Ιστορική Βιβλιοθήκη/ΣΤ
←Βίβλος Ε΄ | Ιστορική Βιβλιοθήκη Συγγραφέας: Βίβλος ΣΤ΄ |
Βίβλος Ζ΄→ |
The Library of History by Diodorus Siculus published in Vol. III of the Loeb Classical Library edition, 1939. The text is in the public domain. |
ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΕΚΤΗΣ ΒΙΒΛΟΥ
Επεξεργασία- 1
[1] Ταῦτά ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ὁ δ’ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπικυροῖ τὴν αὐτὴν θεολογίαν, κατὰ λέξιν ὧδε φάσκων· [2] Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ ὧν ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας. τοὺς μὲν γὰρ ἀιδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἷον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ’ οὐρανόν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀίδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμὴς τε καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυσον, Ἀρισταῖον, καὶ τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους. [3] περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις· καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος ἰδίως ἀναγέγραφεν, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. [4] Εὐήμερος μὲν οὖν, φίλος γεγονὼς Κασσάνδρου τοῦ βασιλέως καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν ὠκεανόν· ἐκπλεύσαντα γὰρ αὐτὸν ἐκ τῆς Εὐδαίμονος Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι’ ὠκεανοῦ πλείους ἡμέρας, καὶ προσενεχθῆναι νήσοις πελαγίαις, ὧν μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεστάταις θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις ἀργυροῖς τε καὶ χρυσοῖς. [5] εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν· καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν,(1*) περὶ ὧν τὰ κατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν. [6] εἶναι δ’ ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ’ ὑπερβολὴν ἱερὸν Διὸς Τριφυλίου, καθιδρυμένον ὑπ’ αὐτοῦ, καθ’ ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. [7] ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιωδῶς. [8] Μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα γεγονέναι, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικόν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα, ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεούς· διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι. [9] υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Τιτᾶνα(2*) καὶ Κρόνον, θυγατέρας δὲ Ῥέαν καὶ Δήμητρα. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν, καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν γῆμαι Ἥραν καὶ Δήμητρα καὶ Θέμιν, ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης, Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. [10] ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ, καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὠκεανῷ κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι. κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον,(3*) ἐξ οὗ τὸ Κάσιον ὄρος. ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην, καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρὰ πᾶσιν τιμηθῆναι καὶ θεὸν ἀναγορευθῆναι. [11] Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεῶν διελθὼν ἐπιφέρει λέγων· καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν ἱερὰν ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, p336 τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμως ἐπιδραμεῖν. εἶθ’ ἑξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας. (Eusebius, Praeparatio evangelica, 2.2.59B‑61A)(4*)
- 2
Περὶ ὧν (θεῶν) ἐν ταῖς συγγραφαῖς αὐτοῦ λέγει καὶ ὁ Διόδωρος ὁ σοφώτατος ταῦτα, ὅτι ἄνθρωποι γεγόνασιν οἱ θεοὶ, οὕστινας οἱ ἄνθρωποι ὡς νομίζοντες δι’ εὐεργεσίαν ἀθανάτους προσηγόρευον. τινὰς δὲ καὶ ὀνομάτων προσηγορίας ἐσχηκέναι κρατήσαντας χώρας. (Malalas, p54)(5*)
- 3
Διόδωρος δὲ λέγει κατὰ μυθικὴν ἱστορίαν Ξάνθον καὶ Βαλίον Τιτᾶνας εἶναι πρότερον, βοηθῆσαι δὲ τῷ Διὶ, Ξάνθον μὲν Ποσειδῶνος ἑταῖρον ὄντα, Βαλίον δὲ Διός· καὶ ἐν τῇ μάχῃ ἀξιῶσαι μεταθέσθαι τὴν μορφήν, οἷα αἰδουμένους ὁρᾶσθαι ὑπὸ τῶν ὁμογενῶν Τιτάνων, καὶ γενέσθαι τὴν αὐτῶν ἀξίωσιν· καὶ εἶναι τούτους τοὺς τῷ Πηλεῖ δοθέντας. διό, φησί, καὶ Ξάνθος μαντεύεται τῷ Ἀχιλλεῖ τὸν θάνατον. (Eustathius, Commentary on the Iliad, Book 19, p1190)(6*)
- 4
Saturnum Pherecydes ante omnes refert coronatum, Iovem Diodorus post devictos Titanas hoc munere a ceteris honoratum; dat et Priapo taenias idem et Ariadnae sertum ex auro et Indicis gemmis, Vulcani ac post Liberi munus, postea sidus. (Tertullian, On the Crown, 13)(7*)
- 5
[1] Ὁ δὲ ἀδελφὸς Νίνου Πῖκος ὁ καὶ Ζεὺς ἐβασίλευσε τῆς Ἰταλίας, ἔτη ρκ´ κρατῶν τῆς δύσεως. ἔσχε δὲ υἱοὺς καὶ θυγατέρας πολλὰς ἀπὸ τῶν εὐπρεπεστάτων γυναικῶν· καὶ γὰρ καὶ μυστικὰς φαντασίας ποιῶν τινας καὶ ὑπονοθεύων αὐτάς. αἵτινες γυναῖκες καὶ ὡς θεὸν αὐτὸν εἶχον, φθειρόμεναι ὑπ’ αὐτοῦ. [2] ἔχε δὲ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. [3] μέλλων δὲ τελευτᾶν ὁ Ζεὺς ἐκέλευσε τὸ λείψανον αὐτοῦ τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ· καὶ κτίσαντες αὐτῷ ναόν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ· ὅπερ μνημά ἐστι μέχρι τῆς σήμερον, ᾧ καὶ ἐπιγέγραπται, Ἐνθάδε κατακεῖται Πῖκος, ὃν καὶ Δία καλοῦσι· περὶ οὗ συνεγράψατο Διόδωρος ὁ σοφώτατος χρονογράφος. (From the Chronicle of John of Antioch, in Cramer, Anecd. Paris. 2, p236)(8*)
- 6
[1] Ὅτι παραδέδονται Κάστωρ καὶ Πολυδεύκης, οἱ καὶ Διόσκοροι, πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν καὶ συστρατεῦσαι τοῖς Ἀργοναύταις ἐπιφανέστατα· πολλοῖς δὲ δεομένοις ἐπικουρίας βεβοηθηκέναι. καθόλου δὲ ἐπ’ ἀνδρείᾳ καὶ στρατηγίᾳ, πρὸς δὲ τούτοις δικαιοσύνῃ καὶ εὐσεβείᾳ,(9*) παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἔσχον δόξαν, ἐπιφανεὶς βοηθοὶ τοῖς παρὰ λόγον κινδυνεύουσι γινόμενοι. διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀρετῆς p340 Διὸς υἱοὺς νενομίσθαι, καὶ ἐξ ἀνθρώπων μεταστάντας τιμῶν τυχεῖν ἀθανάτων. [2] Ὅτι Ἐπωπεὺς βασιλεὺς Σικυῶνος τοὺς θεοὺς εἰς μάχην προκαλούμενος τὰ τεμένη καὶ τοὺς βωμοὺς αὐτῶν ἐλυμαίνετο. [3] Φασὶ τὸν Σίσυφον πανουργίᾳ καὶ φιλοτεχνίᾳ διενεγκεῖν τῶν ἄλλων, καὶ διὰ τῆς ἱεροσκοπίας ἅπαντα εὑρίσκειν καὶ προλέγειν τοῖς ἀνθρώποις. [4] Ὅτι ὁ Σαλμωνεὺς ἀσεβὴς καὶ ὑπερήφανος ἦν καὶ τὸ θεῖον διέσυρε, τὰς δὲ αὑτοῦ πράξεις ὑπερέχειν τῶν τοῦ Διὸς ἀπεφαίνετο· διὸ καὶ κατασκευάζων διά τινος μηχανῆς ψόφον ἐξαίσιον καὶ μιμούμενον τὰς βροντὰς ἐβρόντα. καὶ οὔτε θυσίας οὔτε πανηγύρεις ἐτέλει. [5] Ὅτι ὁ αὐτὸς Σαλμωνεὺς ἔσχε θυγατέρα Τυρώ, ἥτις διὰ τὴν λευκότητα καὶ τὴν τοῦ σώματος μαλακότητα ταύτης τῆς προσηγορίας ἔτυχεν. (Const. Exc. 2 (1), pp210‑11)(10*)
- 7
[1] Οὗτος γὰρ ἀσεβὴς ὢν καὶ ὑπερήφανος ὁ Σαλμωνεὺς τὸ μὲν θεῖον διέσυρεν, τὰς δὲ αὑτοῦ(11*) πράξεις ὑπερέχειν τῶν τοῦ Διὸς ἀπεφαίνετο· διὸ καὶ κατασκευάζων διά τινος μηχανῆς ψόφον ἐξαίσιον καὶ μιμούμενον τὰς βροντὰς ἑαυτὸν ἀπεφαίνετο μεῖζον βροντῆσαι τοῦ Διός. καθόλου δὲ καταγελῶν τῶν θεῶν οὔτε θυσίας οὔτε πανηγύρεις τούτοις συνετέλει, καθάπερ οἱ λοιποὶ δυνάσται ποιεῖν εἰώθασι.(12*) [2] ἐγένετο δὲ αὐτοῦ μονογενὴς θυγάτηρ Τυρώ, ἣν διὰ τὴν τοῦ σώματος μαλακότητα καὶ τὴν τοῦ χρώματος λευκότητα ταύτης τῆς προσηγορίας ἠξίωσεν. [3] ταύτης δὲ διὰ τὸ κάλλος ἐρασθεὶς Ποσειδῶν, καὶ μιγεὶς αὐτῇ παῖδας ἐγέννεσε Πελίαν καὶ Νηλέα. Σαλμωνεὺς δ’ ἀπιστῶν εἰ Ποσειδῶν(13*) εἴη ὁ ταύτης τὴν παρθενίαν λύσας, κακουχῶν διετέλει τὴν Τυρώ, τέλος δὲ διὰ τὴν ἀσέβειαν δίκας τίνων τῷ δαίμονι κεραυνωθεὶς ὑπὸ τοῦ Διὸς κατέστρεψε τὸν βίον. [4] τῶν δὲ ἐκ Ποσειδῶνος καὶ Τυροῦς γεννωμένων παίδων Πελίας μὲν νέος ὢν παντελῶς ὑπὸ Μίμαντος ἐξέπεσεν ἐκ τῆς πατρίδας καὶ φυγὼν μετὰ τῶν φίλων μετὰ τούτων β´ νήσους κατεκτήσατο, Ζκίαθον καὶ Πεπάρηθον· ὕστερον δὲ Χείρωνος αὐτὸν εὐεργετήσαντος καὶ τῆς ἰδίας χώρας μεταδόντος ἀπῆρεν ἐκ τῶν προειρημένων νήσων καὶ τῆς Ἰολκῶν(14*) πόλεως ἐβασίλευσε. τούτῳ δὲ θυγατέρες(15*) ἐγένοντο πλείους, αἳ καὶ τὴν ἐπωνυμίαν ἔσχον ἀπὸ τοῦ πατρὸς Πελιάδες ὀνομασθεῖσαι. καὶ περὶ τούτων τοῖς ῥηθεῖσιν(16*) ἀρκεσθησόμεθα. (Rhein. Museum, 34 (1879), p619)
- 8
Ὅτι Ἄδμητος ἐπὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ διενέγκας προσφιλὴς θεοῖς ἐγένετο. ἐπὶ τοσοῦτο δὲ δι’ ἀρετὴν τιμηθῆναι, ὥστε τὸν Ἀπόλλωνα προσκόψαντα Διὶ δοθῆναι θητεύειν παρὰ τὸν Ἄδμητον. φασὶ δὲ Ἄλκηστιν τὴν Πελίου θυγατέρα, μόνην τῆς κατὰ τὸν πατέρα ἀσεβείας οὐ μετασχοῦσαν, δοθῆναι γυναῖκα δι’ εὐσέβειαν Ἀδμήτῳ.
Ὅτι Μελάμπους εὐσεβείᾳ διενεγκὼν φίλος ἐγένετο Ἀπόλλωνος. (Const. Exc. 2 (1), p211)
- 9
Ὅτι φόνον ἀκούσιον φεύγων ὁ Βελλεροφόντης ἦλθε πρὸς Προῖτον πατρικὸν ὄντα ξένον· τὴν δὲ Προίτου γυναῖκα διὰ τὸ κάλλος ἐρασθεῖσαν τοῦ Βελλεροφόντου καὶ μὴ δυναμένην πεῖσαι διαβαλεῖν αὐτὸν πρὸς τὸν ἄνδρα ὡς(17*) βιασάμενον αὐτήν. τὸν δὲ Προῖτον ἀνελεῖν μὲν τὸν ξένον μὴ βουληθῆναι, ἀποστεῖλαι δὲ αὐτὸν εἰς Λυκίαν γράμματα φέροντα πρὸς Ἰοβάτην τὸν βασιλέα ὄντα πενθερόν. ὃν κομισάμενον τὴν ἐπιστολὴν εὑρεῖν ἐν αὐτῇ γεγραμμένον ὅπως ἀνέλῃ(18*) τὴν ταχίστην τὸν Βελλεροφόντην. ὁ δὲ μὴ βουλόμενος αὐτὸν ἀπολέσαι, τῇ πυρπνόῳ Χιμαίρᾳ ἐκέλευσε συνάψαι μάχην. (Const. Exc. 3, p197)
Σημειώσεις του Επεξεργαστή Loeb:
(1*) Jacoby adds ἔχειν after πολυτεχνίαν.
(2*) So Dindorf: Πᾶνα.
(3*) Κάσσιον Eusebius.
(4*) Ed. Gifford, Oxford, 1903.
(5*) Ed. Dindorf, Bonn, 1831.
(6*) Ed. Stallbaum, Leipzig, 1825‑30.
(7*) Ed. Marra, 1927.
(8*) J. A. Cramer, Anecdota Graeca e codd. mss. bibl. Paris. Oxford, 1839‑41.
(9*) So Dindorf: ἀνδρείᾳ καὶ δικαιοσύνῃ . . . στρατηγίᾳ καὶ εὐσεβείᾳ.
(10*) Excerpta Historica Jussu Imp. Constantini Porphyrogeniti Confecta, ed. Boissevain, de Boor, Büttner-Wobst, 1906 ff.
(11*) So Ludwick: αὐτοῦ.
(12*) καθάπερ . . . εἰώθασι deleted by Vogel.
(13*) καὶ μιγεὶς . . . Ποσειδῶν added by Vogel to fill a lacuna.
(14*) Vogel suggests Ἰωλκίων or Ἰωλκοῦ.
(15*) θυγατέρες suggested by Vogel.
(16*) τοῖς ῥηθεῖσιν added by Oldfather.
(17*) ὡς added by Müller.
(18*) So Müller: ἀνελή.