Λέοντος Διακόνου Ιστορία/Β
←Βιβλίο Α′ | Λέοντος Διακόνου Ιστορία Συγγραφέας: Βιβλίο Βʹ |
Βιβλίο Γʹ→ |
Ὁ μὲν δὴ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος ἐς τὴν τῶν Κρητῶν νῆσον, ᾗπέρ μοι εἴρηται, ἤδη τὴν Ῥωμαϊκὴν περαιωσάμενος δύναμιν, καὶ τῶν ἰθαγενῶν βαρβάρων ἐν τῇ συστάδην μάχῃ τοὺς μὲν παρανάλωμα μαχαίρας ἀπεργασάμενος, τοὺς δὲ περιλειφθέντας ἀπονητί τε καὶ ἀκαρῆ τῷ ἄστει συγκλείσας, αὐτόθι τε διεχείμαζε, καὶ τὸν στρατὸν ὁσημέραι τῷ πολεμεῖν ἐξεπαίδευεν. ἐν τούτῳ δὲ Χαμβδᾶν, ὁ τῶν τῆς Κιλικίας προσοίκων Ἀγαρηνῶν ἀρχηγὸς, ἀνὴρ ἀγχίνους τε καὶ δραστήριος, ἐμπειρίᾳ τε πολέμων ἐκ νεότητος ἁπάντων τῶν ὁμοεθνῶν ἀδηρίτως ὑπερτερῶν, ἐπεὶ τὰς Ῥωμαϊκὰς ᾔσθετο δυνάμεις ἔκπλουν καὶ ἄπαρσιν ποιουμένας κατὰ τῶν Κρητῶν, ἔγνω πρὸς αὑτοῦ τὸν καιρὸν εἶναι, ἀδεῶς τε τῆς ἀνατολῆς καταδραμεῖν, ὁπόσον ἡ Ῥωμαϊκὴ διέπει ἀρχὴ, καὶ τοῦτο ληΐσασθαι ἀναιμωτὶ, καὶ πλοῦτον συναγεῖραι πλεῖστον, καὶ κλέος ἀείμνηστον ἀπενέγκασθαι. καὶ δῆτα τὸ ἀκμαῖον καὶ νεανικὸν τῶν Ἀράβων καὶ Ἀγαρηνῶν συναλίσας, κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐχώρει, πᾶν τὸ παραπίπτον κατεμπιπρῶν καὶ λείαν τιθέμενος. ὁ δὲ αὐτοκράτωρ Ῥωμανὸς, τὴν ἔφοδον τούτου αἰσθόμενος καὶ τὴν ὕπαιθρον καὶ βιαίαν καταδρομὴν, Λέοντα τὸν Φωκᾶν, ὁμαίμονα τοῦ Νικηφόρου τελοῦντα, καὶ τῶν τῆς Εὐρώπης στρατιωτικῶν καταλόγων κατάρχοντα (∆ομέστικον δύσεως Ῥωμαῖοι τὴν τοιαύτην ἀρχὴν ὀνομάζουσι), τῷ Χαμβδᾶν ἀντίξουν ἐκπέμπει· ἄνδρα γενναῖον καὶ νεανικὸν, φρενήρη τε διαφερόντως, καὶ τὸ ξυνοῖσον ἐν περιστάσεσιν ἐπιφράσασθαι πάντων, ὧν ἴσμεν, ἐπιβολώτατον· ᾧ θεία τις, οἶμαι, κατὰ τὰς μάχας συνεμάχει ῥοπὴ, ἅπαν τὸ ἀντίπαλον καταστρεφομένη καὶ τιθεῖσα ὑπόσπονδον. Πολλῶν γὰρ αὐτῷ συῤῥαγέντων πολέμων παρὰ τὸν τῆς στρατηγίας καιρὸν, οὐδέποτε τοῦ ἀντικαθισταμένου ἀπῆλθε μειονεκτῶν, ἀλλ' ἀεὶ τὸ πλέον τῆς νίκης ἀποφερόμενος. τῷ τοι καὶ Σκυθικῆς στρατιᾶς τὸν Ἴστρον περαιωθείσης τὸ κατ' ἐκεῖνο καιροῦ (Οὕννους τὸ ἔθνος κατονομάζουσιν), ἐπεὶ μὴ οἷός τε ἦν ὁ στρατηγὸς Λέων ἐξ ἀντιπάλου ταύτῃ συμπλέκεσθαι, ὑπεράριθμον ἐπαγαλλομένης τὸ πλῆθος τῆς φάλαγγος, σπανίζουσαν αὐτὸς καὶ οὐκ ἀξιόμαχον ἴλην στρατιωτῶν ἐπαγόμενος, ἔγνω μὴ ἐς προῦπτον κίνδυνον φέρων ἐνσεῖσαι αὑτόν τε καὶ τοὺς συνεπομένους, λαθραίως δὲ μᾶλλον τοῖς Σκύθαις ἐπιπεσεῖν, καί τι γενναῖον δρᾶσαι καὶ ἀνδρικὸν, καὶ δόξαν εὐκλεᾶ σφετερίσασθαι. ἄρτι γοῦν διὰ τῶν δρυμῶν κρύβδην παραδραμὼν, καὶ τὴν ἔπαυλιν τῶν Οὕννων ἐξ ἀπόπτου περιαθρήσας, καὶ τὸ πλῆθος ἐς τὸ ἀκριβὲς κατασκοπήσας, ἀωρὶ τῶν νυκτῶν τριχῇ διαιρήσας τὴν φάλαγγα, ἐπῄει τοῖς Σκύθαις, καὶ τοσοῦτον φόνον αἰφνίδιον εἰσπεσὼν ἐν μικρᾷ καιροῦ ῥοπῇ ἀπειργάσατο, ὡς εὐαριθμήτους ἐκ τοῦ ἀμυθήτου πλήθους διαφυγεῖν. τοῦτον τὸν στρατηγὸν Λέοντα Ῥωμανὸς ὁ αὐτοκράτωρ εἰς τὴν Ἀσίαν διεβιβάσατο, εἴ πως ἀλλὰ τάς τε τῶν βαρβάρων ἐπιδρομὰς ἀναστείλειε, καὶ τὰς ἀναίδην τολμωμένας ἀναχαιτίσοι ἐπαγωγάς. ὁ δὲ στρατηγὸς, ἐπεὶ τῆς Εὐρώπης ἀπάρας τὴν Ἀσίαν κατείληφε, καὶ τὸ αὔθαδες καὶ ἀτέραμνον τοῦ Χαμβδᾶν ἠνωτίζετο, καὶ νεὼς καὶ κώμας πεπυρπολημένας ἑώρα, καὶ φρουρίων κατασκαφὰς, ἐρημίαν τε τῶν κατοίκων καὶ βιαίαν ἀπαγωγὴν, ἔγνω, μὴ ἐς προῦπτον κίνδυνον ἐνιέναι τὴν στρατιὰν, μηδὲ τῷ βαρβαρικῷ εἰς τοὐμφανὲς ἀντιπαρατάττεσθαι πλήθει, πολλὰς μὲν ἐπανῃρημένῳ νίκας, ταῖς δὲ παρ' ἐλπίδα γαυριῶντι τύχαις, μυριανθρώπους τε καὶ ἐς τὸ ἀκριβὲς καθωπλισμένας ἐπιφερομένῳ τὰς φάλαγγας· καὶ μάλιστα εὐ 20 αρίθμητόν τε τὴν στρατιὰν καὶ οὐκ ἀξιόχρεων αὐτὸς ἐπαγόμενος, κατεπτηχυῖάν τε τὰς τῶν Ἀγαρηνῶν εὐημερίας καὶ τὰ καθ' ἑκάστην τρόπαια· κατειληφέναι δὲ μᾶλλον τὰ ἐπικαιρότατα καὶ κρημνώδη τῶν χώρων καὶ προλοχίζειν κατὰ ταῦτα, καὶ τὰς διεξόδους ὑποτηρεῖν· ὑπαντιάζειν τε τοῖς βαρβάροις ἐν τοῖς ἐπισφαλέσι καὶ ἀμφιταλάντοις τῶν ἀταρπιτῶν, καὶ καρτερῶς ἀγωνίζεσθαι, ὁπηνίκα καὶ διοδεύοιεν. Οὕτω δὴ γνωσιμαχήσαντι καὶ βουλευσαμένῳ τῷ στρατηγῷ Λέοντι ἐπῆλθε, καὶ λόγοις ὑπαλεῖψαι τὴν στρατιὰν καὶ παραινέσεσιν ἐπιῤῥῶσαι, κατὰ τῶν βαρβάρων ἡνίκα δέοι χωρεῖν, καὶ θαῤῥαλεωτέραν ἐργάσασθαι πρὸς τὸν πόλεμον. ∆ιαναστὰς οὖν ἐπὶ τοῦ πλήθους καὶ μικρὸν ἐπισχὼν, τοιαύτην εἰσηγεῖτο παραίνεσιν· Ἅπαν μὲν τὸ καθ' ὑμᾶς στῖφος εἰδὼς ἄριστον, ὦ συστρατιῶται, αὐτουργόν τε τὰ πολέμια, καὶ τακτικῆς ἐμπειρίας ὑπόπλεον, ἐπὶ τὴν Ἀσίαν ὁ κοινὸς ἀμφοτέρων δεσπότης καὶ βασιλεὺς, κάμνουσαν ἤδη καὶ ἐπὶ γόνυ κεκλιμένην ταῖς τοῦ Χαμβδᾶν καταδρομαῖς τε καὶ προνομαῖς, ἐμοὶ τὴν τῆς ἡγεμονίας ἐγχειρίσας ἀρχὴν, διεβίβασε. παραινῶ τοίνυν καὶ συμβουλεύω, οὐχ ὅπως γενναίως ἀντιτάξοισθε τοῖς ἐχθροῖς (οἶμαι γὰρ μὴ δεῖσθαι λόγων ὑμᾶς ἐναγόντων ἐς εὐτολμίαν, οἷς ἐξ ἁπαλῶν ἀνδρία μετὰ τόλμης ἐξήσκηται)· ἀλλ' ὡς ἂν ἄριστα βουλευσάμενοι καταγωνίσοισθε τὸν ἐχθρόν. πόλεμος γὰρ οὐ τοσοῦτον ἐξ ἀντιπάλου κατορθοῦσθαι ῥοπῆς εἴωθεν, ὅσον εὐβουλίας προνοίᾳ καὶ τροπαίων ἐπαγωγῇ ῥᾳδιουργουμένῃ κατὰ καιρόν. τὴν μὲν οὖν παράταξιν τῶν ἐχθρῶν ἴστε σαφῶς, ὅση διὰ τῶν τῇδε πεδίων ἐκκέχυται, ὡς πολλή τέ ἐστι καὶ ἀριθμὸν ὑπερβαίνουσα· τὴν δὲ καθ' ὑμᾶς στρατιὰν γενναίαν μὲν καὶ νεανικὴν τῇ τε ῥώμῃ καὶ τοῖς φρονήμασι καὶ αὐτὸς εἶναί φημι· πλήθει δὲ καὶ ταῖς φάλαγξιν οὐκ ἂν φαίη τις ἀξιόμαχον. δεῖ οὖν Ῥωμαίους ὄντας μεμηχανῆσθαί τε καὶ βεβουλεῦσθαι δεόντως, ἐν τοῖς ἀπόροις ἐξευρίσκειν τὰ πρόσφορα, αἱρεῖσθαί τε πρὸ τῶν δεινῶν τὰ ξυμφέροντα. μὴ οὖν ἀλογίστῳ φορᾷ καὶ παραβόλοις τολμήμασιν εἰς προῦπτον αὐτομολήσωμεν ὄλεθρον. τόλμα γὰρ ἀχαλίνωτος ἐς κίνδυνον εἴωθε συνωθεῖν, ἡ δὲ μετὰ λογισμοῦ μέλλησις διασώζειν οἶδε τοὺς κεχρημένους αὐτῇ. δʹ. Παραινῶ τοιγαροῦν, ἄνδρες, μὴ διακινδυνεύειν πρὸς τοὺς βαρβάρους ἐπὶ τόπων τῶν πεδεινῶν ἀκαθέκτοις ὁρμήμασιν, ἀλλ' ἐπὶ τῶν ἐρυμνῶν ἐλλοχῶντας τουτωνὶ χωρίων τὴν ἐκείνων ὑπομένειν ἄφιξιν καὶ διάβασιν· τηνικαῦτα δὲ τούτοις ἐῤῥωμενέστερον ἐπιτίθεσθαι καὶ γενναίως ἀντικαθίστασθαι. ταύτῃ γὰρ οἶμαι σὺν Θεῷ φάναι κρατήσειν τε τῶν ἐχθρῶν, καὶ τὴν λείαν ἅπασαν τῶν ὁμοφύλων πρὸς ἡμᾶς ἀνασώσασθαι. τῷ γὰρ ἀπροσδοκήτῳ τῶν ἐπιδρομῶν δουλοῦσθαι εἴωθε τὰ πολέμια, καὶ ταῖς αἰφνιδίοις ὑπεξελάσεσι τὰ ὑπέραυχα καὶ ἀλαζονικὰ πέφυκε φρονήματα θραύεσθαι. τήν τε οὖν ἡλικιῶτιν ἀρετὴν διατηροῦντες καὶ τὴν σύντροφον πρὸς τοὺς ἀγῶνας εὐγένειαν, τοῖς ἐναντίοις ὑπαντιάζετε, ὅτε σημήνω ταῖς σάλπιγξι. τοιαύτην μὲν ὁ στρατηγὸς τὴν παραίνεσιν ἐξηγήσατο· ὁ δὲ στρατὸς ἠλάλαξέ τε καὶ ἐπεκρότησε, καὶ ὡς τὰ κράτιστα ὑποθεμένῳ ᾗ ἂν ἡγοῖτο ἕπεσθαι προθύμως ἦν. ἐνέδραις οὖν διειλήφει τὴν ὁδὸν, ἀποτόμους τὰς ἀκρωρείας προβαλλομένην, κρημνώδεις τε καὶ σηραγγώδεις ὡς τὰ πολλὰ, τὰς ὑπωρείας δὲ βαραθρώδεις τε καὶ ἀμφιλαφεῖς πρέμνων τε καὶ παντοδαπῶν ἰδέαις φυτῶν. ταύτῃ προλοχίσας ὁ στρατηγὸς καθῆστο, τὴν τῶν βαρβάρων προσμένων ἐπήλυσιν. ὁ δὲ Χαμβδᾶν, τῷ τε πλήθει τῶν ἐφεπομένων καὶ ταῖς φάλαγξι σοβαρευόμενος καὶ γαυρούμενος, τῇ τε τῶν λαφύρων πλησμονῇ καὶ τῇ τῶν αἰχμαλώτων ἀπαγωγῇ ἐπαιρόμενός τε καὶ βρενθυόμενος, πολλὰς κατὰ θάτερα τὰς ἐπεξελάσεις ἐποιεῖτο, ἐφ' ἵππου θηλείας καὶ μέγεθος καὶ δρόμον ὑπερφυοῦς ἐποχούμενος, καὶ τῆς στρατιᾶς πη μὲν οὐραγῶν, πὴ δὲ προοδεύων, καὶ τὸ δόρυ σείων, καὶ ταῖς αὔραις μεθιεὶς, εἶτ' αὖθις μεθέλκων πρὸς ἑαυτὸν κραδαινόμενον. ἐπεὶ δὲ τὴν ἱππήλατον ὁδὸν διελθὼν ταῖς δυσχωρίαις προσέβαλλε, καὶ τοῖς στενωτάτοις καὶ ἀνωμάλοις συνειληθέντες τῶν τόπων οἱ βάρβαροι τὴν φάλαγγα διελύσαντο, καὶ ὥς πη ἐνὸν ἦν ἑκάστῳ, κατὰ κρημνώδη διῄεσαν, τηνικαῦτα ταῖς σάλπιγξι τὸ ἐνυάλιον ὑποσημήνας ὁ στρατηγὸς καὶ τῶν λόχων διαναστήσας τοὺς ἀμφ' αὑτὸν, ὑπηντίαζε τοῖς βαρβάροις. Καὶ πάντες ἐπὶ τῶν ξιφῶν εἶχον τὰς δεξιὰς, καὶ ταῦτα σπασάμενοι ἐπιστροφάδην ἔκτεινον τὸ ἀντίπαλον κεκμηκὸς τῇ ὁδοιπορίᾳ, ἀκμῆτες αὐτοὶ τούτῳ πελάζοντες. καὶ κἂν καὶ αὐτὸς ὁ Χαμβδᾶν ἥλω μικροῦ πρὸς τῶν Ῥωμαίων δορυάλωτος· εἰ μὴ, τὴν ἄλλως ἀγχίνους ὢν κἀν τοῖς ἀπόροις ὀξὺς ἐννοῆσαι τὰ δέοντα, τὸν ὃν ἐπεφέρετο ἄργυρον καὶ χρυσὸν χύδην ἐπὶ τῆς ἀταρπιτοῦ διασπείρειν προσέταξεν· ᾧ καὶ περισπάσας τὴν τῶν Ῥωμαίων ὁρμὴν, ἀσχοληθέντων τῇ τοῦ χρυσοῦ συλλογῇ, μετ' ὀλίγων ὑπασπιστῶν μόγις τὸν τοιοῦτον διαπέφευγε κίνδυνον. λέγεται δὲ τοσοῦτον αὐτουργηθῆναι φόνον τοῦ βαρβαρικοῦ πλήθους πρὸς τῶν Ῥωμαίων κατὰ τουτονὶ τὸν πόλεμον, ὡς πολλαχοῦ τῶν χώρων ἐκείνων σωρείας ἀνθρωπείων ὀστῶν ὁρᾶσθαι μέχρι καὶ νῦν. ἐπεὶ δὲ τοιούτοις τροπαίοις καὶ στρατηγήμασι τὴν πολυάνθρωπον πληθὺν τῶν βαρβάρων ὁ στρατηγὸς ἠγωνίσατο καὶ διέφθειρε, καὶ τὸ ὑψαύχενον τοῦ Χαμβδᾶν καὶ τετυφωμένον εἰς ἀγεννῆ καὶ ἄνανδρον δειλίαν καὶ φυγαδείαν κατέσπασε καὶ συνέκλεισε, τοὺς ἀμφ' αὑτὸν συναγηοχὼς καὶ τὴν λείαν ἐπισυνάξας, ὅση τε ἦν βαρβαρικὴ, καὶ ὁπόση Ῥωμαϊκὴ ἐκ τῆς προνομῆς τοῖς βαρβάροις συνήθροιστο, ταύτης τὸ πλεῖστον τῇ στρατιᾷ διένειμε· καὶ τοὺς αἰχμαλώτους ἐφοδιάσας ἐπὶ τὰ σφῶν ἤθη ἀποτρέχειν ἐξέπεμπε· τοὺς δὲ τῷ πολέμῳ ληφθέντας πέδαις ἀσφαλισάμενος τῶν Ἀγαρηνῶν, ἐπαιώνιζεν ἐπινίκια, καὶ τῇ προνοίᾳ τὰς εὐχαριστηρίους ἐσπένδετο προσευχὰς, καὶ πρὸς τὴν αὐτοκράτορα δυναστείαν ἠπείγετο, θριαμβεύσων εἰς τὸ Βυζάντιον. ὁ δὲ στρατὸς ἐν κρότοις εἶχε τὸν στρατηγὸν, ἀγάμενοι τοῦτον ὡς τὸ εἰκὸς, καὶ ἄνδρα ἐπιφημίζοντες, οἷον μὴ φέρειν ἄλλον τὴν τότε γενεὰν, καὶ τῆς εὐτυχίας αὐτὸν ἐξεθείαζον, κατὰ ῥοῦν αὐτῷ προχωροῦντα τὰ τῶν πολέμων ὁρῶντες ὡς μάλιστα. ὁ δὲ κατειληφὼς τὸ Βυζάντιον, ἐπεὶ μετὰ πλείστης ὅτι λείας καὶ μυρίων δορυαλώτων Ἀγαρηνῶν εἰσῄει, ὑπεδέχθη τε ὑπὸ τοῦ αὐτοκράτορος Ῥωμανοῦ φιλοτίμως, κἀπὶ τοῦ θεάτρου θριαμβεύσας, τῷ πλήθει τῶν ἀνδραπόδων καὶ τῶν λαφύρων τοὺς θεωμένους ἐξέπληξεν· ἀμοιβάς τε καὶ τιμὰς, ἀναλογούσας τοῖς πόνοις, παρὰ τοῦ κράτους ἀπείληφεν. ἀλλ' οὕτω μὲν ὁ στρατηγὸς Λέων τὴν Ἀσίαν ἔσωσε, καταγωνισάμενος τὸν Χαμβδᾶν, φυγάδα τε καὶ ἀλήτην ἀπεργασάμενος. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὁ τοῦ ῥηθέντος Λέοντος σύναιμος δεῖ γὰρ ἀνακεφαλαιωσάμενοι τὸν λόγον καθ' εἱρμὸν πρόσω τῆς ἱστορίας χωρεῖν, ὡς τῇ τῶν Κρητῶν πελάσας ἐκεῖ διεχείμαζε, καὶ τόν τε στρατὸν τὰ πολεμικὰ διεγύμναζε, καὶ τὰς ἑλεπόλεις ἐτεκταίνετο, ἐπείπερ κατὰ νοῦν αὐτῷ πάντα προὐκεχωρήκει, ἄρτι τοῦ ἦρος ἐκ τῆς χειμερινῆς τροπῆς ἠρέμα προκύπτοντος, τὸν περὶ αὑτὸν καθοπλίσας στρατὸν καὶ εἰς βαθεῖαν παραταξάμενος φάλαγγα, τάς τε σάλπιγγας ἐπαυλήσας καὶ τὰ τύμπανα παταγήσας κατὰ τοῦ ἄστεος ἤλαυνεν. ἐν ᾧ δὲ ὁ στρατηγὸς τὴν ἴλην κατὰ μέτωπον ἐκρατύνετο, καὶ εἰς πλαίσιον τὰς δυνάμεις συνέταττε, γύναιον ἑταιρικὸν, ἀκκιζόμενόν τε καὶ θρυπτόμενον, ἰταμὸν ἐπιεικῶς τυγχάνον καὶ ἀναιδὲς, τῶν προμαχεώνων προκύπτον, γοητείας ἐποιεῖτό τινας καὶ ἐπῳδάς. λέγεται γὰρ κατόχους εἶναι Κρῆτας μαντείαις καὶ βωμολοχίαις καὶ πλάναις, πρὸς τῶν Μανιχαίων καὶ τοῦ Μωάμεθ παρειληφότας ἀνέ 25 καθεν. οὐ ταύτῃ δὲ μόνον τὸ ἰταμὸν ἐκεῖνο γύναιον τὸ ἀναιδὲς καὶ ἀκόλαστον ἐπεδείκνυτο· ἀλλὰ καὶ, τὸν χιτωνίσκον παρὰ τὸ μέτριον ἀνασεσυρκὸς καὶ ἀπογυμνοῦν τὰ μέρη τοῦ σώματος, ἐς τὸν στρατηγὸν ἐπέσκωπτεν ἐπαρώμενον. καὶ δή τις τῶν εὐστόχων τοξοτῶν, τὴν νευρὰν ἐντεινάμενος, βάλλει τὸ ἀκόλαστον γύναιον, καὶ χαμαιῤῥιφὲς τῶν πύργων κατήνεγκε, διαῤῥαγὲν αὐτίκα, καὶ τὸ ψυχίδιον ἀποφυσῆσαν, καὶ τίσιν τῆς ὕβρεως τὸν οἰκτρὸν ἐπισπασάμενον ὄλεθρον. ἄρτι δὲ τῆς μάχης καρτερᾶς ἀναῤῥιπισθείσης, χρόνον μέν τινα ἀντεῖχον οἱ Κρῆτες, ἐκ τῶν τειχῶν ἐκθύμως ἀγωνιζόμενοι, καὶ πολλοὺς τῶν Ῥωμαίων τιτρώσκοντες. Ὁ δὲ στρατηγὸς, τοῦτο καταμαθὼν, τὰς ἀφετηρίους θᾶττον παρήγαγε μηχανὰς, καὶ βάλλειν τοὺς βαρβάρους ἐκέλευε. καὶ πρὸς τούτοις τοῖς τείχεσι προσεπέλασε τὴν ἑλέπολιν· κριὸν Ῥωμαῖοι τὸ τεχνούργημα ὀνομάζουσι, τῷ δίκην κριοῦ προτομῆς τὸν σίδηρον ἀπεικάζεσθαι, ὃς ἐνηρμοσμένος ὢν τῇ δοκῷ παίει τὸν δόμον τοῦ ἄστεος. τῶν δὲ πετροβόλων βάρη θαμινὰ τῶν λίθων ἐπαφιέντων, εὐπετῶς οἱ βάρβαροι ἀνεστέλλοντο· καὶ τοῦ κριοῦ τοῖς τείχεσιν ἐγχριμφθέντος καὶ κραταιῶς ταῦτα τύπτοντος, ἄνδρες ὑποδύντες τὴν ταφρείαν συχνοὶ, λιθοτόμα ὄργανα φέροντες, καὶ ἀνορύττειν ἐκεῖθεν ἀρξάμενοι, ἐξεκόλαπτον ἠρέμα, καὶ τὴν λίθον διέκοπτον, ἵνα τοῦ τείχους ἡ βάσις ἠρήρειστο. παρὰ τυχὸν δὲ ψαμμῶδες ταύτῃ τὸ μέρος ἡ λίθος λαχοῦσα ὑπεῖκέ τε καὶ ἐνεδίδου ὡς μάλιστα. ὁ δὲ κριὸς τύπτων οὐκ ἀνίη τὸ ἔρυμα, καὶ κατὰ μικρὸν διασπῶν τὴν οἰκοδομίαν, ἐς τὸ ἀκριβὲς 26 συμπεπιλημένην οὖσαν καὶ δυσαπόσπαστον. ἐπεὶ δὲ τὰ γεῖσα, ᾗπερ διώρυττον οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐκκρεμῆ καὶ ὑπόκενα, ὡς τὸ εἰκὸς, ἐξειργάσαντο, ὀρθοστάδην ξύλοις ὑπήρειδον, ὕλην τε ταχυδᾳῆ καὶ αὖον συννήσαντες καὶ πῦρ ἐνιέντες, τῆς διώρυχος ὑπεξῄεσαν. τῆς δὲ φλογὸς ἀναφθείσης καὶ τῶν στηριγμάτων ἀνθρακωθέντων, δύο πύργοι ὁμοῦ τῷ διαμέσῳ τούτων δομήματι τοῦ τείχους ἐξαπιναίως ἀποῤῥαγέντες, ὑφίζανόν τε, καὶ ὑπωλίσθαινον, καὶ πρὸς τοὔδαφος κατεφέροντο. οἱ δὲ Κρῆτες, τῷ καινῷ τοῦ ὁράματος θαμβηθέντες, ἐπ' ὀλίγον χρόνον τὴν μάχην ἐξέκλιναν, τῷ τεραστίῳ καταπλαγέντες τοῦ πράγματος. εἶτ' αὖθις τὸν τῆς αἰχμαλωσίας καὶ δουλείας ὑπολογισάμενοι κίνδυνον, εἰς ἀῤῥαγῆ παράταξιν συνηθροίζοντο, καὶ διὰ τῶν κατεριπωθέντων τειχῶν τὴν Ῥωμαϊκὴν διαβαίνουσαν φάλαγγα ἐῤῥωμενέστατα ὑπεδέχοντο, δαιμονίως τε διηγωνίζοντο, περὶ ψυχὴν κινδυνεύοντες. ἄρτι δὲ πολλῶν ἀναιρεθέντων, ἐπεὶ πρὸς τοσαύτην ἀνανταγώνιστον ῥοπὴν οὐχ οἷοί τε ἦσαν ἀντικαθίστασθαι ἐπέβρισαν γὰρ αἱ δυνάμεις κατόπιν, καὶ ὠθισμὸς ἀνυπόστατος ἦν, εἰς φυγὴν τρέπονται, χωροῦντες διὰ τῶν στενωπῶν· Ῥωμαῖοι δὲ ἐφεπόμενοι τούτους ἀνῄρουν ἀνηλεῶς. οἱ δὲ περιλειφθέντες καὶ ὅσους οὐκ ἔφθη ἐκθερίζειν ὁ πόλεμος, τὰ ὅπλα ῥίψαντες εἰς ἱκετείαν ἐτράποντο. ὅπερ ὁ στρατηγὸς θεασάμενος, τὸν ἵππον κεντρίσας καὶ τὸν δρόμον ἐπιταχύνας, εἰσήλαυνέ τε καὶ τῶν στρατιωτῶν τὴν ὁρμὴν ἀνετείχιζε, μὴ κτείνειν ἀναπείθων τοὺς 27 τὰ ὅπλα ῥίψαντας ἄνδρας, μηδὲ κατὰ ψιλῶν καὶ ἀόπλων ὠμῶς καὶ ἀπανθρώπως χωρεῖν, ἀπανθρωπίας λέγων εἶναι, τὸ ὑπεῖξαν καὶ γεγονὸς ὑποχείριον διαφθείρειν ἤδη καὶ ἀποκτιννύειν ὡσπερεὶ πολέμιον. τούτοις τοῖς λόγοις μόλις ἐπέσχεν ὁ στρατηγὸς τῆς στρατιᾶς τὴν μιαιφόνον ὁρμήν.
Ἐπεὶ δὲ κατὰ κράτος ἥλω ἡ πόλις, τὰ πρωτόλεια ὑφελὼν ὁ στρατηγὸς, καὶ τὸ ἀκμαῖον τῶν αἰχμαλώτων ἀνδραποδισάμενος, διειληφώς τε ταῦτα καὶ εἰς ὃν ἔμελλε κατάγειν θρίαμβον διατηρήσας ὡς μάλιστα, τὰ λοιπὰ τοῖς στρατιώταις προνομεύειν προτέθεικεν. οἱ δὲ διὰ τῶν δωμάτων χωροῦντες πολλὰς καὶ πολυτελεῖς ἐκαρποῦντο τὰς ὠφελείας. πλεῖστον γὰρ καὶ ἀνεξάντλητον τῶν Κρητῶν λέγεται πόλιν ἔνδον τὸν ὄλβον παρακατέχειν, ἐπὶ συχνὸν οὐχ ἥκιστα εὐημερήσασαν, εὐμενοῦς τε καὶ μειλιχίου πειραθεῖσαν τῆς τύχης, καὶ μηδέν τι τῶν ἀπευκταίων καθυπομείνασαν, ἃ ἡ παλίντροπος τῶν χρόνων φορὰ ὡσανεί τινας κῆρας ἐπικυλίνδειν εἴωθε· μάλιστα δὲ πειρατικαῖς καὶ λῃστρικαῖς κεχρημένην ἐκπλεύσεσι, τῶν γαιῶν ἀμφοτέρων ληΐσασθαι τὰ παράκτια, κἀκ τῶν τοιούτων ἐπιτηδευμάτων ἀποθησαυρίσαι πλοῦτον ἀμύθητον. ἀλλὰ τοῦτον μὲν τὸν τρόπον ἥλω τὸ ἄστυ καὶ πρὸς τῶν Ῥωμαϊκῶν ἐλήφθη χειρῶν. ἐπεὶ δὲ τὰ ἔνδον ἐκκεκόμιστο ἅπαντα, τὸν περίβολον ὁ Νικηφόρος κατασκάπτειν διακελεύεται· τοῦ δὲ πολλαχῆ κατεριπωθέντος, ἐπὶ τὴν χώραν αὖθις ἀπῆγε τὴν δύναμιν. ἀνδραποδισάμενός τε ταύτην καὶ ληϊσάμενος, καὶ τὸ ἀντίξουν ἅπαν ἀναιμωτὶ παραστησάμενος, ἐπί τινα λόφον ὑψηλὸς καὶ ἀνάντη, οὐκ ἀπωτάτω τοῦ κατεριπωθέντος ἄστεος ὑπερκείμενον, ἴεται, καὶ παμπληθεὶ τειχίον οἰκοδομεῖν ἐγκελεύεται. ἀνεπισφαλὴς γὰρ ὁ χῶρος ἐδόκει, καὶ πρὸς ἔρυμα καρτερὸς, κρημνοῖς τε διεῤῥωγὼς καὶ φάραγξιν ἀποτόμοις ἑκατέρωθεν, κἀκ τῆς κορυφῆς ἀεννάους ἀναδιδοὺς πίδακας, καὶ τοῖς ὕδασι τούτων καταῤῥεόμενος. τοῦ δὲ ἐρύματος ἀσφαλέστατά τε καὶ στερεώτατα ἐξεργασθέντος, στρατιὰν ἀξιόχρεων τῷ χώρῳ ἐγκατοικίσας, Τέμενος τὸ ἄστυ ὠνόμασε, καὶ τὴν νῆσον ἐξημερώσας ἅπασαν, Ἀρμενίων τε καὶ Ῥωμαίων καὶ συγκλύδων ἀνδρῶν φατρίας ἐνοικισάμενος, καὶ πυρφόρους τριήρεις ἐς φυλακὴν ταύτης καταλιπὼν, αὐτὸς τὴν λείαν καὶ τοὺς αἰχμαλώτους ἀνειληφώς, ἀνέπλει πρὸς τὸ Βυζάντιον. μεγαλοπρεπῶς τε παρὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ ὑποδεχθεὶς, θρίαμβον ἐπὶ τοῦ θεάτρου κατήνεγκε, παντὸς συναθροισθέντος τοῦ δήμου, καὶ τὸ πλῆθος καὶ τὸ κάλλος τῆς λείας θαυμάζοντος. ἑωρᾶτο γὰρ χρυσὸς καὶ ἄργυρος παμπληθὴς, καὶ νόμισμα βαρβαρικὸν ἀπέφθου χρυσοῦ, πέπλοι τε χρυσόπαστοι, καὶ τάπητες ἁλουργοὶ, καὶ παντοδαπὰ κειμήλια, εἰς ἄκρον τέχνης ἐξειργασμένα, χρυσῷ καὶ λίθοις μαρμαίροντα· πανοπλίαι τε, καὶ κράνη, καὶ ξίφη, καὶ θώρακες ἀληλιμμένα χρυσῷ, ἔγχη τε καὶ ἀσπίδες καὶ τόξα παλίντονα ἀριθμὸν ὑπερβαίνοντα εἶπεν ἄν τις ἐκεῖσε παρατυχὼν, τῆς βαρβάρου γῆς τὸν ἅπαντα πλοῦτον συγκομισθῆναι τότε κατὰ τὸ θέατρον, τοσαῦτα τὸ πλῆθος ἐτύγχανον, ὡς μιμεῖσθαί τινα ποταμὸν 29 ἀφθόνως εἰσρέοντα. τούτοις εἵποντο καὶ οἱ ἀνδραποδισθέντες βάρβαροι, εἰς πολυάριθμον πληθὺν συναγόμενοι. Θριαμβεύσαντι δὲ τῷ Νικηφόρῳ καὶ παρὰ τοῦ δήμου θαυμαστωθέντι παντὸς, ὁ αὐτοκράτωρ Ῥωμανὸς δωρεάς τε φιλοτίμους δωρεῖται, καὶ τὴν τῆς Ἀσίας αὐτῷ ἐγχειρίζει ἀρχήν. ὁ δὲ, τὴν τοῦ ∆ομεστίκου τιμὴν καὶ αὖθις ὑποζωσάμενος, τὸν βόσπορόν τε περαιωθεὶς, καὶ τὰς δυνάμεις ἀγηοχὼς, καὶ εἰς φάλαγγα δυσάντητον καὶ δυσεκβίαστον παραταξάμενος, ᾔει διὰ τῆς τῶν Ἀγαρηνῶν γῆς. οἷς τὴν ἔφοδον ἐνωτισθεῖσι τοῦ Νικηφόρου, οὐκ ἀνεκτὸν ἐδόκει κατὰ χώραν τε μένειν, καὶ λόχους καθίζειν, ἐξ ἀντιστάσεώς τε διαμάχεσθαι· ἐκτρέχειν τε πρὸς τὰ φρούρια, καὶ τὰς ἐπιδρομὰς ἐκ τῶν ἐρυμάτων ἀποτροπιάζεσθαι, ἀκροβολιζομένους κατὰ τὸ ἐγχωροῦν. δεινῶς γὰρ ἐδεδοίκεισαν κατὰ συστάδην διαγωνίζεσθαι πρὸς ἄνδρα καρτερικὸν καὶ ἰσχυρογνώμονα. ὁ δὲ σκηπτοῦ δίκην τὴν περίχωρον ἐπεβόσκετο, δῃούμενος μὲν τὰς ἀρούρας, μυριανθρώπους δὲ κώμας ἀνδραποδιζόμενος. ἐπεὶ δὲ τὰ ἐν ποσὶ πυρὸς καὶ μαχαίρας ἔργον πεποίητο, τοῖς φρουρίοις προσβάλλει, ὧν αὐτοβοεὶ τὰ πλεῖστα ἑάλω. ὅσα δὲ τούτων ἐρυμνὰ τοῖς τείχεσι καὶ τῷ πλήθει τῶν ἔνδον ἐτύγχανον, τούτοις ἀντεπῆγε τὰς μηχανὰς, καὶ ἀκήρυκτον ἐπέφερε πόλεμον, ἐκθύμως τοῖς ὑπ' αὐτὸν ἀγωνίζεσθαι προτρεπόμενος. εὐείκτως δὲ τοῖς κελεύσμασι ἐκείνου πᾶς τις ἐπείθετο. ἦν γὰρ οὐ λόγοις μόνον ἐπαγωγός τε καὶ πιθανὸς πρὸς τὸ εὔψυχον, ἀλλὰ καὶ τοῖς ἔργοις 30 αὐτοῖς, ἐκτόπως ἀεὶ ἀγωνιζόμενος πρὸ τῆς φάλαγγος, καὶ κίνδυνον τὸν ἐπιόντα ὑποδεχόμενος, καὶ κραταιῶς ἐκκρουόμενος. ᾑρηκὼς οὖν καὶ καταβαλὼν ἐν εὐαριθμήτῳ καιρῷ τῶν Ἀγαρηνῶν ὑπὲρ τὰ ἑξήκοντα φρούρια, καὶ λείαν ὅτι πλείστην συνεκφορήσας, καὶ νίκην ἐπιφανεστάτην καὶ οἵαν οὐκ ἄλλος ἀναδησάμενος, ἐκεῖθεν τὴν δύναμιν ἀνελάμβανε, καὶ κατὰ τὰ σφῶν ἔστελλεν ἤθη, ἀμύθητον τὸν πλοῦτον ἀθροίσασαν· αὐτὸς δὲ πρὸς τὸν αὐτοκράτορα ἔθει, τῶν πόνων τὰ γέρα ληψόμενος. Ἄρτι δὲ μεσοῦντι τὴν ὁδοιπορίαν τῷ στρατηγῷ φήμη τις ὑπηντίαζε, τὴν ἐντεῦθεν ἐκδημίαν τοῦ ἄνακτος Ῥωμανοῦ διαγγέλλουσα. ὁ δὲ, τῷ ἀπροσδοκήτῳ τῆς φήμης ἐκταραχθεὶς, ἐπέσχε τε τὴν διαπορείαν, καὶ κατὰ χώραν ὑπέμενε. λέγεται δὲ τοῦτον τὸν τρόπον ἐκπλῆσαι τὸν βίον τὸν αὐτοκράτορα Ῥωμανόν. ἐπειδὴ παρειληφὼς τὴν ἀρχὴν ἐπιεικῆ τε καὶ μέτριον αὑτὸν καὶ εὐεργετικὸν τῷ ὑπηκόῳ παρείχετο, ὑποδύντες τινὲς καὶ μετελθόντες τὸν ἄνθρωπον, μοχθηροί τε καὶ δοῦλοι γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, διαφθείρουσι τὸν καλοκἀγαθὸν τρόπον τοῦ νέου, τρυφὴν ὑποτιθέντες καὶ ἀκόλαστον ἡδονὴν, διεγείροντές τε πρὸς ἀλλοκότους ἐπιθυμίας τούτου τὴν ὄρεξιν. ἐντεῦθεν παρὰ τὸν καιρὸν τῶν νηστειῶν, ἃς πρὸς κάθαρσιν ψυχῶν καὶ ποδηγίαν τῶν κρειττόνων ἐξεῦρον ἄνδρες θεοφορούμενοι, παρειληφότες τὸν Ῥωμανὸν οἱ λοιμοὶ, ἐπὶ θηρείαν ἐλάφων ἴενται, ἐν δυσβάτοις ἐλαύνοντες ὄρεσιν. ἐκεῖθέν τε ἀναζεύξαντες τὸν αὐτοκράτορα 31συγκομίζουσι περιημεκτέοντα καὶ τὰ ἐπιθανάτια πνέοντα. καί τινες μὲν ἐκ τῆς ἀκαίρου φασὶν ἱππασίας σπασμὸν ἐγγενέσθαι τούτῳ περὶ τὰ καίρια. ὡς δὲ ἡ τῶν πλειόνων ὑπόνοια ἔχει, κώνειον αὐτὸν πεπωκέναι πρὸς τῆς γυναικωνίτιδος. εἴτε δὲ ἐκείνως, εἴτε καὶ οὕτως, ἀμείβει τὸν βίον ὁ Ῥωμανὸς τὴν τῆς ἡλικίας ἐλαύνων ἀκμὴν, τρεῖς ἐνιαυτοὺς πρὸς πέντε μησὶ τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. τούτου δὲ ἐξ ἀνθρώπων γεγονότος, τὴν τῆς βασιλείας ἀρχὴν παρά τε τοῦ πατριαρχοῦντος Πολυεύκτου καὶ τῆς συγκλήτου βουλῆς οἱ ἐκείνου παῖδες Βασίλειος καὶ Κωνσταντῖνος, νήπιοι κομιδῇ τελοῦντες καὶ τιθηνούμενοι, μετὰ Θεοφανοῦς τῆς μητρὸς ἐγχειρίζονται· ἥτις ἐξ ἀσήμου μὲν γένους φυεῖσα, κάλλει δὲ καὶ σώματος ὥρᾳ πασῶν τῶν τότε γυναικῶν ὑπερφέρουσα, Ῥωμανῷ συνηρμόσθη τῷ αὐτοκράτορι. ὁ δὲ Νικηφόρος (αὖθις γὰρ πρὸς τὸν εἱρμὸν ἐπάνειμι τῆς διηγήσεως) τὴν μεταβολὴν τῆς μεγίστης ἀρχῆς διενωτισθεὶς, παντοδαπός τις ἦν, ἄλλοτε ὑπ' ἄλλων λογισμῶν διαταραττόμενος. τὸ γὰρ ἄπιστον τῶν πραγμάτων καὶ τὸ παλίντροπον τῆς τύχης καὶ ἄστατον οὐκ εἴα τὸν ἄνθρωπον ἀτρεμεῖν, ὑπειδόμενον μάλιστα τὴν τοῦ Ἰωσὴφ δυναστείαν, ὅς γε ἐκτομίας ὢν καὶ μάλιστα παρὰ τὴν βασιλείαν ἑστίαν δυνάμενος τῷ τοῦ παρακοιμωμένου γὰρ ἀξιώματι ἐσεμνύνετο, δυσμενῶς τῷ Νικηφόρῳ διέκειτο. Ἔγνω γοῦν αὐτίκα νεωτερίζειν· ἀλλὰ δύναμιν ἐκ τοῦ παρατυχόντος ἀποχρῶσαν οὐκ ἐπαγόμενος (τὰ γὰρ στρατεύματα πρὸς τὰς σφῶν ἐνεγκαμένας αὐτοῦ προστεταχότος ἀπῄεσαν, ἐδεδοίκει τὸν τοσοῦτον ἀγῶνα τέως ἐπαποδύσασθαι. ἔδοξεν 32 οὖν ὑπερθέσθαι τὸν νεωτερισμόν· εἰσελάσαντι δὲ εἰς τὸ Βυζάντιον, καὶ κατάγοντι τὸν θρίαμβον, εἴγε τὴν στρατιὰν οἱ κρατοῦντες αὑτῷ ἐγχειρίσοιεν (ᾔδει γὰρ αὐτοῦ περιόντος μὴ ἂν ἄλλον καρτερῆσαι πρὸς τὴν τῶν βαρβάρων ἀντίστασιν παρατάττεσθαι)· ἀναλαβεῖν τε τὰς δυνάμεις, καὶ λελογισμένως καὶ ἀνεπισφαλῶς ὑπὲρ τῶν ὅλων διαγωνίσασθαι. οὕτω δὴ γνωματεύσας καὶ βουλευσάμενος πρὸς τὸ Βυζάντιον ἴεται ἀσμενέστατά τε ὑπὸ τοῦ δήμου καὶ τῆς συγκλήτου δεχθεὶς, καὶ ὅσην ἐπήγετο λείαν θριαμβεύσας, καὶ τῷ δημοσίῳ ταμείῳ τὸν βαρβαρικὸν πλοῦτον καταθέμενος, ἐφ' ἑστίας ἡσύχαζεν. ὁ δὲ Ἰωσὴφ (ἐδεδοίκει γὰρ τὴν ἐπὶ τὸ Βυζάντιον τοῦ Νικηφόρου διατριβὴν, μή τι κατὰ τοῦ κράτους νεωτερίσειε, μάλιστα τοῦ στρατιωτικοῦ ἐκτόπως αὐτὸν στέργοντος καὶ τοῦ δήμου θαυμάζοντος, διά τε τὰ τρόπαια καὶ τὰ κατὰ πολέμους ἀνδραγαθήματα) ἐπὶ τὸ ἀνάκτορον τοῦτον ἐκαλεῖτο, εἴ πως αὐτὸν ψιλὸν τῆς δυνάμεως ἀπειληφὼς τῶν τε ὄψεων στερήσῃ καὶ ὑπερορίᾳ παραπέμψῃ. ἀλλὰ τὸ κακοῦργον καὶ περιπόνηρον τοῦ Ἰωσὴφ ὁ στρατηγὸς συνιεὶς (δραστήριος γὰρ ἐς τὸ ἀκριβὲς ἦν, καὶ καταστοχάσασθαι κακοτροπίαν ἀνδρὸς προχειρότατος), ἐς τὴν μεγάλην ἐκκλησίαν φοιτᾷ, καὶ τῷ ἱεραρχοῦντι Πολυεύκτῳ εἰς λόγους ἐλθὼν, ἀνδρὶ τήν τε θείαν καὶ ἀνθρωπίνην φιλοσοφίαν εἰς ἄκρον ἐκμελετήσαντι, καὶ βίον αἱρετισαμένῳ ἐκ νεότητος μοναδικόν τε καὶ ἄσκευον, καὶ παῤῥησίαν ὑπὲρ ἄνθρωπον κεκτημένῳ, ἣν οὐχ ἡ φύσις ἐνεποίει αὐτῷ μόνον, τομίᾳ γε ὄντι καὶ ἐς ἔσχατον γῆρας ἐλάσαντι, ἀλλὰ καὶ ἡ ἀκτησία, καὶ τὸ ἀνεπίληπτον, 33 καὶ τὸ λιτὸν τοῦ βίου καὶ ἀπέριττον· τούτῳ δὴ τῷ Πολυεύκτῳ, ἐπεὶ εἰς λόγους ἦλθεν ὁ Νικηφόρος, καλάς γε, ἔφη, παρὰ τοῦ τῶν βασιλείων κατάρχοντος τῶν τοσούτων ἀγώνων καὶ πόνων καρποῦμαι τὰς ἀμοιβάς· ὅς γε τὸν ἀλάθητον καὶ μέγαν ὀφθαλμὸν λήσειν οἰόμενος, τὰ Ῥωμαϊκά μοι πλατύνοντι ὅρια ταῖς τοῦ κρείττονος εὐοδώσεσιν, οὐκ ἐνάρκησε σκαιωρήσασθαι θάνατον, μηδέπω μηδὲν εἰς τὸ κοινὸν πλημμελήσαντι, συνεισενεγκόντι δὲ μᾶλλον ὅσα μή τις τῶν νῦν τελούντων ἀνδρῶν, καὶ τοσαύτην μὲν χώραν τῶν Ἀγαρηνῶν πυρὶ καὶ μαχαίρᾳ δῃωσαμένῳ, τηλικαύτας δὲ πόλεις ἐκ βάθρων κατεριπώσαντι. ἐγὼ δὲ ἠξίουν, τὸν συγκλητικὸν ἄνδρα ἐπιεικῆ τε εἶναι καὶ μέτριον, καὶ μή τινα δυσμεναίνειν, καὶ ταῦτα μάτην, ἀπέραντα. Τούτων τῶν ῥημάτων ὁ πατριάρχης ἐνωτισθεὶς, καὶ τὴν προθυμίαν ἀναφλεχθεὶς, εἰς τὰ βασίλεια εἰσελαύνει, τὸν Νικηφόρον ἔχων συνεφεπόμενον· καὶ τὴν σύγκλητον εἰσκαλέσας, οὐ δίκαιον, ἔφη, τοὺς ὑπὲρ τῆς Ῥωμαϊκῆς εὐετηρίας ἑαυτῶν ἀφειδήσαντας, καὶ πόνους καὶ κινδύνους καθυπομείναντας, εὐγνώμονάς τε καὶ μετρίους ἑαυτοὺς παρεχομένους πρὸς τὸ ὁμόφυλον, προπηλακίζειν καὶ ἀτιμοῦν, κυδαίνειν δὲ μᾶλλον καὶ ταινιοῦν. εἰ οὖν πείθεσθέ μοι τὰ λῴονα συμβουλεύσοντι, τὴν ἐμὴν αὐτίκα γνώμην ἐρῶ. δεῖ Ῥωμαίους ὄντας ἡμᾶς, καὶ θείοις ῥυθμιζομένους προστάγμασι, τὰ νεογνὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ τέκνα, ἐπεὶ πρὸς ἡμῶν καὶ τοῦ δήμου παντὸς ἀνεῤῥέθησαν αὐτοκράτορες, εἰς τὴν προγονικὴν τιμὴν συντηρεῖν καὶ σέβας ἀπονέμειν, οἷον καὶ τοῖς προγόνοις αὐτῶν. ἐπεὶ δὲ καὶ τὰ βαρβαρικὰ φῦλα ληΐζεσθαι τὴν Ῥωμαϊκὴν οὐκ ἀπέχονται γῆν, συμβουλεύω, τὸν ἄνδρα τουτονὶ (τὸν Νικηφόρον ὑποδεικνὺς), ἀγχίνουν τε ὄντα καὶ ἀγαθὸν τὰ πολέμια, καὶ νίκας ὅτι πλείστας ἐπανῃρημένον, ὃ καὶ αὐτοὶ συνομολογεῖτε, καὶ τοῦτον τῶν ἄλλων ἐκθειάζετε μάλιστα, ὅρκοις κατασφαλισαμένους μή τι κατὰ τοῦ κράτους καὶ τῆς βουλῆς μελετῆσαι ἀβούλητον, ἀνειπεῖν αὐτοκράτορα στρατηγὸν, καὶ τὰς τῆς Ἀσίας δυνάμεις ἐγχειρίσαι αὐτῷ, ὡς ἀμύνοιτο καὶ ἀναχαιτίζοι τῶν ἀλλοφύλων τὴν ἔφοδον. ταύτην γὰρ αὐτῷ καὶ ὁ αὐτοκράτωρ Ῥωμανὸς, ἔτι βιοὺς, ἐνεχείρισε τὴν τιμὴν, καὶ τελευτῶν ἐν ταῖς διαθήκαις ὡρίσατο, μὴ μετακινεῖν τῆς τοιαύτης στρατηγίας εὐγνωμονοῦντα τὸν ἄνθρωπον. ταύτην ἀνειπόντος τοῦ πατριάρχου τὴν γνώμην, ἐπεψήφιζέ τε ἡ βουλὴ, συνῄνει δὲ καὶ αὐτὸς ὁ παρακοιμώμενος Ἰωσὴφ, οὐχ ἑκὼν, τῇ δὲ ῥοπῇ τῆς συγκλήτου ἐκβιαζόμενος. καὶ δὴ ὅρκοις φρικωδεστάτοις τὸν Νικηφόρον ἐμπεδωσάμενοι, μή ποτε περιόντων τῶν νεογνῶν παίδων καὶ βασιλέων ἀπαίσιόν τι κατὰ τοῦ σφῶν κράτους βουλεύσασθαι· ἐπομοσάμενοι δὲ καὶ αὐτοὶ, μηδένα τῶν ἐν τέλει ἀπεναντίας τῆς ἐκείνου γνώμης μετακινεῖν, ἢ πρὸς μείζονα ἐπαναβιβάζειν ἀρχὴν, μετὰ δὲ καὶ τῆς αὐτοῦ διασκέψεως κοινῇ γνώμῃ διευθύνειν τὰ τοῦ κοινοῦ, αὐτοκράτορα στρατηγὸν τῆς Ἀσίας τοῦτον ἀνακηρύξαντες τόν τε σύλλογον διαλύουσι, καὶ, τῶν βασιλείων ἀπάραντες, ἐφ' ἑστίας ἀπῄεσαν ἕκαστοι