[15] Ἑτέρη νοῦσος· ἢν ὕδωρ ἐπὶ τῷ ἐγκεφάλῳ γένηται, ὀδύνη ὀξείη ἴσχει διὰ τοῦ βρέγματος καὶ τῶν κροτάφων ἄλλοτε ἄλλῃ, καὶ ῥῖγος καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε, καὶ τὰς χώρας τῶν ὀφθαλμῶν ἀλγέει, καὶ ἀμβλυώσσει, καὶ ἡ κόρη σχίζεται, καὶ δοκέει ἐκ τοῦ ἑνὸς δύο ὁρᾷν, καὶ ἢν ἀναστῇ, σκοτοδινίη μιν λαμβάνει, καὶ τὸν ἄνεμον οὐκ ἀνέχεται οὐδὲ τὸν ἥλιον, καὶ τὰ ὦτα τέτριγε, καὶ τῷ ψόφῳ ἄχθεται ἀκούων, καὶ ἐμέει σίελα καὶ λάπην, ἐνίοτε δὲ καὶ τὰ σιτία, καὶ τὸ δέρμα λεπτύνεται τῆς κεφαλῆς, καὶ ἥδεται ψαυόμενος. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν δοῦναί οἱ πιέειν φάρμακον ἄνω, ὅ τι φλέγμα ἄξει, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι· ἔπειτα διαλείπων φάρμακον πῖσαι κάτω· ἔπειτα σιτίοισιν ἀνακομίζειν αὐτὸν ὡς ὑποχωρητικωτάτοισιν, ὀλίγα ἀεὶ προστιθείς· ἐπὴν δὲ κατεσθίῃ ἤδη τὰ σιτία ἀρκοῦντα, ἐμέτοισι χρήσθω νῆστις, τῷ φακίῳ συμμίσγων μέλι καὶ ὄξος, λάχανα προτρώγων, καὶ τῇ ἡμέρῃ ταύτῃ ᾗ ἂν ἐμέσῃ, πρῶτον μὲν κυκεῶνα πινέτω λεπτόν· ἔπειτα ἐς ἑσπέρην σιτίοισιν ὀλίγοισι χρήσθω, καὶ ἀλουτεέτω καὶ περιπατείτω ἀπὸ τῶν σιτίων καὶ ὄρθρου, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον, καὶ πρὸς πῦρ μὴ προσιέτω. Καὶ ἢν μὲν τοιαῦτα ποιήσαντι ὑγιὴς γένηται· εἰ δὲ μὴ, προκαθήρας αὐτὸν ἄνω πρῶτον μὲν ἐλλεβόρῳ, ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι φάρμακον, καὶ διαλιπὼν ὀλίγον χρόνον κάτω καθῆραι· ἔπειτα ἀνακομίσας σιτίοισιν, εἶτα καταταμὼν τὴν κεφαλὴν κατὰ τὸ βρέγμα, τρυπῆσαι πρὸς τὸν ἐγκέφαλον, καὶ ἰῆσθαι ὡς πρίσμα.

[16] Ἄλλη νοῦσος· ῥῖγος καὶ ὀδύνη καὶ πυρετοὶ διὰ τῆς κεφαλῆς, μάλιστα δὲ ἐς τὸ οὖς καὶ ἐς τοὺς κροτάφους καὶ ἐς τὸ βρέγμα, καὶ τὰς χώρας τῶν ὀφθαλμῶν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσίν οἱ ἐπικέεσθαι, καὶ τὴν κεφαλὴν βάρος ἔχει, καὶ ἤν τίς μιν κινήσῃ, ἐμέσει, καὶ ἐμέει πουλὺ καὶ ῥηϊδίως, καὶ τοὺς ὀδόντας ναρκᾷ καὶ αἱμωδίη ἔχει, καὶ αἱ φλέβες αἴρονται καὶ σφύζουσιν αἱ ἐν τῇ κεφαλῇ, καὶ οὐκ ἀνέχεται ἠρεμέων, ἀλλ' ἀλύει καὶ ἀλλοφρονέει ὑπὸ τῆς ὀδύνης. Τούτῳ ἢν μὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ῥαγῇ, ὕδρωψ ῥεῖ ὑπόπυος, καὶ ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν ὡς τὰ πολλά. Αὕτη ἡ νοῦσος γίνεται μάλιστα ἐκ λιπυρίης, ἐπὴν ἀπαλλαγεὶς τοῦ πυρὸς, ἀκάθαρτος ἐὼν, ἢ σιτίων ἐμπιπλῆται, ἢ θωρήσσηται, ἢ ἐν ἡλίῳ κάμῃ. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν ἀφιέναι ἀπὸ τῆς κεφαλῆς τοῦ αἵματος ὁπόθεν ἄν σοι δοκέῃ· ἐπὴν δὲ ἀφῇς, τὴν κεφαλὴν ξυρήσας, ψύγματά οἱ προσφέρειν, καὶ ἢν μὴ ὑποχωρέῃ ἡ γαστὴρ, ὑποκλύσαι· πίνειν δὲ διδόναι τὸν ἀπὸ τῆς πτισάνης χυλὸν ψυχρὸν καὶ ἐπιπίνειν ὕδωρ· ἢν δέ οἱ πρὸς τὰ ψύγματα μὴ χαλᾷ, μεταβαλὼν, τῷ ἀσκῷ χρῆσθαι καὶ θερμαίνειν. Ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, σιτίοισι χρήσθω διαχωρητικοῖσι, καὶ μὴ ἐμπιπλάσθω· ἐπὴν δὲ γένηται εἰκοσταῖος πεπαυμένης τῆς ὀδύνης, πυριήσας αὐτοῦ τὴν κεφαλὴν, πρὸς τὰς ῥῖνας φάρμακον προστίθει, καὶ διαλιπὼν ἡμέρας τρεῖς φάρμακον πῖσαι κάτω.

[17] Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσαντα τὰ φλέβια τὰ ἔναιμα τὰ περὶ τὸν ἐγκέφαλον θερμήνῃ τὸν ἐγκέφαλον, πυρετὸς ἴσχει ἰσχυρὸς, καὶ ὀδύνη ἐς τοὺς κροτάφους καὶ τὸ βρέγμα καὶ ἐς τοὔπισθεν τῆς κεφαλῆς, καὶ τὰ ὦτα ἠχέει, καὶ πνεύματος ἐμπίπλαται, καὶ ἀκούει οὐδὲν, καὶ ἀλύει, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν ὑπὸ τῆς ὀδύνης· οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑκταῖος. Ὅταν οὕτως ἔχῃ, θερμαίνειν αὐτοῦ τὴν κεφαλήν· ἢν γὰρ ῥαγῇ διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν ὕδωρ, οὕτως ἐκφυγγάνει τὸν ὄλεθρον· ἢν δ' ἐκφύγῃ τὰς ἡμέρας τὰς ἓξ, διαιτᾷν ὥσπερ τὴν προτέρην.

[18] Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσωσιν αἱ φλέβες ἐν τῇ κεφαλῇ, ὀδύνη ἔχει βραχέη τὴν κεφαλὴν πᾶσαν καὶ ἐς τὸν τράχηλον, καὶ μεταβάλλει ἄλλοτε ἄλλῃ τῆς κεφαλῆς, καὶ ἐπειδὰν ἀναστῇ, σκοτοδινίη μιν ἴσχει, πυρετὸς δὲ οὐ λαμβάνει. Ὅταν οὖν οὕτως ἔχῃ, ξυρήσας τὴν κεφαλὴν, ἢν μὴ τοῖσι χλιάσμασιν ὑπακούῃ, σχίσαι ἀπὸ τῆς κεφαλῆς τὸ μέτωπον, ᾗ ἀπολήγει τὸ δασύ· ἐπὴν δὲ τάμῃς, διαστείλας τὸ δέρμα, ὅταν ἀπορρυῇ τὸ αἷμα, ἁλσὶ λεπτοῖσι διαπάσαι· ἐπὴν δέ σοι τὸ αἷμα ἀπορρυῇ, συνθεὶς τὴν τομὴν, κρόκῃ διπλῇ κατειλίξαι πᾶσαν αὐτήν· ἔπειτα περιχρίσας τῇ κηροπίσσῳ σπληνίσκον, ἐπιθεὶς κάτω ἐπὶ τῷ ἕλκει, εἴριον πινόεν ἐπιτιθεὶς, καταδῆσαι, καὶ μὴ λῦσαι ἄχρις ἑπτὰ ἡμερέων, ἢν μὴ ὀδύνη ἔχῃ· ἢν δὲ ἔχῃ, ἀπολύσασθαι. Διδόναι δὲ, ἔστ' ἂν ὑγιὴς γένηται, πίνειν μὲν τὸ ἀπὸ τοῦ κρίμνου, ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ἐπιπίνειν ὕδωρ.

[19] Ἑτέρη νοῦσος· ἢν δὲ χολᾷ ὁ ἐγκέφαλος, πυρετὸς ἴσχει βληχρὸς καὶ ῥῖγος καὶ ὀδύνη διὰ τῆς κεφαλῆς πάσης, μάλιστα δὲ ἐς τοὺς κροτάφους καὶ ἐς τὸ βρέγμα καὶ ἐς τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ αἱ ὀφρύες ἐπικρέμασθαι δοκέουσι, καὶ ἐς τὰ ὦτα ὀδύνη ἐσφοιτᾷ ἐνίοτε, καὶ κατὰ τὰς ῥῖνας χολὴ ῥεῖ, καὶ ἀμβλυώσσουσι τοῖσιν ὀφθαλμοῖσι· καὶ τοῖσι μὲν πλείστοισιν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς ἡ ὀδύνη ἐσφοιτᾷ, γίνεται δὲ καὶ ἐν πάσῃ τῇ κεφαλῇ. Ὅταν οὕτως ἔχῃ, ψύγματά οἱ προστιθέναι πρὸς τὴν κεφαλὴν, καὶ ἐπὴν ἥ τε ὀδύνη καὶ τὸ ῥεῦμα παύηται, σελίνου χυλὸν ἐς τὰς ῥῖνας ἐνστάζειν, καὶ ἀλουτεέτω ἕως ἂν ἡ ὀδύνη ἔχῃ, καὶ ῥοφανέτω κέγχρον λεπτὸν, μέλι ὀλίγον παραχέων, καὶ πινέτω ὕδωρ· ἢν δὲ μὴ ὑποχωρέῃ, κράμβας ἐσθιέτω καὶ τὸν χυλὸν ῥοφανέτω· ἢν δὲ μὴ, τῆς ἀκτῆς τῶν φύλλων τὸν αὐτὸν τρόπον, καὶ ἐπήν σοι δοκέῃ καιρὸς εἶναι, σιτία προσφέρειν οἱ ὡς ὑποχωρητικώτατα· καὶ ἢν, ἀπηλλαγμένου τοῦ ῥεύματος καὶ τῆς ὀδύνης, ὑπὲρ τῆς ὀφρύος αὐτῷ βάρος ἐγγένηται ἢ μύξα παχέη καὶ σαπρὴ, πυριήσας αὐτὸν ὄξει καὶ ὕδατι καὶ ὀριγάνῳ, ἔπειτα λούσας θερμῷ ὕδατι, προσθεῖναι τὸ ἄνθος τοῦ χαλκοῦ καὶ τὴν σμύρναν πρὸς τὰς ῥῖνας. Ταῦτα ποιήσας, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος οὐ θανατώδης.

[20] Ἑτέρη νοῦσος· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη λάζεται ἐκ τῆς κοτίδος ἐς τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην καταφοιτᾷ ψῦχος, καὶ ἱδρὼς ἐξαπίνης, καὶ ἄπνοος τελέθει, καὶ διὰ τῶν ῥινῶν αἷμα ῥεῖ· πολλοὶ δὲ καὶ ἐμέουσιν. Οὗτος ἐν τρισὶν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ τὰς ἑπτὰ ἡμέρας ὑπερφύγῃ, οὐχ ὑπερφεύγουσι δὲ οἱ πολλοὶ, ἢν οὖν τὸ αἷμα ἐμέῃ ἢ ἐκ τῶν ῥινῶν ῥέῃ, μήτε λούειν αὐτὸν θερμῷ, μήτε χλιάσματα προσφέρειν, πίνειν δὲ διδόναι ὄξος λευκὸν ὑδαρὲς κιρνὰς, καὶ ἢν ἀσθενέῃ, τῆς πτισάνης ῥοφάνειν. Ἢν δὲ πλεῖόν σοι δοκέῃ τοῦ δικαίου ἐμέειν τὸ αἷμα ἢ ἐκ τῶν ῥινῶν οἱ ῥέῃ, ἀπὸ μὲν τοῦ ἐμέτου πινέτω ἄλητον σιτάνιον ἐπὶ ὕδωρ ἐπιπάσσων· ἢν δὲ ἐκ τῶν ῥινῶν ῥέῃ, καὶ ἀποδείτω τὰς φλέβας τὰς ἐν τοῖσι βραχίοσι καὶ τὰς ἐν τοῖσι κροτάφοισι, σπλῆνα ὑποτιθείς. Ἢν δὲ τούτων οἱ μηδ' ἕτερον ἔῃ, ἀλγέῃ δὲ τὴν κοτίδα καὶ τὸν τράχηλον καὶ τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην ἴῃ τὸ ψῦχος, χλιαίνειν ἐν τοῖσιν ὀρόβοισι τὰ στέρνα καὶ τὸ νῶτον καὶ τὴν κοτίδα καὶ τὸν τράχηλον. Ταῦτα ποιέων μάλιστα ἂν ὠφελέοις· ἐκφεύγουσι δὲ τὴν τοιαύτην νοῦσον ὀλίγοι.

[21] Ἑτέρη νοῦσος· ἐξαπίνης ὑγιαίνοντα ὀδύνη ἔλαβε τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται, καὶ ῥέγχει, καὶ τὸ στόμα κέχηνε, καὶ ἤν τις αὐτὸν καλέσῃ ἢ κινήσῃ, στενάζει μοῦνον, ξυνίει δὲ οὐδὲν, καὶ οὐρέει πουλὺ, καὶ οὐκ ἐπαΐει οὐρέων. Οὗτος, ἤν μιν μὴ πυρετὸς λάβῃ, ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ λάβῃ, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος πρεσβυτέροισι μᾶλλον γίνεται ἢ νεωτέροισιν. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ θάλπειν ὡς μάλιστα, καὶ ἐνστάζειν μελίκρητον χλιαρὸν ἐς τὸ στόμα. Ἢν δὲ ἔμφρων γένηται καὶ ἐκφύγῃ τὴν νοῦσον, ἀνακομίσας αὐτὸν σιτίοισιν, ἐπήν σοι δοκέῃ ἰσχύειν, ἐς τὰς ῥῖνας ἐνθεὶς αὐτῷ φάρμακον, καὶ διαλιπὼν ὀλίγας ἡμέρας, κατωτερικὸν δὸς φάρμακον πιεῖν· ἢν γὰρ μὴ καθήρῃς, δεῖμα αὖθις τὴν νοῦσον ὑποστρέψαι· ἐκφυγγάνουσι δὲ οὐ μάλα ἐκ τῆς πρώτης.

[22] Ἑτέρη νοῦσος· ἢν δὲ ἐκ θωρήξιος ἄφωνος γένηται, ἢν μὲν αὐτίκα δὴ καὶ παραχρῆμα λάβῃ μιν πυρετὸς, ὑγιὴς γίνεται· ἢν δὲ μὴ λάβῃ, τριταῖος ἀποθνήσκει. Ἢν δὲ μὴ οὕτως ἔχοντι ἐπιτύχῃς, λούειν πολλῷ καὶ θερμῷ, καὶ πρὸς τὴν κεφαλὴν σπόγγους ἐν ὕδατι βάπτων θερμῷ προστιθέναι, καὶ ἐς τὰς ῥῖνας κρόμμυα ἀπολέπων ἐντιθέναι. Οὗτος ἢν μὲν ἀνατείνας τοὺς ὀφθαλμοὺς καὶ φθεγξάμενος παρ' ἑωυτῷ γένηται καὶ μὴ φλυηρῇ, τὴν μὲν ἡμέρην ταύτην κεῖται κωμαίνων, τῇ δ' ὑστεραίῃ ὑγιὴς γίνεται· ἢν δ' ἀνιστάμενος χολὴν ἐμέῃ, μαίνεται, καὶ ἀποθνήσκει μάλιστα ἐν πέντε ἡμέρῃσιν, ἢν μὴ κατακοιμηθῇ. Τοῦτον οὖν χρὴ τάδε ποιέειν· λούειν πολλῷ καὶ θερμῷ, ἔστ' ἂν αὐτὸς ἐς ἑωυτὸν παρῇ· ἔπειτα ἀλείψας ἀλείφατι πολλῷ, κατακλῖναι ἐς στρώματα μαλθακῶς, καὶ ἐπιβάλλειν ἱμάτια, καὶ μήτε λύχνον καίειν παρ' αὐτῷ, μήτε φθέγγεσθαι· ὡς γὰρ ἐπιτοπολὺ ἐκ τοῦ λουτροῦ κατακοιμᾶται, καὶ ἢν κοιμηθῇ, ὑγιὴς γίνεται. Ἐπὴν δὲ παρ' ἑωυτὸν γένηται, τὰς πρώτας ἡμέρας τῶν σιτίων ἐρύκειν αὐτὸν, ἡμέρας τρεῖς ἢ τέσσαρας, διδόναι δὲ κέγχρον λεπτὸν ῥοφάνειν ἢ πτισάνης χυλὸν, καὶ οἶνον μελιτοειδέα πίνειν· ἔπειτα σιτίοισι χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ὀλίγοισι τὸ πρῶτον.

[23] Σφάκελος ἐγκεφάλου· ἢν σφάκελος λάβῃ, ἡ ὀδύνη ἴσχει μάλιστα τὸ πρόσθεν τῆς κεφαλῆς κατὰ σμικρὸν, καὶ ἀνοιδέει, καὶ πελιδνὸν γίνεται, καὶ πυρετὸς καὶ ῥῖγος καταλαμβάνει. Ὅταν οὕτως ἔχῃ, ταμόντα χρὴ, ἵν' ἐξοιδέει, καὶ διακαθήραντα τὸ ὀστέον, ξύσαι ἕως ἂν ἀφίκηται πρὸς τὴν διπλοΐδα· εἶτα ἰῆσθαι ὡς κάτηγμα.

[24] Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἀπὸ τούτου τοῦ ὀστέου· τῷ δὲ χρόνῳ λεπτὸν γίνεται, καὶ ἀναφυσᾶται, καὶ γίνεται ἐν αὐτῷ κάτηγμα, καὶ ἢν οὕτω ἀνατάμῃς, εὑρήσεις ἄναιμον ὀστέον καὶ τρηχὺ καὶ πυρρὸν, ἐνίοισι δὲ καὶ διαβεβρωμένον πρὸς τὸν ἐγκέφαλον. Ὅταν οὕτως ἔχοντι ἐπιτύχῃς, ἢν μὲν ἔῃ πέρην διαβεβρωμένον, αἱρεῖν ἄριστον, καὶ ἰῆσθαι ὡς τάχιστα τὸ ἕλκος· ἢν δὲ τετρωμένον μὲν μὴ ἔῃ, τρηχὺ δὲ, ξύσας μέχρι τῆς διπλοΐδος, ἰῆσθαι ὥσπερ τὴν πρόσθεν.

[25] Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τὸ πρόσθεν τῆς κεφαλῆς, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρᾷν, ἀλλὰ κῶμά μιν ἔχει, καὶ αἱ φλέβες ἐν τοῖσι κροτάφοισι σφύζουσι, καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ τοῦ σώματος παντὸς ἀκρησίη καὶ μινύθη. Ὅταν οὕτως ἔχῃ, καίειν αὐτὸν θερμῷ πολλῷ, καὶ χλιάσματα πρὸς τὴν κεφαλὴν προστιθέναι· ἐκ δὲ τῆς πυρίης ἐς τὰς ῥῖνας σμύρναν καὶ ἄνθος χαλκοῦ· ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης, καὶ πίνειν ὕδωρ. Καὶ ἢν μὲν ταῦτα ποιέοντι ῥᾴων γένηται· εἰ δὲ μὴ, ταύτῃ γὰρ μόνη ἐλπὶς, σχίσαι αὐτοῦ τὸ βρέγμα, καὶ ἐπὴν ἀπορρυῇ τὸ αἷμα, συνθεὶς τὰ χείλεα, ἰῆσθαι καὶ καταδῆσαι· ἢν δὲ μὴ σχίσῃς, ἀποθνήσκει ὀκτωκαιδεκαταῖος, ἢ εἰκοσταῖος ὡς τὰ πολλά.

[26] Κυνάγχη· πυρετὸς λαμβάνει καὶ ῥῖγος καὶ ὀδύνη τὴν κεφαλὴν, καὶ τὰ σιαγόνια οἰδίσκεται, καὶ τὸ πτύαλον χαλεπῶς καταπίνει, ἀποπτύει δὲ καὶ τὰ σίαλα σκληρὰ καὶ κατ' ὀλίγον, καὶ ἐν τῇ φάρυγγι κάτω ῥέγχει· καὶ ἢν καταλαβὼν τὴν γλῶσσαν σκέπτῃ, ὁ μὲν γαργαρεὼν οὐ μέγας, ἀλλὰ λαπαρός· ἡ δὲ φάρυγξ ἔσωθεν σιάλου γλίσχρου ἔμπλεως, καὶ οὐ δύναται ἐκχρέμπτεσθαι, καὶ οὐκ ἀνέχεται κείμενος, ἀλλ' ἢν κατακέηται, πνίγεται. Τοῦτον ἢν οὕτως ἐπιτύχῃς ἔχοντα, ποιέειν τάδε· πρῶτον μὲν σικύας προσβάλλειν πρὸς τὸν σπόνδυλον τὸν ἐν τῷ τραχήλῳ τὸν πρῶτον ἐπὶ τὰ καὶ ἐπὶ τὰ, παραξυρήσας ἐν τῇ κεφαλῇ παρὰ τὸ οὖς ἔνθεν καὶ ἔνθεν, καὶ ἐπὴν ἀποσφίγξῃς τὴν σικύην, ἐᾷν προσκέεσθαι ὡς πλεῖστον χρόνον· ἔπειτα πυριᾷν αὐτὸν ὄξει καὶ λίτρῳ καὶ ὀριγάνῳ καὶ καρδάμου σπέρματι, τρίψας λεῖα, κεράσας τὸ ὄξος ἰσόχοον ὕδατι, καὶ ἄλειφα ὀλίγον ἐπιστάξας, διεῖναι τούτῳ· ἔπειτα ἐς χυτρίδιον ἐγχέας, ἐπιθεὶς ἐπίθημα, καὶ κατασκεπάσας, τρυπήσας τὸ ἐπίθημα, κάλαμον ἐνθεῖναι κοῖλον· ἔπειτα ἐπιθεὶς ἐπ' ἄνθρακας, ἀναζέσαι, καὶ ἐπὴν διὰ τοῦ καλάμου ἡ ἀτμὶς ἀνίῃ, περιχάσκων ἑλκέτω ἔσω τὴν ἀτμίδα, φυλασσόμενος μὴ κατακαύσῃ τὴν φάρυγγα· ἔξωθεν δὲ σπόγγους βάπτων ἐς ὕδωρ θερμὸν, προστιθέσθω πρὸς τὰς γνάθους καὶ τὰ σιαγόνια. Ἀναγαργάριστον δὲ αὐτῷ ποιέειν ὀρίγανον καὶ πήγανον καὶ θύμβραν καὶ σέλινον καὶ μίνθην καὶ λίτρον ὀλίγον, μελίκρητον κεράσας ὑδαρὲς, ὄξος ὀλίγον ἐπιστάξαι· λεῖα τρίψας τὰ φύλλα καὶ τὸ λίτρον, τούτῳ διεὶς, χλιήνας, ἀναγαργαριζέτω· ἢν δὲ τὸ σίαλον ἴσχηται, μύρτου λαβὼν ῥάβδον, λείην ποιήσας, καὶ τὸ ἄκρον αὐτῆς ἐπικάμψας τὸ ἁπαλὸν, κατειλίξας αὐτὸ ἐν εἰρίῳ μαλθακῷ, καθορῶν ἐς τὴν φάρυγγα, τὸ σίαλον ἐκκαθαίρειν· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, βάλανον προστιθέναι ἢ ὑποκλύζειν· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ὕδωρ ἐπιπινέτω. Ἢν δέ οἱ οἴδημα ἐκφύῃ καὶ οἰδίσκηται πρὸς τὰ στήθεα καὶ ἐρυθρὸν ἔῃ καὶ καίηται, ἐλπίδες πλέονες σωτηρίης· ποιέειν δέ οἱ τάδε· ἐπὴν ἔξω τράπηται τὸ φλέγμα, τεῦτλα ἐμβάπτων ἐς ὕδωρ ψυχρὸν, προστιθέναι· ἀναγαργαριζέτω δὲ χλιαροῖσι, καὶ ἀλουτεέτω. Ταῦτα ποιέων μάλιστα ἂν ἐκφυγγάνοι. Ἡ δὲ νοῦσος θανατώδης, καὶ ἐκφυγγάνουσιν ὀλίγοι.

[27] Ἑτέρη κυνάγχη· πυρετὸς καὶ ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ ἡ φάρυγξ φλεγμαίνει καὶ τὰ σιηγόνια, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται, πτύει δὲ παχὺ καὶ πολλὸν, καὶ φθέγγεται χαλεπῶς. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν σικύην προσβάλλειν τὸν αὐτὸν τρόπον ὥσπερ καὶ ἄνωθεν εἴπομεν· ἔπειτα προσίσχειν σπόγγον βρέχων ἐν ὕδατι θερμῷ πρὸς τὸν τράχηλον καὶ τὰ σιηγόνια· ἀναγαργαρίζειν δὲ διδόναι τὸ ἀπὸ τῶν φύλλων εἱληθερές· πίνειν δὲ διδόναι μελίκρητον ὑδαρές· ῥοφάνειν δὲ ἀναγκάζειν τὸν χυλὸν τῆς πτισάνης. Ἢν δέ οἱ ταῦτα ποιέοντι τὸ σίαλον μὴ ἐξίῃ, πυριᾷν τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τῇ πρόσθεν. Ἢν δέ οἱ ἐς τὰ στήθεα τράπηται ἢ ἐς τὸν τράχηλον τὸ φλέγμα, τεῦτλα ἢ κολοκύντας καταταμὼν, ἐμβαλὼν ἐς ὕδωρ ψυχρὸν ἐπιτιθέσθω, καὶ πινέτω ψυχρὸν, ὅκως τὸ σίαλον εὐπετέστερον ἀποχρέμπτηται· ὅταν δὲ ἐξοιδήσῃ ἐς τὰ στήθεα, οἱ πλέονες ἐκφεύγουσιν. Ἢν δὲ, τῆς φάρυγγος καθεστηκυίης καὶ τῶν οἰδημάτων, στραφῇ ἐς τὸν πλεύμονα ἡ νοῦσος, πυρετὸς εὐθὺς ἐπανέλαβε, καὶ ὀδύνη τοῦ πλευροῦ, καὶ ὡς ἐπιτοπολὺ ἀπέθανε, ἐπὴν τοῦτο γένηται· ἢν δὲ ὑπερφύγῃ ἡμέρας πέντε, ἔμπυος γίνεται, ἢν μή μιν βὴξ ἐπιλάβῃ αὐτίκα· ἢν δὲ ἐπιλάβῃ, ὑποχρεμψάμενος καὶ ἀποκαθαρθεὶς, ὑγιὴς γίνεται. Τοῦτον, ἔστ' ἂν μὲν ἡ ὀδύνη τὸ πλευρὸν ἔχῃ, χλιαίνειν τὸ πλευρὸν, καὶ προσφέρειν ὅσα περ εἰ περιπλευμονίῃ ἔχοιτο· ἢν δὲ ὑπερφύγῃ τὰς πέντε ἡμέρας καὶ ὁ πυρετὸς ἀνῇ, ἡ δὲ βὴξ ἔχῃ, τὰς μὲν πρώτας ἡμέρας ῥοφήμασι διαχρῆσθαι· ἐπὴν δὲ τῶν σιτίων ἄρξηται, ὡς λιπαρώτατα καὶ ἁλυκώτατα ἐσθίειν· ἢν δέ τοι βὴξ μὴ ἔῃ, ἀλλὰ γινώσκῃς ἔμπυον γινόμενον, δειπνήσας, ἐπὴν μέλλῃ καθεύδειν, σκόροδα ἐσθιέτω ὠμὰ ὡς πλεῖστα, καὶ ἐπιπινέτω οἶνον οἰνώδεα ἀκρητέστερον· καὶ ἢν μὲν οὕτως οἱ ῥαγῇ τὸ πῦον· ἢν δὲ μὴ, τῇ ὑστεραίῃ λούσας θερμῷ θυμιάσαι, καὶ ἢν ῥαγῇ, ἰῆσθαι ὥσπερ ἔμπυον.

[28] Ἑτέρη κυνάγχη· φλεγμαίνει τοὔπισθεν τῆς γλώσσης καὶ τὸ κλῇθρον τὸ ὑπὸ τὸν βρόγχον, καὶ οὐ δύναται καταπίνειν τὸ σίαλον, οὐδ' ἄλλο οὐδέν· ἢν δ' ἀναγκασθῇ, διὰ τῶν ῥινῶν οἱ ῥέει. Ὅταν οὕτως ἔχῃ, τρίψας μίνθην χλωρὴν καὶ σέλινον καὶ ὀρίγανον καὶ λίτρον καὶ τῆς ῥόου τῆς ἐρυθρῆς, μέλιτι διεὶς, παχὺ ποιέων, ἐγχρίειν τὴν γλῶσσαν ἔσωθεν ᾗ ἂν οἰδέῃ· ἔπειτα ἀναζέσας σῦκα, ἀποχέας τὸ ὕδωρ, τρίψας τῆς ῥόου, ὀλίγην διῆναι τῷ συκίῳ τούτῳ, καὶ ἀναγαργαρίζειν, ἐὰν δύνηται· ἢν δὲ μὴ, διακλύζεσθαι· πίνειν δὲ διδόναι τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ· ἔξωθεν δὲ τὸν αὐχένα καὶ τὰ σιηγόνια καταπλάσσειν ἀλήτῳ, ἐν οἴνῳ καὶ ἐλαίῳ ἕψοντα, χλιαρῷ, καὶ ἄρτους προστιθέναι θερμούς. Ἀποπυΐσκεται γὰρ ὡς τὰ πολλὰ ἐν τῷ κλήθρῳ, καὶ ἢν μὲν ῥαγῇ αὐτόματον, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥηγνύηται, ψηλαφήσας τῷ δακτύλῳ ἢν μαλθακὸν ἔῃ, σιδήριον ὀξὺ προσδησάμενος πρὸς τὸν δάκτυλον τρῆσαι. Ταῦτα ποιήσαντι ὑγιέες γίνονται· ἡ δὲ νοῦσος αὕτη ἥκιστά ἐστι θανατώδης.

[29] Σταφυλή· ἢν σταφυλὴ ἐν τῇ φάρυγγι γένηται, ἐμπίπλαται ἄκρος ὁ γαργαρεὼν ὕδατος, καὶ γίνεται στρογγύλος τὸ ἄκρον καὶ διαφανὴς, καὶ ἐπιλαμβάνει τὴν πνοιὴν, καὶ ἢν φλεγμαίνῃ τὰ σιαγόνια ἔνθεν καὶ ἔνθεν, ἀποπνίγεται· ἢν δὲ αὐτὸ ἐφ' ἑωυτοῦ γένηται, τούτων μὴ φλεγμηνάντων, ἧσσον ἀποθνήσκει. Ὅταν οὕτως ἔχῃ, λαβὼν τῷ δακτύλῳ τὸν γαργαρεῶνα, ἄνω ἐς τὴν ὑπερώην ἀποπιέσας, διαταμέειν ἄκρον· ἔπειτα διδόναι ἀναγαργαρίζειν τὸ ἀπὸ τῶν φύλλων· λείχειν δὲ ἄλητον ψυχρὸν, καὶ ὕδωρ ἐπιπίνειν, καὶ μὴ λούεσθαι.

[30] Ἀντιάδες· ἢν ἀντιάδες γένωνται, συνοιδέει ὑπὸ τὴν γνάθον ἔνθεν καὶ ἔνθεν, καὶ ψαυόμενον σκληρόν ἐστιν ἔξωθεν, καὶ ὁ γαργαρεὼν ὅλος φλεγμαίνει. Ὅταν οὕτως ἔχῃ, καθεὶς τὸν δάκτυλον, διωθέειν τὰς ἀντιάδας· πρὸς δὲ τὸν γαργαρεῶνα προσχρίειν ἄνθος χαλκοῦ ξηρὸν, καὶ ἀναγαργαρίζειν τῷ ἀπὸ τῶν φύλλων εἱληθερεῖ· ἔξωθέν τε καταπλάσσειν, ᾗ ἂν ἀποιδέῃ, ὠμήλυσιν, ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψῶν, χλιαρήν. Ἐπὴν δέ σοι δοκέωσι τὰ φύματα μαλακὰ εἶναι, ἔσωθεν ἀφασσώμενα, ὑποτύψαι μαχαιρίῳ· ἔνια δὲ καὶ αὐτόματα καθίσταται.

[31] Ὑπογλωσσίς· ἢν ὑπογλωσσὶς γένηται, ἡ γλῶσσα οἰδίσκεται, καὶ τὸ ὑποκάτω, καὶ τὸ ἔξω ψαυόμενον σκληρόν ἐστι, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται. Ὅταν οὕτως ἔχῃ, σπόγγον ἐς ὕδωρ θερμὸν ἐμβάπτων προστιθέναι, καὶ τὴν ὠμήλυσιν ἑψῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καταπλάσσειν ἔξω ᾗ ἂν ἀποιδέῃ· ἀναγαργαρίζειν δὲ τῷ συκίῳ, καὶ μὴ λούεσθαι· ἐπὴν δὲ διάπυον γένηται, τάμνειν· ἐνίοτε δὲ αὐτόματον ἐκρήγνυται, καὶ καθίσταται οὐ τμηθέν· ἐπὴν δὲ ἔξω ἀποπυήσῃ, διακαῦσαι.

[32] Φλέγμα συστὰν ἐς τὴν ὑπερώην· ἢν δὲ φλέγμα συστῇ ἐς τὴν ὑπερώην, ἀποιδέει καὶ ἐμπυΐσκεται. Ὅταν οὕτως ἔχῃ, καίειν τὸ φῦμα· ἐπὴν δὲ ἐξίῃ τὸ πῦον, κλύζειν τὸ λοιπὸν, πρῶτον μὲν λίτρῳ καὶ ὕδατι χλιαρῷ, ἔπειτα οἴνῳ, ἐπὴν δὲ ἐκκλύσῃ, σταφίδα τρίψας λευκὴν, ἐξελὼν τὸ γίγαρτον, ἐντιθέναι ἐς τὸ καῦμα· ἐπὴν δὲ ἐκρυῇ, οἴνῳ ἀκρήτῳ χλιαρῷ διακλυζέτω, καὶ ἐπὴν μέλλῃ τι ἐσθίειν ἢ ῥοφάνειν, σπόγγιον ἐντιθέναι· ταῦτα ποιέειν ἔστ' ἂν ὑγιὴς γένηται.

[33] Πώλυπος· ἢν πώλυπος γένηται ἐν τῇ ῥινὶ, ἐκ μέσου τῶν χόνδρων κατακρέμαται, οἷον γαργαρεὼν, καὶ ἐπὴν ὤσῃ τὴν πνοιὴν, προσέρχεται ἔξω, καὶ ἐστὶ μαλθακὸν, καὶ ἐπὴν ἀναπνεύσῃ, οἴχεται ὀπίσω, καὶ φθέγγεται σομφὸν, καὶ ἐπὴν καθεύδῃ, ῥέγχει. Ὅταν οὕτως ἔχῃ, σπόγγιον καταταμὼν στρογγύλον, καὶ ποιήσας οἷον σπείραν, κατειλίξαι λίνῳ αἰγυπτίῳ καὶ ποιῆσαι σκληρόν· εἶναι δὲ μέγεθος ὥστε ἐπαρτίζειν ἐς τὸν μυκτῆρα, καὶ δῆσαι τὸ σπόγγιον λίνῳ τετραχόθι· μῆκος δὲ ἔστω ὅσον πυγονιαῖον ἕκαστον· ἔπειτα ποιήσας αὐτῶν μίαν ἀρχὴν, ῥάβδον λαβὼν κασσιτερίνην λεπτὴν ἐκ τοῦ ἑτέρου κύαρ ἔχουσαν, διείρειν ἐς τὸ στόμα τὴν ῥάβδον ἐπὶ τὸ ὀξὺ, καὶ ἐπὴν λάβῃ, διέρσας διὰ τοῦ κύαρος τὸ λίνον, ἕλκειν ἔστ' ἂν λάβῃ τὴν ἀρχήν· ἔπειτα χηλὴν ὑποθεὶς ὑπὸ τὸν γαργαρεῶνα, ἀντερείδων, ἕλκειν ἔστ' ἂν ἐξειρύσῃς τὸν πώλυπον. Ἐπὴν δὲ αὐτὸν ἐκσπάσῃς καὶ παύσηται τὸ αἷμα ῥέον, περιθεὶς περὶ τὴν μήλην ξηρὸν ὀθόνιον μοτῶσαι, καὶ τὸ λοιπὸν ἀναζέσαι τοῦ ἄνθους ἐν μέλιτι, καὶ χρίων τὸν μοτὸν ἐντιθέναι ἐς τὴν ῥῖνα· καὶ ἐπὴν ἤδη τὸ ἕλκος ἀλθαίνηται, μόλιβδον ποιησάμενος ὥς τοι καθίκῃ πρὸς τὸ ἕλκος, τοῦτον μέλιτι χρίων προστιθέναι ἔστ' ἂν ὑγιὴς γένηται.

[34] Ἕτερος πώλυπος· ἐμπίπλαται ἡ ῥὶς κρέασι, καὶ ψαυόμενον τὸ κρέας σκληρὸν φαίνεται, καὶ διαπνεῖν οὐ δύναται διὰ τῆς ῥινός. Ὅταν οὕτως ἔχῃ, ἐνθέντα χρὴ σύριγγα καῦσαι σιδηρίοισιν ἢ τρισὶν ἢ τέσσαρσιν· ἐπὴν δὲ καύσῃς, ἐμβάλλειν τοῦ ἑλλεβόρου τοῦ μέλανος τρίψας, καὶ ἐπὴν ἐκσαπῇ καὶ ἐκπέσῃ τὸ κρέας, μοτοὺς τοὺς λινέους χρίων τῷ μέλιτι ἐπιτίθει σὺν τῷ ἄνθει· ἐπὴν δὲ ἀλθαίνηται, τοὺς μολίβδους χρίων τῷ μέλιτι ἐστίθει, ἄχρις ἂν ὑγιὴς γένηται.

[35] Ἕτερος πώλυπος· ἔσωθεν ἐκ τοῦ χόνδρου προέχει κρέας στρογγύλον· ψαυόμενον δὲ μαλθακόν ἐστιν. Ὅταν οὕτως ἔχῃ, χορδὴν λαβὼν νευρίνην, βρόχον αὐτῇ σμικρὸν ποιήσας, κατειλίξαι λίνῳ λεπτῷ, ἔπειτα τὴν ἀρχὴν τὴν ἑτέρην διεῖναι διὰ τοῦ βρόχου, μέζονα ποιήσας τὸν βρόχον· ἔπειτα τὴν ἀρχὴν διεῖραι διὰ τῆς ῥάβδου τῆς κασσιτερίνης· ἔπειτα ἐνθεὶς τὸν βρόχον ἐς τὴν ῥῖνα, τῇ μήλῃ τῇ ἐντετμημένῃ περιτείνας τὸν βρόχον περὶ τὸν πώλυπον, ἐπὴν περικέηται, διείρειν τὴν ῥάβδον ἐς τὸ στόμα, καὶ λαβὼν ἕλκειν τὸν αὐτὸν τρόπον, τῆς χηλῆς ὑπερειδούσης· ἐπὴν δὲ ἐξελκύσῃς, ἰῆσθαι ὥσπερ τὸν πρόσθεν.

[36] Ἕτερος πώλυπος· ἔσωθεν παρὰ τὸν χόνδρον ἀπό τευ σκληρὸν φύεται, καὶ δοκέει μὲν εἶναι κρέας· ἢν δὲ ψαύσῃς αὐτοῦ, ψοφέει οἷον λίθος. Ὅταν οὕτως ἔχῃ, σχίσαντα τὴν ῥῖνα σμίλῃ ἐκκαθῆραι, ἔπειτα ἐπικαῦσαι· τοῦτο δὲ ποιήσας, συρράψαι πάλιν τὴν ῥῖνα, καὶ ἰῆσθαι τὸ ἕλκος τῷ χρίσματι ἐναλείφων, ῥάκος ἐντιθέναι, καὶ ἐπὴν περισαπῇ, ἐγχρίειν τὸ ἄνθος τὸ ἐν τῷ μέλιτι· ἀλθίσκειν δὲ τῷ μολύβδῳ.

[37] Ἄλλος· φύεται ἐκ πλαγίου τοῦ χόνδρου ἐν ἄκρῳ οἷον καρκίνια· πάντα δὲ ταῦτα καίειν χρή· ὅταν δὲ καύσῃς, ἐπιπάσαι τοῦ ἑλλεβόρου· ἐπὴν δὲ σαπῇ, καθαίρειν τῷ ἄνθει τῷ σὺν τῷ μέλιτι· ἀλθίσκειν δὲ τῷ μολίβδῳ.

[38] Ἴκτερος· ἡ χροιὴ μέλαινα γίνεται κατὰ τὸ πρόσωπον, μάλιστα δὲ τὰ ἐσκιασμένα, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ καὶ ἡ γλῶσσα κάτωθεν, καὶ αἱ φλέβες αἱ ὑπὸ τῇ γλώσσῃ παχεῖαι καὶ μέλαιναι, καὶ ἄπυρος γίνεται, καὶ οὐρέει παχὺ χολῶδες. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ ἀποσχᾷν, ἔπειτα λούοντα πολλῷ καὶ θερμῷ, διδόναι πίνειν νήστει τοῦ ἀσφοδέλου τὰς ῥίζας, ἀποκαθαίρων, ἑψῶν ἐν οἴνῳ ὅσον πέντε ῥίζας, καὶ σέλινα συμμίξας ὅσον χεῖρα πλήρεα τῶν φύλλων· ἐπιχεῖν δὲ οἴνου γλυκέος τρία ἡμικοτύλια αἰγιναῖα, καὶ λείπειν ἡμικοτύλιον· τοῦτο κιρνὰς, ἕκτον αὐτῷ διδόναι πίνειν· ἐπὴν δὲ οὐρήσῃ, σιτίοισι χρῆσθαι διαχωρητικοῖσι, καὶ μετὰ τὸ σιτίον ἐρεβίνθους λευκοὺς τρωγέτω, καὶ πινέτω οἶνον λευκὸν, πολὺν, ὑδαρέα, καὶ σέλινα τρωγέτω ἐπὶ τῷ σιτίῳ καὶ πράσα. Ποιεέτω δὲ ταῦτα ἑπτὰ ἡμέρας, καὶ ἢν μέν οἱ δοκέῃ ἐν ταύτῃσιν ἡ χροιὴ κεκαθάρθαι ἐπιεικῶς· ἢν δὲ μὴ, καὶ ἑτέρας τρεῖς ταῦτα ποιεέτω· μετὰ δὲ, ἐπισχὼν μίαν ἢ δύο ἡμέρας, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας· μετὰ δὲ, φάρμακον πῖσον κάτω, ὑφ' οὗ χολὴν καθαρεῖται, καὶ ἢν μὴ σπληνώδης ἔῃ, ὄνου γάλα ἢ ὀρρὸν μετάπισον. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

[39] Ἕτερος ἴκτερος· πυρετὸς λαμβάνει βληχρὸς, καὶ τὴν κεφαλὴν βάρος ἔχει, καὶ οἱ πυρετοὶ ἐπαύσαντο ἐνίοισιν· αὐτὸς δὲ γίνεται χλωρὸς, οἵ τε ὀφθαλμοὶ μάλιστα, καὶ ἀσθενείη, καὶ ἀκρησίη τοῦ σώματος, καὶ οὐρέει παχὺ καὶ χλωρόν. Τοῦτον θερμῷ λούειν, καὶ διδόναι πίνειν διουρητικά· ἐπὴν δέ σοι δοκέῃ καθαρώτερος εἶναι καὶ ἡ χροιὴ βελτίων γένηται, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας, καὶ μετάπισον κάτω· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρῆσθαι· οἶνον δὲ πινέτω λευκὸν, γλυκὺν, ὑδαρέα. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

[40] Πυρετοὶ ἀπὸ χολῆς· ἢν χολᾷ ὁ ἄνθρωπος, πυρετὸς αὐτὸν λαμβάνει καθημέρην καὶ ἀφίει, ἔχει δὲ μάλιστα τὸ μέσον τῆς ἡμέρης, καὶ τὸ στόμα πικρὸν, καὶ ὅταν ἄσιτος ᾖ, λυπέει αὐτόν· ἐπὴν δὲ φάγῃ, πνίγεται, καὶ ὑπὸ ὀλίγων τινῶν ἐμπίπλαται, καὶ βδελύττεται, καὶ ἐμεσίαι μιν λαμβάνουσιν, καὶ ἐς τὴν ὀσφῦν βάρος ἐμπίπτει καὶ ἐς τὰ σκέλεα, καὶ ὑπνώσσει πολλά. Τούτου, ἢν μετὰ τὸ πῦρ ἐξιδρῷ, καί οἱ ψυχρὸς καὶ πουλὺς ᾖ, καὶ τοῦ πυρετοῦ μὴ ἀπαλλάσσηται, ἡ νοῦσος χρονίη γίνεται· ἢν δὲ μὴ ἱδρῷ, θᾶσσον κρίνεται. Ὅταν οὕτως ἔχῃ, ἐπὴν γένηται ἐνναταῖος, φάρμακον διδόναι· ἢν γὰρ αὐτίκα ἀρχομένου τοῦ πυρετοῦ διδῷς, ἐπὴν καθαρθῇ, ἐπανέλαβε πυρετὸς, καὶ αὖθις φαρμάκου δεῖται. Ἐπὴν δὲ τὸ μὲν στόμα μὴ πονέῃ, ἐς δὲ τὴν νειαίρην γαστέρα στρόφος ἐμπίπτῃ, φάρμακον πῖσαι κάτω, καὶ μεταπῖσαι γάλα ὄνου ἢ ὀρρὸν ἢ τῶν χυλῶν τινά· ἢν δ' ἀσθενὴς ἔῃ, ὑποκλύσαι. Πρὸ δὲ τοῦ φαρμάκου τῆς πόσιος, ἢν πυρεταίνῃ, ἕωθεν μὲν διδόναι μελίκρητον ὑδαρές· τὴν δὲ ἄλλην ἡμέρην ἐφ' ἣν ὁ πυρετὸς ἔχει, ὕδωρ ὁπόσον ἂν θέλῃ διδόναι ψυχρὸν πίνειν· ἐπὴν δὲ ἀνῇ ὁ πυρετὸς, ῥοφᾷν διδόναι πτισάνης χυλὸν ἢ κέγχρον λεπτὸν, καὶ ἐπιπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα. Ἢν δὲ ἔμπυρος ἔῃ καὶ μὴ ἀνίῃ μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης, ψαυόμενος δὲ ἢν τὰ μὲν ἄνω θερμὰ, ἡ κοιλίη δὲ καὶ οἱ πόδες ψυχροὶ καὶ ἡ γλῶσσα τρηχείη, τούτῳ μὴ δῷς φάρμακον, ἀλλ' ὑποκλύζειν μαλθακῷ κλύσματι, καὶ διδόναι ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον ὑδαρέα, τὸν δὲ ἄλλον χρόνον πίνειν ὕδωρ ὡς ψυχρότατον. Οὗτος ἢν μὲν ἑβδομαῖος ἐξιδρώσῃ καὶ τὸ πῦρ αὐτὸν μεθῇ· ἢν δὲ μὴ, τεσσαρεσκαιδεκαιταῖος ἀποθνήσκει ὡς τὰ πολλά.

[41] Ἄλλος πυρετός· ἔξωθεν ἀφασσόμενος ἐστὶ βληχρὸς, ἔσωθεν δὲ καίεται, καὶ ἡ γλῶσσα αὐτοῦ τρηχείη, καὶ πνεῖ διὰ τῶν ῥινῶν καὶ τοῦ στόματος θερμόν· ὅταν δὲ πεμπταῖος γένηται, τὰ ὑποχόνδρια σκληρὰ, καὶ ὀδύνη ἔνεστι, καὶ ἡ χροιὴ οἷον ὑπὸ ἰκτέρου ἐχομένου φαίνεται, καὶ οὐρέει παχὺ καὶ χολῶδες. Τοῦτον ἢν μὲν ἑβδομαῖον ὄντα ῥῖγος λάβῃ καὶ πυρετὸς ἰσχυρὸς καὶ ἐξιδρώσῃ· ἢν δὲ μὴ, ἀποθνήσκει ἑβδομαῖος ἢ ἐνναταῖος· λαμβάνει δὲ μάλιστα, ἢν μὴ τὸ ἔτος αὐχμηρὸν γένηται, αὕτη ἡ νοῦσος. Ὅταν οὕτως ἔχῃ, λούειν θερμῷ ἑκάστης ἡμέρης, καὶ πίνειν διδόναι μελίκρητον ὑδαρὲς πολλὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἐπὶ δὲ τῷ ῥοφήματι πίνειν οἶνον ὑδαρέα, λευκὸν, ὀλίγον· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύσαι, ἢ βάλανον προσθεῖναι· σιτίον δὲ μὴ προσφέρειν, ἕως ἂν ὁ πυρετὸς ἀνῇ· ἐπὴν δὲ παύσηται, φάρμακον πῖσαι κάτω· ὑποστρέφει γὰρ ἔστιν ὅτε ἡ νοῦσος, ἢν ἀκάθαρτος διαφέρηται. Ἡ νοῦσος αὕτη λαμβάνει, ἢν ὑπερχολήσῃ τὸ αἷμα.

[42] Ἢν τριταῖος πυρετὸς ἔχῃ· ἢν μὲν οὖν μὴ παρεὶς τρεῖς λήψιας τῇ τετάρτῃ λάβῃ, φάρμακον πῖσαι κάτω· ἢν δέ σοι δοκέῃ φαρμάκου μὴ δεῖσθαι, τρίψας τοῦ πενταφύλλου τῶν ῥιζῶν ὅσον ὀξύβαφον ἐν ὕδατι, δοῦναι πιεῖν. Ἢν δὲ μηδὲ ἐν τούτῳ παύηται, λούσας αὐτὸν πολλῷ θερμῷ, πῖσαι τὸ τρίφυλλον καὶ ὀπὸν σιλφίου ἐν οἴνῳ ἰσοκρατέϊ, καὶ κατακλίνας ἐπιβαλέειν ἱμάτια πολλὰ ἕως ἱδρώσῃ· ἐπὴν δὲ ἐξιδρώσῃ, ἢν διψῇ, δοῦναι πιεῖν ἄλφιτον καὶ ὕδωρ· ἐς ἑσπέρην δὲ κέγχρον ἑψήσας λεπτὸν, ῥοφησάτω, καὶ οἶνον ἐπιπινέτω· ἕως δ' ἂν διαλείπῃ, σιτίοισιν ὡς μαλθακωτάτοισι χρήσθω.

[43] Πυρετὸς τεταρταῖος· τεταρταῖος πυρετὸς ὅταν ἔχῃ, ἢν μὲν ἐξ ἄλλης νούσου λάβῃ ἀκάθαρτον, φάρμακον πῖσαι κάτω· ἔπειτα τὴν κεφαλὴν καθῆραι, ἔπειτα φάρμακον πῖσαι κάτω· ἢν δὲ μὴ ταῦτα ποιήσαντι παύηται, διαλείπων δύο λήψιας μετὰ τὴν κάτω κάθαρσιν, λούσας αὐτὸν πολλῷ θερμῷ, πῖσον τοῦ καρποῦ τοῦ ὑοσκυάμου ὅσον κέγχρον, καὶ μανδραγόρου ἴσον, καὶ ὀποῦ τρεῖς κυάμους, καὶ τριφύλλου ἴσον, ἐν οἴνῳ ἀκρήτῳ πιέειν. Ἢν δὲ ἐρρωμένος καὶ ὑγιαίνειν δοκέων, ἐκ κόπου ἢ ἐξ ὁδοιπορίης πυρετήνας, καταστῇ αὐτῷ ἐς τεταρταῖον, πυριήσας αὐτὸν, σκόροδα δίδου ἐς μέλι βάπτων· ἔπειτα ἐπιπινέτω φάκιον, μέλι καὶ ὄξος μίξας· ἐπὴν δ' ἐμπλησθῇ, ἐμεσάτω· ἔπειτα λουσάμενος θερμῷ, ἐπὴν ψυχθῇ, πιέτω κυκεῶνα ἐφ' ὕδατι· ἑσπέρης δὲ σιτίοισι μαλθακοῖσι καὶ μὴ πολλοῖσι διαχρήσθω· τῇ δὲ ἑτέρῃ λήψει λούσας θερμῷ πολλῷ, ἱμάτια ἐπιβαλὼν ἕως ἐξιδρώσῃ, πῖσαι παραχρῆμα λευκοῦ ἑλλεβόρου τῶν ῥιζέων ὅσον τριῶν δακτύλων μῆκος, καὶ τοῦ τριφύλλου ὅσον δραχμὴν μέγεθος, καὶ ὀποῦ δύο κυάμους, ἐν οἴνῳ ἀκρήτῳ· καὶ ἢν ἐμεσίαι μιν ἔχωσιν, ἐμεσάτω· ἢν δὲ μὴ, ὁμοίως, μετὰ δὲ τὸ καθῆραι τὴν κεφαλήν· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν· ὅταν δὲ ἡ λῆψίς μιν ἔχῃ, μὴ νῆστις ἐὼν τὸ φάρμακον πινέτω.

[44] Πλευρῖτις· πλευρῖτις ὅταν λάβῃ, πυρετὸς καὶ ῥῖγος ἔχει, καὶ ὀδύνη διὰ τῆς ῥάχιος ἐς τὸ στῆθος, καὶ ὀρθοπνοίη, καὶ βὴξ, καὶ τὸ σίαλον λεπτὸν καὶ ὑπόχολον, καὶ ἀποβήσσεται οὐ ῥηϊδίως, καὶ διὰ τῶν βουβώνων ὀδύνη, καὶ οὐρέει αἱματῶδες. Ὅταν οὕτως ἔχῃ, ἢν μὲν τὸ πῦρ ἀνῇ ἑβδομαῖον ἐόντα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ἀνῇ, ἀφικνέεται ἡ νοῦσος ἐς τὰς ἕνδεκα ἡμέρας ἢ τὰς τεσσαρεσκαίδεκα· οἱ μὲν οὖν πολλοὶ ἐν ταύτῃσιν ἀπόλλυνται· ἢν δὲ ὑπερβάλῃ τὴν τεσσαρεσκαιδεκάτην, ἐκφυγγάνει. Ὅταν οὕτως ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι· πινέτω δὲ μέλι, ἀναζέσας, ἐπιχέας ὄξος ἴσον τῷ μέτρῳ τοῦ μέλιτος, ἔπειτα ὁπόσον ἂν γένηται μέτρον τοῦ ἑφθοῦ μέλιτος καὶ τοῦ ὄξους, ἐπιχέας ὕδατος ἑνὸς δέοντος εἴκοσι, τοῦτο διδόναι πίνειν κατ' ὀλίγον πυκνὰ, καὶ μεταμίσγειν ὕδωρ, ὄξος ὀλίγον παραχέων· ῥοφεέτω δὲ καὶ κέγχρου χυλὸν, μέλι ὀλίγον παραστάζων, ψυχρὸν, ὅσον τεταρτημόριον κοτύλης ἐφ' ἑκατέρῳ σιτίῳ, καὶ πινέτω οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα, ὀλίγον· ὁ δὲ οἶνος ἔστω ὡς μαλθακώτατος ὀδμὴν μὴ ἔχων. Ὅταν δὲ ὁ πυρετὸς ἀφῇ, ἡμέρας μὲν δύο τὸν κέγχρον ῥοφεέτω δὶς τῆς ἡμέρης, καὶ τεῦτλα ἡδύτατα ἐσθιέτω· ἔπειτα μετὰ ταῦτα σκύλακα ἢ ὀρνίθιον κάθεφθον ποιήσας, τοῦ ζωμοῦ ῥοφεέτω, καὶ τῶν κρεῶν φαγέτω ὀλίγα· τὸν δὲ λοιπὸν χρόνον μάλιστα ὅσον ὑπὸ τῆς νούσου ἔχοιτο, ἀριστιζέσθω μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ μαλθακωτάτοισιν.

[45] Ἑτέρη πλευρῖτις· πυρετὸς ἔχει καὶ βὴξ καὶ ῥῖγος καὶ ὀδύνη ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληῗδα ἐνίοτε, καὶ τὸ σίελον πτύει ὑπόχολον καὶ ὕφαιμον, ὅταν τύχῃ ῥηγματίας ὤν. Τούτῳ ᾗ ἂν ὀδύνη ἔχῃ μάλιστα, προστιθέναι χλιάσματα, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πουλὺς ἔχῃ· ἢν δὲ μὴ, μή· πίνειν δὲ διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων, ἄρτι ὑπόγλυκυ ποιέων, καὶ μεταμίσγειν ὕδωρ, ῥοφάνειν δὲ τὸν χυλὸν τοῦ κέγχρου δὶς τῆς ἡμέρης, καὶ ἐπιπινέτω οἶνον λευκὸν ὑδαρέα, καὶ ἢν ὑπερφύγῃ τὰς τεσσαρεσκαίδεκα ἡμέρας, ὑγιὴς γίνεται.

[46] Ἄλλη πλευρῖτις· πυρετὸς ἴσχει καὶ βρυγμὸς καὶ βὴξ ξηρὴ, καὶ ἐκβήσσεται χλωρὰ, ἔστι δ' ὅτε καὶ πελιδνὰ, καὶ τὸ πλευρὸν ὀδύνη λαμβάνει, καὶ τὸ μετάφρενον ὑπέρυθρον γίνεται, χλιαίνεται δὲ τὴν κεφαλὴν καὶ τὰ στήθεα, ποτὲ δὲ τὴν κοιλίην καὶ τοὺς πόδας καὶ τὰ σκέλεα, καὶ ἀνακαθήμενος μᾶλλον βήσσει, καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὸ ἀποπάτημα πάνυ χλωρὸν καὶ κάκοδμον. Οὗτος ἐν εἴκοσιν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ἐκφύγῃ, ὑγιὴς γίνεται. Τούτῳ, ἔστ' ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσι, διδόναι πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα· ῥοφέειν δὲ τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἀντὶ δὲ τοῦ μέλιτος ὑπὸ τὸν χυλὸν μίσγειν ῥοιῆς χυλὸν οἰνώδεος, ὅταν ἤδη ὁ χυλὸς ἑφθὸς ᾖ, καὶ λούειν μὴ πολλῷ· ἐπὴν δὲ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἔπειτα ἀριστιζέσθω τὸν κέγχρον, ἐς ἑσπέρην δὲ τοῖσι κρέασι τοῖσιν ὀρνιθίοισι καὶ τῷ ζωμῷ καὶ σιτίοισιν ὀλίγοισι χρήσθω. Τὴν δὲ τοιαύτην νοῦσον ὀλίγοι ἐκφυγγάνουσιν.

[47] Περιπλευμονίη· πυρετὸς ἴσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον· τὸ δὲ μακρότατον δύο δεούσας εἴκοσι, καὶ βήσσει ταύτας τὰς ἡμέρας ἰσχυρῶς, καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον σίαλον παχὺ καὶ καθαρὸν ἑβδόμῃ καὶ ὀγδόῃ, ἐπὴν δὲ ὁ πυρετὸς λάβῃ, ἐννάτῃ καὶ δεκάτῃ ὑπόγλυκυ καὶ πυῶδες, ἔστ' ἂν αἱ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· καὶ ἢν μὲν ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρῃ ξηρανθῇ ὁ πλεύμων καὶ ἐκβήξῃ, ὑγιάζεται· ἢν δὲ μὴ, δύο δεούσαις εἴκοσι προσέχειν· καὶ ἢν μὲν ἐν ταύτῃσι παύσηται τοῦ βήγματος, ἐκφεύγει· ἢν δὲ μὴ παύηται, εἴρεσθαι αὐτὸν, εἰ γλυκύτερον τὸ σίαλον, καὶ ἢν φῇ, ἡ νοῦσος ἐνιαυσίη γίνεται· ὁ γὰρ πλεύμων ἔμπυος γίνεται. Τούτῳ χρὴ τὰς μὲν πρώτας ἡμέρας οἶνον διδόναι γλυκὺν, λευκὸν, ὑδαρέα, κατ' ὀλίγον πίνειν πυκινά· ῥοφάνειν δὲ τῆς πτισάνης τὸν χυλὸν διδόναι, μέλι παραμίσγων, τρὶς τῆς ἡμέρης, ἔστ' ἂν αἱ ὀκτωκαίδεκα ἡμέραι παρέλθωσι καὶ ὁ πυρετὸς παύσηται. Κινδυνεύει δὲ μάλιστα ἐν τῇσιν ἑπτὰ ἢ ἐν τῇσι τεσσαρεσκαίδεκα· ἐπὴν δὲ τὰς ὀκτωκαίδεκα ἡμέρας ὑπερβάλῃ, οὐκ ἔτι ἀποθνήσκει, ἀλλὰ πτύει πῦον, καὶ τὰ στήθεα πονέει, καὶ βήσσει. Ὅταν οὕτως ἔχῃ, πιπίσκειν νῆστιν τὸ σὺν τῷ ἐλελισφάκῳ, καὶ ῥοφάνειν ἔτνος, στέαρ συμμίσγων πλέον, ἢν μὴ θάλπος ᾖ· ἢν δ' ᾖ, μὴ ῥοφανέτω, ἀλλὰ σιτίοισι χρήσθω ἁλυκοῖσι καὶ λιπαροῖσι καὶ τοῖσι θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν μή σοι δοκέῃ καθαίρεσθαι κατὰ λόγον, ἐγχεῖν καὶ πυριᾷν· ἢν μὲν παχὺ ᾖ τὸ πῦον, πυριᾷν· ἢν δὲ λεπτὸν, ἐγχεῖν· καὶ τῶν σιτίων ἔχεσθαι ὡς μάλιστα, καὶ τῶν δριμέων ἀπέχεσθαι καὶ κρεῶν βοείων καὶ οἰείων καὶ χοιρείων. Ὅταν ἐκ περιπλευμονίης ἔμπυος γένηται, πυρετὸς ἴσχει καὶ βὴξ ξηρὴ καὶ δυσπνοίη, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται τῶν χειρῶν καὶ τῶν ποδῶν. Τοῦτον, ὅταν οὕτως ἔχῃ, ἐπὴν δεκαταῖος γένηται, ἀφ' ἧς ἂν ἄρξηται ἔμπυος γίνεσθαι, λούσας πολλῷ θερμῷ, τρίψας ἄρου ῥίζαν, ὅσον ἀστράγαλον μέγεθος, καὶ ἁλὸς χόνδρον, καὶ μέλι καὶ ὕδωρ, καὶ ἄλειφα ὀλίγον, ἐξειρύσας τὴν γλῶσσαν, ἐγχέαι χλιαρόν· ἔπειτα κινῆσαι τὸν ὦμον, καὶ ἢν μὲν ὑπὸ τούτου τὸ πῦον ῥαγῇ· εἰ δὲ μὴ, ἕτερον ποιῆσαι· σίδια δριμέα ἐκχυμώσας καὶ κυκλάμινον, ὅσον ὀξύβαφον τῶν σμικρῶν ἑκατέρου ἔστω, ἔπειτα ὀπὸν σιλφίου τρίψας ὅσον κύαμον, διεῖναι, καὶ συμμῖξαι γάλακτος ὅσον ὀξύβαφον αἴγειον ἢ ὄνειον, τοῦτο χλιαρὸν ἐγχεῖν· ἢν δὲ ὑπὸ τούτου μὴ ῥαγῇ, ῥαφάνου φλοιὸν καὶ ἄνθος χαλκοῦ ὅσον τρεῖς κυάμους τρίψας λεῖον, διπλάσιον δὲ ἔστω τῆς ῥαφάνου, ἐλαίῳ διεῖναι, ὅσον τεταρτημόριον κοτύλης, τοῦτο ἐγχεῖν χλιαρὸν, καὶ ἢν ῥαγῇ τὸ πῦον, σιτίοισιν ὡς ἁλμυρωτάτοισι καὶ λιπαρωτάτοισι χρῆσθαι, καὶ ἢν μὴ ἴῃ τὸ πῦον, κατ' ὀλίγον πυριᾷν κατὰ τὸ στόμα σίου χυλῷ, οἴνῳ τορνίῳ, γάλακτι βοείῳ ἢ αἰγείῳ, ἴσον ἑκάστου συμμίξας· ἔστω δὲ ὅσον τρεῖς κοτύλαι· ἔπειτα ἐμβάλλειν ἰπνοῦ ὄστρακα διαφήνας, τοῦτο ἑλκέτω διὰ τοῦ αὐλοῦ φυλασσόμενος ὅκως μὴ κατακαίηται. Ἐπὴν δὲ καθαρώτερον πτύῃ, ἐγχεῖν αὐτῷ κνίδης σπέρμα, λιβανωτὸν, ὀρίγανον, ἐν οἴνῳ λευκῷ καὶ μέλιτι καὶ ἐλαίῳ ὀλίγῳ, ἐγχεῖν δὲ διὰ τρίτης ἡμέρης· μετὰ δὲ, βούτυρον, ῥητίνην ἐν μέλιτι διατήκων· καὶ σιτίοισι μηκέτι χρῆσθαι ἁλμυροῖσι μηδὲ λιπαροῖσι· πινέτω δὲ νῆστις τὰς ἐν μέσῳ ἡμέρας τῶν ἐγχύτων, ἐλελίσφακον, πήγανον, θύμβραν, ὀρίγανον, ἴσον ἐν οἴνῳ ἀκρήτῳ, ὅσον ὀξύβαφον μετὰ πάντων ἐπιπάσσων. Ἢν δὲ μὴ ῥαγῇ ὑπὸ τῶν ἐγχύτων, οὐδὲν θαυμαστόν· πολλάκις γὰρ ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ αὐτίκα δοκέει ῥᾴων εἶναι, ὅταν ἐκ στενοῦ ἐς εὐρυχωρίην ἔλθῃ. Ὁκόταν ὁ χρόνος πλείων γένηται, ὅ τε πυρετὸς ἰσχυρότερος καὶ ἡ βὴξ ἐπιλαμβάνει, καὶ τὸ πλευρὸν ὀδυνᾶται, καὶ ἐπὶ μὲν τὸ ὑγιὲς οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ἀλγέον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τῶν ὀμμάτων. Τοῦτον, ὅταν ἡμέρη πέμπτη καὶ δεκάτη γένηται ἀπὸ τῆς ἐκρήξιος, λούσας πολλῷ θερμῷ, καθίσας ἐπὶ ἐφέδρου, ὅ τι μὴ ὑποκινήσει, ἕτερος μὲν τὰς χεῖρας ἐχέτω, σὺ δὲ τῶν ὤμων σείων, ἀκροάζεσθαι ἐς ὁκότερον ἂν ψοφέῃ· βούλεσθαι δὲ ἐς τὸ ἀριστερὸν ταμέειν· ἧσσον γὰρ θανατῶδες. Ἢν δέ σοι ὑπὸ τοῦ πάχεος καὶ τοῦ πλήθεος μὴ ψοφέῃ, ποιέει γὰρ τοῦτο ἐνίοτε, ὁκότερον ἂν ἀποιδέῃ καὶ ὀδυνᾶται μᾶλλον, τοῦτο τάμνειν ὡς κατωτάτω ὄπισθεν τοῦ οἰδήματος μᾶλλον ἢ ἔμπροσθεν, ὅκως σοι ἡ ἔξοδος τοῦ πύου εὔροος ᾖ· τάμνειν δὲ μεταξὺ τῶν πλευρέων στηθοειδέϊ μαχαιρίδι τὸ πρῶτον δέρμα, ἔπειτα ὀξυβελέϊ, ἀποδήσας ῥάκει, τὸ ἄκρον τῆς μαχαιρίδος λιπὼν ὅσον τὸν ὄνυχα τοῦ δακτύλου τοῦ μεγάλου, καθεῖναι ἔσω· ἔπειτα ἀφεὶς τὸ πῦον ὅσον ἄν σοι δοκέῃ, μοτοῦν ὠμολίνῳ μοτῷ, λίνον ἐκδήσας· ἀφεῖναι δὲ τὸ πῦον ἑκάστης ἡμέρης ἅπαξ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἀφεὶς ἅπαν τὸ πῦον, ὀθονίῳ μοτοῦν· ἔπειτα ἐγχεῖν οἶνον καὶ ἔλαιον χλιαίνων αὐλίσκῳ, ὡς μήτε ὁ πλεύμων ἐξαπίνης ἐωθὼς βρέχεσθαι τῷ πύῳ ἀποξηρανθῇ· ἐξιέναι δὲ τὸ ἔγχυμα τὸ μὲν ἕωθεν ἐς ἑσπέρην, τὸ δ' ἑσπερινὸν ἕωθεν· ἐπὴν δὲ τὸ πῦον λεπτὸν οἷον ὕδωρ ᾖ, καὶ γλίσχρον τῷ δακτύλῳ ψαυόμενον, καὶ ὀλίγον, ἐντιθέναι μοτὸν κασσιτέρινον κοῖλον· ἐπὴν δὲ παντάπασι ξηρανθῇ ἡ κοιλίη, ἀποτάμνων τοῦ μοτοῦ κατὰ μικρὸν, συμφύειν τὸ ἕλκος, ἔστ' ἂν ἐξέλῃς τὸν μοτόν. Σημήϊον δὲ ἢν μέλλῃ ἐκφεύξεσθαι, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ καθαρὸν καὶ ἶνες αἵματος ἐνέωσιν, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἢν δὲ οἷον λεκιθοειδὲς ἀπορρυῇ τῇ πρώτῃ, ἢ τῇ ὑστεραίῃ ἀπορρυῇ παχὺ, ὑπόχλωρον, ὄζον, ἀποθνήσκουσιν, ἐπειδὰν ἐκρυῇ τὸ πῦον.

[48] Ἄλλη νοῦσος· ὅταν πλευμᾷ, τὸ σίαλον παχὺ, ὑπόχλωρον, γλυκὺ βήσσεται, καὶ βρυγμὸς, καὶ ὀδύνη ἐς τὸ στέρνον καὶ ἐς τὸ μετάφρενον, καὶ συρίζει ἐν τῇ φάρυγγι λεπτὸν, καὶ ἡ φάρυγξ ξηρὴ γίνεται, καὶ τὰ κύλα ἐρυθρὰ, καὶ ἡ φωνὴ βαρέη, καὶ οἱ πόδες οἰδίσκονται, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ καταλεπτύνονται τὰ ἄνω, καὶ μινύθει, καὶ μυσάσσεται τὸ σίαλον, ἐπὴν ἀποχρεμψάμενος ἔχῃ ἐν τῷ στόματι, καὶ βήσσει τοὺς ὄρθρους καὶ μεσονύκτιον μάλιστα· βήσσει δὲ καὶ τὸν ἄλλον χρόνον· καὶ λαμβάνει μᾶλλον γυναῖκα νεωτέρην ἢ πρεσβυτέρην. Τούτῳ ἢν μὲν αἱ τρίχες ἤδη ἐκ τῆς κεφαλῆς ῥέωσι καὶ ψιλῶται ἤδη ἡ κεφαλὴ ὡς ἐκ νούσου, καὶ πτύοντι ἐπ' ἄνθρακας βαρὺ ὄζῃ τὸ σίαλον, φάναι αὐτὸν ἀποθανεῖσθαι ἐντὸς ὀλίγου χρόνου, τὸ δὲ κτεῖνον ἔσεσθαι διάρροιαν· ἐπὴν γὰρ ἤδη τὸ πῦον τὸ περὶ τὴν καρδίην σήπηται, τοῦτο ὄζει κνίσης ἐπὶ τοῖσιν ἄνθραξι, καὶ ξυνθερμαινόμενος ὁ ἐγκέφαλος ῥεῖ ἅλμην, ἣ κινεῖ τὴν κοιλίην· σημήϊον δὲ τούτου, ῥέουσιν ἐκ τῆς κεφαλῆς τρίχες. Τοῦτον μὴ ἰᾶσθαι ὅταν οὕτως ἔχῃ· ἢν δὲ καταρχὰς ἐπιτύχῃς τῇ νούσῳ, φάκιον δὸς πιεῖν· εἶτα διαλιπὼν μίην ἡμέρην ἐλλέβορον δοῦναι κεκρημένον ὅκως τὴν κάτω κοιλίην μὴ κινήσῃ, καὶ ἐπὴν ἐς τὸ στόμα τῆς νυκτὸς αὐτῷ φοιτᾷ ἅλμη, πρὸς τὰς ῥῖνας αὐτῷ προστίθει φάρμακα πυκνότερα· ἢν δὲ μὴ ῥέῃ, προστίθει μὲν, διὰ πλέονος δὲ χρόνου, καὶ τοῦ μηνὸς ἅπαξ προσπιπίσκοντα ἐλλέβορον, ὅσον τοῖσι δυσὶ δακτύλοισιν ἆραι, ἐν οἴνῳ γλυκεῖ κεκρημένον· φάκιον δὲ αὐτίκα δοῦναι ἐπιπίνειν· φάρμακα δὲ ὡς ἐλάχιστα πινέτω· ἢν μὲν οἱ πυρετοὶ ὀξύτεροι ἐπιλαμβάνωσι, τὴν ῥίζαν τὴν λευκὴν καὶ τοῦ ἐλλεβόρου λείχειν ἐν μέλιτι δίδου· οὕτω γὰρ ἥκιστα τὴν κοιλίην κινήσει· ἢν δὲ στρόφος ἐγγένηται ἐν τῇ κάτω κοιλίῃ, πρῶτον μὲν κλύσαι κείνῳ ἐς ὃ ὁ κόκκος συμμίσγεται· ἢν δὲ μηδ' οὕτω παύηται, γάλακτι ὀνείῳ ἑφθῷ κάθηρον· φάρμακον δὲ μὴ δίδου κατωτερικόν. Ἢν δὲ πρὸ τοῦ φαρμακίου προπίνων τὸν ἐλλέβορον χολὴν ἐμέῃ, αὐτῷ τῷ φακίῳ ἐμεέτω. Σιτίοισι δὲ χρήσθω, ἢν μὴ οἱ πυρετοὶ ὀξέες ἔχωσι, κρέασι μηλείοισιν ἑφθοῖσι καὶ ὀρνιθίοισι καὶ κολοκύνθῃ καὶ τεύτλοισι· ζωμὸν δὲ μὴ ῥοφεέτω, μηδὲ βάπτεσθαι· ἰχθύσι δὲ χρήσθω σκορπίοισι καὶ σελάχεσιν ἑφθοῖσι· θερμὸν δὲ μηδὲν ἐσθιέτω· μηδὲ λουέσθω ἢν ὁ πυρετὸς ἔχῃ πολύς· μηδὲ λαχάνοισι δριμέσι χρήσθω, ὅτι μὴ θύμβρῃ ἢ ὀριγάνῳ· οἶνον δὲ λευκὸν πινέτω. Ἢν δὲ ἄπυρος ᾖ, θέρμαι δὲ λαμβάνωσιν ἄλλοτε καὶ ἄλλοτε, ἐσθιέτω ἰχθῦς ὡς ἀρίστους καὶ πιοτάτους, καὶ λιπαρὰ καὶ γλυκέα καὶ ἁλμυρὰ ὡς μάλιστα, καὶ περιπάτοισι χρήσθω μήτε ἐν ἀνέμῳ μήτε ἐν ἡλίῳ, καὶ ἐμεέτω ἀπὸ τῶν σιτίων, ὅταν οἱ δοκέῃ καιρὸς εἶναι, καὶ λοῦσθαι χλιαρῷ πλὴν τῆς κεφαλῆς· σιτίων δὲ ἄρτος ἀμείνων, ὅσοι μὴ μαζοφάγοι εἰσί· τούτοισι δὲ ἀμφότερα συμμίσγειν.

[49] Ἑτέρη νοῦσος, ἥτις καλέεται φθόη· βὴξ ἔχει, καὶ τὸ πτύσμα πολλὸν καὶ ὑγρὸν, καὶ ἐνίοτε ῥηϊδίως ἀναβήσσεται, καὶ τὸ πῦον οἷον χάλαζα, καὶ διατριβόμενον ἐν τοῖσι δακτύλοισι σκληρὸν καὶ κάκοδμον γίνεται· ἡ δὲ φωνὴ καθαρὴ καὶ ἀνώδυνος, καὶ οἱ πυρετοὶ οὐ λαμβάνουσι, θέρμη δὲ ἐνίοτε, ἄλλως τε καὶ ἀσθενής. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ φάκιον, καὶ εὐωχέειν ὡς μάλιστα, ἀπεχόμενον τῶν δριμέων καὶ κρεῶν βοείων καὶ χοιρείων καὶ οἰείων, καὶ γυμνάζεσθαι ὀλίγα καὶ περιπατέειν, καὶ ἀπὸ σιτίων ἐμέτοισι χρῆσθαι, καὶ λαγνείης ἀπέχεσθαι. Αὕτη ἡ νοῦσος γίνεται ἑπτὰ ἔτεα ἢ ἐννέα· οὗτος ἢν ἐξ ἀρχῆς θεραπευθῇ, ὑγιὴς γίνεται.

[50] Ἢν ἀφθήσῃ ἡ σύριγξ τοῦ πλεύμονος, πυρετὸς ἴσχει βληχρὸς, καὶ ὀδύνη μέσον τὸ στῆθος, καὶ τοῦ σώματος κνησμὸς, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τὸ σίαλον ὑγρὸν καὶ λεπτὸν πτύει, ἐνίοτε δὲ παχὺ καὶ οἷον πτισάνης χυλόν· καὶ ἐν τῷ στόματι ὀδμή οἱ ἐγγίνεται βαρέη οἷον ἀπὸ ἰχθύων ὠμῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε ἐν τῷ σιάλῳ ἐμφαίνεται σκληρὰ, οἷον μύκης ἀφ' ἕλκεος· καὶ τὰ ἄνω λεπτύνεται, μάλιστα δὲ ἅπας· καὶ οἱ κύκλοι τοῦ προσώπου ἐρυθριῶσι, καὶ οἱ ὄνυχες τῷ χρόνῳ ἕλκονται καὶ ξηροὶ καὶ χλωροὶ γίνονται. Τελευτᾷ δὲ αὐτίκα, ἢν μὴ θεραπευθῇ, αἷμα πτύων καὶ πῦον· ἔπειτα καὶ πυρετοὶ ἰσχυροὶ ἐπιγινόμενοι κατ' οὖν ἔκτειναν· ἢν δὲ θεραπευθῇ, ἐκφυγγάνει ἐκ ταύτης τῆς φθίσιος. Θεραπεύειν δὲ χρὴ, φάκια πιπίσκοντα ἐμέειν· ἢν δέ σοι καιρὸς δοκέῃ εἶναι ἐλλέβορον πίνειν, ἢν μὲν δυνατὸς ἔῃ ὥνθρωπος, αὐτόθεν· ἢν δὲ μὴ, παραμίσγειν τῷ φακίῳ ἥμισυ πόσιος, διαλείπων ἐν πέμπτῃ ἢ ἐν ἕκτῃ πόσει· τὴν δὲ κάτω κοιλίην μὴ κινέειν φαρμάκῳ, ἢν μὴ οἱ πυρετοὶ λαμβάνωσιν ἰσχυροί· ἢν δὲ λαμβάνωσι, γάλακτι ὄνου ὑποκαθαίρειν. Ἢν δὲ ἀσθενὴς ᾖ ὥστε πίνειν, ὑποκλύσαι· ἧττον δὲ κεφαλήν· καὶ ἢν μὲν τὸ σίαλον ἐς τὸ στόμα ἴῃ πολλὸν καὶ ἁλμυρὸν, πρὸς τὰς ῥῖνας προσθεῖναι ὅ τι χολὴν μὴ ἄξει· ἢν δὲ μὴ ἴῃ τὸ ῥεῦμα ἐς τὸ στόμα, μὴ προστιθέναι πρὸς τὴν κεφαλήν· ἐπὴν δὲ τὸ σίαλον δυσῶδες ᾖ, τὰς μεταξὺ τῶν φακίων ἐγχεῖν ἐς τὸν πλεύμονα φάρμακον· μίην δὲ διαλιπὼν ἐπὴν ἔχῃς ἡμέρην, θυμιᾷν. Σιτίοισι δὲ χρῆσθαι κρέασι μηλείοισι καὶ ὀρνιθίοισι, καὶ ἰχθύσι σελάχεσι καὶ σκορπίοισιν ἑφθοῖσι· διὰ τετάρτης ἡμέρης τάριχον ἐσθιέτω ὡς ἄριστον καὶ πιότατον, καὶ ἀριστάτω μὲν μᾶζαν, δειπνείτω δὲ ταύτῃ συμμίσγων καὶ ἄρτον· καὶ μήτε ῥοφανέτω μηδὲν, μήτε κυκεῶνα πινέτω, ἢν ἐσθίειν δυνατὸς ᾖ· τὰ δ' ὀψὰ ἡδύνειν σησάμῳ ἀντὶ τοῦ τυροῦ, καὶ κοριάνῳ καὶ ἀνήθῳ· σιλφίῳ δὲ μηδὲν χρῆσθαι μηδέ τινι ἄλλῳ λαχάνῳ δριμέϊ, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ. Περιπάτοισι δὲ χρήσθω καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὸ σιτίον, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον· θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων· λούσθω δὲ χλιαρῷ, πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ὡς διὰ πλείστου χρόνου.

[51] Φθίσις νωτιάς· ἡ νωτιὰς φθίσις ἀπὸ τοῦ μυελοῦ γίνεται· λαμβάνει δὲ μάλιστα νεογάμους καὶ φιλολάγνους· γίνονται δὲ ἄπυροι, καὶ ἐσθίειν ἀγαθοὶ, καὶ τήκονται· καὶ ἢν ἐρωτᾷς αὐτὸν, φήσει οἱ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς κατὰ τὴν ῥάχιν κατέρχεσθαι δοκεῖν οἷον μύρμηκας, καὶ ἐπὴν οὐρέῃ ἢ ἀποπατέῃ, προέρχεταί οἱ θορὸς πουλὺς καὶ ὑγρὸς, καὶ γενεὴ οὐκ ἐγγίνεται, καὶ ὀνειρώσσει, κᾂν συγκοιμηθῇ γυναικὶ, κᾂν μή· καὶ ὅταν ὁδοιπορήσῃ ἢ δράμῃ, ἄλλως τε καὶ πρὸς αἶπος, ἆσθμά μιν καὶ ἀσθενείη ἐπιλαμβάνει, καὶ τῆς κεφαλῆς βάρος, καὶ τὰ ὦτα ἠχέει. Τοῦτον χρόνῳ ὅταν ἐπιλάβωσι πυρετοὶ ἰσχυροὶ, ἀπ' οὖν ὤλετο ὑπὸ λιπυρίου. Ὅταν οὕτως ἔχῃ, ἢν ἐξ ἀρχῆς μεταχειρίσῃ, πυριήσας αὐτὸν ὅλον, φάρμακον δοῦναι πίνειν ἄνω, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι, μετὰ δὲ πῖσαι κάτω· ἐγχειρέειν δὲ βούλεσθαι μάλιστα τοῦ ἦρος· καὶ μεταπῖσαι ὀρρὸν ἢ γάλα ὄνειον· βόειον δὲ γάλα διδόναι πιέειν τεσσαράκοντα ἡμέρας· ἐς ἑσπέρην δὲ ἕως ἂν γαλακτοποτέῃ, χόνδρον διδόναι ῥοφεῖν· σιτίων δὲ ἀπεχέσθω. Ἐπὴν δὲ παύσηται γαλακτοποτέων, σιτίοισι διακομίζειν αὐτὸν μαλθακοῖσιν ἐξ ὀλίγου ἀρχόμενος, καὶ παχύνειν ὡς μάλιστα, καὶ ἐνιαυτοῦ θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων καὶ ταλαιπωριέων ὅ τι μὴ περιπάτοισι, φυλασσόμενος τὰ ψύχεα καὶ τὸν ἥλιον· λούσθω δὲ χλιαρῷ.

[52] Πλεύμονος νοῦσος· τὸ σίαλον παχὺ καὶ λιγνυῶδες βήσσεται, καὶ ἡ χροιὴ μέλαινα καὶ ὑποιδαλέη, καὶ ὀδύναι λεπταὶ ὑπὸ τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δυσελκέες γίνονται. Ἧσσον δ' ἐπικίνδυνος τοῦ ἑτέρου οὗτος, καὶ ἐκφυγγάνουσι πλέονες. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ αὐτὸν καὶ τοῖσι φακίοισι μίσγοντα, καὶ ἐγχέειν ἐς τὸν πλεύμονα, καὶ θυμιᾷν, καὶ εὐωχέειν ἀπεχόμενον κρεῶν βοείων καὶ οἰείων καὶ χοιρείων καὶ λαχάνων δριμέων, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμβρῃ· καὶ περιπάτοισι χρήσθω· ἐξ ἠοῦς δὲ πρὸς αἶπος ὁδοιπορέειν νῆστιν· ἔπειτα πίνειν τῶν φύλλων ἐπ' οἴνῳ ἐπιπάσσοντα κεκρημένῳ· τὸ δὲ λοιπὸν σιτίοισι χρήσθω τοῖσιν εἰρημένοισιν.

[53] Ἀρτηρίη τρωθεῖσα· ἢν τρωθῇ ἡ ἀρτηρίη, βὴξ ἔχει, καὶ αἷμα βήσσεται, καὶ λανθάνει ἡ φάρυγξ πιμπλαμένη τοῦ αἵματος, καὶ ἐκβάλλει θρόμβους, καὶ ὀδύνη γίνεται ἐκ τοῦ στήθεος ἐς τὸ μετάφρενον ὀξέη, καὶ τὸ σίαλον γλίσχρον καὶ πουλὺ, καὶ ἡ φάρυγξ ξηρὴ, καὶ πυρετὸς καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ κέρχνεται ἡ φάρυγξ οἷον ὑπὸ λιπαροῦ· ἔς τε μὲν πεντεκαίδεκα ἡμέρας πάσχει τοιαῦτα· μετὰ δὲ πῦον πτύει, καὶ οἷα ἕλκεος κρότωνας, καὶ αὖθις βὴξ, καὶ ἐρράγη οὖν τὸ αἷμα, καὶ μετὰ τὸ πῦον παχύτερον πτύει, καὶ ὁ πυρετὸς ἰσχυρότερος γίνεται, καὶ τελευτᾷ ἐς πλεύμονα, καὶ καλέεται ῥηγματίας πλεύμονος. Ἢν δὲ μετὰ τὸ πρῶτον αἷμα μὴ πτύσῃ πῦον, παυσάμενον χρὴ ταλαιπωρίης καὶ γυμνασίων ἐπ' ὄχημα μὴ ἀναβαίνειν, σιτίων ἀπεχόμενον ἁλμυρῶν καὶ λιπαρῶν καὶ πιόνων καὶ λαχάνων δριμέων· καὶ ἐπὴν αὐτὸς ἑωυτοῦ δοκέῃ ἄριστα τοῦ σώματος ἔχειν, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον ἐν μοίρῃ ἑκάτερον· καὶ ἐπὴν τὰ ἕλκεα ὑγιὴς γένηται, ἐνιαυτὸν ἀπεχέσθω θωρηξίων, καὶ μὴ ὑπερπίμπλασθαι, μηδὲ τῇσι χερσὶ ταλαιπωρέειν, μηδὲ ἐπ' ὄχημα ἀναβαίνειν, ἀλλὰ παχύνειν αὐτὸν ὡς μάλιστα τὸ σῶμα.

[54] Ἄορτρα τοῦ πλεύμονος σπασθέντα· ἐπὴν ἄορτρον σπασθῇ τοῦ πλεύμονος, τὸ πτύσμα λεπτὸν πτύει, ἐνίοτε δὲ αἱματῶδες, ἀφρονέει τε καὶ πυρετὸς ἴσχει, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον καὶ τὸ πλευρὸν, καὶ ἢν στραφῇ, βήσσεται καὶ πτάρνυται. Τοῦτον ᾗ ἂν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι προρροφάνειν κενταύριον καὶ δαῦκον, καὶ ἐλελισφάκου φύλλα τρίβων, καὶ μέλι καὶ ὄξος ἐπιχέων καὶ ὕδωρ, διδόναι καταρροφάνειν· καὶ πτισάνης χυλὸν προρροφανέτω, καὶ ἐπιπινέτω οἶνον ὑδαρέα. Ἐπὴν δὲ τῆς ὀδύνης παύσηται, ἐλελίσφακον κόψας καὶ σήσας, καὶ ὑπερικὸν καὶ ἐρύσιμον λεῖα καὶ ἄλφιτον, ἴσον ἑκάστου, ταῦτ' ἐπιβαλὼν ἐπὶ οἶνον κεκρημένον, διδόναι πίνειν νήστει, καὶ ἢν μὴ νῆστις ᾖ, διδόναι δὲ ῥοφάνειν ἔτνος ἄναλτον· ἢν δὲ θάλπος ᾖ, σιτίοισι διαχρῆσθαι ὡς μαλθακωτάτοισιν, ἀνάλτοισι καὶ ἀκνίσοισιν, ἐπὴν ἤδη ἐπιεικέως ἔχῃ τὸ σῶμα καὶ τὸ στῆθος καὶ τὸ νῶτον. Ἢν δὲ ἀμφότερα σπασθῶσι, βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύεται παχὺ λευκὸν, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας καὶ τὸ πλευρὸν, καὶ καῦμα ἔχει, καὶ καταπίμπλαται φῴδων, καὶ ξυσμὴ ἔχει, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτε κείμενος οὔτε ἑστηκὼς, ἀλλὰ δυσθενέει. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί· κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ καὶ ταύτας διαφύγῃ, ὑγιάζεται. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι πίνειν μέλι καὶ ὄξος, ῥοφάνειν δὲ χυλὸν πτισάνης, καὶ ἐπιπίνειν οἶνον λευκὸν οἰνώδεα. Ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ῥάκια ἡμιτυβίου, καὶ βάπτων ἐς ὕδωρ ἐπὶ τὰ στήθεα ἐπιτιθέναι καὶ ἐπὶ τὸ νῶτον, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ τὸν χυλὸν ψυχρὸν καὶ ὕδωρ ἐπιπίνειν, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος. Ταῦτα ποιέειν· ἡ δὲ νοῦσος θανατώδης.

[55] Ἐρυσίπελας ἐν πλεύμονι· ἢν ἐρυσίπελας ἐν πλεύμονι γένηται, βὴξ ἔχει, καὶ τὸ σίαλον ἀποπτύει πουλὺ καὶ ὑγρὸν, οἷον ἀπὸ βράγχου, ἔστι δὲ οὐχ αἱματῶδες, καὶ ὀδύνη ἴσχει τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰς λαπάρας, καὶ τὰ σπλάγχνα μύζει, καὶ ἐμέει λάπην καὶ οἷον ὄξος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ πυρετὸς καὶ ῥῖγος καὶ δίψα λαμβάνει, καὶ ὅταν τι φάγῃ, ἐπὶ τοῖσι σπλάγχνοισι μύζει, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἡ κοιλίη τρίζει, καὶ τὸ σῶμα ναρκᾷ, καὶ ὅταν ἐμέσῃ, δοκέει ῥᾴων εἶναι· ὅταν δὲ μὴ ἐμέσῃ, ἀπιούσης τῆς ἡμέρης, στρόφος καὶ ὀδύνη ἐγγίνεται ἐν τῇ γαστρὶ, καὶ ἀπόπατος ὑγρὸς γενόμενος διεχώρησεν. Ἡ δὲ νοῦσος μάλιστα γίνεται ἐκ θωρηξίων καὶ ἐκ κρεηφαγιέων καὶ ἐξ ὕδατος μεταβολῆς· ἴσχει δὲ καὶ ἄλλως. Τοῦτον φάρμακον πιπίσκειν κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου, ἢν μὴ σπληνώδης ᾖ φύσει· ἢν δὲ σπληνώδης ᾖ, μὴ καθαίρειν μήτε χυλοῖσι μήτε γάλακτι μήτε ὀρρῷ, ἀλλ' ὅ τι ὀλίγον ἐσελθὸν πολὺ ἐξάξει· ὑποκλύζειν δὲ τὰς κοιλίας, καὶ βαλάνους προστιθέναι, ἢν μὴ ἡ κοιλίη ὑποχωρέῃ, ἐν πάσῃσι τῇσι νούσοισι, καὶ ψυχρολουτέειν ἐν ταύτῃ τῇ νούσῳ, καὶ γυμνάζεσθαι, ὅταν οἱ πυρετοὶ ἀνῶσι καὶ δοκέῃ ἐπιεικέως ἔχειν τοῦ σώματος· καὶ τοῦ ἦρος καὶ τοῦ μετοπώρου ἔμετον ποιέειν· σκορόδων δὲ κεφαλὰς τρεῖς καὶ ὀριγάνου δραχμίδα ὅσην τρισὶ δακτύλοισι περιλαβεῖν, ἑψεῖν ἐπιχέαντα δύο κοτύλας οἴνου γλυκέος καὶ κοτύλην ὄξεος ὡς ὀξυτάτου καὶ μέλιτος ὅσον τεταρτημόριον, ἑψεῖν δὲ ἕως ἂν ἡ τρίτη μοῖρα λειφθῇ· κἄπειτα γυμνάσας τὸν ἄνθρωπον καὶ λούσας ὕδατι χλιαρῷ πῖσαι θερμὸν, καὶ πιπίσκειν φάκιον, μέλι καὶ ὄξος συμμίσγων, ἔστ' ἂν ἐμπλησθῇ· ἔπειτα ἐμεέτω, καὶ τὴν ἡμέρην ταύτην πιὼν ἄλφιτον καὶ ὕδωρ ἐκνηστευέτω· ἐς ἑσπέρην δὲ τεῦτλον φαγέτω καὶ μάζης σμικρὸν, καὶ πινέτω οἶνον ὑδαρέα· ἀνὰ δὲ τὸν ἄλλον χρόνον ἐμεέτω τοῖσι φακίοισι καὶ ἀπὸ σιτίων. Καὶ ἢν ἀφίστηται ἡ ὀδύνη ὑπὸ τὰς ὠμοπλάτας, σικύην προσβάλλειν, καὶ τὰς φλέβας ἀποτύψαι τὰς ἐν τῇσι χερσί· σιτίοισι δὲ χρῆσθαι ἀνάλτοισι καὶ μὴ λιπαροῖσι μηδὲ πίοσι· δριμέα δὲ καὶ ὀξέα ἐσθιέτω καὶ ψυχρὰ πάντα, καὶ περιπάτοισι χρήσθω. Ταῦτα ποιέων ἄριστα ἂν διαιτῷτο, καὶ διὰ πλείστου χρόνου ἡ νοῦσος γίνοιτο· ἔστι δὲ οὐ θανατώδης, ἀλλ' ἀπογηράσκοντας ἀπολείπει. Εἰ δὲ βούλοιο νεώτερον ἐόντα θᾶσσον ἀπαλλάξαι τῆς νούσου, καθήρας αὐτὸν, καῦσον τά τε στήθεα καὶ τὸ μετάφρενον.

[56] Νωτιάς· ῥῖγος καὶ πυρετὸς καὶ βὴξ καὶ δύσπνοια λαμβάνει, καὶ τὸ σίαλον πτύει χλωρὸν, ἔστι δ' ὅτε καὶ ὕφαιμον, καὶ πονέει μάλιστα τὸ μετάφρενον καὶ τοὺς βουβῶνας, καὶ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ οὐρέει αἱματῶδες, καὶ ἀποθνήσκει ἑβδομαῖος· ἐπὴν δὲ τὰς τεσσαρασκαίδεκα ἐκφύγῃ, ὑγιὴς γίνεται· ἐκφυγγάνει δ' οὐ μάλα. Τούτῳ διδόναι μελίκρητον ἀναζέσας ἐν καινῇ χύτρῃ, ψύχων, σελίνου φλοιὸν ἀποτέγγων ἢ μαράθρου· τοῦτο διδόναι πίνειν, καὶ πτισάνης χυλὸν δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον λευκὸν ὑδαρέα· ᾗ δ' ἂν ὀδύνη προσίστηται, χλιαίνειν, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πολὺς ἔχῃ· ἐπὴν δὲ αἱ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἀριστίζεσθαι μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ κρέα σκυλακίου ἢ ὀρνίθεια ἑφθὰ ἐσθίειν, καὶ τοῦ ζωμοῦ ῥοφάνειν· σιτίοισι δὲ ὡς ἐλαχίστοισι χρῆσθαι τὰς πρώτας ἡμέρας.

[57] Φῦμα ἐν τῷ πλεύμονι· ἐπὴν φῦμα φυῇ ἐν τῷ πλεύμονι, βὴξ ἔχει καὶ ὀρθοπνοίη καὶ ὀδύνη ἐς τὸ στῆθος ὀξέη καὶ ἐς τὰ πλευρὰ, καὶ ἕως μὲν τῶν τεσσαρεσκαίδεκα ἡμερῶν πάσχει· τοῖσι γὰρ πλείστοισι τοσαύτας ἡμέρας μάλιστα φλεγμαίνει τὸ πάθος τοῦ φύματος· καὶ τὴν κεφαλὴν διαλγέει καὶ τὰ βλέφαρα, καὶ ὁρᾷν οὐ δύναται, καὶ τὸ σῶμα ὑπόπυρρον γίνεται καὶ φῴδων ἐμπίπλαται. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ μελίκρητον διδόναι πίνειν ὑδαρὲς, καὶ τῆς πτισάνης τὸν χυλὸν ῥοφάνειν, καὶ οἶνον ὑδαρέα ἐπιπίνειν· ἢν δὲ ἡ ὀδύνη πιέζῃ, χλιαίνειν· ἐπὴν δὲ παύσηται, σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι. Ἢν δὲ ἀπηλλαγμένον τῆς νούσου δυσπνοίη λαμβάνῃ, ἐπὴν πρὸς ὀρθὸν χωρίον ἴῃ ἢ σπεύσῃ πη ἄλλως, φάρμακον διδόναι, ὑφ' οὗ ἡ κοιλίη ἡ κάτω μὴ κινήσεται· καὶ ἢν ἅμα τῷ ἐμέσματι πῦον ἕπηται, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ ἶνες ἐν αὐτῷ ὕφαιμοι ἔωσιν, ἐκφυγγάνει· ἢν δὲ πελιδνὸν καὶ χλωρὸν καὶ κάκοδμον, ἀποθνήσκει. Καθαίρονται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀφ' ἧς ἂν ῥαγῇ, πολλοῖσι δὲ καὶ ἐνιαυσίη γίνεται ἡ νοῦσος· ποιέειν δὲ χρὴ τοῦτον ἅπερ τὸν ἔμπυον. Ἢν δὲ μὴ ῥαγῇ, ἐνίοισι γὰρ τῷ χρόνῳ ἀφίσταται ὡς τὸ πλευρὸν καὶ ἐξοιδίσκεται, τοῦτον χρὴ, ἢν τοιοῦτο γένηται, τάμνειν ἢ καίειν.

[58] Πλεύμων πλησθείς· ἢν πλησθῇ ὁ πλεύμων, βὴξ ἴσχει καὶ ὀρθοπνοίη καὶ ἆσθμα, καὶ τὴν γλῶσσαν ἐκβάλλει, καὶ πίμπλαται φῴδων, καὶ ξυσμὸς ἔχει, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ κατὰ τὰς ὠμοπλάτας, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτ' ἀνακείμενος οὔθ' ἑστηκὼς, ἀλλὰ δυσθενεῖ. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ καὶ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί· κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ ταύτας ὑπερεκφύγῃ, ὑγιάζεται. Τοῦτον ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πίνειν διδόναι μέλι καὶ ὄξος ἑφθὸν, καὶ ῥοφάνειν χυλὸν πτισάνης καὶ ἐπιπίνειν οἶνον· ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ψύγματα, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος· ταῦτα ποιέειν· ἡ δὲ νοῦσος χαλεπὴ καὶ θανατώδης.

[59] Ὁ πλεύμων προσπεσὼν ἐς τὸ πλευρόν· ἢν ὁ πλεύμων πρὸς τὸ πλευρὸν προσπέσῃ, βὴξ ἴσχει καὶ ὀρθοπνοίη, καὶ σίαλον βήσσεται λευκὸν, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον ἴσχει, καὶ ὠθέει προσκείμενος, καὶ δοκέει τι ἐγκέεσθαι βαρὺ ἐν τοῖσι στήθεσι, καὶ κεντέουσιν ὀδύναι ὀξεῖαι, καὶ τρίζει οἷον μάσθλης, καὶ τὴν πνοιὴν ἐπέχει· καὶ ἐπὶ μὲν τὸ πονέον ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιὲς οὒ, ἀλλὰ δοκέει τι αὐτῷ οἷον ἐκκρέμασθαι βαρὺ ἐκ τοῦ πλευροῦ, καὶ διαπνέειν δοκέει διὰ τοῦ στήθεος. Τοῦτον λούειν θερμῷ πολλῷ δὶς τῆς ἡμέρης, καὶ μελίκρητον πιπίσκειν, καὶ ἐκ τοῦ λουτροῦ, οἶνον λευκὸν κεραννὺς καὶ μέλι ὀλίγον, καὶ δαύκου καρπὸν τρίψας καὶ τῆς κενταυρίης, διεὶς τούτοισι, διδόναι χλιαρὸν καταρροφάνειν· καὶ προστιθέναι πρὸς τὸ πλευρὸν ἐς ἀσκεῖον ἢ ἐς βοείην κύστιν ὕδωρ χλιαρὸν ἐγχέων, καὶ ταινίῃ συνδεῖν τὰ στήθεα, καὶ κεῖσθαι ἐπὶ τὸ ὑγιὲς, καὶ τὸν χυλὸν διδόναι τῆς πτισάνης χλιαρὸν, καὶ ἐπιπίνειν οἶνον ὑδαρέα. Ἢν δὲ ἐκ τρώματος τοῦτο γένηται ἢ τμηθέντι ἐμπύῳ, γίνεται γὰρ, τούτῳ κύστιν πρὸς σύριγγα προσδήσας, ἐμπιπλάναι τῆς φύσης καὶ εἰσιέναι ἔσω, καὶ μοτὸν στερεὸν κασσιτέρινον ἐντιθέναι, καὶ ἀπωθέειν πρόσω. Οὕτω διαιτῶν τυγχάνοις ἂν μάλιστα.

[60] Τοῦ πλευροῦ φῦμα· ἐπὴν ἐν πλευρῷ φῦμα ᾖ, βὴξ ἴσχει σκληρὴ καὶ ὀδύνη καὶ πυρετὸς, καὶ ἔγκειται βαρὺ ἐν τῷ πλευρῷ, καὶ ὀδύνη ὀξέη ἐς τὸ αὐτὸ ἀεὶ χωρίον λαμβάνει, καὶ δίψα ἰσχυρὴ, καὶ ἀπερεύγεται τὸ πόμα θερμὸν, καὶ ἐπὶ μὲν τὸ ἀλγέον οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιές· ἀλλ' ἐπὴν κατακλίνῃ, δοκέει οἷόν περ λίθος ἐκκρέμασθαι, καὶ ἐξοιδέει, καὶ ἐξερεύθει, καὶ οἱ πόδες οἰδέουσιν. Τοῦτον τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον, ἔστ' ἂν γένηται δεκαταῖος, καὶ μοτοῦν ὠμολίνῳ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἐξιεὶς τὸ πῦον πᾶν, ἐσιέναι οἶνον καὶ ἔλαιον χλιήνας, ὡς μὴ ἐξαπίνης ἀποξηρανθῇ, καὶ μοτοῦν ὀθονίῳ· ἐξιεὶς δὲ τὸ ἐγκεχυμένον, ἐγχέειν ἕτερον· ποιέειν δὲ ταῦτα πέντε ἡμέρας· ἐπὴν δὲ τὸ πῦον λεπτὸν ἀπορρέῃ οἷον πτισάνης χυλὸς καὶ ὀλίγον, καὶ κολλῶδες ἐν τῇ χειρὶ ψαυόμενον ᾖ, κασσιτέρινον μοτὸν ἐντιθέναι, καὶ ἐπὴν παντάπασι ξηρανθῇ, ἀποτάμνων τε τοῦ μοτοῦ ὀλίγον, ἀεὶ ξυμφύειν τὸ ἕλκος πρὸς τὸν μοτόν.

[61] Ὕδερος πλεύμονος· ἢν ὕδερος ἐν τῷ πλεύμονι γένηται, πυρετὸς καὶ βὴξ ἴσχει, καὶ ἀναπνέει ἀθρόον, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται πάντες, καὶ πάσχει οἷά περ ἔμπυος γενόμενος, βληχρότερον δὲ καὶ πολυχρονιώτερον· καὶ ἢν ἐγχέῃς ἢ πυριᾷς ἢ θυμιᾷς, οὐχ ὁμαρτέει πῦον· τούτῳ ἂν γνοίης ὅτι οὐ πῦον, ἀλλὰ ὕδωρ ἐστί· καὶ ἢν πολλὸν χρόνον προσέχων τὸ οὖς ἀκουάζῃ πρὸς τὰ πλευρὰ, ζέει ἔσωθεν οἷον ὄξος. Καὶ ἕως μέν τινος ταῦτα πάσχει, ἔπειτα δὲ ῥήγνυται πρὸς τὴν κοιλίην· καὶ αὐτίκα μὲν δοκέει ὑγιὴς εἶναι καὶ τῆς νούσου ἀπηλλάχθαι, τῷ δὲ χρόνῳ ἡ κοιλίη ἐμπίπραται, καὶ τά τε αὐτὰ κεῖνα πάσχει καὶ μᾶλλον· ἔνιοι δὲ καὶ οἰδίσκονται τὴν γαστέρα καὶ τὴν ὄσχην καὶ τὸ πρόσωπον, καὶ ἔνιοι δοκέουσιν εἶναι ἀπὸ τῆς κοιλίης τῆς κάτω, ὁρῶντες τὴν γαστέρα μεγάλην καὶ τοὺς πόδας οἰδέοντας· οἰδίσκεται δὲ ταῦτα, ἢν ὑπερβάλῃς τὸν καιρὸν τῆς τομῆς. Τοῦτον χρὴ, ἢν μὲν ἀποιδήσῃ ἔξω, ταμόντα διὰ τῶν πλευρέων ἰῆσθαι· ἢν δὲ μὴ ἀποιδέῃ, λούσαντα πολλῷ θερμῷ, καθίσαι ὥσπερ τοὺς ἐμπύους, καὶ ὅπη ἂν ψοφέῃ, ταύτῃ τάμνειν· βούλεσθαι δὲ ὡς κατωτάτω, ὅκως τοι εὔροον ἔῃ. Ἐπὴν δὲ τάμῃς, μοτοῦν ὠμολίνῳ, παχὺν καὶ ἔπακρον ποιήσας τὸν μοτὸν, καὶ ἀφιέναι τοῦ ὕδατος φειδόμενος ὡς ἐλάχιστα. Καὶ ἢν μέν σοι ἐν τῷ μοτῷ πῦον περιγένηται πεμπταίῳ ἐόντι ἢ ἑκταίῳ, ὡς τὰ πολλὰ ἐκφυγγάνει· ἢν δὲ μὴ περιγένηται, ἐπὴν ἐξεράσῃς τὸ ὕδωρ, δίψα ἐπιλαμβάνει καὶ βὴξ, καὶ ἀποθνήσκει.

[62] Στῆθος ἢ μετάφρενον ῥαγέν· ἢν τὸ στῆθος ἢ τὸ μετάφρενον ῥαγῇ, ὀδύναι ἴσχουσι τὸ στῆθος καὶ τὸ μετάφρενον διαμπερὲς, καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ τὸ σίαλον ὕφαιμον βήσσεται, τὸ δ' οἷον θρὶξ διατρέχει διὰ τοῦ σιάλου αἱματώδης· μάλιστα δὲ ταῦτα πάσχει, ἢν τῇσι χερσί τι πονήσῃ ἢ ἐφ' ἅμαξαν ἐπιβῇ ἢ ἐφ' ἵππον. Τοῦτον καίειν καὶ ἔμπροσθεν καὶ ἐξόπισθεν μοίρῃ ἴσῃ ἑκάτερον, καὶ οὕτως ὑγιὴς γίνεται· ἐπισχεῖν δὲ τῶν πόνων ἐνιαυτὸν, καὶ παχῦναι ἐκ τῆς καύσιος.

[63] Πυρετὸς καυσώδης· πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρὴ, καὶ ἡ γλῶσσα τρηχείη καὶ μέλαινα καὶ χλωρὴ καὶ ξηρὴ καὶ ἐξέρυθρος ἰσχυρῶς, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ, καὶ ἀποπατέει ἐρυθρὸν καὶ χλωρὸν, καὶ οὐρέει τοιοῦτο, καὶ πτύει πολλόν· πολλάκις δὲ καὶ μεθίσταται ὡς ἐπὶ περιπλευμονίην, καὶ παρακόπτει· τούτῳ ἂν γνοίης ὅτι περιπλευμονίη γίνεται. Οὗτος ἢν μὲν γένηται περιπλευμονικὸς, ἢν τεσσαρεσκαίδεκα ἡμέρας ὑπερφύγῃ, ὑγιὴς γίνεται· ἢν δὲ γένηται ἐν ὀκτωκαίδεκα ἡμέρῃσιν, ἢν μὲν ἀκάθαρτος γενόμενος ἔμπυος γένηται, τοῦτον χρὴ πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν ὄξος ὡς εὐωδέστατον λευκὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης δὶς τῆς ἡμέρης, ἢν δὲ ἀσθενὴς ᾖ, τρὶς, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα, λευκὸν, ὑδαρέα, καὶ λούειν ὡς ἐλάχιστα· ἢν δὲ ἔμπυος γένηται, διαιτᾷν ὡς ἔμπυον.

[64] Πυρετὸς λυγγώδης· πυρετὸς ἴσχει σπερχνὸς, καὶ ῥῖγος, καὶ βὴξ, καὶ λὺγξ, καὶ βήσσει ἅμα τῷ σιάλῳ θρόμβους αἵματος, καὶ ἑβδομαῖος ἀποθνήσκει· ἢν δὲ δέκα ἡμέρας ὑπερφύγῃ, ῥᾴων γίνεται· εἰκοστῇ δὲ ἡμέρῃ ἐμπυΐσκεται, καὶ βήσσει τὰς πρώτας ἡμέρας πῦον ὀλίγον, ἔπειτα ἐπιπλέον· καθαίρεται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι. Τοῦτον τὰς μὲν πρώτας ἡμέρας πιπίσκειν τὸ ὄξος καὶ τὸ μέλι ἑφθὸν, καὶ μεταμίσγειν ὄξος καὶ ὕδωρ ὑδαρὲς ποιέων· ῥοφάνειν δὲ χυλὸν πτισάνης μέλι ὀλίγον παραμίσγων, καὶ οἶνον ἐπιπίνειν λευκὸν οἰνώδεα· ἐπὴν δὲ δέκα ἡμέραι παρέλθωσιν, ἢν τὸ πῦρ παύσηται καὶ τὸ πτύαλον καθαρὸν ᾖ, τὴν πτισάνην ὅλην ῥοφανέτω ἢ τὸν κέγχρον· ἢν δὲ εἰκοσταῖος τὸ πῦον πτύσῃ, πινέτω, κόψας καὶ σήσας τὸν ἐλελίσφακον καὶ πήγανον καὶ θύμβρην καὶ ὀρίγανον καὶ ὑπερικὸν, ἴσον ἑκάστου ξυμμίσγων, ὅσον σκαφίδα σμικρὴν ξυμπάντων, καὶ ἀλφίτων τὸ αὐτὸ ἐπὶ οἴνῳ γλυκεῖ κεκρημένῳ, νήστει πίνειν· καὶ ῥοφανέτω ἢν χειμὼν ᾖ ἢ μετότωρον ἢ ἔαρ· ἢν δὲ θέρος ᾖ, μή· ἀλλ' ἀμυγδάλια τρίβων καὶ σικύου σπέρμα πεφωσμένον καὶ σήσαμον ἴσον ἑκάστου, σύμπαν δὲ ὅσον σκαφίδα, ἐπιχέας ὕδατος ὅσον κοτύλην αἰγιναίαν, ἄλητον ἐπιπάσσων καὶ κηρίον, τοῦτο ῥοφανέτω μετὰ τὸ πόμα· σιτίοισι δὲ χρήσθω λιπαροῖσι καὶ ἁλμυροῖσι καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι· λούσθω δὲ θερμῷ, τὴν κεφαλὴν ὡς ἐλάχιστα. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου.

[65] Νοῦσος ἡ καλουμένη λήθαργος· βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύει πουλὺ καὶ ὑγρὸν, καὶ φλυηρέει, καὶ ὅταν παύσηται φλυηρέων, εὕδει, καὶ ἀποπατέει κάκοδμον. Τοῦτον πιπίσκειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπιπίσκειν οἶνον λευκὸν οἰνώδεα, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης· ξυμμίσγειν δὲ σίδης χυλόν· καὶ οἶνον ἐπιπίνειν οἰνώδεα λευκὸν, καὶ μὴ λούειν. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὑγιὴς γίνεται.

[66] Ἑτέρη νοῦσος ἡ λεγομένη αὐαντή· οὐκ ἀνέχεται ἄσιτος οὐδὲ βεβρωκὼς, ἀλλ' ὅταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ καρδιώσσει, καὶ ἐμέει ἄλλοτε ἀλλοῖα, καὶ χολὴν καὶ σίαλα καὶ λάπην καὶ δριμὺ, καὶ ἐπὴν ἐμέσῃ, ῥᾴων δοκέει εἶναι ἐπ' ὀλίγον· ἐπὴν δὲ φάγῃ, ἐρύγματά οἱ γίνεται, καὶ φλογιᾷ, καὶ ἀποπατήσειν αἰεὶ οἴεται πουλύ· ἐπὴν δὲ καθίζηται, φῦσα ὑποχωρέει· καὶ τὴν κεφαλὴν ὀδύνη ἔχει, καὶ τὸ σῶμα πᾶν ὥσπερ ῥαφὶς κεντέειν δοκέει ἄλλοτε ἄλλῃ, καὶ τὰ σκέλεα βαρέα καὶ ἀσθενέα, καὶ μινύθει καὶ ἀσθενὴς γίνεται. Τοῦτον φάρμακον πιπίσκειν, πρῶτον μὲν κάτω, ἔπειτα δὲ ἄνω, καὶ τὴν κεφαλὴν καθαίρειν· καὶ σιτίων ἀπέχεσθαι γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων καὶ θωρηξίων· ἐμέειν δὲ τοῖσι χυλοῖσι καὶ ἀπὸ σιτίων, καὶ τὴν ὥρην ὄνου γάλα ἢ ὀρρὸν πιπίσκων, φάρμακον προσπῖσαι, ὁκοτέρου ἄν σοι δοκέῃ μᾶλλον δεῖσθαι· ψυχρολουτέειν δὲ τὸ θέρος καὶ τὸ ἔαρ, τὸ φθινόπωρον δὲ καὶ τὸν χειμῶνα ἀλείμματι χρῆσθαι, καὶ περιπατέειν, καὶ γυμνάζεσθαι ὀλίγα· ἢν δὲ ἀσθενέστερος ᾖ ἢ ὥστε γυμνάζεσθαι, ὁδοιπορίῃ χρῆσθαι· καὶ σιτίοισι ψυχροῖσι καὶ διαχωρητικοῖσι χρήσθω· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύζειν κλύσματι μαλθακῷ. Ἡ δὲ νοῦσος χρονίη καὶ ἀπογηράσκοντας, ἢν μέλλῃ, ἀπολείπει· ἢν δὲ μὴ, συναποθνήσκει.

[67] Πυρετὸς ὁ φονώδης λεγόμενος· πυρετὸς ἴσχει καὶ ῥῖγος, καὶ αἱ ὀφρύες ἐπικρέμασθαι δοκέουσι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ ἐμέει σίαλον θερμὸν καὶ χολὴν πολλήν· ἐνίοτε καὶ κάτω ὑποχωρέει· καὶ τοὺς ὀφθαλμοὺς αἱ χῶραι οὐ χωρέουσι, καὶ ὀδύνη ἐς τὸν αὐχένα καὶ ἐς τοὺς βουβῶνας ἴσχει· καὶ δυσθενεῖ καὶ φλυηρέει. Οὗτος ἑβδομαῖος ἢ καὶ πρότερον ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὡς τὰ πολλὰ ὑγιαίνει· ἡ δὲ νοῦσος θανατώδης. Τούτῳ ψύγματα χρὴ προσίσχειν πρὸς τὰ σπλάγχνα καὶ πρὸς τὴν κεφαλὴν, καὶ πίνειν διδόναι ἐρείξαντα τὰς κάχρυς σὺν τοῖσιν ἀχύροισιν, ἀποβρέχοντα, ἀπηθέοντα τὸ ὕδωρ, ἐν τούτῳ μελίκρητον ποιέοντα, ὑδαρὲς τοῦτο διδόναι· σιτίον δὲ μὴ προσφέρειν μηδὲ ῥόφημα ἑπτὰ ἡμερέων ἄχρις, ἢν μὴ ἀσθενής σοι δοκέῃ εἶναι· ἢν δὲ ᾖ, χυλὸν πτισάνης ψυχρὸν καὶ λεπτὸν ὀλίγον διδόναι δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν ὕδωρ· ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ τὸ πῦρ μεθῇ, κέγχρον λείχειν· ἐς ἑσπέρην δὲ κολοκύνθην ἢ τεῦτλα διδόναι ὀλίγα, καὶ οἶνον λευκὸν ὑδαρέα ἐπιπίνειν, ἔστ' ἂν γένηται ἐνναταῖος· ἔπειτα σιτίῳ ὡς ἐλαχίστῳ διαχρήσθω, ἀριστιζόμενος κέγχρον· λουτρῷ δὲ, ἔστ' ἂν ἡ ὀδύνη ἔχῃ καὶ ὁ πυρετὸς, μὴ χρήσθω· ἐπὴν δὲ παύσηται, λούσθω πολλῷ· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύζειν κλύσματι μαλθακῷ, ἢ βαλάνους προστιθέναι. Ἐπὴν δὲ ἰσχύσῃ, προσθεὶς πρὸς τὰς ῥῖνας φάρμακον μαλθακὸν, τὴν κοιλίην κάτω κάθηρον· ἔπειτα γάλα ὄνου μετάπισον.

[68] Πελίη νοῦσος· πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ τὰ σπλάγχνα ὀδύνη ἔχει, καὶ ἐμέει χολὴν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾷν, ἀλλὰ βαρύνεται· καὶ ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ ἡ χροιὴ πελιδνὴ, καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ, καὶ ἐξορᾷ ὡς ἀγχόμενος· ἐνίοτε καὶ τὴν χροιὴν μεταβάλλει, καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. Τοῦτον φάρμακον πιπίσκειν καὶ κάτω καὶ ἄνω, καὶ ὑποκλύζειν, καὶ ἀπὸ τῆς κεφαλῆς ἀποκαθαίρειν, καὶ θερμῷ ὡς ἥκιστα λούειν, ἀλλὰ ἐπὴν λούηται, εἱληθερεῖν, καὶ ὀρρὸν τὴν ὥρην καὶ γάλα ὄνου πιπίσκειν, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι καὶ ψυχροῖσιν, ἀπεχόμενον τῶν δριμέων καὶ τῶν ἁλμυρῶν· λιπαρωτέροισι δὲ καὶ γλυκυτέροισι καὶ πιοτέροισι χρήσθω. Ἡ δὲ νοῦσος ὡς τὰ πολλὰ συναποθνήσκει τῷ κάμνοντι.

[69] Νοῦσος ἐρυγματώδης· ὀδύνη λάζεται ὀξέη, καὶ πονέει ἰσχυρῶς, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν, καὶ βοᾷ, καὶ ἐρεύγεται θαμινὰ, καὶ ἐπὴν ἀπερύγῃ, δοκέει ῥᾴων εἶναι· πολλάκις δὲ καὶ χολὴν ἀπεμέει ὀλίγην ὅσον βρόχθον· καὶ ὀδύνη λαμβάνει ἀπὸ τῶν σπλάγχνων ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν λαπάρην, καὶ ἐπὴν τοῦτο γένηται, ῥᾴων δοκέει εἶναι, καὶ ἡ γαστὴρ φυσᾶται καὶ σκληρὴ γίνεται καὶ ψοφέει, καὶ ἡ φῦσα οὐ διαχωρέει οὐδὲ ὁ ἀπόπατος. Τοῦτον ἢν ὀδύνη ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι· ὅταν δὲ ἐν τῇ γαστρὶ ἡ ὀδύνη ᾖ καὶ ἡ φῦσα, ὑποκλύζειν, καὶ τῆς λινοζώστιος ἑψῶν τὸν χυλὸν ξυμμίσγειν τῆς πτισάνης τῷ χυλῷ, καὶ ἐπιπίνειν οἶνον γλυκὺν ὑδαρέα· σιτίον δὲ μὴ προσφέρειν ἔστ' ἂν ἡ ὀδύνη χαλάσῃ· πινέτω δὲ ἓξ ἡμέρας, ἐκ νυκτὸς στέμφυλα βρέχων γλυκέα, τὸ ὕδωρ τὸ ἀπὸ τούτων· ἢν δὲ μὴ ἔχῃ στέμφυλα, μέλι καὶ ὄξος ἑφθόν· ἐπὴν δὲ τῆς ὀδύνης ἀποκινήσῃ, φαρμάκῳ κάτω τὴν κοιλίην καθαίρειν· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι καὶ ὑποχωρητικοῖσι, καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι, κρέασι δὲ ὀρνιθείοισι καὶ μηλείοισιν ἑφθοῖσι, καὶ τεῦτλα καὶ κολοκύνθην, τῶν δ' ἄλλων ἀπέχεσθαι. Ἡ δὲ νοῦσος ὅταν μὲν νέον λάβῃ, χρόνῳ ἐξέρχεται· ἢν δὲ πρεσβύτερον, συναποθνήσκει.

[70] Νοῦσος φλεγματώδης· λάζεται μὲν καὶ ἄνδρα, μᾶλλον δὲ γυναῖκα· καὶ παχείη μέν ἐστι καὶ εὔχρως, ὁδοιπορέουσα δὲ ἀσθενέει, μάλιστα δὲ ἐπὴν πρὸς αἶπος ἴῃ· καὶ πυρετὸς λεπτὸς λαμβάνει, ἐνίοτε καὶ πνίγμα· καὶ ἀπεμέει μὲν, ὅταν ἄσιτος ᾖ, χολὴν καὶ σίαλα πολλὰ, πολλάκις δὲ καὶ ὅταν φάγῃ, τοῦ δὲ σιτίου οὐδέν· καὶ ὅταν πονήσῃ, ὀδυνᾶται ἄλλοτε ἄλλῃ τὸ στῆθος καὶ τὸ μετάφρενον, καὶ καταπίμπλαται πομφῶν ὡς ὑπὸ κνίδης. Τοῦτον φάρμακον πιπίσκειν, καὶ ὀρρὸν καὶ γάλα ὄνου πινέτω· ἢν δὲ ὀρροποτέῃ, προπῖσαι φάρμακον κάτω ὡς πλείστας ἡμέρας· καὶ ἢν ἀπολήγῃ τῆς ὀρροποτίης, μεταπιέτω γάλα ὄνειον· ἐπὴν δὲ πίνῃ, σιτίων μὲν ἀπεχέσθω· οἶνον δὲ πινέτω ὡς ἥδιστον, ἐπὴν παύσηται καθαιρόμενος· ἐπὴν δὲ ἀπολήξῃ τῆς πόσιος, ἀριστιζέσθω μὲν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίῳ ὡς μαλθακωτάτῳ χρήσθω καὶ ἐλαχίστῳ· ἀπεχέσθω δὲ πιόνων καὶ γλυκέων καὶ ἐλαιηρῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε, μάλιστα τοῦ χειμῶνος, ἀπεμεέτω τῷ φακίῳ, λάχανα προτρώγων· καὶ θερμῷ ὡς ἥκιστα λούσθω, ἀλλὰ εἱληθερεέτω. Ἡ δὲ νοῦσος συναποθνήσκει.

[71] Φλέγμα λευκόν· οἰδέει ἅπαν τὸ σῶμα λευκῷ οἰδήματι, καὶ ἡ γαστὴρ παχέη ψαυομένη, καὶ οἱ πόδες καὶ οἱ μηροὶ οἰδέουσι καὶ αἱ κνῆμαι καὶ ἡ ὄσχη, καὶ ἀναπνεῖ ἀθρόον, καὶ τὸ πρόσωπον ἐνερευθὲς, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἴσχει, καὶ ἐπὴν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει· οὗτος τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν ῥᾴων γίνεται, τοτὲ δὲ κάκιον ἴσχει. Τούτῳ ἢν μὲν ἡ γαστὴρ ταραχθῇ αὐτομάτη ἀρχομένης τῆς νούσου, ἐγγυτάτω ὑγιὴς γίνεται· ἢν δὲ μὴ ταραχθῇ, φάρμακον διδόναι κάτω, ὑφ' οὗ ὕδωρ καθαρεῖται, καὶ θερμῷ μὴ λούειν, καὶ πρὸς τὴν αἰθρίην κομίζειν, καὶ τὴν ὄσχην ἀποτύπτειν, ἐπὴν πίμπρηται· σιτίοισι δὲ χρήσθω ἄρτῳ καθαρῷ ψυχρῷ καὶ τεύτλῳ καὶ σκορπίοισιν ἑφθοῖσι καὶ σελάχεσι καὶ κρέασι τετριμμένοισι μηλείοισιν ἑφθοῖσι· τῷ δὲ ζωμῷ ὡς ἐλαχίστῳ, καὶ ψυχρὰ πάντα, καὶ μὴ γλυκέα μηδὲ λιπαρὰ, ἀλλὰ τετριμμένα καὶ ὀξέα καὶ δριμέα, πλὴν σκορόδου ἢ κρομύου ἢ πράσου· ὀρίγανον δὲ καὶ θύμβρην πολλὴν ἐσθίειν, καὶ οἶνον ἐπιπίνειν οἰνώδεα, καὶ ὁδοιπορέειν πρὸ τοῦ σιτίου. Ἢν δ' ὑπὸ τῶν φαρμάκων οἰδίσκηται, κλύζειν, καὶ τῷ σιτίῳ πιέζειν καὶ περιπάτοισι καὶ ἀλουσίῃ· φάρμακα δὲ ὡς ἐλάχιστα δοῦναι, ἄνω δὲ μηδ' ἔμπροσθεν ἢ τὰ οἰδήματα κατέλθῃ ἐς τὸ κάτω· ἢν δὲ ἰσχνοῦ ἤδη ἐόντος πνίγμα ἐν τοῖσι στήθεσιν ἐγγίνηται, ἑλλέβορον δὸς πιέειν, καὶ τὴν κεφαλὴν καθῆραι, κἄπειτα κάτω πῖσαι. Ἡ δὲ νοῦσος μάλιστα διακρίνει ἐν οὐδενί.

[72] Φροντὶς νοῦσος χαλεπή· δοκέει ἐν τοῖσι σπλάγχνοισιν εἶναι οἷον ἄκανθα καὶ κεντέειν, καὶ ἄση αὐτὸν λάζεται, καὶ τὸ φῶς φεύγει καὶ τοὺς ἀνθρώπους, καὶ τὸ σκότος φιλέει, καὶ φόβος λάζυται, καὶ αἱ φρένες οἰδέουσιν ἐκτὸς, καὶ ἀλγέει ψαυόμενος, καὶ φοβεῖται, καὶ δείματα ὁρᾷ καὶ ὀνείρατα φοβερὰ καὶ τοὺς τεθνηκότας ἐνίοτε· καὶ ἡ νοῦσος ἐνίοτε τοὺς πλείστους λαμβάνει τοῦ ἦρος. Τοῦτον πιπίσκειν ἑλλέβορον, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὴν κάθαρσιν τῆς κεφαλῆς κάτω πῖσαι φάρμακον, καὶ μετὰ ταῦτα πίνειν γάλα ὄνου· σιτίοισι δὲ χρῆσθαι ὡς ἐλαχίστοισιν, ἢν μὴ ἀσθενὴς ᾖ, καὶ ψυχροῖσι καὶ διαχωρητικοῖσι καὶ μὴ δριμέσι μηδ' ἁλμυροῖσι μηδὲ λιπαροῖσι μηδὲ γλυκέσι· μηδὲ θερμῷ λούσθω, μηδὲ οἶνον πινέτω, ἀλλὰ μάλιστα μὲν ὕδωρ· εἰ δὲ μὴ, οἶνον ὑδαρέα· μηδὲ γυμναζέσθω, μηδὲ περιπατείτω. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου χρόνῳ· ἢν δὲ μὴ ἐπιμελήσῃ, ξυναποθνήσκει.

[73] Μέλαινα νοῦσος· μέλαν ἐμέει οἷον τρύγα, ὁτὲ μὲν αἱματῶδες, ὁτὲ δὲ οἷον οἶνον τὸν δεύτερον, ὁτὲ δὲ οἷον πολύπου θολὸν, ὁτὲ δὲ δριμὺ οἷον ὄξος, ὁτὲ δὲ σίαλον καὶ λάπην, ὁτὲ δὲ χολὴν χλωρήν· καὶ ὅταν μὲν τὸ μέλαν τὸ αἱματῶδες ἐμέῃ, δοκέει οἷον φόνου ὄζειν, καὶ ἡ φάρυγξ καὶ τὸ στόμα καίεται ὑπὸ τοῦ ἐμέσματος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ τὸ ἔμεσμα τὴν γῆν αἴρει, καὶ ἐπὴν ἀπεμέσῃ, δοκέει ῥᾴων εἶναι ἐπ' ὀλίγον· καὶ οὐκ ἀνέχεται οὔτ' ἄσιτος ὢν οὔτε πλέον βεβρωκὼς, ἀλλ' ὁκόταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ τὰ σίαλα ὀξέα· ὅταν δέ τι φάγῃ, βάρος ἐπὶ τοῖσι σπλάγχνοισι, καὶ τὸ στῆθος καὶ τὸ μετάφρενον δοκέει οἷον ῥαφίοισι κεντεῖσθαι, καὶ τὰ πλευρὰ ἔχει ὀδύνη, καὶ πυρετὸς βληχρὸς, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ, καὶ τὰ σκέλεα βαρέα, καὶ ἡ χροιὴ μέλαινα, καὶ μινύθει. Τοῦτον φάρμακον πιπίσκειν θαμὰ καὶ ὀρρὸν καὶ γάλα τὴν ὥρην, καὶ σιτίων ἀπέχειν γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων, καὶ χρῆσθαι ὡς ψυχροτάτοισι καὶ ὑποχωρητικωτάτοισι, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὰς φαρμακοποσίας τὰς ἄνω ἀπὸ τῶν χειρῶν τοῦ αἵματος ἀφιέναι, ἢν μὴ ἀσθενὴς ᾖ· ἢν δὲ ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύζειν μαλθακῷ κλύσματι, καὶ θωρηξίων ἀπέχεσθαι καὶ λαγνείης· ἢν δὲ λαγνεύῃ, νῆστις πυριᾶσθαι· καὶ τοῦ ἡλίου ἀπέχεσθαι, μηδὲ γυμνάζεσθαι πολλὰ, μηδὲ περιπατέειν, μηδὲ θερμολουτέειν, μηδὲ δριμέα ἐσθίειν μηδὲ ἁλυκά. Ταῦτα ποιέειν, καὶ ἅμα τῇ ἡλικίῃ ἀποφεύγει, καὶ ἡ νοῦσος καταγηράσκει σὺν τῷ σώματι· ἢν δὲ μὴ μελεδανθῇ, συναποθνήσκει.

[74] Ἄλλη μέλαινα νοῦσος· ὑπόπυρρος καὶ ἰσχνὸς καὶ τοὺς ὀφθαλμοὺς ὑπόχλωρος γίνεται, καὶ λεπτόδερμος καὶ ἀσθενὴς τελέθει· ὅσῳ δ' ἂν χρόνος πλείων ᾖ, ἡ νοῦσος μᾶλλον πονέει· καὶ ἐμέει πᾶσαν ὥρην οἷον σταλαγμὸν ὀλίγον κατὰ δύο βρόχθους, καὶ τὸ σιτίον θαμινὰ, καὶ σὺν τῷ σιτίῳ χολὴν καὶ φλέγμα, καὶ μετὰ τὴν ἔμεσιν ἀλγέει τὸ σῶμα πᾶν, ἔστι δ' ὅτε καὶ πρὶν ἐμέσαι· καὶ φρῖκαι λεπταὶ καὶ πυρετὸς ἴσχει, καὶ πρὸς τὰ γλυκέα καὶ ἐλαιώδεα μάλιστα ἐμέει. Τοῦτον καθαίρειν χρὴ φαρμάκοισι καὶ κάτω καὶ ἄνω, καὶ μεταπιπίσκειν γάλα ὄνου, καὶ σιτίοισι χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσιν, ἰχθύσιν ἀκταίοισι καὶ σελάχεσι καὶ τεύτλοισι καὶ κολοκύντῃσι καὶ κρέασι τετριμμένοισιν, οἶνον δὲ πίνειν λευκὸν οἰνώδεα ὑδαρέστερον· ταλαιπωρίῃ δὲ ἐν περιπάτοισι χρῆσθαι, καὶ μὴ θερμολουτέειν, καὶ τοῦ ἡλίου ἀπέχεσθαι. Ταῦτα ποιέειν, ἡ δὲ νοῦσος θανατώδης μὲν οὔ, ξυγκαταγηράσκει δέ.

[75] Σφακελώδης· τὰ ἄλλα μὲν τὰ αὐτὰ πάσχει, ἐμέει δὲ θρόμβους πεπηγότας χολῆς καὶ κάτω ὁμοίως, ἐπὴν τὰ σιτία ἀποπατήσῃ. Δρᾷν δὲ χρὴ τὰ αὐτὰ ἅπερ ἐπὶ τῆς προτέρης ἐλέχθη, καὶ ὑποκλύζειν.