Λόγος παραινετικός εκ Γορτύνης εις Ιταλίαν Ρώμης
Λόγος παραινετικὸς ἐκ Γορτύνης εἰς Ἰταλίαν Ῥώμης Συγγραφέας: |
Ἄνδρες Ἰταλοὶ καὶ ἑσπέριοι· ὅσοι διάδοχοι τῶν ἑλληνικῶν ἀρετῶν, συνάμα δὲ καὶ τῶν καλῶν ἐγεγόνειτε· ἧκον ὑμῖν ἔτ᾽ αὖθις οὐχ ἑκὼν εἶναι ἐκ τῆς Ἑλλάδος· ἄξιος μὲν φιλανθρωπίας καὶ οἴκτου, διὰ τὴν ἅλωσιν τῆς πατρίδος, καὶ τὰς μετὰ ταῦτα περιπετείας· εὐεργέτης δ᾽ ἐνίοις ὑμῶν, τῇ τ᾽ ἐν Βυζαντίῳ κἀν Κρήτῃ δια-τριβῇ, ὅσα γε τὰ ἐς λόγους κατὰ δύναμιν ἡμετέραν. καὶ νῦν δ᾽ ἴσως φανείην ἂν εὐεργετικώτερος, εἴ μοι πέρας σχοίη ἅττα βούλομαι ξυνειπόντι, καρποφόρα ὑμῖν καὶ ἀνύσιμα δόξαντα. ἢν δ᾽ ἔνια τούτων, μᾶλλον δὲ τὰ πλείω ἢ πάντα, ὑμῖν συ-ναγορεύοντα δόξῃ, ὅτῳ τρόπῳ χρηστέον τοῖς ἐς Ἕλληνα λόγον, μή μοι πρὸς θεοῦ τις νεμεσήσειεν ἄλλως, ὅτι μὴ τὰ τῆς συνηγορίας μόνον, οὐκ ἐς πέρας ἥξοι γε ἀγαθόν. ἦ γὰρ δὴ τότε, ἄξιόν γε ἂν εἴη, καὶ ὑμῖν ἐπ᾽ ἀδείας πάντα καθ᾽ ἡμῶν εἰπεῖν τὲ καὶ δράσαι, ἧ γνώμης ἔχετε, κόρου ὡς ἂν μὴ τυχόντες, ὅπερ ἀπείη, τῶν ἐλπισθέντων ὑμῖν.Οὐδεὶς δ᾽ ἄν μοι δοκῶ δικαίως ἐπιτιμήσειεν, εἴ γε ὅπως ὑμῖν ἐπανήκω καὶ ὅθεν προδιεξέλθοιμι. εὐμενέστερον γὰρ οὕτω καὶ τὰ τῆς συνηγορίας ἴσως προσ-ήσεσθε.Ἐξ οὗπερ ὁ τῶν Τεύκρων καὶ ἄλλων οὐκ ὀλίγων ἐθνῶν ἡγεμὼν, εἷλε μὲν τὸ Βυζάντιον κατὰ κράτος, ἐκράτησε δὲ ἡμῶν καὶ τῶν ἐφ᾽ ἡμῖν, καὶ πρός γ᾽ ἐπὶ τούτοις τῆδε κἀκεῖσε διεσκεδάσθημεν, ἔς γε αὐτὰ δὴ ταῦτα τὰ τέλη τὰ ὑπὸ ἥλιον, ἔδοξέ μοι δεῖν εἶναι, μετά γε τὸ, Ἰταλίαν ἱστορηκέναι, καὶ ἄλλας ἐπαρχίας οὐκ ὀλίγας τῆς οἰκουμένης, ἐν Κρήτῃ καταλῦσαι τῇ ἀρχαιοτάτῃ καὶ περιδόξῳ, διά τε τὴν ἀρετὴν τῶν προγόνων, καὶ τῆς ξυνοικίας τὴν παλαιότητα· τῆ μὲν, διὰ τὸ γένος καὶ τὸν Ἕλληνα λόγον, τῆ δὲ, καραδοκοῦντα τὴν ἐξώλειαν τῶν Ἀχαιμενίδων· τοῦθ᾽ ὅπερ οὐχ ὅσον ἐξεδεχόμην ἐγὼ, ἀλλὰ καὶ ἄλλοι πολλοὶ, πολλῶ βελτίους ἤπερ ἐγώ. ἐπεὶ δ᾽ οὐκ ἀγαθῇ τύχῃ, μᾶλλον δ᾽ ἡνίᾳ τῇ τῆς προνοίας, κεῖνον μὲν ἐπῃσθόμην προκόπτοντα ἐς τὸ βέλτιον, ἡμᾶς δ᾽ οὐκ οἶδ᾽ ὅπως, ἢ ὡς εἴποιμι εὐπρεπῶς, ἐς τὰ χείρω καθ᾽ ἑκάστην προχωροῦντας καὶ καταῤῥέοντας, παρεὶς οὐχ ὅσον Κρήτην, ἀλλὰ καὶ πᾶσαν γε τὴν Ἑλλάδα, ἥκω ξυνοικήσων ὑμῖν, ἐφ᾽ ὁτῳδήποτε δαίμονι· οἷς τὰ κράτιστα τῶν Ἑλλήνων ἐκτήθη καὶ ἐξεδόθη, σπουδῇ καὶ ῥώμῃ καὶ εὐφυΐᾳ, ἐξ ὧν πάντα τῶν ἐν ἀνθρώποις κτητά τε καὶ ὑποχείρια. καὶ ἔτι δὲ ἅμα τεθαῤῥηκὼς, ἐμέ τε δράσαι, ὑμᾶς τε πεῖσαι, ἄξια μεν Ἑρμῇ καὶ τοῖς ἔργοις αὐτοῦ· αἱρετὰ δὲ καὶ χαρίενθ᾽ ἅμα καὶ ἐφετὰ, ὑμῖν καὶ τοῖς μεθ᾽ ὑμᾶς, κἀμοὶ καὶ τοῖς μετ᾽ ἐμέ. καὶ ταῦτα μὲν περὶ τοῦδε, ἐς τόδε καὶ ἐς τοσόνδε. Ὁ μέντοιγε λόγος ὦ περιττοὶ πάντα καὶ τὰ ἐς λόγους ἑσπέριοι, ἔστι μὲν δῶρον ἡμῖν ἐκ θεοῦ, ἔστι δ᾽ ὡς ἄν τις εἴποι γε καὶ θεός. εἰ δ᾽ ὁποτέρως κλητέον, τὸ χρῆμα κτητέον, τοῦ παντός γε ἂν προκριτέον καὶ μετιτέον αὐτὸ, ὅση τοῖς ποθοῦσι τοῦ τοιοῦδε χρήματος ἔφεσις· ἧ δὴ καὶ ποιοῦσιν, οἱ κρείττονι λόγῳ τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις διαγινώσκοντες. καὶ ποιοῖεν εἴθε γε τοῦτο, ἔστ᾽ ἂν κινῆσθον χρόνος καὶ ἥλιος, καὶ τὰ τούτοιν ὕπο γεννώμενα καὶ μετρούμενα. ἦ γὰρ ἂν ἐφ᾽ ἡμῶν, ὅπερ ὁ Πλάτων ἀνέθηλεν ἔφησεν, ὁ χρόνος τῆς εὐζωΐας· τὸ πάντων πρὸς πάντων ἐφετὸν καὶ ἐράσμιον. εἰ δ᾽ ὥσπερ τοὺς ὑμετέρους παῖδας ἀναδιδάσκετε παιδαγωγοῦντες πρὸς τὸν ὑμέτερον, οὕτω δὴ καὶ πρὸς τὸν ἡμέτερον ἐκπαιδεύειν †εἱλάτετε τοὺς αὐτοὺς, κατά τε στοιχεῖον καὶ συλλαβὴν, λέξιν τὲ καὶ λόγον, καὶ τουτουῒ τὴν ἰδέαν, κατά γε βαθμίδα καὶ μέθοδον τεχνικὴν, ἀλλὰ μὴ κατ᾽ ἐπίδειξιν καὶ φωνάσκειαν, εἴητ᾽ ἂν τοιοῦτοι ἐς τὸν Ἕλληνα λόγον, οἷοιπέρ ἐστε εἰς τὸν ἕτερον τὸν ὑμῶν. τί οὖν ἐστι τοῦτο καὶ οἱονδήποτε, ὅ,τι σχεδὸν ᾐνιξάμην; τοῦτ᾽ ἐρῶν εὐκρινέστερον εἴ τι μοι δύναμις ἔρχομαι. Πολλοὶ πολλάκις τῶν Ἑλλήνων ἐκ παλαιοῦ ἄνδρες Εὐρωπαῖοι, κατήρκασιν ὡς ὑμᾶς, γένει καὶ συνέσει καὶ λόγοις οἱ πλείους, πολλοὺς τῶν Ἑλλήνων γε πα-ριόντες. τούτους δὴ οὖν φοιτῶντας γε παρ᾽ ὑμᾶς, καὶ τοὺς ὑμετέρους καθηγητὰς, ἔρωτι λόγων τῶν ἑσπερίων, ἐφιστᾶτε διδασκάλους, ὑμῶν τε καὶ τῶν υἱέων, ἐς τοῖν ἀρίστοιν λόγοιν τὸν ἕτερον· καλῶς μὲν τοῦτο ποιοῦντες· καὶ στεφάνων ἀξίως· τὸν δὲ τρόπον τοῦ διδάσκειν ἐμοὶ δοκεῖν οὐκ ὀρθῶς. πῶς γὰρ οὒ, οἵ γε τούτους ἐᾶτε λατινικῶς αἰεὶ προφέρειν ἑκατέρω τὼ λόγω, καὶ μὴ κατὰ φύσιν καὶ τρόπον ἑκάτερον τὸν αὐτοῖν. φύσις δὲ καὶ τρόπος ἑκατέροιν ἐστὶ, ῥωμαϊστὶ μὲν τόνδε, ἑλληνιστὶ δὲ διδάσκειν τὸν ἕτερον. ἐκείνη δὲ ἧ ποιεῖτε, οἱ μὲν διδάσκοντες, ἀεί γε πρὸς τὸ κρεῖττον ἐπιδιδόασιν ἐφ᾽ ἑκάτερον· οἱ δ᾽ ἀκροώμενοι, προχωροῦσιν ὡς εἰκὸς ἐπ᾽ οὐδέτερον. εἰ δ᾽ οὐ λέγοιμι τἀληθῆ, θᾶττον ἂν δῆλον γένοιτ᾽ ἐγγύθεν.
Πόσος δὴ χρόνος ἐνεγένετο ἄνωθεν ὡς ἡμᾶς, ἐξ οὗ τὰ τῶν Ἑλλήνων ἀσκεῖτε καὶ ἐκπαιδεύεσθε, καὶ οὐδεὶς ὑμῶν ἐστιν εἷς, οὐ δ᾽ ἐγένετο, οὐ δ᾽ ἔσται οἶμαι, τοιουτότροπα προχωρούντων τὰ ἐς λόγους τῶν Ἀθηναίων, ὅστις ὀρθῶς κανονίζειν καὶ ἐτυμολογεῖν εἴσεται, ἢ ἕνα λόγον συγγράψασθαι ἀπταιστὶ, ἢ τὸ γοῦν ἧττον ἁπάντων, καλῶς προφέρειν καὶ διδάσκειν ἑτέρους τὰ μεμυημένα διδάγματα, τῶν Ἑλλήνων ἀνυποστόλως ἐν μέσῃ τῇ Ἰταλίᾳ, καὶ προφερόντων, καὶ διδασκόντων, καὶ συγγραφομένων εἰσέτι καὶ νῦν, μὴ ὅτι γράμμα καὶ λόγον, ἀλλὰ βιβλία καὶ τόσα, μικροῦ δεῖν οἶμαι νικῶντα τὸν ἀριθμόν. πόθεν τοῦτο γέγονε τὴν ἀρχήν· πῶς προυχώρησεν ἀσκεπτεί· τίσιν ἔλαβε τὴν φορὰν, καὶ τίσιν ἔσχε τὴν πρόοδον· ἢ ὅθεν αὐτὸς ἀρχῆθεν εὐστοχώτατα ἔφην, ἐκ τοῦ γε μὴ διδάσκειν ἑλληνιστὶ τοὺς ἑσπερίους τοὺς Ἕλληνας. τί γὰρ καὶ λαβόντες πλέον οἴκαδε ἐπανήκετε, ὅτι μὴ λέξιν ὡς ἄν τις εἴποι καὶ νόημα, καθάπερ ἐπῃσθόμην ἐνιαχῆ που τῆς Ἰταλίας· ἃ καὶ εὑρεῖν ἐστιν ἐφικτὸν, μὴ δ᾽ ὄντος ὑφηγητοῦ τοῖς σπουδαίοις, μετρίως γοῦν εἰδόσιν ἀναγινώσκειν, τὸν τεχνικὸν ἀναλεγομένοις. οὐκ ἴσθ᾽ ὅτι ψυχὴ τοῦ λόγου, καὶ τῶν μαθημάτων ἁπάντων ἐστὶν ἡ γραμματικὴ, ἥτις ὑπὸ μεγέθους καὶ σφετέρας δυνάμεως, πᾶσι πρόσεστιν ἀναγκαίως τοῖς ὅπως ἔχουσι λόγων ἐπιβολῆς καὶ δυνάμεως; ἐμπειρίαν γάρ φησιν εἶναι τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων, ὁ τεχνικὸς αὐτὴν ὁριζόμενος. τίς δὴ οὖν ῥήτωρ, εὐφραδὴς καὶ δόκιμος καὶ κομψὸς, εἰ μὴ μετίῃ γραμματικὴν, τὸ ἄρτυμα τῶν τεχνῶν, τὴν ζύμην, τὴν ψυχὴν τῆς σοφίας, τὸν ὀφθαλμὸν πασῶν τῶν ἐπιστημῶν. τίς φιλόσ-φος ἀνεπίληπτος· τίς μαθηματικὸς ταύτης ἄνευ καὶ θεολογίας ἐπήβολος. ποῖος δ᾽ ἂν ὅλως κληθείη γε ἐπιστήμων, τῆς πρώτης τέχνης ἀπείρατος· καὶ πῶς δ᾽ ἂν μᾶλλον καὶ ὁστισοῦν συνέγραψεν ὁτιοῦν, μὴ τῶν τεχνῶν πεπειραμένος τῆς ἀρχηγοῦ. εἰ γάρ τις μὴ τῆς πρώτης βαθμίδος ἐφάψηται, πῶς ἐς τὰ ἄνω προβαίη τῆς κλίμακος. ἐγὼ μὲν οἶμαι, μᾶλλον δὲ οἶδα σαφῶς, τὴν γραμματικὴν τοῦ παντὸς λόγου τὸ ἥμισυ δύνασθαι· εἴπερ ἀρχὴ πᾶσα τέλους οὑτινοσοῦν πλέον δύναται τοῦ ἡμίσεος. τούτου δ᾽ ἔχοντος οὕτω, καὶ ὑμῶν ὡς ἐγ᾽ ᾦμαι συμμαρτυρούντων, μετιτέον ἂν εἴη γραμματικὴν, καὶ προσκλητέον τοὺς ταύτης δαήμονας· μὴ πόνων, μὴ λόγων, μὴ σωμάτων, μὴ χρημάτων, μηδενὸς ἄλλού του μελήσαντας πρὸς τὸ κτήσασθαι, τὸ, τῶν ἐν τοῖς οὖσι πάντων ἐπέκεινα.
Πρὸς δέ γε τούτοις, ἡδέως ἂν ὑμῶν γε πυθοίμην· καί μοι μηδεὶς ἀχθεσθῇ, πρὸς σοφίας καὶ λόγων· δίκαιον γὰρ, ὅσω καὶ ἀρετῆς μάλιστα πάντων καὶ παιδείας ἀντιποιεῖσθε· καὶ ἔθ᾽ ἵνα μὴ δῶμεν λαβὴν τοῖς διαφόροις ἡμῖν, ἐμεῖν ὡς ἡμᾶς ἀπεριμερίμνως ὅσα καὶ βούλοιντο· πότερ᾽ ὑμῖν τοῦ παιδεύοντος δεῖ, ἢ πορθμέως τοῦ καλλίστου τῶν ἐν τοῖς Ἕλλησιν. εἰ μὲν δὴ μόνου πορθμέως, περιττὸν ἂν εἴη μανθάνειν διακηρύττεσθαι πανταχῆ, μὴ προσόντων ὑμῖν τῶν ἐκ τῆς τέχνης καλῶν, ἐτυμολογίας λέγω καὶ γλώττης· ἀναλογίας καὶ ἱστορίας, τῶν γραμματικῆς ὀργάνων καὶ τῶν τελῶν. εἰ δέ γε τοῦ παιδευτοῦ, καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ δυνάμεως, τί τὸν καρπὸν ἀφέντες, περὶ τὰ φῦλλα σπουδάζετε, καὶ πάντα πόνον περὶ τούτων ὑφίστασθε· δέον πάντα κάλων κινεῖν, ἐπὶ τῷ κτήσασθαι τὸν καρπόν. καρπὸς δ᾽ ἂν εἴη σαφὴς, γραμματικὴν ἐπιστήσεσθαι· ἧς ἄνευ, κατὰ πετρῶν καὶ ἐς ἄμμον ἀροτριᾶτε καὶ σπείρετε. οὕτώ τοι ἥγημαι περιττὸν καὶ ἀλυσιτελὲς ἅμα, ἰταλικῶς τὰ τῶν Ἑλλήνων διδάσκεσθαι. τοῦτο δὴ τὸ κωλύον ὑμᾶς ἐπιβαλέσθαι τὸν Ἕλληνα.
αί μοι θαυμάζειν ἔπεισι νὴ τοὺς λόγους, ὅταν ἐνίους ἀκούω τῶν Ἰταλῶν, Ὅμηρόν τε καὶ Θουκυδίδην ἐς τὴν Ῥωμαίων διαπορθμεύοντας· λυμαινομένους τὴν ἐκλογὴν τῶν λέξεων καὶ τὸ κύριον, καὶ ἔτι μᾶλλον τὴν χάριν καὶ τὴν ἰδέαν τῶν λόγων, οὓς ἐγέννησεν Ἀθηνᾶ, καὶ χορὸς Μουσῶν ἐμαιώσαντο, Ἀπόλλων τὲ ἀνεθρέψατο, καὶ τοῖς Ἕλλησιν Ἑρμῆς ὑπηγόρευσε.Xωρὶς δὲ τούτων, οὐδὲν ἄλλο μοι δοκοῦσιν ἀκούειν οἱ ταῦτα γε μετιόντες, ἢ κιθάραν ἀσύμφωνα καὶ ἀνάρμοστα κιθαρίζουσαν. τί γὰρ ᾠδῆς ὄφελος, ἀπούσης τῆς ἁρμονίας· τί δὲ τοῦ αὐλοῦντος ἢ τοῦ σαλπίζοντος, μὴ σὺν ἁρμονίᾳ γε μουσικῆς. ἁπλοῦς γὰρ φθόγγος, ποικιλίας ἄνευ καὶ συμφωνίας, οὐ κηλεῖν πέφυ-κε μᾶλλον, ἢ τοὺς ἀκούοντας καταπλήττειν. εἰ δέ τις φαίη τοὺς τῶν Ῥωμαίων πορθμέας, εὐθέτως καὶ ὡς προσήκει διερμηνεύειν τὸν Ἕλληνα, ἐς τὴν σφετέραν φωνήν τε καὶ σύνθεσιν, τί τοῦτο πρὸς Ἕλληνας καὶ σοφίαν αὐτῶν· μᾶλλον μὲν οὖν καὶ ἀδικία μεγίστη, καὶ πολλῶν ἀξία τιμῶν, τούτῳ δή γε τῷ τρόπῳ κατὰ μικρὸν τἀκείνων ἀφανίζειν ἐπιχειροῦσι, καὶ οὕτως ἀνθ᾽ Ἑλλήνων ὅσον οὐκ ἤδη Ῥωμαίους πεποιηκόσι. καὶ ἅμα δ᾽ ἔξεστι σφίσιν ἰδιοποιήσασθαι τὰ βιβλία, τὰς ἐπιγραφὰς μετηλλαχόσι τῶν συγγραφέων καὶ τὰ ὀνόματα, μυρίων δίκης ταλάντων δεδρακόσιν ἄξια πράγματα· καὶ μάλιστα μεθ᾽ ἡμᾶς, τὰ τῶν Ἑλλήνων ἐλλείμματα· ὅτ᾽ οὐχ ὅπως οἱ λόγοι τυχὸν, ἀλλὰ καὶ ἡ γλῶττα βαβαιὰξ τῶν Ἑλλήνων οἰχήσεται. εἰ δ᾽ ἔρως ὑμῖν τῶν σοφωτάτων ἐκείνων καὶ γενναιοτάτων ἀνδρῶν, ὁ πόνος πληρωσάτω τὸν ἔρωτα· καὶ γένεσθέ μοι κἀν τούτοις, ὥσπερ ἐν τοῖς ὑμετέροις σπουδαῖοι τὲ καὶ ἀστεῖοι. ἐκ γὰρ τῶν πόνων φιλεῖ τῶν πραγμάτων κατορθοῦσθαι τὰ μέγιστα· κατορθωθέντα δὲ, πλεῖστον ἐπιφέρει τὸ κλέος, τοῖς ὑπομεμενηκόσι τοὺς πόνους. καὶ πόνων ἡμῖν φασιν, οἱ θεοὶ πωλοῦσι τὰς ἀρετάς. καὶ ἔτι γε Ξενοφῶν, ὄψον οἱ πόνοι τοῖς ἀγαθοῖς. ὅταν γάρ τις τῶν Ἰταλῶν ῥωμαϊκῶς ἀναγινώσκῃ τὸν Ὅμηρον, ἢ Δημοσθένην καὶ Θουκυδίδην, ἢ καὶ ἄμφω τὼ φιλοσόφω, τίνα τῆς ἑλληνικῆς παιδείας κομίζονται τὸν καρπὸν, ὅτι μὴ νοῦν μόνον, τὸν καὶ βαρβάροις κοινόν. Ἀβερόης γὰρ, οὐ μόνον ἐν Ἄραψιν, ἀλλὰ καὶ Ῥωμαίοις σοφώτατος· Μὶν δ᾽ ἐν Αἰγυπτίοις ὁ παλαιός· κἀν τοῖς σφετέροις Ἀνάχαρσις· ὡς δ᾽ ἔπος εἰπεῖν, οὐχ οἱ μὲν, <ἐν> τῷδε, οἱ δ᾽ ἐν ἐκείνῳ τῷ γένει. ἅπασι γὰρ ἀνθρώποις, κοινὸς ὁ νοῦς τε καὶ τὰ νοήματα· οὐ μὴν αἱ λέξεις οὐ δ᾽ αἱ φωναί· τοῦθ᾽ ὅπέρ ἐστι λαχὸν, κἀπὶ τῆς θείας ὑπεροχῆς.
Ἀλλ᾽ ἴσως εἴποι τίς ἂν, καὶ πῶς ξυνήσομεν τοῦ γραμματιστοῦ, μὴ δ᾽ ὁπωστι-οῦν εἰδότος διερμηνεύειν τὰς λέξεις καὶ τὰ νοήματα, ἐν ταῖς τῶν παίδων ἀναγωγαῖς, κἀπὶ τῶν λόγων ταῖς ὕσπληγξιν. εὖ γε ὦ φίλοι καὶ λίαν ὀρθῶς. οὐ δ᾽ αὐτός φημι μὴ συγγίνεσθαι ὑμῖν, ῥωμαϊστὶ τὸν διδάσκαλον. ἔστω δ᾽ ὑμῖν τέως τοῦτο σπανίως τὲ καὶ μανῶς· καὶ μάλισθ᾽ ὅταν περὶ τὰ στοιχεῖα καὶ λέξεις καὶ τὰς ἀρχὰς ὑμῖν τὸ μελέτημα· ἀλλὰ μὴ ἐξ ἀφετηρίας ἐπ᾽ ἄκρον καὶ ἐς ἀεί. δεῖ γὰρ ὑμᾶς τἀκείνου μᾶλλον, ἢ κεῖνον εἴσεσθαι τὰ ὑμῶν. ὑμεῖς δὲ οἷον λανθάνοντες ἑαυτοὺς, τοὐναντίον ἢ βούλεσθε δρᾶτε· κεῖνον ἐκπαιδεύετε τὰ ὑμῶν, οὐχ ὑμᾶς γε τἀκείνου. εἰ μὲν γὰρ αὐτὸς ὑφ᾽ ὑμῶν διδαχθῆναι θελήσαιμι, οὐκ ἂν ἐμαυτὸν στραγγεύσαιμι καὶ πιέσαιμι, τὴν γλῶτταν ὑμῶν ἐννοῆσαι καὶ τὰ διδάγματα, οὐ τὰς λέξεις, οὐ τ᾽ ἄλλα τῶν ἀναγκαίων; ἄλλη γὰρ ἄν πη λύκου ζητήσω πτερὰ, καὶ ὄρνιθος γάλα, καὶ ὅλως ἂν εἰς τετρημένον πίθον ἀντλήσαιμι.
Τοῦτον δὴ οὖν τὸν τρόπον, ἀξιῶ μετέρχεσθαι τὰ ἡμῶν. οὕτως ἐποίουν οἱ μετὰ Καίσαρα, καὶ πρὸ Καίσαρος· οὕτω Δίων· οὕτως Ἀλβῖνος· οὕτως Ἀρτεμίδωρος, καὶ Ἡγήσιππος· οὕτως Ἰουλιανός τε καὶ Ἀνατόλιος· οὕτως οἱ παρὰ τοῖν γε-νοῖν ἑκατέροιν, τὼ γλώττα ἑκατέρω ποθήσαντες. ἢ οὐχ ὑμῖν δοκῶ συναγορεύειν ὀρθῶς; εἰ μὲν οὖν ὀρθῶς, εὖ γε· χάριτας ὑμῖν ἄγω νῦν, καὶ ἐσέπειτα ἐγγυῶμαι. εἰ δ᾽ οὒ, ἐγὼ τοῖς ἔργοις ὑμᾶς, ἐλέγξω γε τοῖς ἐμοῖς, μουσεῖον ἀνεῳγὼς ἐν μέσῃ τῇ Ἰταλίᾳ. καὶ εἰ μὴ πλείους ἐν δέκα ἐνιαυτοῖς ποιήσομαι φοιτητὰς ὡς ἐμὲ καὶ ὑπὲρ ἐμὲ, ἤπερ ἄλλοι τῶν καθ᾽ ἡμᾶς, ἐς δὶς τοσούτους ἐποίησαν, λαβέτω παρ᾽ ἐμοῦ δίκην, ὁ δυνάμενος κατὰ δίκην. τί οὖν φημι τελευτών. εἴ τις πόλις ἐν Ἰταλίᾳ λόγων Ἑλλήνων ἐρᾷ, οἶμαι δ᾽ αἱ πλείους, εἰκότως, τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον διακρίνεται, καὶ φιλεῖται τῷ χρόνῳ καὶ βεβαιοῦται, δότωσάν μοι μισθὸν, ὅσον ξυμβῶμεν ἀμφίετες. καὶ εἰ μὴ τὰ ὑπεσχημένα διατελέσαιμι, σχεδὸν εἰπεῖν καὶ πρὸ τοῦ καιροῦ, λαβόντων τιμὴν παρ᾽ ἐμοῦ τὴν προσήκουσαν· δρώντων εἴ τι σφίσι δίκαιον εἶναι δοκεῖ· παιόντων· κεντούντων· κατακαινόντων εἰ θέμις. εἰ δ᾽ ὥσπερ ὑπεθέμην τὰ ἐπηγγελμένα διεργασθήσεται, τἀναντία γε τούτων· †εἱλατόντων· τιμώντων· ἀξι-ούντων τῶν εἰκότων, κἀμὲ καὶ τοὺς ἐξ ἐμοῦ.
Ἔστων μέντοιγε οἱ παῖδες, ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ μικρόν τι γε ἧσσον, ἢ πρòς, ἐπιστάμενοι τὰ Ῥωμαίων κατά γε αὐτῶν ἑκάστῳ τὸ ἐγχωροῦν. βιβλία δὲ κτησάσθων, ἃ ἂν καὶ οἵων αὐτὸς διατάξαιμι. διατριβόντων δ᾽ ἅπασαν μετ᾽ ἐμοῦ τὴν ἡμέραν· μόνον ἀριστῶντες τὴν μεσημβρίαν ὡς ἔθος, καὶ μετὰ ταύτην γε αὖθις, ἐπανιόντων ἐς τὸ μουσεῖον· οὐκ ἐφ᾽ ὑψηλοῦ βήματος καθημένου καὶ φωνασκοῦντος, ἀλλ᾽ εἰς θῶκον ἢ τρίποδα, περί που γε τὸ ἰσόπεδον· τοῦθ᾽ ὅπερ ἐποίουν ἐς τόδε, κἀν Βυζαντίῳ, κἀν Κρήτῃ· ὅθεν μοι καὶ πλείους ἐγένοντο φοιτηταὶ καὶ Ἑλλήνων καὶ Ῥωμαίων, νέῳ τὲ ὄντι, καὶ πολλῶν ἐλάττω εἰδότι, ἢ πολλά γε ἐπισταμένοις καὶ γέρουσι· δῶρον οἶμαι τοῦτο λαβόντι παρὰ θεοῦ, ἵνα μὴ πάντη μόνος εἴην ἄμοιρος ἀρετῆς. πρὸς δέ γ᾽ ἐπὶ τούτοις, τάδ᾽ ὑμῖν ἐγγυῶμαι διδάξειν, βέλτιον ἢ ἐδιδάχθην, καὶ θᾶττον ἤπερ ὑπέστην· ὧν νὴ τοὺς λόγους τὰ πλείω, πολλάκις τὲ ἐμυήθην, καὶ τοσαυτάκις ἐδιδαξάμην· γραμματικὴν μὲν δὴ πρῶτα, τοῦ λόγου τὸν ὀφθαλμόν· ἔπειτα δὲ ποιητικὴν, τὴν πολυσχιδῆ καὶ περισκελῆ, εἴπέρ τις τῶν κατ᾽ ἐμέ· ῥητορικὴν δέ γε τὴν πυρὸς μένος πνέουσαν, ὅσην ἡ δύναμις τῆς φύσεως ἐνεχώρησε, καὶ παρ᾽ οὓς διδασκάλους πεφοίτηκα· τοὺς δὲ χρησαμένους αὐτῇ ξυγγραφέας καὶ ῥήτορας, ὡς εἴ τις ἄλλος τῶν καθ᾽ ὑμᾶς τε καὶ κατ᾽ ἐμέ· καὶ ἅπαν ἄλλο ἑλληνικὸν, τῷ τύπῳ τῶνδε στοιχοῦν· λογικήν τε καὶ φυσικὴν, καὶ ἄλλα γε ἅττα τοῦ δαιμονίου φοιβάσματα, ἐδιδάχθην μὲν ἐν πατρίδι, οὐδένα δ᾽ ἐς τόδ᾽ ἐδιδαξάμην ἐν ξένῃ· δόξαν οὕτω τῇ τύχῃ καὶ τῷ καιρῷ καὶ τοῖς ἐκ τῶνδε συμβεβηκόσι· Πλάτωνα δὲ τὸν γενναῖον καὶ μεγαλόνουν, μετρίως πρὸ τῆς ἁλώσεως· μετὰ δὲ ταῦτα, ὅσον με ὁ πρὸς τόνδε ἔρως ἐβίασεν, ἀπό τ᾽ ἐμαυτοῦ, καὶ ὧν ἐφ᾽ὁσονοῦν χρόνον διδασκάλων ηὐμοίρησα. Ἐμοὶ μὲν δὴ ὑμῖν συνειπόντι, ὅσα δυνατὰ ἐτύγχανεν ὄντα, ὁτῳδήποτε τρόπῳ μετιτέον τὰ τῶν Ἑλλήνων, εἴρηται ἱκανὰ καὶ διὰ βραχέων. ἔστι δ᾽ ἐφ᾽ ὑμῖν, ἔργον δεῖξαι μὴ μόνον λόγον μοι τὴν παραίνε-ιν. τίς δ᾽ οἶδ᾽ εἴ κεν ὑμῖν σὺν δαίμονι θυμὸν ὀρίνω, παρειπών· ἀγαθὴ δὲ παραίφασις ἐστὶν ἑταίρου.