Παλατινή Ανθολογία/XII/43 Καλλιμάχου

AP ΧII 43 Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ
Συγγραφέας:
Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική)
Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ, Καλλιμάχου, Παλατινή Ανθολογία, Βιβλίο 12ο, επίγραμμα 43 (AP ΧII 43)


ΧII 43 Καλλιμάχου

Επεξεργασία
Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει.
Μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδ᾽ ἀπὸ κρήνης πίνω• σικχαίνω πάντα τὰ δημόσια.
Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός – ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις· «Ἄλλος ἔχει.»