Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΛΔ΄ και ΛΕ΄
L.Dindorf (1868). The text is in the public domain.


ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΤΡΙΑΚΟΣΤΗΣ ΤΕΤΑΡΤΗΣ ΚΑΙ ΠΕΜΠΤΗΣ ΒΙΒΛΟΥ

Επεξεργασία

[1] {Photius} E Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. οἱ δὲ πλείους αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων· μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου πεφυγαδευμένους. 2 τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι καθαρμοῦ χάριν ὡς ἐναγεῖς συναθροισθέντας ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους· διὰ τοῦτο δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης κοινωνεῖν μηδ' εὐνοεῖν τὸ παράπαν. 3 ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανὴς καταπολεμήσας τοὺς Ἰουδαίους εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οἷ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος καθήμενον ἐπ' ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωυσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις· αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. 4 διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ μεγάλην ὗν θύσας, τό τε αἷμα προσέχεεν αὐτοῖς, καὶ τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτῶν βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ' αὐτοῖς λύχνον καὶ καιόμενον ἀδιαλείπτως ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενέγκασθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους.

Ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μεταθέσθαι. 5 ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων.

[2] {Photius} E Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν ἐπὶ ἑξήκοντα ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησάμενοι πλούτους συνηγόραζον οἰκετῶν πλῆθος, οἷς ἐκ τῶν σωματοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ στιγμὰς τοῖς σώμασιν. 2 ἐχρῶντο δὲ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ' ἄλλοις ὥς πῃ ἑκάστῳ ἡ χρεία ἐπέβαλλε. βαρέως δ' αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶντο, καὶ ἐπιμελείας παντελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων τῶν λῃστῶν. 3 οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων, οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκάζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ τοῖς ἄρχουσιν ὑπῆρχον.

4 E Πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον. 5 ἦν δέ τις οἰκέτης Ἀντιγένους Ἐνναίου, Σύρος τὸ γένος ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. οὗτος προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ' ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξηπάτα. ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο, ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ μέλλοντα. 6 πολλῶν δ' ὑπ' αὐτοῦ σχεδιαζομένων ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ' οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ μέλλοντα ἀπεφοίβαζεν. 7 εἰς γὰρ κάρυον ἤ τι τοιοῦτο τετρημένον ἐξ ἑκατέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῷ στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆρας, ποτὲ δὲ φλόγα ἐξέκαεν. οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὑτοῦ διετέλει λέγων. 8 εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγματος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερατείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα - τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ - καὶ διηρώτα περὶ τῆς βασιλείας καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο τοῖς παρακεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδωροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος μνημονεύοι. 9 οὐ μὴν ἀλλ' ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. ἀρχὴ δὲ τῆς ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη.

10 E Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ' οὐσίαν μεγαλόπλουτος, ὑπερήφανος δὲ τὸν τρόπον. οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις, καὶ ἡ γυνὴ δὴ Μεγαλλὶς ἀντεφιλονείκει τἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακιζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι, παραχρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. 11 εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου καθοπλισθέντες εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομένου τούτοις τοῦ Εὔνου. ταῖς δ' οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, μηδ' αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι. 12 ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ' ἔστιν εἰπεῖν, καὶ ταῦτα βλεπόντων τῶν ἀνδρῶν, ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο.

13 E Οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν. ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προυυπηργμένων εἰς αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις. 14 τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλμένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐνταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν, καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν. ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους οὔτε δι' ἀνδρείαν οὔτε διὰ στρατηγίαν, διὰ δὲ μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν. 15 τῶν ὅλων δὲ τοῖς ἀποστάταις καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλησίαν ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων, ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέβαλλεν. ἔδωκε δὲ καὶ ταῖς θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο· καὶ αὗται κατεκρήμνισαν αἰκισάμεναι. καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. 16 περιθέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς διακοσμήσας τήν τε συμβιοῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας συνέδρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσλαμβάνων ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολεμῆσαι, καὶ συμπλακεὶς τῷ πλήθει πολλάκις ἐκράτησεν, ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους.

17 E Ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σικελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων· ἡμέραι δ' ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριάκοντα. 18 καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευκίῳ Ὑψαίῳ, ἔχοντι στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. μετ' οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον.

19 E Οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, ἔν τε Δήλῳ καὶ κατ' ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ' ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες καὶ τὸ ἄλλο ὅσον ἦν ἐπὶ ἀποστάσει μετέωρον. 20 κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔτανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατεκόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀποστάτας συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ' ὅλως φείσασθαι· ὅτε καὶ Κομανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα ἐκ τῆς πολιορκουμένης πόλεως εἷλε. 21 καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος, συμπάντων τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισάμενος κατεκρήμνισεν. ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλπίδας. καὶ Κλέωνα τὸν στρατηγὸν ἐξελθόντα τῆς πόλεως καὶ ἡρωικῶς ἀγωνισάμενον μετ' ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ' ἦν ἁλώσιμος διὰ τὴν ὀχυρότητα βίᾳ χειρός. 22 ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους ἔφυγεν ἀνάνδρως εἴς τινας παρακρήμνους τόπους. ἀλλ' οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι, ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ' αὐτοὺς ἤλαυνεν, ἀλλήλους τοῖς ξίφεσιν ἔφθαζον ἀπαυχενίσαντες. ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεὺς καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν ἐξειλκύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυχαγωγεῖν αὐτόν. 23 καὶ παραδοθεὶς εἰς φυλακὴν καὶ τοῦ σώματος αὐτοῦ διαλυθέντος εἰς φθειρῶν πλῆθος οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέστρεψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. ἐντεῦθεν Ῥουπίλιος ἐπιτρέχων ὅλην τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου.

24 E Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν.

24b {Const_3} E Ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ ἄπωθεν διατρίβοντα ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ τερατευόμενος μετ' ἐνθουσιασμοῦ καὶ περὶ τίνων ἥκουσι ἀκούσας διεσάφησεν ὅτι διδόασιν αὐτοῖς οἱ θεοὶ τὴν ἀπόστασιν, ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι παραχρῆμα μὲν ἐγχειρήσωσι ταῖς ἐπιβολαῖς· ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λόγων ἀκούσαντες καὶ διαλαβόντες ὅτι τὸ δαιμόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτως παρέστησαν ταῖς ψυχαῖς πρὸς τὴν ἀπόστασιν ὥστε μηδεμίαν ἀναβολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐθὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ τετρακοσίους συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέμενοι δὲ πρὸς ἀλλήλους καὶ πίστεις ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς ποιησάμενοι καθωπλίσθησαν, ὥς ποτ' οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων κυρίων· καὶ τούτων ἀφηγεῖτο Εὔνους. καὶ παρακαλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ πολλοὺς ἀνῄρουν.

25 {Const_2} E Ὅτι οὐδέποτε στάσις ἐγένετο τηλικαύτη δούλων ἡλίκη συνέστη ἐν τῇ Σικελίᾳ. δι' ἣν πολλαὶ μὲν πόλεις δειναῖς περιέπεσον συμφοραῖς, ἀναρίθμητοι δὲ ἄνδρες καὶ γυναῖκες μετὰ τέκνων ἐπειράθησαν τῶν μεγίστων ἀτυχημάτων, πᾶσα δὲ ἡ νῆσος ἐκινδύνευσεν πεσεῖν εἰς ἐξουσίαν δραπετῶν, ὅρον τῆς ἐξουσίας τιθεμένων τὴν τῶν ἐλευθέρων ὑπερβολὴν τῶν ἀκληρημάτων. καὶ ταῦτα ἀπήντησε τοῖς μὲν πολλοῖς ἀνελπίστως καὶ παραδόξως, τοῖς δὲ πραγματικῶς ἕκαστα δυναμένοις κρίνειν οὐκ ἀλόγως ἔδοξε συμβαίνειν. 26 διὰ γὰρ τὴν ὑπερβολὴν τῆς εὐπορίας τῶν τὴν κρατίστην νῆσον ἐκκαρπουμένων ἅπαντες σχεδὸν οἱ τοῖς πλούτοις προκεκοφότες ἐζήλωσαν τὸ μὲν πρῶτον τρυφήν, εἶθ' ὑπερηφανίαν καὶ ὕβριν. ἐξ ὧν ἁπάντων αὐξανομένης ἐπ' ἴσης τῆς τε κατὰ τῶν οἰκετῶν κακουχίας καὶ τῆς κατὰ τῶν δεσποτῶν ἀλλοτριότητος, ἐρράγη ποτὲ σὺν καιρῷ τὸ μῖσος. ἐξ οὗ χωρὶς παραγγέλματος πολλαὶ μυριάδες συνέδραμον οἰκετῶν ἐπὶ τὴν τῶν δεσποτῶν ἀπώλειαν. τὸ παραπλήσιον δὲ γέγονε καὶ κατὰ τὴν Ἀσίαν κατὰ τοὺς αὐτοὺς καιρούς, Ἀριστονίκου μὲν ἀντιποιησαμένου τῆς μὴ προσηκούσης βασιλείας, τῶν δὲ δούλων διὰ τὰς ἐκ τῶν δεσποτῶν κακουχίας συναπονοησαμένων ἐκείνῳ καὶ μεγάλοις ἀτυχήμασι πολλὰς πόλεις περιβαλόντων.

27 E Ὅτι παραπλησίως καὶ πρὸς τὰς γεωργίας ἕκαστος τῶν πολλὴν χώραν κεκτημένων ὅλα σωματοτροφεῖα συνηγόραζον· τοὺς μὲν πέδαις δεσμεύειν, τοὺς δὲ ταῖς βαρύτησι τῶν ἔργων καταπονεῖν, πάντας δὲ τοῖς ὑπερηφάνοις χαρακτῆρσι κατέστιζον. διὸ δαὶ τοσοῦτο τῶν οἰκετῶν ἐπέκλυσε πλῆθος ἅπασαν Σικελίαν, ὥστε τοὺς ἀκούοντας τὴν ὑπερβολὴν μὴ πιστεῦσαι. καὶ γὰρ τῶν Σικελιωτῶν οἱ πολλοὺς πλούτους κεκτημένοι διημιλλῶντο πρὸς τὰς τῶν Ἰταλιωτῶν ὑπερηφανίας τε καὶ πλεονεξίας καὶ κακουργίας. εἰς τοιαύτην γὰρ συνήθειαν ῥᾳδιουργίας τοὺς νομεῖς ἤγαγον οἱ πολλοὺς οἰκέτας κεκτημένοι τῶν Ἰταλικῶν ὥστε τροφὰς μὲν μὴ παρέχειν, ἐπιτρέπειν δὲ λῃστεύειν. 28 τοιαύτης δοθείσης ἐξουσίας ἀνθρώποις διὰ μὲν τὴν ἰσχὺν τῶν σωμάτων δυναμένοις πᾶν τὸ κριθὲν ἐπιτελεῖν, διὰ δὲ τὴν ἄνεσιν καὶ σχολὴν εὐκαιροῦσι, διὰ δὲ τὴν τῆς τροφῆς ἔνδειαν ἀναγκαζομένοις ταῖς παραβόλοις ἐγχειρεῖν πράξεσιν, συνέβη ταχὺ τὴν παρανομίαν αὐξηθῆναι. τὸ γὰρ πρῶτον ἐν τοῖς ἐπιφανεστάτοις τόποις τοὺς καθ' ἕνα καὶ δύο τὰς ὁδοιπορίας ποιουμένους ἐφόνευον· εἶτα ἐπὶ τὰς τῶν ἀσθενεστέρων ἐπαύλεις νυκτὸς ἀθρόοι συντρέχοντες ἐξῄρουν βίᾳ ταύτας καὶ τὰς κτήσεις διήρπαζον καὶ τοὺς ἀνθισταμένους ἀνῄρουν. 29 ἀεὶ δὲ μᾶλλον τῆς τόλμης προβαινούσης, οὔτε τοῖς ὁδοιπόροις νυκτὸς ἡ Σικελία βάσιμος ἦν οὔτε τοῖς ἐπὶ τῆς χώρας ζῆν εἰωθόσιν ἀσφαλὴς ἐπὶ ταύτης ἡ διατριβή, πάντα δὲ βίας καὶ λῃστείας καὶ παντοδαπῶν φόνων ἦν μεστά. τοῖς δὲ νομεῦσιν ἀγραυλίας γεγενημένης καὶ σκευῆς στρατιωτικῆς, εὐλόγως ἅπαντες ἐνεπιμπλῶντο φρονήματος καὶ θράσους· περιφέροντες γὰρ ῥόπαλα καὶ λόγχας καὶ καλαύροπας ἀξιολόγους καὶ δέρματα λύκων ἢ συάγρων ἐσκεπασμένοι τὰ σώματα καταπληκτικὴν εἶχον τὴν πρόσοψιν καὶ πολεμικῶν ἔργων οὐ πόρρω κειμένην. 30 κυνῶν τε ἀλκίμων ἄθροισμα συνεπόμενον ἑκάστῳ καὶ τροφῆς καὶ γάλακτος καὶ κρεῶν παρακειμένων πλῆθος ἐξηγρίου τάς τε ψυχὰς καὶ τὰ σώματα. ἦν οὖν πᾶσα χώρα μεστὴ καθάπερ στρατευμάτων διεσπαρμένων, ὡς ἂν ὑπὸ τῆς τῶν δεσποτῶν ἐπιτροπῆς τοῦ θράσους τῶν δούλων καθωπλισμένου. 31 οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν τὴν ἀπόνοιαν τῶν οἰκετῶν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων ἠναγκάζοντο περιορᾶν τὴν ἐπαρχίαν λῃστευομένην. οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες ἐντελεῖς τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ ταῖς ἀρχαῖς ὑπῆρχον.

32 E Ὅτι οἱ περὶ τὰς γεωργίας ἀσχολούμενοι τῶν Ἰταλικῶν παμπληθεῖς οἰκέτας ὠνούμενοι καὶ πάντας χαράττοντες τοῖς στίγμασι τροφὰς μὲν οὐχ ἱκανὰς παρείχοντο, τῇ δὲ βαρύτητι τῶν ἔργων κατέξαινον . . . τὴν παρ' αὐτῶν ταλαιπωρίαν.

33 {Const_4} E Ὅτι οὐ μόνον κατὰ τὰς πολιτικὰς δυναστείας τοὺς ἐν ὑπεροχῇ ὄντας ἐπιεικῶς χρὴ προσφέρεσθαι τοῖς ταπεινοτέροις, ἀλλὰ καὶ κατὰ τοὺς ἰδιωτικοὺς βίους πρᾴως προσενεκτέον τοῖς οἰκέταις τοὺς εὖ φρονοῦντας. ἡ γὰρ ὑπερηφανία καὶ βαρύτης ἐν μὲν ταῖς πόλεσιν ἀπεργάζεται στάσεις ἐμφυλίους τῶν ἐλευθέρων, ἐν δὲ τοῖς κατὰ μέρος τῶν ἰδιωτῶν οἴκοις δούλων ἐπιβουλὰς τοῖς δεσπόταις καὶ ἀποστάσεις φοβερὰς κοινῇ ταῖς πόλεσι κατασκευάζει. ὅσῳ δ' ἂν τὰ τῆς ἐξουσίας εἰς ὠμότητα καὶ παρανομίαν ἐκτρέπηται, τοσούτῳ μᾶλλον καὶ τὰ τῶν ὑποτεταγμένων ἤθη πρὸς ἀπόνοιαν ἀποθηριοῦται· πᾶς γὰρ ὁ τῇ τύχῃ ταπεινὸς τοῦ μὲν καλοῦ καὶ τῆς δόξης ἑκουσίως ἐκχωρεῖ τοῖς ὑπερέχουσι, τῆς δὲ καθηκούσης φιλανθρωπίας στερισκόμενος πολέμιος γίνεται τῶν ἀνημέρως δεσποζόντων.

34 {Const_2} E Ὅτι Δαμόφιλός τις ἦν τὸ γένος Ἐνναῖος, τὴν οὐσίαν μεγαλόπλουτος, τὸν τρόπον ὑπερήφανος, ὃς πολλὴν χώρας περίοδον γεωργῶν, παμπληθεῖς δὲ βοσκημάτων ἀγέλας κεκτημένος οὐ μόνον τὴν τρυφὴν τῶν κατὰ Σικελίαν Ἰταλικῶν ἐζήλωσεν, ἀλλὰ καὶ τὸ κατὰ τοὺς οἰκέτας πλῆθος καὶ τὴν εἰς τούτους ἀπανθρωπίαν καὶ βαρύτητα. ἐπὶ μὲν γὰρ τῆς χώρας ἵππους τε πολυτελεῖς καὶ τετρακύκλους ἀπήνας μετ' οἰκετῶν στρατιωτικῶν περιήγετο· πρὸς δὲ τούτοις εὐπρεπῶν παίδων πλῆθος, ἔτι δὲ κολάκων ἀνάγωγον παραδρομὴν ἔχειν ἐφιλοτιμεῖτο. 35 κατὰ δὲ τὴν πόλιν καὶ τὰς ἐπαύλεις ἀργυρωμάτων ἐκθέσεις τορευτῶν καὶ στρωμάτων θαλαττίων πολυτελείας ἐκπονούμενος παρετίθετο τραπέζας ὑπερηφάνους καὶ βασιλικὰς ταῖς δαψιλείαις, ὑπεραίρων τὴν Περσικὴν τρυφὴν ταῖς δαπάναις καὶ πολυτελείαις· ὑπερέβαλε δὲ καὶ κατὰ τὴν ὑπερηφανίαν. ἀνάγωγος γὰρ καὶ ἀπαίδευτος τρόπος ἐξουσίας ἀνυπευθύνου καὶ τύχης μεγαλοπλούτου κυριεύσας τὸ μὲν πρῶτον κόρον ἐγέννησεν, εἶθ' ὕβριν, τὸ δὲ τελευταῖον ὄλεθρόν τε αὐτῷ καὶ συμφορὰς μεγάλας τῇ πατρίδι. 36 ἀγοράζων γὰρ οἰκετῶν πλῆθος ὑβριστικῶς αὐτοῖς προσεφέρετο, στίγμασι σιδήρου χαράττων τὰ σώματα τῶν ἐλευθέρων μὲν ἐν ταῖς πατρίσι γεγενημένων, αἰχμαλωσίας δὲ καὶ δουλικῆς τύχης πεπειραμένων. καὶ τούτων τοὺς μὲν πέδαις δεσμεύων εἰς τὰς συνεργασίας ἐνέβαλλε, τοὺς δὲ νομεῖς ἀποδεικνύων οὔτ' ἐσθῆτας οὔτε τροφὰς ἐχορήγει τὰς ἁρμοττούσας.

37 {Const_2} E Ὅτι ὁ αὐτὸς Δαμόφιλος διὰ τὴν αὐθάδειαν καὶ τὴν ὠμότητα τῶν τρόπων οὐκ ἦν ἡμέρα καθ' ἣν οὐκ ᾐκιζετο τινας τῶν οἰκετῶν ἐπ' ἀιτίαις οὐ δικαίαις. οὐχ ἧττον δὲ ἡ γυνὴ τούτου Μεταλλὶς χαίρουσα ταῖς ὑπερηφάνοις τιμωρίαις ὠμῶς προσεφέρετο ταῖς θεραπαινίσι καὶ τῶν οἰκετῶν τοῖς ὑποπεσοῦσιν. καὶ διὰ τὴν ἐξ ἀμφοτέρων ὕβριν καὶ τιμωρίαν ἀπεθηριώθησαν οἱ δοῦλοι πρὸς τοὺς κυρίους, καὶ διαλαβόντες μηδὲν ἔτι χεῖρον τῶν παρόντων ἀυτοῖς κακῶν ἀπαντήσεσθαι . . .

38 {Const_4} E Ὅτι Δαμόφιλος ὁ Ἐνναῖός ποτε προσελθόντων αὐτῷ τινων οἰκετῶν γυμνῶν καὶ διαλεγομένων ὑπὲρ ἐσθῆτος οὐκ ἠνέσχετο τὴν ἔντευξιν, ἀλλ' εἰπών· Τί γάρ; οἱ διὰ τῆς χώρας ὁδοιποροῦντες γυμνοὶ βαδίζουσι, καὶ οὐχ ἑτοίμην παρέχονται τὴν χορηγίαν τοῖς χρείαν ἔχουσιν ἱματίων; ἐπέταξε προσδῆσαι τοῖς κίοσι καὶ πληγὰς ἐμφορήσας ἐξαπέστειλεν ὑπερηφάνως.

39 {Const_2} E Ὅτι κατὰ τὴν Σικελίαν ἦν τοῦ Δαμοφίλου θυγάτηρ, παρθένος μὲν τὴν ἡλικίαν, ἁπλότητι δὲ τρόπων καὶ φιλανθρωπίᾳ διαφέρουσα. αὕτη τοὺς μαστιζομένους ὑπὸ τῶν γονέων ἀεὶ φιλοτίμως εἰώθει παρηγορεῖσθαι, καὶ τοῖς δεδεμένοις τῶν οἰκετῶν ἐπαρκοῦσα διὰ τὴν ἐπιείκειαν θαυμαστῶς ὑπὸ πάντων ἠγαπᾶτο. καὶ τότ' οὖν τῆς προγεγενημένης χάριτος ξενολογησάσης αὐτῇ τὸν παρὰ τῶν εὖ πεπονθότων ἔλεον, οὐ μόνον οὐδεὶς ἐτόλμησε μεθ' ὕβρεως ἐπιβαλεῖν τῇ κόρῃ τὰς χεῖρας, ἀλλὰ πάντες ἄθικτον πάσης ὕβρεως τὴν ἀκμὴν αὐτῆς ἐτήρησαν. προχειρισάμενοι δὲ ἐξ αὑτῶν τοὺς εὐθέτους, ὧν ἐκτενέστατος ἦν Ἑρμείας, ἀπήγαγον εἰς Κατάνην πρός τινας οἰκείους.

40 {Const_4} E Ὅτι ἀπηγριωμένων τῶν ἀποστατῶν δούλων πρὸς ὅλην τὴν οἰκίαν τῶν δεσποτῶν καὶ τρεπομένων πρὸς ἀπαραίτητον ὕβριν καὶ τιμωρίαν, ὑπέφαινον ὡς οὐ δι' ὠμότητα φύσεως, ἀλλὰ διὰ τὰς προγεγενημένας εἰς αὐτοὺς ὑπερηφανίας ἐλύττων πρὸς τὴν τῶν προαδικησάντων κόλασιν τραπέντες.

Ὅτι καὶ παρὰ τοῖς οἰκέταις αὐτοδίδακτός ἐστιν ἡ φύσις εἰς δικαίαν ἀπόδοσιν χάριτός τε καὶ τιμωρίας.

41 {Const_2} E Ὅτι ὁ Εὔνους μετὰ ἀναγορευθῆναι βασιλεὺς πάντας ἀνελών, ἐκκλέψας μόνους ἀφῆκε τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις κατὰ τὰς τοῦ κυρίου συμπεριφορὰς ἐν τοῖς συνδείπνοις ἀποδεδεγμένους αὐτὸν ἐν τῇ τε μαντικῇ καὶ κατὰ τὰς ἐκ τῆς τραπέζης δόσεις φιλανθρώπως· ὥστε θαυμάσαι ἦν τήν τε τῆς τύχης περιπέτειαν καὶ τὸ τὴν κατὰ τῶν εὐτελεστάτων εὐεργεσίαν ἀμειφθῆναι σὺν καιρῷ τηλικαύτῃ χάριτι.

42 {Const_4} E Ὅτι Ἀχαιὸς ὁ τοῦ βασιλέως Ἀντιόχου σύμβουλος τοῖς πραττομένοις ὑπὸ τῶν δραπετῶν οὐκ εὐαρεστούμενος ἐπετίμα τε τοῖς τολμωμένοις ὑπ' αὐτῶν καὶ μάλα θρασέως προέλεγεν ὅτι συντόμου τεύξονται τιμωρίας. ὃν ὁ Εὔνους παρρησιαζόμενον τοσοῦτον ἀπέσχε τοῦ θανάτῳ περιβαλεῖν ὥστε οὐ μόνον ἐδωρήσατο τὴν τῶν δεσποτῶν οἰκίαν, ἀλλὰ καὶ σύμβουλον ἐποιήσατο.

43 {Const_2} E Ὅτι καὶ ἄλλη τις ἐγένετο ἀπόστασις δραπετῶν καὶ σύστημα ἀξιόλογον. Κλέων γάρ τις Κίλιξ ἐκ τῶν περὶ τὸν Ταῦρον τόπων, συνήθης ὢν ἐκ παίδων τῷ λῃστρικῷ βίῳ καὶ κατὰ τὴν Σικελίαν νομεὺς γεγονὼς ἱπποφορβίων, οὐ διέλιπεν ὁδοιδοκῶν καὶ παντοδαποὺς φόνους ἐπιτελούμενος. ὃς πυθόμενος τὴν κατὰ τὸν Εὔνουν προκοπὴν καὶ τὰς τῶν μετ' αὐτοῦ δραπετῶν εὐημερίας ἀποστάτης ἐγένετο, καί τινας τῶν πλησίον οἰκετῶν πείσας συναπονοήσασθαι κατέτρεχε τὴν πόλιν τῶν Ἀκραγαντίνων καὶ τὴν πλησιόχωρον πᾶσαν.

44 {Const_4} E Ὅτι ἡ κατεπείγουσα χρεία καὶ σπάνις ἠνάγκαζε πάντα δοκιμάζειν τοὺς ἀποστάτας δούλους, οὐ διδοῦσα τὴν τῶν κρειττόνων ἐκλογήν.

45 E Ὅτι ὑπῆρχεν οὐ διοσημίας δεόμενον τὸ συλλογίσασθαι τῆς πόλεως τὸ εὐάλωτον. φανερὸν γὰρ ἦν καὶ τοῖς εὐηθεστάτοις ὅτι τῶν τειχῶν διὰ τὴν πολυχρόνιον εἰρήνην κατερρυηκότων καὶ πολλῶν ἐξ αὐτῆς στρατιωτῶν ἀπολωλότων, ἔσται τῆς πόλεως εὐκατόρθωτος ἡ πολιορκία.

46 E Ὅτι ὁ Εὔνους ἐκτὸς βέλους ἐπιστήσας τὴν δύναμιν ἐβλασφήμει τοὺς Ῥωμαίους, ἀποφαινόμενος οὐχ ἑαυτοὺς ἀλλ' ἐκείνους εἶναι δραπέτας τῶν κινδύνων. μίμους δὲ ἐξ ἀποστάσεως τοῖς ἔνδον ἐπεδείκνυτο, δι' ὧν οἱ δοῦλοι τὰς ἀπὸ τῶν ἰδίων κυρίων ἀποστασίας ἐξεθεάτριζον, ὀνειδίζοντες αὐτῶν τὴν ὑπερηφανίαν καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ὄλεθρον προαγούσης ὕβρεως.

47 E Ὅτι τὰ ἐξηλλαγμένα δυστυχήματα, εἰ καί τινες πεπεισμένοι τυγχάνουσι μηδενὸς τῶν τοιούτων ἐπιστροφὴν ποιεῖσθαι τὸ θεῖον, ἀλλ' οὖν γε σύμφορόν ἐστι τῷ κοινῷ βίῳ τὴν ἐκ θεῶν δεισιδαιμονίαν ἐντετηκέναι ταῖς τῶν πολλῶν ψυχαῖς. ὀλίγοι γὰρ οἱ δι' ἀρετὴν ἰδίαν δικαιοπραγοῦντες, τὸ δὲ πολὺ φῦλον τῶν ἀνθρώπων νομικαῖς κολάσεσι καὶ ταῖς ἐκ θεοῦ τιμωρίαις ἀπέχεται τῶν κακουργημάτων.

48 E Ὅτι πολλῶν καὶ μεγάλων κακῶν ἐπισυμβάντων τοῖς Σικελιώταις, τούτοις ἅπασιν ὁ δημοτικὸς ὄχλος οὐχ οἷον συνέπασχεν, ἀλλὰ τοὐναντίον ἐπέχαιρε προσεπιφθονῶν ἀνίσου τύχης καὶ ἀνωμάλου ζωῆς. ὁ γὰρ φθόνος ἐκ τῆς προγεγενημένης λύπης μετέβαλεν εἰς χαράν, ὁρῶν τὸ λαμπρὸν τῆς τύχης μεταπεπτωκὸς εἰς τὸ πρότερον ὑπ' αὐτῆς ὑπερορώμενον σχῆμα, καὶ τὸ πάντων δεινότατον, οἱ μὲν ἀποστάται προνοηθέντες ἐμφρόνως περὶ τοῦ μέλλοντος οὔτε τὰς ἐπαύλεις ἐνεπύριζον οὔτε τὰς ἐν αὐταῖς κτήσεις καὶ καρπῶν ἀποθέσεις ἐλυμαίνοντο, τῶν τε πρὸς τὴν γεωργίαν ὡρμηκότων ἀπείχοντο, οἱ δὲ δημοτικοὶ διὰ τὸν φθόνον ἐπὶ τῇ προφάσει τῶν δραπετῶν ἐξιόντες ἐπὶ τὴν χώραν οὐ μόνον τὰς κτήσεις διήρπαζον, ἀλλὰ καὶ τὰς ἐπαύλεις ἐνεπύριζον.

[3] {Const_2} E Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ὁ βασιλεὺς προσφάτως διαδεδεγμένος τὴν ἀρχὴν ἀλλοτρίαν ἔσχε διάθεσιν τῶν προβεβασιλευκότων. καὶ γὰρ ἐκεῖνοι χρηστότητι καὶ φιλανθρωπίᾳ χρώμενοι ταῖς βασιλείαις ἐνευδαιμόνησαν· οὗτος δὲ γενόμενος ὠμὸς καὶ μιαιφόνος πολλοὺς τῶν ὑπὸ τὴν βασιλείαν τεταγμένων ἀνηκέστοις συμφοραῖς καὶ σφαγαῖς περιέβαλε. τῶν δὲ πατρῴων φίλων τοὺς δυνατωτάτους ὑποπτεύσας ὡς κατ' αὐτοῦ τι βουλευσαμένους, ἔκρινε δεῖν ἅπαντας ἐκποδὼν ποιήσασθαι. ἐπιλεξάμενος οὖν τῶν βαρβάρων μισθοφόρων τοὺς ἀγριωτάτους εἰς φόνον, ἀπλήστους δὲ εἰς χρημάτων περιουσίαν, τούτους ἔν τισιν οἰκήμασι κατέκρυψεν ἐν τοῖς βασιλείοις, τῶν δὲ φίλων τοὺς ὑποπτευομένους μετεπέμπετο. παραγενομένων δὲ τῶν φίλων . . . πάντας ἀπέκτεινεν, ἔχων ὑπηρέτας οἰκείους τῆς ἰδίας μιαιφονίας. εὐθὺς δὲ τέκνα καὶ γυναῖκας τούτων προσέταξε τῆς αὐτῆς τιμωρίας ἀξιῶσαι. τῶν δὲ ἄλλων φίλων τῶν ἐπ' ἐξουσίᾳ στρατιωτῶν ἢ πόλεων τεταγμένων οὓς μὲν ἐδολοφόνησεν, οὓς δὲ συλλαβὼν πανοικίους ἀνεῖλε. διὰ δὲ τὴν ὠμότητα μισηθεὶς οὐ μόνον ὑπὸ τῶν ἀρχομένων ἀλλὰ καὶ τῶν πλησιοχώρων πάντας τοὺς ὑποτεταγμένους ἐποίησε μετεώρους πρὸς καινοτομίαν.

[4] {Const_4} E Ὅτι οἱ πλεῖστοι τῶν ἁλόντων βαρβάρων κατὰ τὰς ὁδοιπορίας ἀγόμενοι οἱ μὲν ἑαυτοὺς οἱ δὲ ἀλλήλους ἀνῄρουν, οὐχ ὑπομένοντες τὴν ἐκ τῆς δουλείας ὕβριν. παῖς δέ τις ἄνηβος παραστὰς τρισὶν ἀδελφαῖς κοιμωμέναις διὰ τὸν κόπον, ταύτας ἀπέσφαξεν· ἑαυτὸν δὲ οὐ φθάσας ἀνελεῖν ὑπὸ τῶν συλλαβόντων ἀνεκρίνετο δι' ἣν αἰτίαν τὰς ἀδελφὰς ἀπέκτεινε. τούτοις μὲν οὖν ἀπεκρίθη διότι τοῦ ζῆν οὐδὲν ἄξιον αὐταῖς κατελέλειπτο, αὐτὸς δὲ τροφῆς ἀποσχόμενος ἐνδείᾳ κατέστρεψε τὸν βίον.

2 E Ὅτι οἱ αὐτοὶ αἰχμάλωτοι ὡς ἐπὶ τοὺς ὅρους τῆς χώρας κατήντησαν, ῥίψαντες ἑαυτοὺς εἰς ἔδαφος τήν τε γῆν κατεφίλουν μετ' οἰμωγῆς καὶ τῆς κόνεως εἰς τοὺς κόλπους ἀνελάμβανον, ὥστε εἰς ἔλεον καὶ συμπάθειαν ἅπαν τραπῆναι τὸ στρατόπεδον. ἕκαστος γὰρ τοῖς κοινοῖς τῆς φύσεως πάθεσιν ἐχειροῦτο θείῳ φόβῳ, θεωρῶν ὅτι καὶ βαρβάρων ψυχαὶ θηριώδεις, ὅταν ἡ τύχη διαζευγνύῃ τὸ σύνηθες ἀπὸ τῆς πατρίδος, ὅμως οὐκ ἐπιλανθάνονται τῆς πρὸς τὴν θρέψασαν γῆν φιλοστοργίας.

[5] {Const_2} E Ὅτι Τιβέριος ὁ Γράκχος ἦν υἱὸς Τιβερίου τοῦ δὶς ὑπατευκότος καὶ πολέμους ἐπιφανεῖς καὶ μεγάλους κεχειρικότος, ἔτι δὲ καλῶς πεπολιτευμένου, θυγατριδοῦς δὲ Ποπλίου Σκιπίωνος τοῦ καταπεπολεμηκότος Ἀννίβαν καὶ Καρχηδονίους. ἐξ ἀμφοτέρων δὲ τῶν γονέων ἐπισημοτάτου γένους πεφυκὼς ἰδίᾳ πολὺ προεῖχε τῶν ἡλικιωτῶν τῇ συνέσει τε καὶ λόγου δεινότητι καὶ τὸ σύνολον πάσῃ παιδείᾳ, καὶ δυνάμενος παρρησίαν ἄγειν πρὸς τὴν ὑπεροχὴν τῶν ἀντιπραττόντων.

[6] {Const_4} E Καὶ συνέρρεον εἰς τὴν Ῥώμην οἱ ὄχλοι ἀπὸ τῆς χώρας ὡσπερεὶ ποταμοί τινες εἰς τὴν πάντα δυναμένην δέχεσθαι θάλατταν. οἱ δὲ ὄχλοι μετεωρισθέντες πρὸς τὸ βοηθεῖν ἑαυτοῖς, νόμον μὲν ἔχοντες ἡγεμόνα καὶ σύμμαχον, προστάτην δὲ ἄρχοντα τὸν μήτε χάριτος μήτε φόβου δοῦλον, ὑπὲρ δὲ τοῦ τὴν χώραν ἀνακτήσασθαι τῷ δήμῳ πάντα πόνον καὶ κίνδυνον ὑπομένειν κεκρικότα μέχρι τῆς ἐσχάτης ἀναπνοῆς . . . 2 ἔχων πλῆθος οὐ νεοσύλλογον καὶ φυλῶδες, ἀλλὰ τὸ πρακτικώτατον τοῦ δήμου καὶ τοῖς βίοις κάρπιμον. διὸ καὶ τῆς βίας ἐν ἀμφοτέροις τοῖς μέρεσιν ταλαντευομένης καὶ τῆς ῥοπῆς δεῦρο κἀκεῖσε πάλιν ἐκκλινούσης, πολλῶν μυριάδων ἠθροισμένων τὰ μέρη βιαίως συνίσταντο καὶ καθάπερ ἐν τῇ θαλάττῃ κυμάτων φαντασίαι καὶ διαθέσεις ἐγίνοντο κατὰ τὰς τοῦ πλήθους ἐκκλησίας.

[7] E Ὅτι ὁ Ὀκτάβιος μετὰ τὴν καθαίρεσιν οὔθ' ὁμολογῶν ἑαυτὸν ἰδιώτην ὑπάρχειν οὔθ' ὡς ἄρχων τολμῶν πρᾶξαί τι δημαρχικόν, ἔμενε κατὰ τὴν ἰδίαν οἰκίαν ἡσυχάζων. καίτοι γε ἐξῆν πρὶν αὐτὸν οὕτως ἔχειν, ὅτε ὁ Γράκχος εἰσέφερε ψήφισμα περὶ τῆς κατ' ἀρχὴν ἀφαιρέσεως αὐτοῦ, κἀκεῖνον ἅμα ψήφισμα κυροῦν περιέχον τὴν ἀφαίρεσιν τῆς Γράκχου δημαρχίας· ἢ γὰρ ἂν ἑκάτεροι κατέστησαν ἰδιῶται τῶν ψηφισμάτων ἐννόμων ὄντων, ἢ πάλιν διακατεῖχον τὴν ἀρχὴν δοξάντων παρανόμως εἰσενηνέχθαι.

2 E Οὗτος μὲν οὖν ἀμετάπτωτον ἔχων τὴν ἐπὶ τὸν ὄλεθρον ὁρμὴν ταχὺ τῆς προσηκούσης κολάσεως ἔτυχεν. καὶ ὁ Σκιπίων ξύλον ἁρπάσας ἐκ τῶν παρακειμένων, ὁ γὰρ θυμὸς παντὸς τοῦ δοκοῦντος εἶναι δυσκόλου περιεγένετο . . .

3 E Ὅτι προσέπεσε τοῖς περὶ τὸ στρατόπεδον ἡ τοῦ Γράκχου τελευτή, καὶ τὸν Ἀφρικανόν φασιν ἐπιβοῆσαι τοιαῦτα,

   ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.

[8] {Const_2} E Ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέκοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν ἀκρωτηριάζοντες.

[9] {Const_4} E Ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν κακῶν· τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παραδειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῇ παρὰ θεῶν κολάσει καὶ τῆς διὰ τῆς ἱστορίας βλασφημίας τετευχότες ἀπέλαυσαν τῆς δικαίας ἐπιτιμήσεως.

[10] {Const_2} E Ὅτι ἡ σύγκλητος δεισιδαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ' ὅλην τὴν Σικελίαν τοὺς τῷ Αἰτναίῳ Διὶ καθιδρυμένους βωμούς, θυσιάσαντες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν τοῖς ἔχουσι καθ' ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας.

[11] E Ὅτι ἦν τις Γοργὸς Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτῳ καὶ δόξῃ διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας καὶ περιπεσὼν λῃστηρίῳ δραπετῶν ἔφευγε πεζὸς πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῷ Γοργοῦ τοῦ τούτου πατρὸς ἐφ' ἵππου καὶ καθαλομένου καὶ παραδιδόντος τὸν ἵππον, ὅπως ἐφαλόμενος ἀφιππεύσῃ πρὸς τὴν πόλιν, οὔθ' ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν οὔθ' ὁ πατὴρ προσεδέχετο τῷ τοῦ τέκνου θανάτῳ διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσεβείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβάνοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπάτορα, συνέβη τοὺς λῃστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν.

[12] E Ὅτι ὁ τοῦ Διηγύλιος υἱὸς Ζιβέλμιος, ἐζηλωκὼς τὰς τοῦ πατρὸς μιαιφονίας, μνησικακῶν δὲ ὑπὲρ τῶν εἰς Διήγυλιν τοῖς Θρᾳξὶ πραχθέντων, ἐπὶ τοσοῦτον προῆλθεν ὠμότητος καὶ παρανομίας ὥστε τοὺς προσκόψαντας πανοικίους τιμωρεῖσθαι. ἐπὶ γὰρ ταῖς τυχούσαις αἰτίαις τοὺς μὲν διεμέλιζε, τοὺς δὲ ἀνεσταύρου, τοὺς δὲ καὶ ζῶντας ἐνεπύριζε. γονέων δὲ ἐν ὄμμασι καὶ κόλποις ἐγκατέσφαζε τέκνα, καὶ κρεανομῶν τὰ σώματα παρετίθει τοῖς συγγενεστάτοις, ἀνανεούμενος τὰς παλαιὰς ἐκείνας Τηρέως ἢ Θυέστου θοινάς. οἱ δὲ Θρᾷκες συλλαβόντες τὸν Ζισέλμιον, τὸ μὲν καθ' ἓν αὐτὸν ἀντιδιατιθέναι σχεδὸν ἀδύνατον ὑπῆρχε· πῶς γὰρ ἐνδεχόμενον ἦν ἓν σῶμα τὴν εἰς ὅλον ἔθνος παρανομίαν γενομένην ἀναδέξασθαι; ὅμως δ' ἐκ τῶν ἐνδεχομένων ἐφιλοτιμήθησαν πᾶσαν ὕβριν καὶ τιμωρίαν προσαγαγεῖν τῷ σώματι.

[13] {Const_4} E Ὅτι τοῦ Ἀττάλου τοῦ πρώτου βασιλέως χρηστηριαζομένου περί τινος, ἀπαυτοματίσαι τὴν Πυθίαν φασὶ

 Θάρσει, ταυρόκερως, ἕξεις βασιληίδα τιμὴν 
 καὶ παῖδες παίδων, τούτων γε μὲν οὐκέτι παῖδες.

[14] {Const_2} E Ὅτι ὁ Πτολεμαῖος ὁ Φύσκων προσαγορευόμενος πυθόμενος τὴν τῆς Κλεοπάτρας πρὸς αὐτὸν ἀλλοτρίωσιν καὶ οὐ δυνάμενος ἄλλως αὐτὴν λυπῆσαι, πρᾶξιν ἀνοσιωτάτην ἐτόλμησεν ἐπιτελέσασθαι· μιμησάμενος γὰρ τὴν τῆς Μηδείας ὠμότητα καὶ μιαιφονίαν τὸν κοινὸν αὐτοῦ τε κἀκείνης υἱὸν ἔσφαξεν ἐν τῇ Κύπρῳ, παῖδα μὲν ὄντα τὴν ἡλικίαν, ὀνομαζόμενον δὲ Μεμφίτην. οὐκ ἀρκεσθεὶς δὲ τῷ ἀσεβήματι τούτῳ πολλῷ μεῖζον μύσος ἕτερον ἐπετελέσατο· ἀκρωτηριάσας γὰρ τὸ σῶμα τοῦ παιδὸς καὶ ἐνθεὶς εἴς τινα κίστην προσέταξέ τινι τῶν ὑπηρετῶν εἰς τὴν Ἀλεξάνδρειαν διακομίσαι. κατὰ τύχην δὲ σύνεγγυς ὄντων τῇ Κλεοπάτρᾳ τῶν γενεθλίων, τῇ πρὸ τούτων νυκτὶ θεῖναι τὴν κίστην πρὸ τῶν βασιλείων παρεσκευάσατο. οὗ συντελεσθέντος καὶ τῆς περιστάσεως ἐπιγνωσθείσης, ἡ Κλεοπάτρα πένθος ἤρατο, καὶ τὸ πλῆθος παντελῶς ἀπεθηριώθη πρὸς τὸν Πτολεμαῖον.

[15] {Const_4} E Ὅτι τῆς ἐαρινῆς ὥρας τῇ χλιᾷ τηκούσης τὴν χιόνα καὶ τῶν καρπῶν ἐκ τοῦ συνεχοῦς πάγου πρὸς τὴν φυὴν καὶ βλάστησιν προϊόντων, τῶν δὲ ἀνθρώπων ἐπὶ τὰς πράξεις ὡρμημένων, ὁ Ἀρσάκης ἀποπειραθῆναι βουλόμενος τῶν πολεμίων πρεσβευτὰς ἀπέστειλε περὶ εἰρήνης, οἷς Ἀντίοχος ἀντέδωκεν ἀποκρίσεις διότι συγχωρήσει τὴν εἰρήνην, ἐὰν τὸν μὲν ἀδελφὸν Δημήτριον ἀπολύσας τῆς αἰχμαλωσίας παραδῷ, τῶν δὲ δυναστειῶν τῶν ἀφῃρημένων ἐκχωρήσῃ, τὴν δὲ πάτριον δυναστείαν ἔχων τελῇ φόρον. ὁ δὲ Ἀρσάκης προσκόψας τῇ βαρύτητι τῶν ἀποκρίσεων ἐπ' αὐτὸν ὥρμησεν.

[16] E Ὅτι τῶν τοῦ Ἀντιόχου φίλων παρακαλούντων μὴ συνάπτειν μάχην πρὸς πολλαπλασίους Πάρθους, δύνασθαι γὰρ αὐτοὺς εἰς τὴν ὑπερκειμένην ὀρεινὴν καταφυγόντας ἀποτρίψασθαι τῇ δυσχωρίᾳ τὸν ἀπὸ τῶν ἱππέων κίνδυνον, ὁ Ἀντίοχος οὐδενὶ τρόπῳ προσεδέχετο τοὺς λόγους, ἀποφαινόμενος αἰσχρὸν εἶναι τοὺς νενικηκότας δεδιέναι τὰς τῶν προηττημένων τόλμας. παρακαλέσας οὖν τοὺς μεθ' ἑαυτοῦ πρὸς τὸν κίνδυνον ἀνεδέχετο τὴν τῶν βαρβάρων ἔφοδον εὐρώστως.

[17] E Ὅτι κατὰ τὴν Ἀντιόχειαν ἀναμαθόντες τὸν θάνατον Ἀντιόχου οὐ μόνον κοινὸν ἡ πόλις ἐπήρατο πένθος, ἀλλὰ καὶ πᾶς ἰδιωτικὸς οἶκος κατηφείας καὶ θρήνων ἐπληροῦτο, καὶ μάλιστα τοῦ περὶ τὰς γυναῖκας ὀδυρμοῦ τὸ πάθος ἐκκάοντος. τριάκοντα γὰρ μυριάδων ἀπολομένων σὺν τοῖς ἐκτὸς τῆς τάξεως ἀναβεβηκόσιν οὐκ ἦν εὑρεῖν οἰκίαν ἄμοιρον ἀτυχήματος. αἱ μὲν γὰρ ἀδελφοὺς αἱ δὲ ἄνδρας αἱ δὲ υἱοὺς ἀπολωλότας ἐπένθουν, πολλαὶ δὲ παρθένοι καὶ παῖδες ὀρφανοὶ γεγονότες τὴν ἐρημίαν ἑαυτῶν κατωδύροντο, μέχρις ὅτου τῆς λύπης ὁ κάλλιστος ἰατρὸς χρόνος ἐξέλυσε τὴν ἀκμὴν τοῦ πένθους.

2 {Const_2} E Ὅτι ὁ στρατηγὸς Ἀντιόχου Ἀθήναιος πλεῖστα ἐν ταῖς ἐπισταθμίαις εἰργασμένος κακά, τῆς φυγῆς κατάρξας καὶ τὸν Ἀντίοχον ἐγκαταλιπὼν τῆς προσηκούσης καταστροφῆς ἔτυχε. διεκπεσόντος γὰρ αὐτοῦ πρός τινας κώμας ἠδικημένας ἐν ταῖς ἐπισταθμίαις, οὐδεὶς αὐτὸν ἐδέξατο εἰς οἰκίαν οὐδὲ τροφῆς μετέδωκεν, ἀλλὰ κατὰ τὴν χώραν ἀλώμενος λιμῷ κατέστρεψε τὸν βίον.

[18] {Const_4} E Ὅτι Ἀρσάκης ὁ Πάρθων βασιλεὺς καταπεπολεμηκὼς Ἀντίοχον διενοεῖτο καταβαίνειν ἐπὶ τὴν Συρίαν, ἐλπίζων ῥᾳδίως αὐτῆς κυριεύσειν. οὐ μὴν ἐξουσίαν γ' ἔλαβε τῆς στρατείας, ἀλλὰ τῷ μεγέθει τῶν ἐπιτετευγμένων ἡ τύχη πολλαπλασίους αὐτῷ κινδύνους καὶ συμφορὰς ἐπέστησεν. οἶμαι γὰρ ἐκ θεοῦ τοῖς ἀνθρώποις οὐδὲν εἰλικρινὲς δίδοται τῶν ἀγαθῶν, ἀλλ' ὡς ἐπίτηδες τοῖς μὲν καλοῖς τὰ φαῦλα, τοῖς δὲ κακοῖς ἐπεισάγει τὰ ἀγαθὰ τὸ δαιμόνιον. οὐ μὴν ἡ τύχη γε ἐπελάθετο τῆς ἰδίας φύσεως, ἀλλὰ καθάπερ κοπιῶσα τῷ τοὺς αὐτοὺς συνεχῶς εὖ ποιεῖν, τηλικαύτην τὴν παλίρροιαν εἰργάσατο τοῦ πολέμου παντὸς ὥστε τοὺς εὐημεροῦντας εἰς τέλος ταπεινῶσαι.

[19] E Ὅτι Ἀρσάκης ὁ τῶν Πάρθων βασιλεὺς ἀλλοτρίως πρὸς Σελευκεῖς διακείμενος καὶ μνησικακῶν ἐπὶ ταῖς ὕβρεσι καὶ ταῖς τιμωρίαις αἷς ἐχρήσαντο κατ' Ἐνίου τοῦ στρατηγοῦ, καὶ τῶν Σελευκέων ἀποστειλάντων πρέσβεις καὶ παρακαλούντων συγγνώμης τυχεῖν ἐπὶ τοῖς γεγονόσι καὶ βουλομένων αὐτῶν ἀπόκρισιν λαβεῖν, ἤγαγε τοὺς πρέσβεις ἐπὶ τὸν τόπον οὗπερ Πιτθίδης τυφλὸς ἐκάθητο ἐπὶ τῆς γῆς ἐκτετυφλωμένος, καὶ προσέταξεν ἀπαγγέλλειν τοῖς Σελευκεῦσιν ὅτι πάντας αὐτοὺς δεῖ τὰ αὐτὰ παθεῖν. οἱ δὲ φοβηθέντες τῶν μὲν προγεγενημένων συμφορῶν ἐπελάθοντο διὰ τὴν ὑπερβολὴν τῶν προσδοκωμένων δεινῶν· ἀεὶ γὰρ ἡ καινότης τῶν κακῶν ἀμαυροῦν εἴωθε τὰς προγεγενημένας ἀτυχίας τοῖς ἀνθρώποις.

[20] {Const_2} E Ὅτι ἀποσταλεὶς παρὰ Πτολεμαίου τοῦ πρεσβυτέρου Ἡγέλοχος στρατηγὸς ἐπὶ Μαρσύαν τὸν τῶν Ἀλεξανδρέων στρατηγὸν μετὰ δυνάμεως, αὐτόν τε ἐζώγρησε καὶ τὴν μετ' αὐτοῦ δύναμιν ἄρδην ἀνεῖλεν. ἐπαναχθέντος δὲ τοῦ Μαρσύου πρὸς τὸν βασιλέα, καὶ πάντων προσδοκώντων τιμωρίας αὐτὸν τεύξεσθαι τῆς μεγίστης, ἀπέλυσεν αὐτὸν τῶν ἐγκλημάτων. μετενόει γὰρ ἤδη καὶ ταῖς φιλανθρωπίαις ἔσπευδε διορθώσασθαι τὴν τῶν ὄχλων πρὸς αὑτὸν ἀποθηρίωσιν.

[21] E Ὅτι Εὐήμερος ὁ τῶν Πάρθων βασιλεύς, Ὑρκάνιος ὢν τὸ γένος, ὠμότητι δὲ ὑπερβάλλων πάντας τοὺς μνημονευομένους τυράννους, οὐκ ἔστιν ὁποῖον τιμωρίας γένος ἀπέλιπεν. πολλοὺς δὲ τῶν Βαβυλωνίων καὶ ἐπὶ ταῖς τυχούσαις αἰτίαις πανοικίους ἐξανδραποδισάμενος εἰς τὴν Μηδίαν ἐξέπεμψε, προστάξας λαφυροπωλῆσαι. καὶ τῆς Βαβυλῶνος τὴν ἀγορὰν καί τινα τῶν ἱερῶν ἐνέπρησε καὶ τὸ κράτιστον τῆς πόλεως διέφθειρεν.

[22] E Ὅτι Ἀλέξανδρος ὁ Ζαβινᾶς ἐπικληθείς, ἀξιολόγων ἡγεμόνων ἀποστάντων Ἀντιπάτρου καὶ Κλονίου καὶ Ἀερόπου, τούτους καταλαβομένους Λαοδίκειαν ἐξεπολιόρκησεν. καὶ χρησάμενος μεγαλοψύχως αὐτοῖς ἀπέλυσε τῶν ἐγκλημάτων· ἦν γὰρ πρᾷος καὶ συγγνωμονικός, ἔτι δὲ ἐν ταῖς ὁμιλίαις καὶ ἐν ταῖς ἐντεύξεσι προσηνής. ὧν χάριν διαφερόντως ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο.

[23] E Ὅτι Σεξτίου τὴν τῶν Γαλατῶν πόλιν ἑλόντος καὶ τοὺς ἐν αὐτῇ λαφυροπωλοῦντος, Κράτων τις ὄνομα γεγονὼς φιλορώμαιος καὶ διὰ τοῦτο πολλὰς ὕβρεις καὶ βασάνους ὑπὸ τῶν ἀποστάντων πολιτῶν ὑπομεμενηκὼς ἤγετο δέσμιος μετὰ τῶν ἄλλων αἰχμαλώτων. ἰδὼν δὲ χρηματίζοντα τὸν ὕπατον, καὶ δηλώσας ὅστις ἦν καὶ ὅτι πολλοὺς καὶ πολλάκις ὑπὸ τῶν πολιτῶν ὑποστὰς κινδύνους, ὥσπερ ὑπὲρ Ῥωμαίων πολιτευόμενος, οὐ μόνον αὐτὸς μεθ' ὅλης τῆς συγγενείας ἀπολυθεὶς ἀπέλαβε τὴν κτῆσιν, ἀλλὰ καὶ διὰ τὴν εἰς τοὺς Ῥωμαίους εὔνοιαν ἐξουσίαν ἔλαβεν ἐννακοσίους τῶν πολιτῶν ἐκ τῆς δουλείας ἐξελέσθαι. ὁ γὰρ ὕπατος μεγαλοψυχότερον τῆς ἰδίας ἐλπίδος αὐτῷ προσηνέχθη, πρὸ ὀφθαλμῶν τιθεὶς τοῖς Γαλάταις τὴν εἰς ἑκάτερον μέρος τῶν Ῥωμαίων ὑπερβολὴν τῆς φιλανθρωπίας καὶ τιμωρίας.

[24] {Const_4} E τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευομένῳ καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ καταπλέοντι ἐκ τῆς Σαρδόνος συνήντα, καὶ ἐκβάντα μετ' εὐφημίας καὶ κρότων ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή.

[25] E Ὅτι ὁ Γράκχος δημηγορήσας περὶ τοῦ καταλῦσαι ἀριστοκρατίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάντων εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστὰς ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερομένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον ὑπομένειν. τῶν μὲν γὰρ συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδείξας τοὺς ἱππεῖς κριτάς, τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε, καὶ τὴν προϋπάρχουσαν τῷ συνεδρίῳ πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ' ἀμφοτέρων κατεσκεύασε, διὰ δὲ τῆς πάντων διχοστασίας ἑαυτῷ δυναστείαν κατασκευάζων καὶ τὸ κοινὸν ταμιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῇ μὲν τῶν δημοσιωνῶν τόλμῃ καὶ πλεονεξίᾳ τὰς ἐπαρχίας ὑπορρίψας ἐπεσπάσατο παρὰ τῶν ὑποτεταγμένων δίκαιον μῖσος κατὰ τῆς ἡγεμονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν· τῶν γὰρ ἀρχόντων καταφρονήσας κατεξανίσταται καὶ τῶν νόμων, ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία καὶ πόλεως ἀνατροπὴ γίνεται.

2 E Ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυναστείας καὶ ὕβρεως, ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάυιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτόν, εἰπὼν τῷ δήμῳ διότι ταύτην χάριν δίδωσι τῇ μητρὶ προεντετευγμένος ὑπ' αὐτῆς.

[26] E Ὅτι ὁ Πόπλιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προεπέμφθη ἐκβαλλόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῇ κατ' αὐτοῦ δωροδοκίᾳ δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονηρούσης παρρησίας.

[27] E Ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον, ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμουμένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης, ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυνεύων, τῇ δὲ προσθήκῃ μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο, Τὸ μὲν ξίφος ἐπίκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βραβεύσῃ στέρξομεν.

[28] {Const_2} E Ὅτι ὁ Ἀλέξανδρος οὐ πιστεύων τοῖς ὄχλοις διά τε τὴν ἀπειρίαν τῶν ἐν τῷ πολέμῳ κινδύνων καὶ τὴν πρὸς τὰς μεταβολὰς ὀξύτητα παρατάξασθαι μὲν οὐκ ἐτόλμησε, διενοεῖτο δὲ συσκευάσασθαι τὰ βασιλικὰ χρήματα καὶ τὰ τῶν θεῶν ἀναθήματα συλῆσαι, καὶ μετὰ τούτων νυκτὸς ἀπᾶραι εἰς τὴν Ἑλλάδα. συλᾶν δὲ ἐπιβαλόμενος διά τινων βαρβάρων τὸ τοῦ Διὸς ἱερόν, καὶ φωραθείς, ἐκινδύνευσε μὲν μετὰ τῆς δυνάμεως ἐκ χειρὸς τυχεῖν τῆς ἁρμοττούσης τιμωρίας, φθὰς δὲ καὶ διαδρὰς μετ' ὀλίγων ἐπεβάλετο φεύγειν εἰς Σελεύκειαν. τῆς δὲ φήμης αὐτὸν καταταχούσης, οἱ Σελευκεῖς ἀκούσαντες τὰ περὶ τὴν ἱεροσυλίαν ἀπέκλεισαν αὐτὸν τῆς πόλεως. ὁ δὲ ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς ὥρμησε φεύγειν ἐπὶ τὸ Ποσίδειον, ἀντεχόμενος τῶν παραθαλαττίων τόπων.

2 {Const_4} E Ὅτι Ἀλέξανδρος μετὰ τὸ ἱεροσυλῆσαι ἔφευγεν ἐπὶ τὸ Ποσίδειον. εἵπετο δὲ αὐτῷ, ὡς ἔοικε, τὸ δαιμόνιον ἀόρατον ἐκ ποδῶν διῶκον, καὶ τῇ κατ' αὐτοῦ τιμωρίᾳ συνεργὸν γινόμενον συνέκλειεν εἰς τὸ τυχεῖν τῆς ἁρμοττούσης δίκης· συλληφθεὶς γὰρ ἀνήχθη πρὸς τὸν Ἀντίοχον εἰς τὴν παρεμβολὴν δυσὶν ἡμέραις ὕστερον τῆς ἱεροσυλίας. οὕτως ἀνέκφευκτος ἡ τιμωρὸς δίκη μετέρχεται τὴν τῶν ἀσεβῶν τόλμαν· ἐγρηγορυῖαι γὰρ διώκουσι τοὺς ἀνοσίους ποιναὶ σύντομον τὴν τιμωρίαν φέρουσαι. ἄρτι γὰρ βασιλεὺς ἦν καὶ τεσσάρων μυριάδων στρατοπεδευουσῶν ἀφηγεῖτο, καὶ νῦν δεδεμένος ἐπανήγετο πρὸς ὕβριν καὶ τιμωρίαν πολεμίων.

3 E Ὅτι ἀγομένου δεδεμένου διὰ τῆς παρεμβολῆς Ἀλεξάνδρου τοῦ βασιλέως τῆς Συρίας, τοῦτο ἄπιστον ἐδόκει οὐ μόνον τοῖς ἀκούουσιν, ἀλλὰ καὶ τοῖς ὁρῶσιν· τὴν γὰρ ἐνάργειαν τῆς αἰσθήσεως τὸ μηδέποτ' ἂν γενέσθαι προσδοκηθὲν εἰς τοὐναντίον ῥέπειν ἐβιάζετο· ἐπεὶ δὲ διὰ τῆς ὁράσεως ἐβεβαιοῦτο τἀληθές, ἅπαντες θαυμάζοντες ἀνέλυον ἀπὸ τῆς θέας, οἱ μὲν ἀθρόοις καὶ συμπαθέσι φωναῖς ἐπισημαινόμενοι τὴν τοῦ δαιμονίου δύναμιν, οἱ δὲ ποικίλως ἐπιφθεγγόμενοι τὸ τῆς τύχης ἄστατον, τὸ παλίντροπον τῶν ἀνθρωπίνων, τὴν ὀξύτητα τῆς παλιρροίας, ὡς εὐμετάβολος ὁ βίος, οἷόν τις οὐκ ἂν προσεδόκησεν.

[28a] {Const_3} E Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας ἔκρινε τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβέναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου ἐις τὸ Καπιτώλιον περὶ τοῦ συμφέροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν· εὑρὼν δὲ τὸν νεὼ προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ' αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ' αὐτῶν ἐπίθεσιν.

[29] {Const_2} E Ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου, τῶν γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῷ πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῇ συμφορᾷ τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικεκηρυχὼς τῷ τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέφαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον· ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίᾳ φιλίας. ὁμοίως δὲ οἱ Φλάκκοι διεχειρίσθησαν.

[30] {Const_4} E Ὅτι ὁ Φλάκκος ἐπι . . .

[30a] E Ὅτι οἱ Κορδίσκοι κομίσαντες λάφυρα πλεῖστα πολλοὺς προήγαγον καὶ ἄλλους γενέσθαι τῆς ὁμοίας προαιρέσεως καὶ νομίζειν τὸ τὰ ἀλλότρια συλᾶν καὶ τοῖς ὅπλοις ἄγειν καὶ φέρειν . . . τῶν ἀνδραγαθούντων εἶναι· βεβαιώσαντες γὰρ τὸν τῆς φύσεως νόμον οἱ ἰσχυρότεροι τὰς τῶν ἀσθενεστέρων κτήσεις διαρπάζουσι.

[30b] E Ὅτι οἱ Σκορδίσκοι ὕστερον ἀναστελλόμενοι πορείαν ἀπεφήναντο καὶ τὴν Ῥώμην ἐπικρατεῖν οὐ διὰ τὴν ἰδίαν δύναμιν ἀλλὰ διὰ τὴν ἄλλων ἀσθένειαν.

[30c] E Ὅτι ἡ φρόνησις δοκοῦσα πάντων κυριεύειν ὑπὸ μόνης τῆς τύχης ἡττᾶται· καὶ γὰρ ἃ διὰ σύνεσιν καὶ ἀγχίνοιαν . . . πολλάκις ἡ ταύτης ἐπήρεια παραδόξως ἐλημήνατο. καὶ ἔστιν ὅτε τὰ δι' ἀφροσύνην ἀπορρηθέντα . . . παρὰ τὰς ἁπάντων ἐλπίδας διωρθώσατο· ὥσθ' ὁ μὲν εὐμενοῦς ἀυτῆς λαβόμενος ἀδιαλείπτως σχέδον ἀνὰ πᾶσαν ἐπιβολὴν ἐπιτυγχάνοι ἄν, οἱ δὲ ἀλλοτρίαν ἔχοντες ἑκάστοτε πταίουσιν ἐν ταῖς κατὰ μέρος πράξεσιν, καὶ τοὺς μὲν ἔστιν ἰδεῖν . . .

[31] {Const_2} E Ὅτι κατὰ τὴν Λιβύην παραταξαμένων ἀλλήλοις τῶν βασιλέων, Ἰογόρθας κρατήσας τῇ μάχῃ πολλοὺς ἀνεῖλε τῶν Νομάδων· ὁ δὲ Ἀτάρβας ὁ ἀδελφὸς αὐτοῦ καταφυγὼν εἰς Κίρταν, καὶ συγκλεισθεὶς εἰς πολιορκίαν, ἐξαπέστειλε πρεσβευτὰς εἰς Ῥώμην μὴ περιιδεῖν βασιλέα φίλον καὶ σύμμαχον κινδυνεύοντα. ἡ δὲ σύγκλητος ἔπεμψε πρέσβεις λύειν τὴν πολιορκίαν. οὐ προσέχοντος δὲ Ἰογόρθα, πάλιν ἑτέρους ἔπεμψαν ἀξίωμα μεῖζον ἔχοντας. ὁμοίως δὲ καὶ τούτων ἀπράκτων ἐπανελθόντων, ὁ Ἰογόρθας περιταφρεύσας τὴν πόλιν ἐνδείᾳ κατεπόνησε τοὺς ἐν τῇ πόλει· τὸν δὲ ἀδελφὸν ἐξελθόντα μεθ' ἱκετηρίας καὶ τῆς μὲν βασιλείας ἐξιστάμενον, τὸ δὲ ζῆν αἰτούμενον ἀπέσφαξεν, οὐκ ἐντραπεὶς οὔτε συγγένειαν οὔτε τὸν τῆς ἱκεσίας νόμον. ὁμοίως δὲ καὶ τῶν Ἰταλῶν τοὺς συμμαχήσαντας τἀδελφῷ πάντας αἰκισάμενος ἀπέκτεινεν. .

[32] {Const_4} E Ὅτι ὁ βασιλεὺς τῶν Νομάδων Ἰογόρθας θαυμάσας τὴν ἀνδραγαθίαν τῶν Ῥωμαίων καὶ τὰς ἀρετὰς αὐτῶν ἐπαινέσας ἐν τοῖς ἰδίοις φίλοις ἀπεφήνατο διότι τούτοις τοῖς ἀνδράσι δι' ἁπάσης τῆς Λιβύης διεξ. . .

[32a] E Ὅτι προσπεσούσης τῆς ἀγγελίας περὶ τῆς τοῦ ...ιου τελευτῆς καὶ τῶν μετ' αὐτοῦ . . . πολὺς θόρυβος καὶ πένθος ἐπῄει τὴν πόλιν· πολλοὶ μὲν γὰρ παῖδες ὀρφανοὶ . . . , οὐκ ὀλίγοι δὲ ἀδελ. . .

[33] {Const_2} E Ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ' ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζόμενος· ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζεσθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, ὁ δὲ τὴν Ἱσπανίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προσηγορίας. καὶ πρὸς δὲ τῇ κοινῇ τοῦ γένους δόξῃ πατέρα καὶ πάππον ἔσχεν ἐπιφανεστάτους Ῥωμαίων· ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα τῆς συγκλήτου τῶν πολιτῶν ἄριστος ἐκρίθη. 2 ἐν μὲν γὰρ τοῖς τῆς Σιβύλλης χρησμοῖς εὑρέθη γεγραμμένον ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύσασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν, καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῇ Ῥώμῃ γενέσθαι πανδημεὶ τῆς ἀπαντήσεως γινομένης, καὶ τῶν τε ἀνδρῶν τῶν ἀρίστων καὶ γυναικῶν ὁμοίως τὴν ἀγαθήν . . . καὶ τούτους ἀφηγεῖσθαι τῆς ἀπαντήσεως γενομένης καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία.

3 E Οὐ μόνον γὰρ τῇ πρὸς θεοὺς εὐσεβείᾳ διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξεν καὶ συνετὸς ἐν τῷ τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ' ἕκαστον ἐν τῇ συγκλήτῳ κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης Καρχηδόνα μὴ εἶναι. καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ' ἑτέρων τινῶν ἀεὶ ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον ἀπεφαίνετο Καρχηδόνα διὰ παντὸς εἶναι. 4 ἑκατέρα μὲν οὖν ἀπόφασις ἐδόκει τῷ συνεδρίῳ μεγάλην ἔχειν ἀναθεώρησιν· τοῖς δὲ διαφέρουσι τῇ φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς Ῥώμης ἰσχύν, ἀλλ' ἐκ τοῦ φαίνεσθαι τῶν μεγάλων μείζονα. 5 πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥωμαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν· ὧν οὐδὲν κάλλιόν ἐστιν πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλεμος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε καὶ παρανομίαν.

6 E Ἅπερ ἅπαντα συνέβη τῇ Ῥώμῃ μετὰ τὴν τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀποστάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. ὁ τούτου δὲ υἱὸς πρεσβύτης ὢν τὴν ἡλικίαν Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρήσαντα ταῖς ἰδίαις χερσὶν ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. 7 τῆς δὲ πληθύος ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δράσαντας, ἔτι δὲ τῶν δημάρχων καθ' ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἔστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς ἀποκρίσεις ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ' ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὅτι τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος, καίπερ ἀγανακτῶν, ἡσύχασεν ἐντραπεὶς τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. 8 ἀλλὰ μὴν καὶ ὁ τούτου υἱός, κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσας, ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον διετέλεσεν, μετασχὼν δὲ τῆς πολιτείας, καὶ τῷ βίῳ πρὸς ἀλήθειαν ἀλλ' οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας, ἀκόλουθον ἔσχε τῇ τοῦ γένους διαδοχῇ καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν.

[34] E Ὅτι ὁ Ἀντίοχος ὁ Κυζικηνὸς ἀρτίως παρειληφὼς τὴν βασιλείαν ἐξέπεσεν εἰς μέθας καὶ τρυφὴν ἀγεννῆ καὶ ζηλώματα βασιλείας ἀλλοτριώτατα. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς, καὶ τὰ τούτων ἐπιτηδεύματα μανθάνειν ἐφιλοτιμεῖτο. ἐπετήδευσε δὲ καὶ νευροσπαστεῖν καὶ δι' αὑτοῦ κινεῖν ζῷα πενταπήχεα κατάργυρα καὶ κατάχρυσα καὶ ἕτερα πλείονα τοιαῦτα μηχανήματα. οὐκ εἶχε δ' ἑλεπόλεων οὐδὲ ὀργάνων πολιορκητικῶν κατασκευάς, ἃ καὶ δόξαν μεγάλην καὶ χρείας ἀξιολόγους ἂν παρέσχετο. ἐνεθουσία δὲ καὶ πρὸς κυνηγεσίας ἀκαίρους, καὶ πολλάκις νύκτωρ λάθρᾳ τῶν φίλων μετὰ δυεῖν ἢ τριῶν οἰκετῶν ἐξιὼν ἐπὶ τὴν χώραν ἐκυνήγει λέοντας καὶ παρδάλεις καὶ ὗς ἀγρίους. παραβόλως δὲ συμπλεκόμενος ἀλόγοις θηρίοις πολλάκις ἦλθεν εἰς τοὺς ἐσχάτους κινδύνους.

[35] E Ὅτι Μικίψας ὁ Μασσανάσσου υἱὸς τοῦ Νομάδων βασιλέως εἶχε καὶ ἄλλους υἱοὺς πλείους, μάλιστα δὲ προτετιμημένους Ἀτάρβαν τὸν πρεσβύτερον τῶν παίδων καὶ Ἰάμψαμον καὶ Μικίψαν. ὃς ἐπιεικέστατος τῶν κατὰ Λιβύην βασιλέων γενόμενος καὶ πολλοὺς τῶν πεπαιδευμένων Ἑλλήνων μεταπεμπόμενος συνεβίου τούτοις. πολλὴν δὲ ἐπιμέλειαν ποιούμενος παιδείας, μάλιστα δὲ φιλοσοφίας, ἐνεγήρασε τῇ δυναστείᾳ καὶ τῇ φιλοσοφίᾳ.

[35a] {Const_3} E Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρχων Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος δὲ αὐτοῦ καθ' ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν.

[36] {Const_2} E Ὅτι Κοντωνιατός τις ὁ βασιλεὺς τῆς Γαλατικῆς πόλεως τῆς οὕτω καλουμένης Ἰοντώρας συνέσει καὶ στρατηγίᾳ διάφορος ἦν, φίλος δὲ καὶ σύμμαχος Ῥωμαίων, ὡς ἂν ἐν τοῖς ἔμπροσθεν χρόνοις διατετριφὼς ἐν Ῥώμῃ καὶ κεκοινωνηκὼς ἀρετῆς καὶ ἀγωγῆς νομίμου, διὰ Ῥωμαίων δὲ παρειληφὼς τὴν ἐν Γαλατίᾳ βασιλείαν.

[37] {Const_4} E . . . Κάρβωνος καὶ Σιλανοῦ· τοσούτου δὲ πλήθους ἀνῃρημένου οἱ μὲν υἱοὺς οἱ δὲ ἀδελφοὺς ἐπένθουν, τινὲς δὲ πατέρων ὀρφανοὶ παῖδες ἀπολελειμμένοι τὴν τῶν γονέων ἀπώλειαν καὶ τὴν Ἰταλίας ἐρημίαν κατωδύροντο, πλεῖσται δὲ γυναῖκες ἀνδρῶν ἐστερημέναι χηρείας ἀτυχοῦς ἐλάμβανον πεῖραν. ἡ δὲ σύγκλητος μεγαλοψύχως φέρουσα τὴν συμφορὰν τά τε πολλὰ πένθη καὶ τὴν ὑπερβολὴν τῶν κλαυθμῶν τὸ πολὺ κατέστελλε καὶ τὴν ἐπὶ τῇ συμφορᾷ λύπην ἐπικρυπτομένη βαρέως ἔφερεν.

[38] {Const_2} E Ὅτι ὁ Μάριος εἷς ὢν τῶν συμβούλων καὶ τῶν πρεσβευτῶν ὑπὸ τοῦ στρατηγοῦ παρεθεωρεῖτο, ταπεινότατος ὢν τῶν πρεσβευτῶν τῇ δόξῃ. οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀξιώμασι καὶ ταῖς εὐγενείαις ὑπερέχοντες μεγάλης ἀποδοχῆς ἐτύγχανον ὑπὸ τοῦ στρατηγοῦ, οὗτος δὲ δοκῶν γεγονέναι δημοσιώνης καὶ τὰς ὑποδεεστέρας ἀρχὰς μόγις εἰληφὼς ἐν ταῖς εἰς δόξαν προαγωγαῖς παρεθεωρεῖτο. καὶ τῶν μὲν ἄλλων ἕκαστος περιφεύγων πᾶσαν ἐν τοῖς πολεμικοῖς ἔργοις κακοπάθειαν ᾑρεῖτο τὴν ῥᾳθυμίαν καὶ ῥᾳστώνην, οὗτος δὲ πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους πολλάκις ἡγεμὼν ἐκπεμπόμενος τὴν μὲν ἐκ τούτων ἀτιμίαν προσεποιεῖτο, ἑτοίμως δ' ἑαυτὸν εἰς τὰς τοιαύτας λειτουργίας ἐπιδιδοὺς πολλὴν ἐμπειρίαν περιεποιήσατο τῶν πολεμικῶν ἔργων. 2 ὢν δὲ εὐφυὴς πρὸς ἀγῶνας καὶ κινδύνους καὶ τούτους ὑπομένων προθύμως ταχὺ μεγάλην ἐκτήσατο δύναμιν καὶ δόξαν ἐπ' ἀνδρείᾳ. ἐπιεικῶς δὲ τοῖς στρατιώταις προσφερόμενος καὶ ταῖς δωρεαῖς καὶ ταῖς ὁμιλίαις καὶ συμπεριφοραῖς κεχαρισμέναις τοῖς ὑποτεταγμένοις χρώμενος μεγάλην εὔνοιαν ἐν τοῖς στρατιώταις περιεποιήσατο. πάντες γὰρ τῆς εὐεργεσίας χάριν ἀποδιδόντες ἐν ταῖς μετὰ τούτου μάχαις φιλοτιμότερον ἠγωνίζοντο, συναύξοντες αὐτοῦ τὴν ἡγεμονίαν· εἰ δὲ τύχοι τις τῶν ἄλλων πρεσβευτῶν ἡγούμενος, ἐθελοκακοῦντες ἀπεδειλίων κατὰ τοὺς ἀναγκαιοτάτους καιρούς. καὶ συνέβαινε κατὰ τὸ πλεῖστον ἐν μὲν ταῖς τῶν ἄλλων ἡγεμονίαις Ῥωμαίους ἡττᾶσθαι, κατὰ δὲ τὰς τοῦ Μαρίου παρουσίας ἀεὶ νικᾶν.

[39] {Const_1} E Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις πρέσβεις ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράπεμψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορισάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας.

[39a] {Const_3} E Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγκεκλεισμένος ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπιβουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευεν.