Μίνως
Συγγραφέας:
Πρόσωπα: Ἑταῖρος, Σωκράτης


Σωκράτης

[313α] ὁ νόμος ἡμῖν τί ἐστιν;

Ἑταῖρος

ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;

Σωκράτης

τί δ᾽; ἔστιν ὅτι διαφέρει νόμος νόμου κατ᾽ αὐτὸ τοῦτο, κατὰ τὸ νόμος εἶναι; σκόπει γὰρ δὴ ὃ τυγχάνω ἐρωτῶν σε. ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός, εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι. οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς [313β] χρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ τὸ χρυσός: οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει, ἀλλὰ πάντες εἰσὶν ταὐτόν. νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δ᾽ ἧττον: τοῦτο δὴ αὐτὸ ἐρωτῶ, τὸ πᾶν τί ἐστιν νόμος. εἰ οὖν σοι πρόχειρον, εἰπέ.

Ἑταῖρος

τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλ᾽ ἢ τὰ νομιζόμενα;

Σωκράτης

ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα; ἢ ἄλλο μὲν λόγος, ἄλλο [313γ] δὲ τὰ λεγόμενα: καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα: καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμος, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτως ἢ πῶς σοι δοκεῖ;

Ἑταῖρος

ἄλλο μοι νῦν ἐφάνη.

Σωκράτης

οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα.

Ἑταῖρος

οὔ μοι δοκεῖ.

Σωκράτης

τί δῆτ᾽ ἂν εἴη νόμος; ἐπισκεψώμεθ᾽ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ‘ἐπειδὴ ὄψει φατὲ [314α] τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;’ ἀπεκρινάμεθ᾽ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα: εἰ δ᾽ αὖ ἤρετο ἡμᾶς, ‘τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ;’ ἀπεκρινάμεθ᾽ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ‘ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται; [314β] πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων: ἦ γάρ;’

Ἑταῖρος

πάνυ γε.

Σωκράτης

τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;

Ἑταῖρος

τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ [314γ] σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.

Σωκράτης

δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.

Ἑταῖρος

ἔγωγε.

Σωκράτης

καὶ ἴσως καλῶς λέγεις: τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;

Ἑταῖρος

ἔγωγε.

Σωκράτης

οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;

Ἑταῖρος

ναί.

Σωκράτης

τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;

Ἑταῖρος

πάνυ γε.

Σωκράτης

οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;

Ἑταῖρος

ναί.

Σωκράτης

οἱ δὲ [314δ] ἄνομοι ἀνομίᾳ ἄνομοι;

Ἑταῖρος

ναί.

Σωκράτης

οἱ δὲ νόμιμοι δίκαιοι;

Ἑταῖρος

ναί.

Σωκράτης

οἱ δὲ ἄνομοι ἄδικοι;

Ἑταῖρος

ἄδικοι.

Σωκράτης

οὐκοῦν κάλλιστον ἡ δικαιοσύνη τε καὶ ὁ νόμος;

Ἑταῖρος

οὕτως.

Σωκράτης

αἴσχιστον δὲ ἡ ἀδικία τε καὶ ἡ ἀνομία;

Ἑταῖρος

ναί.

Σωκράτης

καὶ τὸ μὲν σῴζει τὰς πόλεις καὶ τἆλλα πάντα, τὸ δὲ ἀπόλλυσι καὶ ἀνατρέπει;

Ἑταῖρος

ναί.

Σωκράτης

ὡς περὶ καλοῦ ἄρα τινὸς ὄντος δεῖ τοῦ νόμου διανοεῖσθαι, καὶ ὡς ἀγαθὸν αὐτὸ ζητεῖν.

Ἑταῖρος

πῶς δ᾽ οὔ;

Σωκράτης

οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον;

Ἑταῖρος

[314ε] ἔφαμεν γάρ.

Σωκράτης

τί οὖν; οὐκ ἔστιν τὰ μὲν χρηστὰ δόγματα, τὰ δὲ πονηρά;

Ἑταῖρος

ἔστιν μὲν οὖν.

Σωκράτης

καὶ μὴν νόμος γε οὐκ ἦν πονηρός.

Ἑταῖρος

οὐ γάρ.

Σωκράτης

οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.

Ἑταῖρος

οὐκ ἔμοιγε δοκεῖ.

Σωκράτης

οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.

Ἑταῖρος

οὐ δῆτα.

Σωκράτης

ἀλλὰ μὴν δόξα γέ τις καὶ αὐτῷ μοι καταφαίνεται ὁ νόμος εἶναι: ἐπειδὴ δὲ οὐχ ἡ πονηρὰ δόξα, ἆρα οὐκ ἤδη τοῦτο κατάδηλον, ὡς ἡ χρηστή, εἴπερ δόξα νόμος ἐστί;

Ἑταῖρος

ναί.

Σωκράτης

δόξα δὲ χρηστὴ τίς ἐστιν; οὐχ ἡ ἀληθής;

Ἑταῖρος

[315α] ναί.

Σωκράτης

οὐκοῦν ἡ ἀληθὴς δόξα τοῦ ὄντος ἐστὶν ἐξεύρεσις;

Ἑταῖρος

ἔστιν γάρ.

Σωκράτης

ὁ νόμος ἄρα βούλεται τοῦ ὄντος εἶναι ἐξεύρεσις.

Ἑταῖρος

πῶς οὖν, ὦ Σώκρατες, εἰ ὁ νόμος ἐστὶν τοῦ ὄντος ἐξεύρεσις, οὐκ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρώμεθα περὶ τῶν αὐτῶν, εἰ τὰ ὄντα γε ἡμῖν ἐξηύρηται;

Σωκράτης

βούλεται μὲν οὐδὲν ἧττον ὁ νόμος εἶναι τοῦ ὄντος ἐξεύρεσις: οἱ δ᾽ ἄρα μὴ τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμενοι [315β] ἄνθρωποι, ὡς δοκοῦμεν, οὐκ ἀεὶ δύνανται ἐξευρίσκειν ὃ βούλεται ὁ νόμος, τὸ ὄν. ἐπεὶ φέρε ἴδωμεν ἐὰν ἄρα ἡμῖν ἐνθένδε κατάδηλον γένηται εἴτε τοῖς αὐτοῖς ἀεὶ νόμοις χρώμεθα ἢ ἄλλοτε ἄλλοις, καὶ εἰ ἅπαντες τοῖς αὐτοῖς ἢ ἄλλοι ἄλλοις.

Ἑταῖρος

ἀλλὰ τοῦτό γε, ὦ Σώκρατες, οὐ χαλεπὸν γνῶναι, ὅτι οὔτε οἱ αὐτοὶ ἀεὶ τοῖς αὐτοῖς νόμοις χρῶνται ἄλλοι τε ἄλλοις. ἐπεὶ αὐτίκα ἡμῖν μὲν οὐ νόμος ἐστὶν ἀνθρώπους θύειν ἀλλ᾽ ἀνόσιον, Καρχηδόνιοι δὲ θύουσιν ὡς ὅσιον ὂν [315γ] καὶ νόμιμον αὐτοῖς, καὶ ταῦτα ἔνιοι αὐτῶν καὶ τοὺς αὑτῶν ὑεῖς τῷ Κρόνῳ, ὡς ἴσως καὶ σὺ ἀκήκοας. καὶ μὴ ὅτι βάρβαροι ἄνθρωποι ἡμῶν ἄλλοις νόμοις χρῶνται, ἀλλὰ καὶ οἱ ἐν τῇ Λυκαίᾳ οὗτοι καὶ οἱ τοῦ Ἀθάμαντος ἔκγονοι οἵας θυσίας θύουσιν Ἕλληνες ὄντες. ὥσπερ καὶ ἡμᾶς αὐτοὺς οἶσθά που καὶ αὐτὸς ἀκούων οἵοις νόμοις ἐχρώμεθα πρὸ τοῦ περὶ τοὺς ἀποθανόντας, ἱερεῖά τε προσφάττοντες πρὸ τῆς ἐκφορᾶς τοῦ νεκροῦ καὶ ἐγχυτιστρίας μεταπεμπόμενοι: οἱ [315δ] δ᾽ αὖ ἐκείνων ἔτι πρότεροι αὐτοῦ καὶ ἔθαπτον ἐν τῇ οἰκίᾳ τοὺς ἀποθανόντας: ἡμεῖς δὲ τούτων οὐδὲν ποιοῦμεν. μυρία δ᾽ ἄν τις ἔχοι τοιαῦτα εἰπεῖν: πολλὴ γὰρ εὐρυχωρία τῆς ἀποδείξεως ὡς οὔτε ἡμεῖς ἡμῖν αὐτοῖς ἀεὶ κατὰ ταὐτὰ νομίζομεν οὔτε ἀλλήλοις οἱ ἄνθρωποι.

Σωκράτης

οὐδέν τοι θαυμαστόν ἐστιν, ὦ βέλτιστε, εἰ σὺ μὲν ὀρθῶς λέγεις, ἐμὲ δὲ τοῦτο λέληθεν. ἀλλ᾽ ἕως ἂν σύ τε κατὰ σαυτὸν λέγῃς ἅ σοι δοκεῖ μακρῷ λόγῳ καὶ πάλιν ἐγώ, [315ε] οὐδὲν μή ποτε συμβῶμεν, ὡς ἐγὼ οἶμαι: ἐὰν δὲ κοινὸν τεθῇ τὸ σκέμμα, τάχ᾽ ἂν ὁμολογήσαιμεν. εἰ μὲν οὖν βούλει, πυνθανόμενός τι παρ᾽ ἐμοῦ κοινῇ μετ᾽ ἐμοῦ σκόπει: εἰ δ᾽ αὖ βούλει, ἀποκρινόμενος.

Ἑταῖρος

ἀλλ᾽ ἐθέλω, ὦ Σώκρατες, ἀποκρίνεσθαι ὅτι ἂν βούλῃ.

Σωκράτης

φέρε δὴ σύ, πότερα νομίζεις τὰ δίκαια ἄδικα εἶναι καὶ τὰ ἄδικα δίκαια, ἢ τὰ μὲν δίκαια δίκαια, τὰ δὲ ἄδικα ἄδικα;

Ἑταῖρος

ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα [316α] ἄδικα.

Σωκράτης

οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;

Ἑταῖρος

ναί.

Σωκράτης

οὐκοῦν καὶ ἐν Πέρσαις;

Ἑταῖρος

καὶ ἐν Πέρσαις.

Σωκράτης

ἀλλὰ ἀεὶ δήπου;

Ἑταῖρος

ἀεί.

Σωκράτης

πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;

Ἑταῖρος

οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.

Σωκράτης

οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ;

Ἑταῖρος

ναί.

Σωκράτης

τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται [316β] καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλ᾽ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.

Ἑταῖρος

οὕτως.

Σωκράτης

οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρ᾽ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.

Ἑταῖρος

ἔμοιγε δοκεῖ.

Σωκράτης

ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.

Ἑταῖρος

οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις: ἐπειδὰν δ᾽ ἐννοήσω [316γ] ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.

Σωκράτης

ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν. ἀλλ᾽ ὧδε μετ᾽ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων;

Ἑταῖρος

ἔγωγε.

Σωκράτης

οἶσθα οὖν τίνος τέχνης τοῦτ᾽ ἐστὶ τὸ σύγγραμμα;

Ἑταῖρος

οἶδα, ὅτι ἰατρικῆς.

Σωκράτης

οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;

Ἑταῖρος

φημί.

Σωκράτης

[316δ] πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;

Ἑταῖρος

ταὐτὰ ἔμοιγε δοκοῦσι.

Σωκράτης

πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;

Ἑταῖρος

ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.

Σωκράτης

καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;

Ἑταῖρος

ναί, καὶ ἀεί.

Σωκράτης

οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ [316ε] καὶ νομίζουσιν εἶναι;

Ἑταῖρος

ναί.

Σωκράτης

ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.

Ἑταῖρος

ἰατρικὰ μέντοι.

Σωκράτης

ἆρ᾽ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;

Ἑταῖρος

ναί.

Σωκράτης

τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;

Ἑταῖρος

κηπουρῶν.

Σωκράτης

κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.

Ἑταῖρος

ναί.

Σωκράτης

τῶν ἐπισταμένων κήπων ἄρχειν;

Ἑταῖρος

πῶς δ᾽ οὔ;

Σωκράτης

ἐπίστανται δ᾽ οἱ κηπουροί.

Ἑταῖρος

ναί.

Σωκράτης

τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;

Ἑταῖρος

μαγείρων.

Σωκράτης

μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;

Ἑταῖρος

μαγειρικοί.

Σωκράτης

τῶν ἐπισταμένων, ὡς [317α] ἔοικεν, ὄψου σκευασίας ἄρχειν;

Ἑταῖρος

ναί.

Σωκράτης

ἐπίστανται δέ, ὥς φασιν, οἱ μάγειροι;

Ἑταῖρος

ἐπίστανται γάρ.

Σωκράτης

εἶεν: τίνων δὲ δὴ τὰ περὶ πόλεως διοικήσεως συγγράμματά τε καὶ νόμιμά ἐστιν; ἆρ᾽ οὐ τῶν ἐπισταμένων πόλεων ἄρχειν;

Ἑταῖρος

ἔμοιγε δοκεῖ.

Σωκράτης

ἐπίστανται δὲ ἄλλοι τινὲς ἢ οἱ πολιτικοί τε καὶ οἱ βασιλικοί;

Ἑταῖρος

οὗτοι μὲν οὖν.

Σωκράτης

πολιτικὰ ἄρα ταῦτα συγγράμματά ἐστιν, οὓς οἱ ἄνθρωποι νόμους καλοῦσι, βασιλέων τε καὶ ἀνδρῶν [317β] ἀγαθῶν συγγράμματα.

Ἑταῖρος

ἀληθῆ λέγεις.

Σωκράτης

ἄλλο τι οὖν οἵ γε ἐπιστάμενοι οὐκ ἄλλοτε ἄλλα συγγράψουσι περὶ τῶν αὐτῶν;

Ἑταῖρος

οὔ.

Σωκράτης

οὐδὲ μεταθήσονταί ποτε περὶ τῶν αὐτῶν ἕτερα καὶ ἕτερα νόμιμα;

Ἑταῖρος

οὐ δῆτα.

Σωκράτης

ἐὰν οὖν ὁρῶμέν τινας ὁπουοῦν τοῦτο ποιοῦντας, πότερα φήσομεν ἐπιστήμονας εἶναι ἢ ἀνεπιστήμονας τοὺς τοῦτο ποιοῦντας;

Ἑταῖρος

ἀνεπιστήμονας.

Σωκράτης

οὐκοῦν καὶ ὃ μὲν ἂν ὀρθὸν ᾖ, νόμιμον αὐτὸ φήσομεν ἑκάστῳ εἶναι, ἢ τὸ ἰατρικὸν ἢ τὸ μαγειρικὸν ἢ τὸ κηπουρικόν;

Ἑταῖρος

[317γ] ναί.

Σωκράτης

ὃ δ᾽ ἂν μὴ ὀρθὸν ᾖ, οὐκέτι φήσομεν τοῦτο νόμιμον εἶναι;

Ἑταῖρος

οὐκέτι.

Σωκράτης

ἄνομον ἄρα γίγνεται.

Ἑταῖρος

ἀνάγκη.

Σωκράτης

οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεώς τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὃ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν: ἔστιν γὰρ ἄνομον.

Ἑταῖρος

ναί.

Σωκράτης

[317δ] ὀρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὕρεσιν.

Ἑταῖρος

φαίνεται.

Σωκράτης

ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ διαθεώμεθα. τίς ἐπιστήμων διανεῖμαι ἐπὶ γῇ τὰ σπέρματα;

Ἑταῖρος

γεωργός.

Σωκράτης

οὗτος δὲ τὰ ἄξια σπέρματα ἑκάστῃ γῇ διανέμει;

Ἑταῖρος

ναί.

Σωκράτης

ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαί εἰσιν;

Ἑταῖρος

ναί.

Σωκράτης

τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἄξια νεῖμαι; καὶ οἱ τίνος νόμοι ὀρθοί εἰσιν;

Ἑταῖρος

οἱ τοῦ [317ε] αὐλητοῦ καὶ τοῦ κιθαριστοῦ.

Σωκράτης

ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος.

Ἑταῖρος

ναί.

Σωκράτης

τίς δὲ τὴν τροφὴν ἐπὶ τὰ τῶν ἀνθρώπων σώματα διανεῖμαι ἄριστος; οὐχ ὅσπερ τὴν ἀξίαν;

Ἑταῖρος

ναί.

Σωκράτης

αἱ τούτου ἄρα διανομαὶ καὶ οἱ νόμοι βέλτιστοι, καὶ ὅστις περὶ ταῦτα νομικώτατος, καὶ νομεὺς ἄριστος.

Ἑταῖρος

πάνυ γε.

Σωκράτης

τίς οὗτος;

Ἑταῖρος

[318α] παιδοτρίβης.

Σωκράτης

οὗτος τὴν ἀνθρωπείαν ἀγέλην τοῦ σώματος νέμειν κράτιστος;

Ἑταῖρος

ναί.

Σωκράτης

τίς δὲ τὴν τῶν προβάτων ἀγέλην κράτιστος νέμειν; τί ὄνομα αὐτῷ;

Ἑταῖρος

ποιμήν.

Σωκράτης

οἱ τοῦ ποιμένος ἄρα νόμοι ἄριστοι τοῖς προβάτοις.

Ἑταῖρος

ναί.

Σωκράτης

οἱ δὲ τοῦ βουκόλου τοῖς βουσί.

Ἑταῖρος

ναί.

Σωκράτης

οἱ δὲ τοῦ τίνος νόμοι ἄριστοι ταῖς ψυχαῖς τῶν ἀνθρώπων; οὐχ οἱ τοῦ βασιλέως; φάθι.

Ἑταῖρος

φημὶ δή.

Σωκράτης

[318β] καλῶς τοίνυν λέγεις. ἔχοις ἂν οὖν εἰπεῖν τίς τῶν παλαιῶν ἀγαθὸς γέγονεν ἐν τοῖς αὐλητικοῖς νόμοις νομοθέτης; ἴσως οὐκ ἐννοεῖς, ἀλλ᾽ ἐγὼ βούλει σε ὑπομνήσω;

Ἑταῖρος

πάνυ μὲν οὖν.

Σωκράτης

ἆρ᾽ οὖν ὁ Μαρσύας λέγεται καὶ τὰ παιδικὰ αὐτοῦ Ὄλυμπος ὁ Φρύξ;

Ἑταῖρος

ἀληθῆ λέγεις.

Σωκράτης

τούτων δὴ καὶ τὰ αὐλήματα θειότατά ἐστι, καὶ μόνα κινεῖ καὶ ἐκφαίνει τοὺς τῶν θεῶν ἐν χρείᾳ ὄντας: καὶ ἔτι καὶ [318γ] νῦν μόνα λοιπά, ὡς θεῖα ὄντα.

Ἑταῖρος

ἔστι ταῦτα.

Σωκράτης

τίς δὲ λέγεται τῶν παλαιῶν βασιλέων ἀγαθὸς νομοθέτης γεγονέναι, οὗ ἔτι καὶ νῦν τὰ νόμιμα μένει ὡς θεῖα ὄντα;

Ἑταῖρος

οὐκ ἐννοῶ.

Σωκράτης

οὐκ οἶσθα τίνες παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;

Ἑταῖρος

ἆρα Λακεδαιμονίους λέγεις καὶ Λυκοῦργον τὸν νομοθέτην;

Σωκράτης

ἀλλὰ ταῦτά γε οὐδέπω ἴσως ἔτη τριακόσια ἢ ὀλίγῳ τούτων πλείω. ἀλλὰ τούτων τῶν νομίμων τὰ βέλτιστα πόθεν [318δ] ἥκει; οἶσθα;

Ἑταῖρος

φασί γε ἐκ Κρήτης.

Σωκράτης

οὐκοῦν οὗτοι παλαιοτάτοις νόμοις χρῶνται τῶν Ἑλλήνων;

Ἑταῖρος

ναί.

Σωκράτης

οἶσθα οὖν τίνες τούτων ἀγαθοὶ βασιλῆς ἦσαν; Μίνως καὶ Ῥαδάμανθυς, οἱ Διὸς καὶ Εὐρώπης παῖδες, ὧν οἵδε εἰσὶν οἱ νόμοι.

Ἑταῖρος

Ῥαδάμανθύν γέ φασιν, ὦ Σώκρατες, δίκαιον ἄνδρα, τὸν δὲ Μίνων ἄγριόν τινα καὶ χαλεπὸν καὶ ἄδικον.

Σωκράτης

Ἀττικόν, ὦ βέλτιστε, λέγεις μῦθον καὶ τραγικόν.

Ἑταῖρος

[318ε] τί δέ; οὐ ταῦτα λέγεται περὶ Μίνω;

Σωκράτης

οὔκουν ὑπό γε Ὁμήρου καὶ Ἡσιόδου: καίτοι γε πιθανώτεροί εἰσιν ἢ σύμπαντες οἱ τραγῳδοποιοί, ὧν σὺ ἀκούων ταῦτα λέγεις.

Ἑταῖρος

ἀλλὰ τί μὴν οὗτοι περὶ Μίνω λέγουσιν;

Σωκράτης

ἐγὼ δή σοι ἐρῶ, ἵνα μὴ καὶ σὺ ὥσπερ οἱ πολλοὶ ἀσεβῇς. οὐ γὰρ ἔσθ᾽ ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδ᾽ ὅτι χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους: ἀλλὰ πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς [319α] ἄνδρα ψέξειν ἢ ἐπαινέσεσθαι, μὴ οὐκ ὀρθῶς εἴπῃς. τούτου καὶ ἕνεκα χρὴ μανθάνειν διαγιγνώσκειν χρηστοὺς καὶ πονηροὺς ἄνδρας. νεμεσᾷ γὰρ ὁ θεός, ὅταν τις ψέγῃ τὸν ἑαυτῷ ὅμοιον ἢ ἐπαινῇ τὸν ἑαυτῷ ἐναντίως ἔχοντα: ἔστι δ᾽ οὗτος ὁ ἀγαθός. μὴ γάρ τι οἴου λίθους μὲν εἶναι ἱεροὺς καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή: ἀλλὰ πάντων τούτων ἱερώτατόν ἐστιν ἄνθρωπος ὁ ἀγαθός, καὶ μιαρώτατον ὁ πονηρός.

ἤδη οὖν καὶ περὶ Μίνω, ὡς αὐτὸν Ὅμηρός τε καὶ Ἡσίοδος [319β] ἐγκωμιάζουσι, τούτου ἕνεκα φράσω, ἵνα μὴ ἄνθρωπος ὢν ἀνθρώπου εἰς ἥρω Διὸς ὑὸν λόγῳ ἐξαμαρτάνῃς. Ὅμηρος γὰρ περὶ Κρήτης λέγων ὅτι πολλοὶ ἄνθρωποι ἐν αὐτῇ εἰσιν καὶ ἐνενήκοντα πόληες, τῇσι δέ, φησίν—“ἔνι Κνωσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής. (Ὅμηρος, Ὀδύσσεια, 19.179)

[319γ] ἔστιν οὖν τοῦτο Ὁμήρου ἐγκώμιον εἰς Μίνων διὰ βραχέων εἰρημένον, οἷον οὐδ᾽ εἰς ἕνα τῶν ἡρώων ἐποίησεν Ὅμηρος. ὅτι μὲν γὰρ ὁ Ζεὺς σοφιστής ἐστιν καὶ ἡ τέχνη αὕτη παγκάλη ἐστί, πολλαχοῦ καὶ ἄλλοθι δηλοῖ, ἀτὰρ καὶ ἐνταῦθα. λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος τοῦ Διός. ὅτι οὖν τοῦτο τὸ γέρας οὐκ ἔστιν ὅτῳ ἀπένειμεν Ὅμηρος τῶν ἡρώων, ὑπὸ Διὸς πεπαιδεῦσθαι, ἄλλῳ ἢ Μίνῳ, [319δ] τοῦτ᾽ ἔστιν ἔπαινος θαυμαστός. καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν: Ῥαδάμανθυν δὲ οὔτ᾽ ἐνταῦθα δικάζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ. διὰ ταῦτά φημ᾽ ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Ὁμήρου ἐγκεκωμιάσθαι. τὸ γὰρ Διὸς ὄντα παῖδα μόνον ὑπὸ Διὸς πεπαιδεῦσθαι οὐκ ἔχει ὑπερβολὴν ἐπαίνου —τοῦτο γὰρ σημαίνει τὸ ἔπος τὸ— “ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, (Ὅμηρος, Ὀδύσσεια, 11.569)

[319ε] συνουσιαστὴν τοῦ Διὸς εἶναι τὸν Μίνων. οἱ γὰρ ὄαροι λόγοι εἰσίν, καὶ ὀαριστὴς συνουσιαστής ἐστιν ἐν λόγοις —ἐφοίτα οὖν δι᾽ ἐνάτου ἔτους εἰς τὸ τοῦ Διὸς ἄντρον ὁ Μίνως, τὰ μὲν μαθησόμενος, τὰ δὲ ἀποδειξόμενος ἃ τῇ προτέρᾳ ἐννεετηρίδι ἐμεμαθήκει παρὰ τοῦ Διός. εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως [320α] ὑπολαμβάνοντες: πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν. ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην. καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις. [320β] οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρ᾽ ἃ ἐνόμιζεν: ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν. ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, δι᾽ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφ᾽ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν.

Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ: ἐπεπαίδευτο γὰρ [320γ] ὑπὸ τοῦ Μίνω. ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν τέχνην, ἀλλ᾽ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίοις: ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι. νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ. ὁ γὰρ Τάλως τρὶς περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς νόμους, ὅθεν χαλκοῦς ἐκλήθη. εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ [320δ] τούτων εἰς τὸν Μίνων. μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν— “ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων, καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων, Ζηνὸς ἔχων σκῆπτρον: τῷ καὶ πολέων βασίλευεν. (Ἡσίοδος, Ἔργα καὶ ἡμέραι, 144)

καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.

Ἑταῖρος

διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατεσκέδασται [320ε] τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;

Σωκράτης

δι᾽ ὃ καὶ σύ, ὦ βέλτιστε, ἐὰν σωφρονῇς, εὐλαβήσῃ, καὶ ἄλλος πᾶς ἀνὴρ ὅτῳ μέλει τοῦ εὐδόκιμον εἶναι, μηδέποτε ἀπεχθάνεσθαι ἀνδρὶ ποιητικῷ μηδενί. οἱ γὰρ ποιηταὶ μέγα δύνανται εἰς δόξαν, ἐφ᾽ ὁπότερα ἂν ποιῶσιν εἰς τοὺς ἀνθρώπους, ἢ εὐλογοῦντες ἢ κακηγοροῦντες. ὃ δὴ καὶ ἐξήμαρτεν ὁ Μίνως, πολεμήσας τῇδε τῇ πόλει, ἐν ᾗ ἄλλη τε πολλὴ σοφία ἐστὶ καὶ ποιηταὶ παντοδαποὶ τῆς τε ἄλλης ποιήσεως [321α] καὶ τραγῳδίας. ἡ δὲ τραγῳδία ἐστὶν παλαιὸν ἐνθάδε, οὐχ ὡς οἴονται ἀπὸ Θέσπιδος ἀρξαμένη οὐδ᾽ ἀπὸ Φρυνίχου, ἀλλ᾽ εἰ θέλεις ἐννοῆσαι, πάνυ παλαιὸν αὐτὸ εὑρήσεις ὂν τῆσδε τῆς πόλεως εὕρημα. ἔστιν δὲ τῆς ποιήσεως δημοτερπέστατόν τε καὶ ψυχαγωγικώτατον ἡ τραγῳδία: ἐν ᾗ δὴ καὶ ἐντείνοντες ἡμεῖς τὸν Μίνων τιμωρούμεθα ἀνθ᾽ ὧν ἡμᾶς ἠνάγκασε τοὺς δασμοὺς τελεῖν ἐκείνους. τοῦτο οὖν ἐξήμαρτεν ὁ Μίνως, ἀπεχθόμενος ἡμῖν, ὅθεν δή, ὃ σὺ ἐρωτᾷς, κακοδοξότερος [321β] γέγονεν. ἐπεὶ ὅτι γε ἀγαθὸς ἦν καὶ νόμιμος, ὅπερ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, νομεὺς ἀγαθός, τοῦτο μέγιστον σημεῖον, ὅτι ἀκίνητοι αὐτοῦ οἱ νόμοι εἰσίν, ἅτε τοῦ ὄντος περὶ πόλεως οἰκήσεως ἐξευρόντος εὖ τὴν ἀλήθειαν.

Ἑταῖρος

δοκεῖς μοι, ὦ Σώκρατες, εἰκότα τὸν λόγον εἰρηκέναι.

Σωκράτης

οὐκοῦν εἰ ἐγὼ ἀληθῆ λέγω, δοκοῦσί σοι παλαιοτάτοις Κρῆτες οἱ Μίνω καὶ Ῥαδαμάνθυος πολῖται νόμοις χρῆσθαι;

Ἑταῖρος

φαίνονται.

Σωκράτης

οὗτοι ἄρα τῶν παλαιῶν ἄριστοι νομοθέται γεγόνασιν, [321γ] νομῆς τε καὶ ποιμένες ἀνδρῶν, ὥσπερ καὶ Ὅμηρος ἔφη ποιμένα λαῶν εἶναι τὸν ἀγαθὸν στρατηγόν.

Ἑταῖρος

πάνυ μὲν οὖν.

Σωκράτης

φέρε δὴ πρὸς Διὸς φιλίου: εἴ τις ἡμᾶς ἔροιτο, ὁ τῷ σώματι ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς τί ἐστιν ταῦτα ἃ διανέμων ἐπὶ τὸ σῶμα βέλτιον αὐτὸ ποιεῖ, εἴποιμεν ἂν καλῶς τε καὶ διὰ βραχέων ἀποκρινόμενοι, ὅτι τροφήν τε καὶ πόνους, τῇ μὲν αὔξων, τοῖς δὲ γυμνάζων καὶ συνιστὰς τὸ σῶμα αὐτό.

Ἑταῖρος

ὀρθῶς γε.

Σωκράτης

[321δ] εἰ οὖν δὴ μετὰ τοῦτο ἔροιτο ἡμᾶς, ‘τί δὲ δή ποτε ἐκεῖνά ἐστιν, ἃ ὁ ἀγαθὸς νομοθέτης τε καὶ νομεὺς διανέμων ἐπὶ τὴν ψυχὴν βελτίω αὐτὴν ποιεῖ;’ τί ἂν ἀποκρινάμενοι οὐκ ἂν αἰσχυνθεῖμεν καὶ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς ἡλικίας αὑτῶν;

Ἑταῖρος

οὐκέτι τοῦτ᾽ ἔχω εἰπεῖν.

Σωκράτης

ἀλλὰ μέντοι αἰσχρόν γε τῇ ψυχῇ ἡμῶν ἐστιν ἑκατέρου, τὰ μὲν ἐν αὐταῖς φαίνεσθαι μὴ εἰδυίας, ἐν οἷς αὐταῖς ἔνεστι καὶ τὸ ἀγαθὸν καὶ τὸ φλαῦρον, τὰ δὲ τοῦ σώματος καὶ τὰ τῶν ἄλλων ἐσκέφθαι.