Παλατινή Ανθολογία/XII/150 Καλλιμάχου

AP ΧII 150 Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν
Συγγραφέας:
Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική)
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν, Καλλιμάχου, Παλατινή Ανθολογία, Βιβλίο 12ο, επίγραμμα 150 (AP ΧII 150)


ΧII 150 Καλλιμάχου

Επεξεργασία
Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
Αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
Τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν• ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθ᾽ ἁμὶν †χ᾽ακαστας ἀφειδέα ποττὸν Ἔρωτα τοῦτ᾽ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον,
οὐδ᾽ ὅσον ἀττάραγόν τυ δεδοίκαμες.“ Αἱ γὰρ ἐπῳδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.