Παλατινή Ανθολογία/XII/118 Καλλιμάχου

AP ΧII 118 Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου
Συγγραφέας:
Παλατινή Ανθολογία, XII (βιβλίο 12ο, Μούσα Παιδική)
Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου, Καλλιμάχου, Παλατινή Ανθολογία, Βιβλίο 12ο, επίγραμμα 118 (AP ΧII 118)


ΧII 118 Καλλιμάχου

Επεξεργασία
Εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου, εἰ δ᾽ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
Ακρητος καὶ Ἔρως μ᾽ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν εἷλκεν, ὃ δ᾽ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
ἐλθὼν δ᾽ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα τὴν φλιήν: εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικέω.