Παρθικά
Συγγραφέας:
Karl Wilhelm Ludwig Müller, Fragmenta Historicorum Graecorum, Volumen Tertium, 1849


Αποσπάσματα

Επεξεργασία

1.
[1] Ἀνεγνώσθη Ἀρριανοῦ Παρθικὰ ἐν βιβλίοις ιζʹ.

Οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βιβλίον Βιθυνιακά· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν.

Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτοκράτορος ὄντος Τραιανοῦ. Φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας, ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, δι´ αἰτίαν τοιαύτην.

Ἀρσάκης καὶ Τιριδάτης ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. Οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον), ἀλλ´ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φερεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα, καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν, καὶ καθ´ ἑαυτοὺς ἦρξαν, καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ´ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν. Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. Οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραιανὸς κατὰ κράτος ταπεινώ–σας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος. (Φώτιος, Μυριόβιβλος, κώδικας 58)

[2] Cf. Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ' αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτιστοῦ, διὰ τοιαύ την αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς. Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι, δι αμαρτήσας ἀνῃρέθη παρ' αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασιλεύει Περσῶν Ἀρσάκης, ἀφ' οὗ οἱ Περσῶν βασιλεῖς. Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ' αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ. (Σύγκελλος, Γεώργιος, Χρονικό, σελ. 284, Β)

[3] Cf. Ἀντιόχου τῶν ἄνω σατραπειῶν ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν περιστῆσαι. (Ζώσιμος, Ἱστορία Νέα, Ι, 18)

[4] Cf. Καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς χώρας τῆς Σκυθίας ἐπελέξατο ἀνδρῶν νεανίσκων πολεμιστῶν χιλιάδας ιεʹ· οὕστινας μετανάστας ποιήσας ἐκέλευσεν αὐτοὺς οἰκεῖν ἐν Περσίδι, δόσας αὐτοῖς χώραν ἐκεῖ οἵαν αὐτοὶ ἐπελέξαντο. καὶ ἔμειναν ἐν Περσίδι οἱ αὐτοὶ Σκύθαι ἐξ ἐκείνου ἕως τῆς νῦν· οἵτινες ἐκλήθησαν ἀπὸ τῶν Περσῶν Πάρθοι, ὅ ἐστιν ἑρμηνευόμενον Περσικῇ διαλέκτῳ Σκύθαι. (Μαλάλας, Ιωάννης, Χρονογραφία, Λόγος Βʹ)

2.
[1] Ζηνοδότιον, πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτηνός ἐπιχωρίως. (Βυζάντιος, Στέφανος, Εθνικά, Ζ)

3.
[1] Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς τῆς Γαζάκου λέγων. τὸ ἐθνικὸν Γαζακηνός, ὡς τοῦ Μάζακα Μαζακηνός. (Βυζάντιος, Στέφανος, Εθνικά, Γ)

4.
[1] Χολοβητηνή, μοῖρα Ἀρμενίας. Ἀρριανὸς ἕκτῳ Παρθικῶν Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται. τὸ ἐθνικὸν ὁμοίως διὰ τὴν πρόληψιν τῆς ἐν τῷ πρωτοτύπῳ τούτου. (Βυζάντιος, Στέφανος, Εθνικά, Χ)

5.
[1] Ἐλέγεια, χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρθικῶν η΄. τὸ ἐθνικὸν Ἐλεγεύς ὡς Σελευκεύς. (Βυζάντιος, Στέφανος, Εθνικά, Ε)

6.
[1] Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης. (Βυζάντιος, Στέφανος, Εθνικά, Λ)

7.
[1] Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ι΄ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. τὸ ἐθνικὸν Φαλγηνός καὶ Φαλγαῖος, ὡς Ἐδεσσηνός καὶ Ἐδεσσαῖος καὶ Καρρηνός καὶ Καρραῖος, τὸ μὲν κατὰ λόγον τὸ δὲ κατὰ τὸ ἐπιχώριον. (Βυζάντιος, Στέφανος, Εθνικά, Φ)

8.
[1] Χωχή, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δεκάτῳ καὶ βασιλεὺς δ' ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην ᾗ τινι Χωχὴ ὄνομα. τὸ ἐθνικὸν δύναται καὶ Χωχηνός καὶ Χωχαῖος, ὡς τὰ παρακείμενα χωρία Καρραῖος Καρρηνός, Βατναῖος Βατνηνός. (Βυζάντιος, Στέφανος, Εθνικά, Χ)

9.
[1] Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ. (Βυζάντιος, Στέφανος, Εθνικά, Ν)

10.
[1] Θεβηθά, φρούριον Μεσοποταμίας. Ἀρριανὸς ἑνδεκάτῃ. ὁ οἰκήτωρ Θεβηθηνός, ὡς Ἄμαθα Ἀμαθηνός. (Βυζάντιος, Στέφανος, Εθνικά, Θ)

11.
[1] Δόλβα, πόλις τῆς Ἀδιαβηνῆς, Ἀρριανὸς ιγ΄ Παρθικῶν. τὸ ἐθνικὸν Δολβαῖος καὶ Δολβηνός. (Βυζάντιος, Στέφανος, Εθνικά, Δ)

12.
[1] Χαζήνη, σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Παρθικῶν ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα. (Βυζάντιος, Στέφανος, Εθνικά, Χ)

13. [1] Ἡφαίστου νῆσοι, τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς ιγ΄ Παρθικῶν. τὸ ἐθνικὸν Ἡφαιστονησιώτης. (Βυζάντιος, Στέφανος, Εθνικά, Η)

14.
[1] Ἄκρα, Ἰαπυγίας πόλις, κατά τινας Ὑδροῦς λεγομένη. β΄ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γ΄ .... ἐστὶ Συρακοσίων κτίσμα. δ΄ Εὐβοίας. Ϛ΄ Σκυθίας. ζ΄ Κύπρου. η΄ Ἀκαρνανίας. τὸ ἐθνικὸν Ἀκραῖος καὶ τὸ θηλυκὸν Ἀκραία. θ΄ ἔστιν Ἄκρα ὑπὲρ Ἀντιόχειαν τὴν περὶ τὴν Δάφνην. Ἀκραῗται δὲ οἱ ἐξ αὐτῆς ἐκαλοῦντο. ι΄ ἔστι καὶ πέραν τοῦ Τίγρητος Ἄκρα, Ἀρριανὸς ἑκκαιδεκάτῃ. (Βυζάντιος, Στέφανος, Εθνικά, Α)

[2] Ὄραθα, πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ὀραθηνός. (Βυζάντιος, Στέφανος, Εθνικά, Ο)

15.
[1] Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. (Βυζάντιος, Στέφανος, Εθνικά, Α)

16.
[1] Ἀμφίλογον: Ἀρριανός· «Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίας, οὔ μοι δοκεῖ εἶναί σε ἀμφίλογον.» (Σούδα, Α, 1742)

[2] Γνῶσις: Ἀρριανὸς ἐν Παρθικοῖς· «Περὶ Παρθαμασίρου δὲ, οὐχὶ Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶσιν· ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆς δίκης.» (Σούδα, Γ, 355)

17.
[1] Ὑπέρκειται τῆς Ἀντιοχείας μ´ σταδίους ἡ ᾀδομένη ∆άφνη, κατοικία μὲν μετρία, ἄλσος δὲ μέγα ἔχουσα συνηρεφὲς, οὗ κύκλος πʹ σταδίων, διαρρεόμενον πηγαίοις ὕδασιν, ἔνθα ἐπανηγύριζον οἱ ἐγχώριοι· ὅπου καὶ τέμενος ἄσυλον. Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· «Ἐν ∆άφνῃ τῇ πρὸς Ἀντιοχείᾳ ἄλσος τι ἱερὸν. Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ ∆άφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλλωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν, καὶ ἔτυχε τῶν εὐχῶν.» (Εὐστάθιος Θεσσαλονίκης, Παρεκβολαὶ ∆ιονυσίου τοῦ περιηγητοῦ, 916)

18.
[1] Καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας τῆς μεγάλης πόλεμον κατὰ Περσῶν κινήσας ὁ αὐτὸς Τραϊανός· καὶ ἐνίκησεν αὐτοὺς κατὰ κράτος τῷ τρόπῳ τούτῳ. μαθὼν ὅτι διαφθονεῖται τῷ Σανατρουκίῳ, βασιλεῖ Περσῶν, ὁ ἴδιος αὐτοῦ ἐξάδελφος Παρθεμασπάτης, πέμψας πρὸς αὐτὸν ὑπενόθευσεν αὐτὸν Τραϊανὸς βασιλεύς, ταξάμενος δοῦναι αὐτῷ τὴν βασιλείαν Περσῶν, ἐὰν συμμαχήσῃ αὐτῷ. καὶ ὑπονοθευθεὶς ἦλθε πρὸς αὐτὸν νυκτός· καὶ λαβὼν αὐτὸν εἰς τὸ ἴδιον αὐτοῦ μέρος μετὰ τοῦ πλήθους αὐτοῦ ὁ αὐτὸς θειότατος Τραϊανός, ὥρμησε κατὰ τοῦ Σανατρουκίου, βασιλέως Περσῶν· καὶ πολλῶν Περσῶν πεσόντων συνελάβετο τὸν Σανατρούκιον, βασιλέα Περσῶν, φεύγοντα· καὶ ἐφόνευσεν αὐτόν. καὶ ἐποίησεν ἀντ' αὐτοῦ βασιλέα Περσῶν τοῖς ὑπολειφθεῖσι καὶ προσπεσοῦσιν αὐτῷ Πέρσαις ὁ αὐτὸς Τραϊανὸς κατὰ τὰς συντάξεις ὀνόματι Παρθεμασπάτην, υἱὸν Ὀσδρόου, γράψας τῇ συγκλήτῳ τῇ ἐν Ῥώμῃ ὅτι τοσαύτην καὶ ἄπειρον γῆν καὶ ἄμετρα διαστήματα ἀφεστηκότα τῆς Ῥώμης διοικεῖν οὐκ ἀντεχόμεθα, ἀλλὰ παράσχωμεν αὐτοῖς βασιλέα ὑποτεταγμένον τῷ τῶν Ῥωμαίων κράτει. καὶ ἀντέγραψεν αὐτῷ ἡ σύγκλητος ἀπὸ Ῥώμης ἅπαντα ποιῆσαι ὡς δ' ἂν βούληται καὶ αὐτὸς συνίδῃ συμφέρειν τῇ Ῥωμανίᾳ. καὶ ἐβασίλευσε Περσῶν ὁ Παρθεμασπάτης. τὸν δὲ πόλεμον καὶ τὴν κατὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραϊανοῦ ὁ σοφώτατος Ἀρειανὸς ὁ χρονογράφος ἐξέθετο, ἱστορήσας καὶ συγγραψάμενος πάντα ἀκριβῶς. (Μαλάλας, Ιωάννης, Χρονογραφία, Λόγος ΙΑʹ)

19.
[1] Ναῦς: Ἀρριανός· «Τραιανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν ν´ ναῦς εἶχε. δ´ δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ' ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε καὶ ἐπ' ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράττοιντο.» (Σούδα, Ν, 69)

[2] Cf. Ἀκροστόλια: Ἀρριανός· «τά τε ἀκροστόλια τῆς βασιλίδος νηὸς χρυσᾶ.» (Σούδα, Α, 1017)

20.
[1] Βόρσιππα, πόλις Χαλδαίων, οὐδετέρως, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς αὐτούς φησι. (Βυζάντιος, Στέφανος, Εθνικά, Β)

21.
[1] Σωφηνή, χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ. παρὰ δ' Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. οἱ κατοικοῦντες Σωφηνοί. φησὶ γὰρ Στράβων ἐν τῇ εἰρημένῃ Σωφηνὸς Ἀρσάκης ἔχων τὰ νότια μέρη. ἀντίκειται δὲ ταύτῃ ἡ Κομμαγηνὴ ὅμορος οὖσα τῇ Μελιτηνῇ. (Βυζάντιος, Στέφανος, Εθνικά, Σ)

22.
[1] Τύρος, νῆσος ἐν Φοινίκῃ, ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ. ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. τὸ ἐθνικὸν Τύριος καὶ Τυρία θηλυκὸν καὶ τὸ οὐδέτερον Τύριον. καὶ τὸ κτητικὸν Τυριακός ὡς Ῥοδιακός. ἐκλήθη δὲ καὶ Παλαίτυρος καὶ τὸ ἐθνικὸν Παλαιτύριος. (Βυζάντιος, Στέφανος, Εθνικά, Τ)