Κοΐντου Σουλπικίου Μαξίμου Έπος

Κοΐντου Σουλπικίου Μαξίμου Ἔπος
Συγγραφέας:


ΚΕΙΜΕΝΟ ΑΠΟ ΕΠΙΓΡΑΦΗ

Μέρος αʹ
Αριστερά του σχήματος
[αʹ.αʹ] Κ(οΐντου) ∙ Σουλπικίου
 Μαξίμου ∙ καίριον.
τίσιν ἂν λόγοις
 χρήσαιτο Ζεὺς ∙
[αʹ.εʹ] ἐπιτιμῶν Ἡλίῳ,
ὅτι τὸ ἅρμα ἔδωκε
   Φαέθοντι.
ἡμετέρου κόσμοι-
ο φαεσφόρον ἁρμε-
[αʹ.ιʹ] λατῆρα ∙ / οὐχ ἕτε-
ρον πλὴν σεῖο θεοὶ
ποίησαν ἄνακτες· /
τίπτε κακόφρονα θῆ-
κες ἐφ’ ἁψίδεσσιν Ὀ-
[αʹ.ιεʹ] λύμπου ∙ / υἱέα καὶ
πώλων ἄφατον τά-
χος ἐγγυάλιξας, /
ἡμετέρην οὐδ’ ὅσ-
σον ὑποδ<δ>είσας ἐπα-
[αʹ.κʹ] ρωγήν; ∙ / οὐ τάδε πιστὰ
θεοῖς σέο δήνεα ∙ ποῖ Φα-
έθοντος ∙ / εὐσταθὲς
ἅρμα φορεῖτο; τί σου
πυρὸς ἀκ<α>μάτοιο /
[αʹ.κεʹ] φλὸξ ἄχρι καὶ θρόνον
ἦλθεν ἐμὸν καὶ ἐπ’ εὐ-
ρέα κόσμον; ∙ / μίγνυτο
καὶ κύκλοισιν ὑπερ-
μενὲς ἄχθος ἀπ’ εἴ-
[αʹ.λʹ] λης ∙ / Ὠκεανὸς χέρας
αὐτὸς ἐς οὐρανὸν ἠέρ-
ταζε ∙ / τίς ποταμῶν
οὐ πᾶσαν ἀνεξηραί-
νετο πηγήν; / καὶ σπό-
[αʹ.λεʹ] ρος ἐς Δήμητρα κα-
ταίθετο, καί τις ἄπλα-
        τον /
Δεξιά του σχήματος
[αʹ.ληʹ] ἀζαλέην ἔκλαυσε παρὰ
δρεπάναισι γεωργός, /
[αʹ.μʹ] σπείρων εἰς ἀχάριστα
μάτην θ’ ὑπὸ κυφὸν ἄρο-
τρον ∙ / ταῦρον ὑποζεύ-
ξας ὑπό τ’ ἀστέρα βουλυ-
τοῖο ∙ / κάμψας ἄρρενα γυ-
[αʹ.μεʹ] ῖα σὺν ἀχθεινοῖσι βόεσ-
σι ∙ / γαῖα δ’ ὑπέστενε πᾶ-
σα κακόφρονος εἵνεκα
κούρου ∙ / καὶ τότ’ ἐγὼ πυ-
ρὶ φέγγος ἀπέσβεσα.
[αʹ.νʹ] μηκέτι παιδὸς /
μύρεο λυγρὸν ὄλεθ̣ρον,
ἑοῦ δ’ ἔχε φροντίδα κόσ-
μου ∙ / μή ποτε χειρὸς ἐμῆς
φλογερώτερον ἔγχος ἀθροί-
[αʹ.νεʹ] σῃς ∙ / γίνωσκ’ οὐρανίοιο
Διὸς νόον· οὐ μὰ γὰρ αὐτὴν ∙ / Ῥεί-
ην ἄλλο τι τοῦδε κακώτερον
ἶδεν Ὄλυμπος· /
κόσμος ἐμὸς σὴ πίστις ἔφυ με-
[αʹ.ξʹ] γακυδέος ἔργου ∙ / οἰχέσθω τὰ
πάροιθε, τὰ δ’ ὕστερα φροντί-
δι κεῦθε ∙ / οὐ σὸς ἔφυ ∙ πώ-
λων γὰρ ἀπείριτον ο̣ὐ σθένος
ἔγνω ∙ / ῥυτήρων οὐδ’ ἔσχε
[αʹ.ξεʹ] πολυφραδὲς ἔργον ἀνύσσαι. /
ἔρχεο νῦν, πάλι κόσμον ἐποί-
χεο, μὴ τεὸν εὖχος ∙ / ἀλλο-
τρίαις παλάμαισι πόρηι-
ς ἀμενηνὰ πονήσας· /
[αʹ.οʹ] μούνῳ σοὶ πυρόεντος
ἐπειγομένῳ κύκλοιο /
ἀντολίη καὶ πᾶσα καλὸς
δρόμος ἔπλετο δυσμή· /
σοὶ τόδε πιστὸν ἔδωκε
[αʹ.οεʹ] φέρειν νόος ἄφθιτον εὖχος. /
φείδεο γῆς καὶ παντὸς ἀρι-
πρεπέος κόσμοιο ∙ / ἴσχε δρό-
μον μεσάταισιν ἐπ’ ἀψίδεσ-
σιν Ὀλύμπου ∙ / ταῦτα πρέ-
[αʹ.πʹ] ποντα θεοῖς, ταῦτ’ ἄρκια· μαί-
εο, δαῖμον ∙ / μιλίχιον πά-
λι φέγγος· ὁ σὸς παῖς ὤλεσε
πουλύ ∙ / καὶ τὸν ἀπειρέσιον
μέγαν οὐρανὸν αὐτὸς ὅ̣δευε, /
[αʹ.πεʹ] ἥμισυ μὲν γαίης νέρθεν,
τὸ δ’ ὕπερθε τανύσσας· /
οὕτω γὰρ πρέψει ἐτεὸν φάος
Οὐρανίδαισι ∙ / καὶ φωτῶν
ἀκάκωτος ἀεὶ λειφθήσε-
[αʹ.Ϟʹ] ται εὐχήι ∙ / πρηυμενῆ
δ’ ἕξεις Ζηνὸς νόον· ἢν δ’ ἑτέ-
             ρη τις ∙ /
λωρίδα
[αʹ.Ϟγʹ] λείπηται σέο
φροντὶς ἀταρβέ-
[αʹ.Ϟεʹ] ος, ἵστορες αὐτοὶ /
ἀστέρες ὡς πυ[ρό]-
εντος ἐμοῦ μ[έ]-
νος αἶψα κεραυνο[ῦ] /
ὠκύτερον πώ-
[αʹ.ρʹ] λων σ̣ε, θ̣ε̣ός, δέ-
μας ἀ̣ά̣σ̣ε̣[ι]ε̣ν̣.
Μέρος βʹ (λατινικά)            
[βʹ.αʹ] Deis ∙ Manibus ∙ sacrum ∙
Q(uinto) ∙ Sulpicio ∙ Q(uinti) ∙ f(ilio) ∙ Cla(udia) ∙ Maximo ∙ domo ∙ Roma ∙ vix(it) ∙ ann(os) ∙ XI ∙ m(enses) V, d(ies) XII.
 hic ∙ tertio ∙ certaminis ∙ lustro ∙ inter ∙ Graecos ∙ poetas ∙ duos ∙ et ∙ L
 professus ∙ favorem ∙ quem ∙ ob ∙ teneram ∙ aetatem ∙ excitaverat,
[βʹ.εʹ]  in admirationem ∙ ingenio ∙ suo ∙ perduxit ∙ et ∙ cum ∙ honore ∙ discessit ∙ versus
 extemporales ∙ eo ∙ subiecti ∙ sunt ∙ ne parent(es) ∙ adfectib(us) ∙ suis ∙ indulsisse ∙ videant(ur).
Q(uintus) ∙ Sulpicius ∙ Eugramus ∙ et ∙ Licinia ∙ Ianuaria ∙ parent(es) ∙ infelicissim(i) ∙ f(ilio) ∙ piissim(o) ∙ fec(erunt) ∙ et ∙ sib(i) ∙ p(osterisque) ∙ s(uis).
Μέρος γʹ
ἐπιγράμματα
Στήλη αʹ
[γʹ.αʹ] μοῦνος ἀπ’ αἰῶνος δυοκαίδεκα παῖς ἐνιαυτῶν
Μάξιμος ἐξ ἀέθλων εἰς Ἀίδην ἔμολον·
νοῦσος καὶ κάματός με διώλεσαν· οὔτε γὰρ ἠοῦς,
οὐκ ὄρφνης μουσέων ἐκτὸς ἔθηκα φρένα.
[γʹ.εʹ] λίσσομαι ἀλλὰ στῆθι δεδουπότος εἵνεκα κούρου,
ὄφρα μάθῃς σχεδίου γράμματος εὐεπίην,
εὐφήμου καὶ λέξον ἀπὸ στόματος τόδε μοῦνον
δακρύσας· εἴης χῶρον ἐς Ἠλύσιον·
ζωούσας ἔλιπες γὰρ ἀηδόνας, ἃς Ἀιδωνεὺς
[γʹ.ιʹ] οὐδέποθ’ αἱρήσει τῇ φθονερῇ παλάμῃ.
Στήλη βʹ
[γʹ.ιαʹ] βαιὸν μὲν τόδε σῆμα, τὸ δὲ κλέος οὐρανὸν ἵκει,
Μάξιμε, Πειερίδων ἐξέο λειπομένων,
νώνυμον οὐδέ σε μοῖρα κατέκτανε νηλεόθυμος,
ἀλλ’ ἔλιπεν λήθης ἄμμορον εὐεπίην.
[γʹ.ιεʹ] οὔτις ἀδακρύτοισι τεὸν παρὰ τύμβον ἀμείβων
ὀφθαλμοῖς σχεδίου δέρξεται εὐστιχίην.
ἄρκιον ἐς δόλιχον τόδε σοι κλέος· οὐ γὰρ ἀπευθὴς
κείσεαι, οὐτιδανοῖς ἰδόμενος νέκυσι,
πουλὺ δὲ καὶ χρυσοῖο καὶ ἠλέκτροιο φαεινοῦ
[γʹ.κʹ] ἔσ<σ>ετ’ ἀεὶ κρέσσων ἣν ἔλιπες σελίδα.