Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Αʹ


Εἴπερ ἄλλο τι τῶν ἀγαθῶν τὸν βίον ὀνίνησι, τούτου οὐχ ἧσσον, ἀλλὰ καὶ μᾶλλον ἡ ἱστορία, ἐπωφελές τι πρᾶγμα πεφυκὸς καὶ λυσιτελές. ποικίλας γὰρ καὶ παντοδαπὰς ἀπαγγέλλουσα πράξεις, καὶ ὅσας ἡ φορὰ τοῦ χρόνου καὶ τῶν πραγμάτων κυλίνδειν εἴωθεν, ἡ προαίρεσις δὲ μάλιστα τῶν κεχρημένων τοῖς πράγμασι, τὰς μὲν ἀσπάζεσθαι καὶ ζηλοῦν τοῖς ἀνθρώποις νομοθετεῖ, τὰς δὲ ἀποδιοπομπεῖσθαι καὶ ἀποτρέπεσθαι· ὡς μὴ λάθωσιν ἀβουλήτως τὰ μὲν ὀνησιφόρα καὶ λῴονα προηκάμενοι, τοῖς δὲ ἀπευκταίοις καὶ βλαβεροῖς ἑαυτοὺς περιπείραντες. ἐπεὶ οὖν λυσιτελὲς ἡ ἱστορία μετὰ τῶν ἄλλων βιωφελῶν χρῆμα τελεῖν ὡμολόγηται, ἅτε τὰ θνητὰ ἀναβιώσκειν ἢ ἀνηβάσκειν παρεχομένη, καὶ μὴ ἐῶσα τοῖς τῆς λήθης βυθοῖς παρασύρεσθαί τε καὶ συγκαλύπτεσθαι· διὰ ταῦτα, πολλῶν ἐν τῷ κατ' ἐμὲ χρόνῳ πραγμάτων ἐξαισίων καὶ ἀλλοκότων καινοτομηθέντων, καὶ φοβερῶν κατ' οὐρανὸν δειμάτων ἐπιφανέντων, καὶ σεισμῶν ἀπίστων κινηθέντων, σκηπτῶν τε κατενεχθέντων, καὶ ὑετῶν λάβρων καταῤῥαγέντων, πολέμων τε συῤῥαγέντων, καὶ στρατευμάτων πολλαχοῦ τῆς οἰκουμένης ἐπιδραμόντων, καὶ πόλεων καὶ χώρων μεταναστάντων, ὡς πολλοῖς δοκεῖν, ἀλλοίωσιν ἄρτι τὸν βίον λαβεῖν, καὶ τὴν προσδοκωμένην δευτέραν κατάβασιν τοῦ Σωτῆρος καὶ Θεοῦ ἐπὶ θύραις ἐγγίζειν· ἔδοξέ μοι, μὴ οὕτω φρίκης μεστὰ καὶ θαύματος ἄξια πράγματα σιγῇ παραδραμεῖν, ἀλλ' εἰς τοὐμφανὲς ἀνειπεῖν, ὡς εἶναι παίδευμα καὶ τοῖς ὕστερον· εἴ γε μὴ δεδογμένον εἴη τῇ προνοίᾳ, αὐτίκα καὶ καταπόδας τὸ βιωτικὸν πορθμεῖον ἐν τῷ τῆς συντελείας ὅρμῳ ἐλλιμενίζειν, καὶ τὸ σχῆμα τοῦ κόσμου παραγαγεῖν. ἀλλά μοι εἴη τὸν ὑπὲρ ἐμὲ τοσοῦτον 5 ἆθλον ἐπανῃρημένῳ, μὴ δεύτερον τῆς προθυμίας δραμεῖν, ἀναλόγως δὲ τοῦ μεγέθους τῶν συμβεβηκότων ἱκέσθαι, καὶ ταῦτα δεόντως επεξηγήσασθαι. ἡ μὲν οὖν ἱστορία κατὰ τὸ ἐνὸν ἐμοὶ λεχθήσεται κατὰ μέρος· ὁ δὲ ταῦτα συντάξας Λέων εἰμὶ Βασιλείου υἱός· πατρὶς δέ μοι Καλόη, χωρίον τῆς Ἀσίας τὸ κάλλιστον, παρὰ τὰς κλιτῦς τοῦ Τμώλου ἀνῳκισμένον, ἀμφὶ τὰς πηγὰς τοῦ Καϋστρίου ποταμοῦ, ὃς δὴ, τὸ Κελβιανὸν παραῤῥέων καὶ ἥδιστον θαῦμα τοῖς ὁρῶσι προκείμενος, ἐς τὸν τῆς κλεινῆς καὶ περιπύστου Ἐφέσου κόλπον πελαγίζων ἐσβάλλει. ἀλλ' ἐπὶ τὴν τῶν κοινῶν πραγμάτων ἰτέον διήγησιν, περὶ πλείστου τὸ ἀληθίζειν ποιουμένοις ὡς μάλιστα, ὅτι καὶ τοῦτο τῇ ἱστορίᾳ τῶν ἄλλων μᾶλλον ἁρμόττει. φασὶ γὰρ καὶ οἱ τὸν λόγον σοφοὶ, ῥητορικῇ μὲν προσήκειν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, τῇ δὲ ἱστορίᾳ ἀλήθειαν. ὅσα μὲν οὖν ἐπὶ τὸν χρόνον τοῦ αὐτοκράτορος Κωνσταντίνου υἱοῦ Λέοντος, ᾧ Πορφυρογέννητος ἡ ἐπίκλησις, ἐπισυμβέβηκε πράγματα (οὗ καὶ γεννωμένου καὶ τελευτῶντος κομήτην λέγεται φανῆναι κατ' οὐρανὸν, τὴν ἐκείνου καὶ γέννησιν προδηλοῦντα καὶ ἀποβίωσιν), παρήσειν μοι δοκῶ· ἀποχρώντως γὰρ ἄλλοις ἱστόρηται. τὰ δὲ τούτων ἐχόμενα, καὶ ὅσα ὀφθαλμοῖς καὶ αὐτὸς τεθέαμαι (εἴπερ ὀφθαλμοὶ ὤτων πιστότεροι, καθ' Ἡρόδοτον), τὰ δὲ καὶ πρὸς τῶν ἰδόντων ἠκρίβωσα, ταῦτα καὶ δώσω γραφῇ. Ἄρτι κατὰ τὸν Νοέμβριον μῆνα, τῆς γʹ ἰνδίκτου, ἐν 6 τῷ ϛυξζʹ ἔτει, τοῦ ῥηθέντος αὐτοκράτορος Κωνσταντίνου τὸν βίον μετηλλαχότος καὶ πρὸς τὴν ἐκεῖσε κατάπαυσιν ἀναλύσαντος, τὴν αὐτοκρατορίαν διέπειν ἀρχὴν Ῥωμανὸς ὁ ἐκείνου υἱὸς ἐγχειρίζεται, ἤδη τὴν τῶν μειρακίων παραλλάττων ἡλικίαν καὶ πρὸς ἄνδρα τὸν τέλειον μετασκευαζόμενος· ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς, εὐπρόσωπός τε καὶ εὐόμιλος καὶ τὴν ὥραν ἀριπρεπὴς, καὶ παντοδαπῆς καλοκαγαθίας ἀνάπλεως, εὐμενής τε καὶ χρηστὸς πρὸς ἅπαν τὸ ὑπήκοον, ἐπτοημένος δὲ νεωτερικαῖς ἡδυπαθείαις καὶ παιδιαῖς, τοὺς δὲ ἐρεθίζοντας πρὸς ταῦτα κατὰ τὴν βασίλειον ἑστίαν, ὡς οὐκ ὤφελεν, ἐπαγόμενος. τούτῳ τῷ αὐτοκράτορι Ῥωμανῷ εἰς ἔννοιαν ἧκε, τὴν τῶν Ἀραβιτῶν Κρητῶν δυναστείαν, τραχηλιῶσαν καὶ κατὰ Ῥωμαίων φονικὸν πνέουσαν, τῇ τοῦ κρείττονος ῥοπῇ ἐκποδὼν ποιήσασθαι. καὶ γὰρ τῷ ἐξ ὑπογυίου τοῖς Ῥωμαίοις συμβεβηκότι ἀτυχήματι ἀμέτρως γαυρουμένη, τὰ παράκτια τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐληΐζετο μάλιστα. ὅπως δὲ τὸ πταῖσμα Ῥωμαίοις συμβέβηκεν, ἐπιτροχάδην ἐρῶ. Κωνσταντῖνος ὁ αὐτοκράτωρ, μὴ στέγων τὴν τῶν Κρητῶν ὕβριν καὶ τὰς λαθραίους ἐπιδρομὰς, στρατιὰν ἀξιόμαχον συνειλοχὼς καὶ τριήρεις ἐξαρτύσας πυρφόρους μάλα συχνὰς, κατὰ τῆς Κρήτης ἔστελλεν, ὡς αὐτοβοεὶ τὴν νῆσον αἱρήσων. ἀλλ' ἀνανδρίᾳ καὶ ἀπειρίᾳ τοῦ στρατηγοῦ, τομίου θαλαμηπόλου τελοῦντος, καὶ ἀνδραρίου σκιατραφοῦς ἐκ τῆς τῶν Παφλαγόνων ὡρμημένου (Κωνσταντῖνος ὄνομα τούτῳ, Γογγύλης ἐπίκλησις), εἰ καὶ τῷ τῶν Πατρικίων ἀριπρεπεῖ ἀξιώματι ἐσεμνύνετο, ἅπασα ἡ λεχθεῖσα στρατιὰ, πλὴν ὀλίγων ἀνδρῶν, κατεκόπη πρὸς τῶν βαρβάρων καὶ παραπώλετοʹ. Ταύτην τὴν ἧτταν ὁ αὐτοκράτωρ Ῥωμανὸς ἀνακαλέσασθαι προθυμούμενος, Νικηφόρον τὸν Φωκᾶν, τοῖς μαγίστροις ἐνδιαπρέποντα καὶ τῶν τῆς Ἀνατολῆς στρατευμάτων κατάρχοντα ∆ομέστικον τῶν σχολῶν Ῥωμαῖοι ἀρχὴν τὴν τοιαύτην ἐπιφημίζουσιν, ἄνδρα ῥέκτην τε καὶ δραστήριον, ἀγαθόν τε τὰ πολεμικὰ καὶ τὴν ἰσχὺν ἀνυπόστατον, αὐτοκράτορα στρατηγὸν τῆς πρὸς τοὺς Κρῆτας μάχης κεχειροτόνηκεν. οὗτος τοίνυν ὁ Νικηφόρος, τὴν τῆς Ἀσίας στρατιὰν τῷ βασιλικῷ συνειλοχὼς κελεύσματι καὶ ναυσὶν ἐμβιβάσας, καὶ ταχυπλοήσας, πυρφόρους τε τριήρεις πλείστας ἐπαγόμενος (δρόμονας ταύτας Ῥωμαῖοι καλοῦσι), τῇ Κρήτῃ προσώρμισεν. ἐπεὶ δὲ τῆς ἀποβάσεως ἐδόκει καιρὸς, ἔδειξε πρακτικῶς, ἣν εἶχεν ἐμπειρίαν ἔργων πολεμικῶν. κλίμακας γὰρ ἐπὶ τῶν πορθμείων ἐπιφερόμενος, ταύτας ἐπὶ τὴν ἠϊόνα προσυφαπλῶν, τὴν στρατιὰν ἔνοπλόν τε καὶ ἔφιππον ἀπὸ τῆς ὑγρᾶς ἐπὶ τὴν ξηρὰν μετεβίβαζε. τῷ δὲ καινῷ καὶ ἀλλοκότῳ τοῦ ὁράματος καταπλαγέντες οἱ βάρβαροι κατὰ χώραν ἔμενον ἰλαδὸν, ἀδιάσπαστον συντηροῦντες τὸν συνασπισμὸν, καὶ τὴν τῶν Ῥωμαίων ὡς αὐτοὺς ἄφιξιν προσδεχόμενοι. ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς Νικηφόρος, τριχῇ τὴν φάλαγγα διατάξας, ἀσπίσι τε καὶ δόρασι ταύτην καταπυκνώσας, καὶ τὸ ἐνυάλιον παιωνίσας, τὸ δὲ σταυρικὸν ἐγκελευσάμενος προπορεύεσθαι τρόπαιον, ἀντιμέτωπος τοῖς βαρβάροις ἐπῄει. δεινῆς δὲ μάχης ἀναῤῥαγείσης, καὶ δίκην χαλάζης τῶν βελῶν καταφερομένων, οὐκ ἔμελλον ἐπὶ πολὺ διακαρτερεῖν οἱ βάρβαροι τὸν τῶν Ῥωμαίων δορατισμόν· ἀλλὰ τὰ νῶτα στρέψαντες καὶ τὴν φάλαγγα διαλύσαντες, ὡς εἶχον δρόμων, πρὸς τὸ σφῶν ἀπῄεσαν ἔρυμα. οἱ δὲ Ῥωμαῖοι ἐφεπόμενοι, ἀμύθητον τούτων φόνον εἰργάσαντο. τοιοῦτον μὲν ἡ πρώτη προσβολὴ καὶ διαμάχη πέρας αἴσιον τοῖς Ῥωμαίοις ἀπηνέγκατο. ἐπεὶ δὲ, ᾗπέρ μοι εἴρηται, τῷ σφετέρῳ τειχίσματι οἱ βάρβαροι συνεκλείσθησαν, τὰς δυνάμεις συγκαλέσας ὁ στρατηγὸς, χάρακα πρὸ τοῦ ἄστεος ἐπήξατο τῶν Κρητῶν· τὰς δέ γε τριήρεις καὶ τὰς λοιπὰς φορτίδας εἰς εὐλίμενον ἐπίνειον ἀθρόας ἐλλιμενίζειν διεκελεύσατο, θαλασσοκρατεῖν τε, καὶ εἴ που βαρβαρικὸν ὁρῷεν πορθμεῖον ἔκπλουν ποιούμενον, τοῦτό τε ἐκδιώκειν, καὶ τῷ ὑγρῷ πυρὶ ἐκτεφροῦν. ταῦτα ἐς τὸ ἀκριβὲς βουλευσάμενός τε καὶ συμπεράνας, σπεῖραν λογάδων ἀνδρῶν τῷ στρατηγῷ Νικηφόρῳ, ᾧ τὸ ἐπίκλην Παστιλᾶς, ἐγχειρίζει, ὃς γενναῖος ὢν πολλοὺς ἀνέτλη πολέμους· καὶ πλειστάκις μὲν ἥλω πρὸς τῶν Ἀγαρηνῶν, τοσαυτάκις δὲ ἐκεῖθεν διέδρα· καὶ πολλὰς οὐλὰς ἐκ τῶν κατὰ πόλεμον χαλκοτυπιῶν ἐπὶ τοῦ προσώπου καὶ τῶν στέρνων προὐβάλλετο. τότε δὲ στρατηγὸς τῶν Θρᾳκησίων τελῶν, τὴν σπεῖραν παρειληφώς, ἐπὶ καταδρομὴν καὶ κατασκοπὴν τῆς νήσου ἐστέλλετο, πολλὰ τοῦ Νικηφόρου Φωκᾶ ἐπισκήψαντος, γρηγορεῖν τε καὶ νήφειν, καὶ μὴ πρὸς ῥᾳστώνην καὶ τρυφὴν ἀπιδεῖν, ὡς μή τι ἀνήκεστον πρὸς τῶν ἐναντίων αὐτοῖς καττυθῇ· καταδραμόντας δὲ τὸν χῶρον καὶ γενναῖόν τι δεδρακότας, ἐπὶ τὸ στρατόπεδον θᾶττον παλινοστεῖν. Ἀλλὰ γὰρ οὐκ ἀκραιφνῆ τἀγαθὰ τοῖς ἀνθρώποις πέφυκε παραμένειν ἀεὶ, ἀλλὰ τοῖς κακοῖς ἀναμέμικται· καὶ παρέπεται τοῖς μὲν εὐτυχήμασι συμφοραὶ, ἀνῖαι δὲ ἡδοναῖς, μὴ ἐῶσαι καθαρᾶς τῆς δεδομένης εὐετηρίας ἀπόνασθαι. ὁποῖον δὴ καὶ τότε Ῥωμαίοις συμβέβηκεν. ἐπεὶ γὰρ τῇ χώρᾳ προσέβαλον, καὶ τρυφὴν παντοδαπὴν εὗρον (εὐδαίμων γὰρ ἡ χώρα, καὶ ὡραίων καρπῶν καὶ χυμῶν ἰδέαις ἐπιεικῶς περιβρίθουσα, εὔβοτός τε καὶ εὔμηλος), δέον τὰς ἐπισκήψεις τοῦ στρατηγοῦ, ὡς τὸ εἰκὸς, διατηρεῖν, οἱ δὲ παρὰ φαῦλον θέμενοι καὶ πολλὰ χαίρειν ταύταις εἰπόντες, ἐπὶ ῥᾳστώνην ἀπέκλιναν καὶ τρυφήν. τούτων οἱ βάρβαροι, τοῖς ἐπικαιροτάτοις καὶ ἀμφιλαφέσι τῶν ὀρῶν ἐλλοχῶντες, τὸ ἀκόλαστον τεθεαμένοι καὶ ἀφύλακτον, τῶν δρυμῶν καὶ χηραμῶν ὑπεκδύντες καὶ ἐς φάλαγγα παραταξάμενοι καὶ συνασπίσαντες, κατ' αὐτῶν ἐχώρουν. οἱ δὲ, καίπερ ἀκροσφαλεῖς τῇ μέθῃ τελοῦντες καὶ ἀκροχάλικες, ὅμως τοῖς βαρβάροις ἀντεπῄεσαν καὶ 10 ῥωμαλέως ἀντικαθίσταντο. ἄρτι δὲ τοῦ στρατηγοῦ Παστιλᾶ εὐρώστως διαγωνιζομένου, καὶ τὴν τῶν βαρβάρων διακόπτοντος φάλαγγα, ὁ ἵππος, εἰς ὃν ἐπωχεῖτο, βέλεσι καὶ δορατίοις τὰ στέρνα τυπεὶς, ὀκλάσας διαπεφωνήκει. ὁ δὲ Παστιλᾶς εὐπετῶς τοῦ ἵππου ἀναθορῶν, μέχρι μέν τινος τῷ φασγάνῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολὺν τῶν βαρβάρων φόνον εἰργάσατο. Ἐπεὶ δὲ ἔξαιμός τε καὶ καταβελὴς ἐγεγόνει, λειποθυμήσας παρὰ τὸ μεταίχμιον ἔπεσε. τούτου πεσόντος εἰς φυγὴν οἱ Ῥωμαῖοι ἀπέκλιναν, καὶ πρὸς τῶν βαρβάρων δίκην βοσκημάτων ἐναπεσφάττοντο, ὡς ἐκ τῆς εἰρημένης σπείρας ὀλιγοστοὺς ἀνασεσῶσθαι εἰς τὸ στρατόπεδον. τοῦτο τὸ πάθος ὁ Νικηφόρος Φωκᾶς αἰσθόμενος καὶ πολλὰ τῆς ἀβουλίας καὶ ῥᾳθυμίας τοὺς πεσόντας μεμψάμενος, ἔτι τε τὸ παλίντροπον κατευλαβηθεὶς τῆς τύχης καὶ ἄστατον, ἔγνω μηκέτι διαμέλλειν καὶ τὸν καιρὸν κατατρίβειν, κἀντεῦθεν ἄδειαν ἐνιέναι τοῖς βαρβάροις, ἐνέδρας καὶ λόχους τίθεσθαι, καὶ εἰς φάλαγγα συστάδην ἀντικαθίστασθαι· ἀλλὰ παντὶ σθένει καὶ πάσαις μηχαναῖς διανύτειν τὸν πόλεμον. εʹ. Οὕτω διαλύοντι τούτῳ καὶ γνωματεύοντι (ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος, ἐννοῆσαί τε τὸ ξυνοῖσον καὶ εἰς πέρας ἀγαγεῖν πάντων, ὧν ἴσμεν, ἐπηβολώτατος, σώφρων τε καὶ μὴ εἴκων ἡδοναῖς· καὶ προσέτι δεινὸς τοὺς καιροὺς καὶ τὰ πράγματα εἰς δέον μεταχειρίσασθαι, τὴν μέντοι ἰσχὺν καὶ ῥώμην ἀκαταγώνιστος· λέγεται γὰρ πρωταγωνιστοῦ τινος τῶν ἀλκιμωτάτων βαρβάρων ἀντικαταστάντος αὐτῷ ποτε, τὸ δόρυ κατὰ τῶν στένων τὸν Νικηφόρον ἰθύναντα καὶ ἀμφοτέραις ὠσάμενον, οὕτω γενέσθαι σφοδρὰν τὴν ἀντέρεισιν, ὡς καὶ διαμπερὲς τὸ δόρυ διελθεῖν, καὶ ἄμφω διατεμεῖν τὰ μέρη τοῦ θώρακος), ἔννοια γοῦν ἐπῆλθεν αὐτῷ, κύκλῳ τὸ ἄστυ περιελθεῖν καὶ ἐς τὸ ἀκριβὲς τοῦτο κατασκοπῆσαι, ἵνα ὅποι παρείκοι προσαγάγῃ τὸν πόλεμον. περιελθὼν οὖν καὶ τὴν ἄλλως δυσέμβολον πεφυκὸς ἰδὼν καὶ δυσπρόσοδον· ἐκ τοῦ θατέρου μὲν γὰρ πλευροῦ τὴν θάλατταν εἶχε φρουρὰν ἀσφαλῆ, κατὰ θάτερον δὲ ἐπ' ἀγχωμάλου καὶ ἰσοπέδου λίθου ἠρήρειστο, ἐφ' ᾗ τὰ γεῖσα τεθεμελίωτο, τό τε δόμημα καινόν τι προὐβάλλετο καὶ ἀλλόκοτον· ἐκ χοὸς γὰρ καὶ τριχῶν αἰγείων καὶ ὑείων συντεθειμένων καὶ ἐπιεικῶς συμπεπιλημένων ᾠκοδόμητο· εὖρός τε τοσοῦτον ἔφερεν, ὅσον ἁμάξας δύο εὐπετῶς ἔχειν κατὰ τῶν ἐπάλξεων ἐναλλὰξ διοδεύειν περίδρομον, ἐς ὕψος τε ἀποχρώντως ἦρτο· καὶ προσέτι ταφρεῖαι δύο ἐς εὖρος ὅτι μάλιστα καὶ βάθος ἱκνούμεναι πέριξ αὐτοῦ ὠρωρύχατο. τοῦτο ἐχυρὸν, ᾗπερ εἴρηται, καὶ δυσάλωτον ἀτεχνῶς καταμαθὼν, τοιοῦτόν τι ἀντιτεχνάζεται. ἀπὸ τῆς πρὸς νότον τετραμμένης ῥηγμῖνος ἀρξάμενος οἰκοδομεῖν μέχρι τῆς ἐπὶ θάτερα ἠϊόνος, τὸ διῆκον τῆς χέρσου ἑρκίῳ διατειχίζει, καὶ πρὸς πόντον τὸ τῶν Κρητῶν ἄστυ καθείργνυσιν, ὡς μὴ ἔχοιεν εὐπετῶς τῇ χέρσῳ προσεπιβαίνειν οἱ βάρβαροι, ὅτε καὶ βούλοιντο, ἐπ' αὐτῷ δὲ κεῖσθαι, πολεμητέα εἶναι, καὶ μὴ, ὁπότε καὶ τοῦτο δοκεῖ. τὸ τοιοῦτον δὴ τειχίον θᾶττον συμπεράνας ὁ Νικηφόρος, ἐφ' ἕτερον ἠπείγετο τρόπαιον, ὅπερ ὁ λόγος αὐτίκα δηλώσει. παρὰ τὴν στρατήγιον σκηνὴν τοὺς ἐν τέλει συγκαλεσάμενος, καὶ γεγωνοτέρᾳ χρησάμενος τῇ φωνῇ, ἔλεξε τοιάδε. Τὸ μὲν ὠμὸν καὶ θηριῶδες τῶν τῆς παιδίσκης ἐκγόνων, τήν τε τούτων καταδρομὴν καὶ τὸν ἀνδραποδισμὸν, ὅσα φονιωδῶς Ῥωμαίοις εἰργάσαντο (καὶ ταῦτα νῆσον παροικοῦντες τὴν ὑπ' αὐτοῖς τεταγμένην, εἰ καὶ μοχθηρίᾳ τύχης παρὰ τοῖς Ἀγαρηνοῖς ἐγεγόνει), οἴομαι μηδένα λήσειν ὑμῶν. ἦ γὰρ οὐκ ἀνοίκητος μὲν ἡ παράλιος πᾶσα σχεδὸν ἐκ τῆς τούτων ἀπαγωγῆς; οὐκ ἔρημοι δὲ τῶν νήσων αἱ πλείους τῇ τούτων καταδρομῇ; δι' ἃ οὐκ ἠνέσχετο πάντως ἡ πρόνοια μέχρι καὶ τοῦ παντὸς, τοὺς ψεύστας, τὰ θηρία τὰ κάκιστα, τὰς ἀργὰς γαστέρας, καταθοινεῖσθαι λαὸν τὸν Χριστώνυμον· ἀλλὰ τῇ τοῦ κρατοῦντος ῥοπῇ ἡμᾶς ἐνταῦθα διεπεραιώσατο, ἑπταπλασίως αὐτοῖς ἀποδοῦναι τὸ ἀνταπόδομα, ὃ ἀνηλεῶς ἡμῖν ἀνταπέδωκαν. τεκμήριον δὲ τῶν λεγομένων ἡ προβᾶσα νίκη. ἄρτι γὰρ διαπόντιοι σχεδὸν τελοῦντες, καὶ μηδὲ τὴν ἐκ θαλάττης ναυτίαν ὁλοσχερῶς ἀποπτύσαντες, ἅμα τῷ ἐπιβῆναι τῆς νήσου τῇ τοῦ κρείττονος ἀρωγῇ μαχαίρας ἔργον πλείστους τῶν βαρβάρων ἐθέμεθα· τοὺς δὲ περιλειφθέντας αὐτῶν ἀπονητὶ τῷ ἄστει περιεκλείσαμεν. ἐκλιπαρῶ οὖν, συστρατιῶται, μὴ πρὸς ῥᾳστώνην ὑμᾶς ἀπιδεῖν καὶ τρυφήν· ἐξ ὑπογυίου γὰρ ἡμῖν τοῦ πτώματος τὸ παράδειγμα. εἰ γὰρ τὰς ἐμὰς ἐπισκήψεις σὺν τῷ Παστιλᾷ Νικηφόρῳ οἱ προκατασκοπεῖν σταλέντες τῆςχώρας ἐφύλαξαν, καὶ μὴ ἐς τρυφὴν καὶ τὴν ἄλλην ἀπέκλεισαν ἡδονὴν, οὐκ ἂν τοιαύτῃ πανολεθρίᾳ ἀπώλοντο. νῦν δὲ, τούτων ἀλογήσαντες, τῆς σφῶν ἀβελτηρίας ἠνέγκαντο ἐπίχειρα. δεῖ οὖν τὸ τῶν ἑταίρων πτῶμα εὐλαβηθέντας νήφειν τε καὶ προσέχειν, καὶ ὅλῃ σπουδῇ καὶ ῥώμῃ ἐξερευνῆσαι καὶ ἀνιχνεῦσαι τὰ ἐλλοχῶντα τῇδε βάρβαρα θηρία, καὶ τῶν χηραμῶν καὶ φωλεῶν ἐξερύσαντας ἀπωλείᾳ παραπέμψασθαι. μὴ οὖν νωθείᾳ καὶ μέθῃ προϊστάμεθα τὸν καιρὸν, ἀλλὰ Ῥωμαῖοι τελοῦντες τὸ νεανικὸν καὶ γενναῖον τῆς ἡμῶν εὐγενείας παράστημα ἐν τοῖς ἀγῶσιν ἐπιδειξόμεθα. Εἶπεν ὁ στρατηγὸς, καὶ δῆτα τὸ στράτευμα ἀνεθάῤῥησέ τε, καὶ ἐπεκρότησε, καὶ τῶν κουλεῶν τὰ ξίφη σπασάμενον, αὐθόρμητον ἦν ἕπεσθαι τούτῳ, καὶ πειθαρχεῖν, ὅποι καὶ βούλοιτο. ὁ δὲ ἀτρεμεῖν τέως καὶ ἠρεμεῖν διεκέλευεν, ἕως ἂν αὐτὸς ἐπισκήψῃ ἔργου ἔχεσθαι, ὁπηνίκα καὶ δεῖ. ἄρτι δὲ τῶν νυκτῶν ἀωρὶ τὸ νεανικὸν καὶ ἀκμαῖον διακριδὸν τοῦ στρατοῦ προσεταιρισάμενος, ἡσυχῇ ὑπεξῄει τοῦ χάρακος, ὡς μὴ αἴσθοιντο τὴν τούτων οἱ βάρβαροι ἄπαρσιν, καὶ δεινόν τι τῇ καταλειφθείσῃ στρατιᾷ σκαιωρήσοιντο. ἐξελθὼν δὲ τοῦ χάρακος, καὶ μέρος τῆς χώρας καταδραμὼν, ἐπεὶ πρὸς τῶν ἐζωγρημένων ἀνέμαθεν, ἐπί τι γεώλοφον στρατιὰν βαρβάρων ὡσεὶ μυριάδων τεττάρων ἀθροίζεσθαι, ὡς ἂν ἐξ ἐφόδου ἀπροόπτως τοῖς Ῥωμαίοις ἐπέλθῃ, καὶ τῆς τε νήσου τούτους ἀπελάσῃ, καὶ τοὺς σφετέρους τῆς τοῦ ἄστεος ἀπαλλάξῃ καθείρξεως. τούτων ἀκηκοὼς ὁ στρατηγὸς καὶ τὸν ἐφεπόμενον τῶν λογάδων στρατὸν πανημέριον διαναπαύσας, πρὸς ἑσπέραν βαθεῖαν ἀπάρας καὶ ἡγεμόνας τῶν τόπων ἰθαγενεῖς ἄνδρας ἀνειληφώς, ἐπεὶ καὶ τὸ σεληναῖον φῶς ὑπέλαμπε, πεπληρωμένης τῆς μήνης οὔσης, συντείνων ἔσπευδε, μηδὲν τάχους ἀνίεισι· καὶ δὴ κυκλόθεν τὸν γεώλοφον περιεστοίχισεν, ἵνα βαθὺν οἱ βάρβαροι ὕπνον ἐκάθευδον. κἄπειτα τὰς σάλπιγγας ἐπηχῆσαι καὶ τὰ τύμπανα παταγῆσαι ἐγκελευσάμενος, διὰ τοῦ γεωλόφου ἐχώρει. οἱ δὲ βάρβαροι, τὸν ψόφον τῶν ὅπλων αἰσθόμενοι, ψιλοὶ καὶ ἀπαράσκευοι ὄντες, καὶ τῷ ἀπροόπτῳ τῆς ἐφόδου καταπλαγέντες, εἰς φυγαδείαν ἀπέκλιναν. ἀλλ' οὐκ ἦν ἀπαλλάξαι, τῆς ὑπωρείας ἁπάσης κατεχομένης τῇ Ῥωμαϊκῇ φάλαγγι. ἀκονιτὶ οὖν ἐν μικρᾷ χρόνου ῥοπῇ τὸ τῶν τεττάρων μυριάδων τῶν βαρβάρων ἡβηδὸν παραπώλετο πλῆθος, ἔργον γεγονὸς αἰχμῆς Ῥωμαϊκῆς. ἀλλὰ τῷ τοιούτῳ καινῷ τροπαίῳ ἕτερον ὁ στρατηγὸς ἐξήρτυε τρόπαιον. τοῦ γὰρ πεσόντος πλήθους τὰς κάρας ἐκτεμεῖν διωρίσατο, καὶ ταύτας ταῖς πήραις ἐνθέντας μετακομίσαι πρὸς τὸ στρατόπεδον· μισθὸν δὲ τῷ κάραν κομίζοντι δίδοσθαι διεβεβαιοῦτο ἀργύριον. τοῦτο τὸ δόγμα ἀσμένως δεξάμενος ὁ στρατὸς, καὶ μάλιστα τὸ τῶν Ἀρμενίων στίφος, τὰ βαρβαρικὰ ἐναπέτεμε κάρηνα καὶ ταῖς πήραις ἀπέθεντο. ἐννύχιόν τε ὁ στρατηγὸς ἀφίκετο κατὰ τὸ στρατόπεδον. Τῇ δ' ὑστεραίᾳ ἄρτι τοῦ φωσφόρου τὸν ὁρίζοντα παρα 15 μείβοντος καὶ πρὸς τὴν τοῦ πόλου μεταβαίνοντος ἄντυγα, ἐπὶ τῶν δοράτων περιπείρειν τὰς τῶν βαρβάρων κάρας προσέταττεν, ἐπιστίχως τε παρὰ τὸ τειχίον, ὃ αὐτὸς ἐδείματο, καταπηγνύειν αὐτά· τὰς δὲ καὶ διὰ τῶν πετροβόλων ὀργάνων ἐπὶ τῷ ἄστει ἐκσφενδονᾷν. τοὺς δὲ Κρῆτας, τὴν ἐπίστιχον τῶν δοράτων τάξιν καὶ τὰς ἐπ' αὐτῶν ἐμπεπαρμένας κάρας ἀθρήσαντας, τὰς δὲ κατὰ τὸ ἄστυ ἐκσφενδονωμένας καὶ ταῖς ἐπάλξεσι προσαρασσομένας τοῦ ἄστεος, καὶ ταύτας τῶν ὁμοεθνῶν καὶ συγγενῶν εἶναι ἀκριβῶς ἐπιφρασαμένους, φρίκη μὲν ἐκ τοῦ εὐθέος καὶ ἀλλοίωσις ᾕρει φρενῶν, καὶ παρὰ τὴν οἰκτρὰν καὶ ἀπροσδόκητον ὄψιν ἐπεπήγεσαν. ἐντεῦθεν ἀνδρῶν οἰμωγαὶ, καὶ κωκυτὸς τῶν γυναίων ἠκούετο, καὶ σχῆμα τὸ ἄστυ κατεῖχεν ἁλώσεως, ὀλοφυρομένων ἁπάντων καὶ ἀποκλαιομένων τὰ φίλτατα. ἀλλὰ καὶ ὣς οὐκ ἔμελλεν αὖθις Ῥωμαίοις εἶξαι καὶ σπείσασθαι· τῷ ἐρυμνῷ δὲ πίσυνοι τοῦ σφετέρου πτολίσματος, παρέθηγόν τε τὰς προθυμίας, καὶ καθωπλισμένοι τὴν τῶν Ῥωμαίων παρετηροῦντο ῥοπὴν, ἵν', εἴ τις ἐπῄει, ἀμύνοιντο. ὁ δὲ στρατηγὸς, τῇ σάλπιγγισημήνας τὸν πόλεμον, ἐῤῥωμενέστερόν τε διακινδυνεύειν ἐγκελευσάμενος, τῷ τείχει προσῆγε τὸ στράτευμα. καὶ δῆτα τῆς μάχης ἀναῤῥαγείσης ἦν ὁρᾷν ἔργα χειρῶν καὶ τόλμης γιγνόμενα ἔμπλεα, πολλαχῇ τῶν δοράτων ἀκοντιζομένων, καὶ τῶν βελῶν δίκην χειμερίων νιφάδων ἐκπεμπομένων, καὶ θαμινὰ τῶν λίθων τῶν πετροβόλων ὀργάνων ἀφιεμένων, καὶ ταῖς ἐπάλξεσι προσαρασσομένων. οἱ δὲ βάρβαροι καὶ αὐτοὶ τῆς ἀνάγκης κατεπειγούσης ῥωμαλέως ἀντηγωνίζοντο, ἐκ τοῦ τείχους τε ἀμυνόμενοι καὶ ἀντιτοξεύοντες, καὶ 16 πελέκεις ἄνωθεν ῥιπτοῦντες, καὶ ταλαντιαίους λίθους ἐπαφιέντες· καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτοις τῶν εἰς τὸ πολεμεῖν ἀμυντηρίων, καὶ οὐχ ἧττον ἀντέδρων, ὧν ἔπασχον. ὁ γὰρ προφανὴς κίνδυνος καὶ ἡ τῆς σωτηρίας ἀπόγνωσις παρεκρότει τούτους ὑπὲρ δύναμιν ἀγωνίζεσθαι, καὶ τοῖς δυσμενέσι παραβόλως ἀντικαθίστασθαι. Νικηφόρος δὲ, ὁ τῶν Ῥωμαίων στρατηγὸς, ἐπεὶ καὶ τὸν περίβολον τοῦ ἄστεος ἐχυρόν τε ἀτεχνῶς ἑώρα, καὶ τὴν ἄλλως δυσέμβολον καὶ ἀνάλωτον (οὐ γὰρ ἐξ ἐπιδρομῆς εὐεπίβατος ἦν, εἰς ὕψος ὅτι πλεῖστον ἠρμένος, καὶ δυσὶ ταφρείαις διεζωσμένος εἰς βάθος ὀρωρυγμέναις ἀνάλογον), καὶ τὴν τῶν βαρβάρων ἀπόγνωσιν καὶ ἀντίστασιν τὸ μέτρον ἐκβαίνουσαν· ἔγνω, μὴ θανατῶσι καὶ ἀπονενοημένοις ἀνδράσι συμπλέκεσθαι κάτωθεν, καὶ ἀνηνύτοις ἐπιχειρεῖν, ὑψόθεν τε βάλλεσθαι, καὶ τὴν Ῥωμαϊκὴν ἐς οὐδὲν δέον διαφθείρειν παράταξιν· τῷ δὲ λιμῷ παραδώσειν τὸ ἄστυ, ἕως ἂν τὰς ἑλεπόλεις καὶ ὅσα εἰς τειχομαχίαν ἐξεύρηται ὄργανα δεόντως ἐπισκευάσοιτο. ταύτῃ τοι καὶ τὸν πόλεμον ἀναβάλλεται, καὶ τῇ σάλπιγγι τὰς στρατιωτικὰς ἀνακαλεσάμενος φάλαγγας, ἐς τὸν χάρακα ἀπεφοίτα. καὶ τοῦτον κυκλόθεν ἑρκίῳ καὶ ταφρείᾳ ἱκανῶς ὀχυρώσας, τόν τε στρατὸν διεγύμναζε, καὶ ταῖς καθ' ἡμέραν μελέταις πολλὴν τὴν ἐμπειρίαν ταῖς φάλαγξιν ἀπετίθετο, καὶ τὰς ἑλεπόλεις ἐκλογῇ τεχνιτῶν ἐτεκταίνετο, ἐκδρομάς τε καὶ ἀκροβολισμοὺς ἐκ τοῦ παρείκοντος ἐποιεῖτο, καὶ αὐτόθι πανσυδὶ πρὸ τοῦ ἄστεος διεχείμαζεν