Ιστορική Βιβλιοθήκη/ΚΣΤ
←Βίβλος ΚΕ΄ | Ιστορική Βιβλιοθήκη Συγγραφέας: Βίβλος ΚΣΤ΄ |
Βίβλος ΚΖ΄→ |
The Library of History of Diodorus Siculus published in Vol. XI of the Loeb Classical Library edition, 1957. The text is in the public domain. |
ΑΠΟΣΠΑΣΜΑΤΑ ΕΚ ΤΗΣ ΕΙΚΟΣΤΗΣ ΕΚΤΗΣ ΒΙΒΛΟΥ
Επεξεργασία1 [1] Οὔτε ποιητὴς οὔτε συγγραφεὺς οὔτε ἄλλος τεχνίτης οὐδεὶς παραγγελίας τινὸς λογικῆς δύναται πᾶσι τοῖς ἀναγινώσκουσι κατὰ πᾶν εὐαρεστῆσαι· θνητῇ δὲ φύσει, κἂν ὅλως ἐπιτετευγμένη γένηται, οὐ δυνατὸν ἐφικέσθαι τῆς ἀμέμπτου πάντων εὐαρεστήσεως. Οὔτε γὰρ Φειδίας, μάλιστα τεθαυμασμένος ἐπὶ τῇ τῶν ἐλεφαντίνων ἀγαλμάτων κατασκευῇ, οὔτε Πραξιτέλης ὁ καταμίξας ἄκρως τοῖς λιθίνοις ἔργοις τὰ τῆς ψυχῆς πάθη, οὔτε Ἀπελλῆς ἢ Παρράσιος οἱ τοῖς ἐμπειρικῶς κεκραμένοις χρώμασι προαγαγόντες εἰς ἀκρότατον τὴν ζωγραφικὴν τέχνην, οὕτως ἐπέτυχον ἐν τοῖς ἔργοις ὥστε κατὰ πᾶν ἄμεμπτον ἐπιδείξασθαι τὸ τῆς ἐμπειρίας ἀποτέλεσμα. Τίς γὰρ ἐπιφανέστερος τῶν μὲν ποιητῶν Ὁμήρου, τῶν δὲ ῥητόρων Δημοσθένους, τῶν δὲ εὖ βεβιωκότων Ἀριστείδου καὶ Σόλωνος; Ἀλλ' ὅμως ταῖς τούτων εὐφημίαις καὶ δυνάμεσι προσῆλθεν ὁ μεμφόμενος καὶ τὰς ἀγνοίας ἐλέγχων λόγος. [2] Ἄνθρωποι γὰρ ὄντες καὶ ταῖς τῶν ἐγχειρουμένων ὑπεροχαῖς ἐπιτυγχάνοντες, ὅμως διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν διέπιπτον ἐν πολλοῖς. Ἔστι γάρ τινα τῶν ἀνθρωπίων φιλόφθονα καὶ μικρόσοφα, τὰ παραπέμποντα μὲν τὰ καλῶς ἔχοντα τῶν ἐπιτελεσθέντων, προσπλεκόμενα δὲ τοῖς ἐπιδεχομένοις διαστροφήν τινα καὶ πιθανὴν μέμψιν, ἐξ ὧν φιλοτιμοῦνται διὰ τῆς τῶν ἄλλων κατηγορίας τὴν ἰδίαν αὐξήσειν ἐμπειρίαν, ἀγνοοῦντες ὅτι πᾶσα δύναμις οὐκ ἐκ τῆς ἀλλοπαθείας ἀσθενεῖ, ἀλλ' ἐκ τῆς ἰδίας ἕξεως θεωρεῖται. [3] Θαυμάσειε δὲ ἄν τις τῆς τοιαύτης ἀβελτερίας τὴν εἰς τὰ φαῦλα φιλοπονίαν, δι' ἧς τινες πειρῶνται ταῖς κατὰ τῶν ἄλλων βλασφημίαις ἰδίαν εὐδοξίαν ἀποφέρεσθαι. Εἰσὶ γάρ τινες, οἶμαι, φύσεις σκαιότητι βλάπτουσαι, καθάπερ ἐκκαίουσαι τὰ καλὰ τῶν γεννημάτων πάχναι καὶ χιόνες. Καὶ γὰρ διὰ τὴν ἀνταύγειαν τῆς κατὰ τὴν χιόνα λευκότητος ἀμαυρουμένη ἡ ὄψις τῆς ἀκριβοῦς θεωρίας ἀποστερεῖται, καὶ προαιρέσεις ἀνθρώπων ἀξιόλογον μὲν ἔργον οὔτε βουλόμεναι δρᾶν οὔτε δυνάμεναι, τὰ δὲ ὑπὸ τῶν ἄλλων πεποιημένα διασύρουσι. Διὸ χρὴ τοὺς εὖ φρονοῦντας τοῖς μὲν διὰ ἐπιμέλειαν κατωρθωκόσιν ἀρετῆς ἀπομερίζειν τὸν ἔπαινον, τοῖς δὲ σπανίως κατορθοῦσι μὴ συκοφαντεῖν ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν. Περὶ μὲν οὖν τῶν βασκαίνειν ἐπιτηδευόντων ἱκανὸν ἡμῖν εἰρήσθω.
2 [1] Ὅτι Ἀννίβας ἦν φύσει μάχιμος, καὶ τῇ τῶν πολεμικῶν ἔργων ἐκ παιδὸς πείρᾳ πεπονημένος καὶ συνεστρατευκὼς ἔτη πλείω μεγάλοις ἡγεμόσι πολλὴν εἶχε τριβὴν τῶν πολεμικῶν ἀγώνων. Κεχορηγημένος δὲ ὑπὸ τῆς φύσεως ἀγχινοίᾳ καὶ πεποιημένος στρατηγικὴν ἀρετὴν διὰ τῆς πολυχρονίου περὶ τὸν πόλεμον ἀσκήσεως μεγάλας ἐλπίδας εἶχεν ἐν ἑαυτῷ.
3 [1] Ὅτι Ἀννίβας πρὸς τὴν τοῦ δικτάτωρος Φαβίου σύνεσιν ἀντιμηχανώμενος εἰς παράταξιν αὐτὸν προὐκαλεῖτο, καὶ τοῖς τῆς δειλίας ὀνείδεσιν ἐπειρᾶτο συναναγκάζειν εἰς τὴν διὰ μάχης κρίσιν συγκαταβαίνειν. Ὡς δὲ οὐκ ἔπειθεν, ὁ δῆμος τῶν Ῥωμαίων ἐβλασφήμει τὸν δικτάτωρα καὶ παιδαγωγὸν ἐπικαλῶν αὐτὸν ὠνείδιζε τὴν δειλίαν· ὁ δὲ τὴν ὕβριν ἀταράχως καὶ βαθέως ἔφερεν. [2] Καθάπερ γὰρ ἀθλητὴς ἀγαθὸς πολὺν χρόνον χειραλειπτήσας ἐπὶ τὸν ἀγῶνα καταντᾷ ἐμπειρίαν μεγάλην καὶ δύναμιν πεποιημένος. [3] Ὅτι τοῦ Μινυκίου ἡττηθέντος ὑπὸ τοῦ Ἀννίβου, ἐκ τῶν ἀποτελεσμάτων ὑπὸ πάντων ἐκρίθη Μινύκιος μὲν ἀφροσύνῃ καὶ ἀπειρίᾳ τοῖς ὅλοις ἐπταικώς, Φάβιος δὲ ἀγχινοίᾳ καὶ ἀρετῇ στρατηγικῇ διὰ παντὸς προνενοημένος τῆς ἀσφαλείας.
4 [1] Μηνόδοτος δὲ ὁ Περίνθιος τὰς Ἑλληνικὰς πραγματείας ἔγραψεν ἐν βιβλίοις πεντεκαίδεκα, Σώσιλος δὲ ὁ Ἠλεῖος τὰ περὶ Ἀννίβαν ἔγραψεν ἐν βιβλίοις ἑπτά.
5 [1] Κατὰ δὲ Ῥωμαίους ἡ λεγεὼν πεντακισχίλιοί εἰσιν.
6 [1] Ὅτι φύσει οἱ ἄνθρωποι ταῖς μὲν εὐημερίαις προστρέχουσι, τῇ δὲ τῶν πταισάντων τύχῃ συνεπιτίθενται. [2] Τὴν γὰρ τύχην εὐμετάβολον οὖσαν φύσει ταχὺ τὴν ἐναντίαν εἰσάξειν μεταβολήν.
7 [1] Ὅτι Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς ἀσεβῆ συνετελέσατο πρᾶξιν· τὸ γὰρ περὶ Δωδώνην μαντεῖον συλήσας, ἐνέπρησε τὸ ἱερὸν πλὴν τοῦ σηκοῦ.
8 [1] Ῥόδου γὰρ ὑπὸ σεισμοῦ μεγάλου καταπτωθείσης, Ἱέρων ὁ Συρακούσιος ἔδωκεν εἰς οἰκοδομὴν τοῦ τείχους ἀργυρίου ἓξ τάλαντα καὶ ἀργυρίους λέβητας ἀξιολόγους χωρὶς τοῦ νομίσματος καὶ ἀτέλειαν τοῖς σιτηγοῖς πλοίοις.
9 [1] Ἡ νῦν δὲ καλουμένη Φιλιππόπολις κατὰ τὴν Θετταλίαν Φθιώτιδες Θῆβαι ἐκαλοῦντο.
10 [1] Ὅτι κατὰ τὴν Καπύην προτεθείσης βουλῆς ἐν ἐκκλησίᾳ κοινῇ τί πρακτέον εἴη περὶ τῆς ἀποστάσεως, ἐπέτρεψαν οἱ Καπυηνοὶ γνώμην ἀποφήνασθαι τῷ προσαγορευομένῳ Παγκύλῳ Παύκῳ. ὁ δὲ ἐκτὸς τῶν φρενῶν γεγονὼς διὰ τὸν Ἀννίβου φόβον ὤμοσε τοῖς πολίταις ἰδιότροπον ὅρκον. ἔφησε γάρ, εἰ τῶν ἑκατὸν ἐλπίδα μίαν εἶχεν ἐν τοῖς Ῥωμαίοις, οὐκ ἂν μετέστη πρὸς Καρχηδονίους· νῦν δὲ φανερᾶς οὔσης τῆς τῶν πολεμίων ὑπεροχῆς καὶ τοῦ κινδύνου ταῖς πύλαις ἐφεστῶτος, ἀναγκαῖον εἶναι ταῖς ὑπεροχαῖς εἴκειν. τούτῳ δὲ τῷ τρόπῳ πάντων συγκαταθεμένων προστίθεσθαι τοῖς Καρχηδονίοις ...
11 [1] Ὅτι ἡ τοῦ Ἀννίβου δύναμις πολὺν χρόνον τῆς τῶν Καμπανῶν εὐδαιμονίας ἀπλήστως ἐμπλησθεῖσα μετέβαλε ταῖς ἀγωγαῖς εἰς τοὐναντίον· τρυφῆς γὰρ συνεχοῦς καὶ μαλακῆς εὐνῆς καὶ μύρων παντοίων καὶ παντοίας τροφῆς πολυτέλεια τὴν μὲν ἀλκὴν καὶ συνήθη τῶν δεινῶν ἐξέλυσεν ὑπομονήν, τὰ δὲ σώματα καὶ τὰς ψυχὰς εἰς γυναικώδη καὶ τρυφερὰν διάθεσιν μετέστησεν. ἡ γὰρ ἀνθρωπίνη φύσις τὴν μὲν ἀσυνήθη τῶν πόνων ἄσκησιν καὶ δίαιταν εὐτελῆ δυσχερῶς προσίεται, τὴν δὲ ῥᾳστώνην καὶ τρυφὴν ἑτοίμως διώκει.
12 [1] Ποικίλη δέ τις ἀνωμαλία κατεῖχε τὰς πόλεις, ὡς ἂν τῆς ὁμονοίας δεῦρο κἀκεῖσε λαμβανούσης τὰς ῥοπάς. [2] Ὅτι ταῖς τῶν πραγμάτων μεταβολαῖς καὶ τὰς τῶν φίλων εὐνοίας θεωρεῖν ἔστιν συμμεταβαλλούσας. [3] Ὅτι αἱ τῶν ἀγαθῶν ἀνδρῶν ἀρεταὶ καὶ παρὰ πολεμίοις ἐνίοτε τυγχάνουσι τιμῆς. [4] Ὅτι πολλαὶ γυναῖκες καὶ παρθένοι καὶ παῖδες ἐλεύθεροι συνείποντο τοῖς Καπυηνοῖς διὰ τὴν ἀπορίαν τῆς τροφῆς· καὶ γὰρ ὁ πόλεμος ἐνίοτε βιάζεται τοὺς κατὰ τὴν εἰρήνην ἐν πολλῇ σεμνότητι ζῶντας ὑπομένειν ἀνάξια τῆς ἡλικίας πάσχοντας.
13 [1] Ἀννίβας γὰρ κακουχίᾳ πολλῇ καὶ τὰς πόλεις τῆς Βρεττίας παραλαβὼν ὕστερον καὶ τὴν Κρότωνα εἷλε καὶ τὸ Ῥήγιον πολιορκήσων. ἀπὸ δυσμῶν γὰρ ἀρξάμενος καὶ τῶν Ἡρακλειωτικῶν στηλῶν πᾶσαν τῶν Ῥωμαίων χώραν ὑπέταξε πλὴν Ῥώμης καὶ Νεαπόλεως, πολεμήσας ἕως Κροτώνης.
14 [1] Ὅτι τῶν Ῥωμαίων ὁ Ἀννίβας πολλὰ κατηγορήσας εἰς ὠμότητα καὶ πονηρίαν, μᾶλλον δ' ὑπερηφανίαν, τοὺς τῶν συγκλητικῶν υἱοὺς καὶ συγγενεῖς ἐκλέξας ἀπέσφαξεν, ταύτην παρὰ τοῦ συνεδρίου λαμβάνων τιμωρίαν. [2] Ὅτι ὁ Ἀννίβας ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους ἐκ τῶν αἰχμαλώτων ἐπιλέξας τοὺς εὐθέτους εἰς μονομαχίαν συνέζευξεν. ἀδελφοὺς μὲν ἀδελφοῖς, πατέρας δὲ υἱοῖς, συγγενεῖς δὲ συγγενέσι μονομαχεῖν ἠνάγκαζεν. ἔνθα δὴ δικαίως ἄν τις τοῦ μὲν Φοίνικος ἐμίσησε τὴν ὠμότητα, τῶν δὲ Ῥωμαίων ἐθαύμασε τὴν εὐσέβειαν καὶ τὴν ἐν τοῖς δεινοῖς ὑπομονήν τε καὶ καρτερίαν. πυρὸς γὰρ αὐτοῖς προσαγομένου καὶ κέντρων, ἔτι δὲ χαλεπωτάτων πληγῶν, οὐδεὶς ὑπήκουσε προσενεγκεῖν τὰς χεῖρας τοῖς ἀναγκαιοτάτοις· πάντες γὰρ εὐγενῆ παραστήματα λαβόντες ἐναπέπνευσαν ταῖς ἀνάγκαις, ἀθίκτους ἑαυτοὺς τηρήσαντες τῆς προσαλλήλου μιαιφονίας.
15 [1] Ὅτι Γέλωνος καὶ Ἱέρωνος τῶν βασιλέων κατὰ τὴν Σικελίαν τετελευτηκότων ἐν Συρακούσαις, Ἱερωνύμου δὲ τὴν ἀρχὴν διαδεδεγμένου καὶ τὴν ἡλικίαν ὄντος ἀντίπαιδος, οὐκ εἶχεν ἡ βασιλεία τὸν προστησόμενον ἀξιόχρεων. διὸ καὶ τὸ μειράκιον ταῖς τῶν κολάκων πρὸς χάριν ὁμιλίαις ἐξετράπη πρὸς τρυφὴν καὶ ἀκολασίαν καὶ τυραννικὴν ὠμότητα. ἐπετελεῖτο γὰρ γυναικῶν ὕβρεις καὶ τοὺς παρρησίᾳ χρωμένους τῶν φίλων ἀπέκτεινεν καὶ πολλῶν ἀκρίτως οὐσίας ἐδήμευσεν καὶ τοῖς πρὸς χάριν ὁμιλοῦσιν ἐδωρεῖτο. τὸ μὲν οὖν πρῶτον ἐπηκολούθει ἐκ τῶν ὄχλων μῖσος, εἶτα καὶ ἐπιβουλία καὶ ὁ τοῖς πονηροῖς δυνάσταις εἰωθὼς ἐπακολουθεῖν ὄλεθρος. [2] Ὅτι μετὰ τὴν Ἱερωνύμου τελευτὴν οἱ Συρακούσιοι ἐλθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο τοὺς συγγενεῖς τοῦ τυράννου κολάσαι καὶ τὰς γυναῖκας ὁμοίως τοῖς ἀνδράσιν ἀνελεῖν, καὶ μηδὲ ῥίζαν ἀπολιπεῖν τυραννικῆς συγγενείας.
16 [1] Ὅτι τὸ σῶμα τοῦ Σεμπρωνίου Μάγωνος ἀποστείλαντος πρὸς Ἀννίβαν, οἱ μὲν στρατιῶται κείμενον ὁρῶντες ἐβόων κατατέμνειν καὶ κατὰ μέρη διασφενδονῆσαι· ὁ δὲ Ἀννίβας φήσας οὐ προσήκειν τὴν ὀργὴν εἰς ἀναίσθητον σῶμα ἐναποτίθεσθαι καὶ λαβὼν πρὸ ὀφθαλμῶν τὸ τῆς τύχης ἄδηλον, ἅμα δὲ καὶ θαυμάζων τὴν ἀρετὴν τοῦ ἀνδρός, πολυτελοῦς ταφῆς ἠξίωσε τὸν τετελευτηκότα. ἀναλέξας δὲ τὰ τοῦ σώματος ὀστᾶ καὶ φιλανθρώπως περιστείλας ἀπέστειλεν εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον.
17 [1] Ὅτι ἡ τῶν Ῥωμαίων σύγκλητος, ὡς ἤκουσε τὴν Καπύην περιειλημμένην πανταχόθεν τείχει διπλῷ, νομίζουσα .̣α̣ρον ἔσεσθαι τὴν ἅλωσιν ὅμως οὐ διετήρησεν ἀμετάθετον τὴν ἔχθραν, ἀλλὰ διὰ τὴν συγγένειαν ἐψηφίσαντο πρὸ τακτῆς ἡμέρας τοὺς μεταθεμένους τῶν Καμπανῶν ἀθῴους εἶναι. ἧς δὴ παραπέμψαντες τὴν φιλανθρωπίαν οἱ Καμπανοὶ καὶ τὴν παρ' Ἀννίβου γενομένην βοήθειαν ψυχαγωγούμενοι τότε μετενόησαν ὅτ' οὐδὲν ὄφελος ἦν μεταμελεῖσθαι.
18 [1] [Θαυμάσαι δ' ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν.] Ὁ Ἀρχιμήδης ὁ σοφὸς μηχανητὴς ἐκεῖνος τῷ γένει Συρακούσιος, ἦν γέρων γεωμέτρης, χρόνους τε ἑβδομήκοντα καὶ πέντε παρελαύνων. Ὅστις εἰργάσατο πολλὰς μηχανικὰς δυνάμεις καὶ τῇ τρισπάστῳ μηχανῇ χειρὶ λαιᾷ καὶ μόνῃ πεντεμυριομέδιμνον καθείλκυσεν ὁλκάδα. Καὶ τοῦ Μαρκέλλου στρατηγοῦ ποτὲ δὲ τῶν Ῥωμαίων τῇ Συρακούσῃ κατὰ γῆν προσβάλλοντος καὶ πόντον, τινὰς μὲν πρῶτον μηχαναῖς ἀνείλκυσεν ὁλκάδας, καὶ πρὸς τὸ Συρακούσιον τεῖχος μετεωρίσας αὐτάνδρους πάλιν τῷ βυθῷ κατέπεμπεν ἀθρόως. Μαρκέλλου δ' ἀποστήσαντος μικρόν τι τὰς ὁλκά'δας, ὁ γέρων πάλιν ἅπαντας ποιεῖ Συρακουσίους μετεωρίζειν δύνασθαι λίθους ἁμαξιαίους, καὶ τὸν καθένα πέμποντα βυθίζειν τὰς ὁλκάδας· ὡς Μάρκελλος δ' ἀπέστησε βολὴν ἐκείνας τόξου, ἑξάγωνόν τι κάτοπτρον ἐτέκτηνεν ὁ γέρων· ἀπὸ δὲ διαστήματος συμμέτρου τοῦ κατόπτρου μικρὰ τοιαῦτα κάτοπτρα θεὶς τετραπλᾶ γωνίαις κινούμενα λεπίσι τε καί τισι γιγγλυμίοις, μέσον ἐκεῖνο τέθεικεν ἀκτίνων τῶν ἡλίου μεσημβρινῆς καὶ θερινῆς καὶ χειμεριωτάτης. Ἀνακλωμένων δὲ λοιπὸν εἰς τοῦτο τῶν ἀκτίνων ἔξαψις ἤρθη φοβερὰ πυρώδης ταῖς ὁλκάσι, καὶ ταύτας ἀπετέφρωσεν ἐκ μήκους τοξοβόλου. Οὕτω νικᾷ τὸν Μάρκελλον ταῖς μηχαναῖς ὁ γέρων. Ἔλεγε δὲ καὶ Δωριστὶ φωνῇ Συρακουσίᾳ, Πᾷ βῶ καὶ χαριστίωνι τὰν γᾶν κινήσω πᾶσαν; Οὗτος κατὰ Διόδωρον τῆς Συρακούσης ταύτης προδότου πρὸς τὸν Μάρκελλον ἀθρόως γενομένης, εἴτε κατὰ τὸν Δίωνα Ῥωμαίοις πορθηθείσης, Ἀρτέμιδι τῶν πολιτῶν τότε παννυχιζόντων, τοιουτοτρόπως τέθνηκεν ὑπό τινος Ῥωμαίου. Ἦν κεκυφὼς διάγραμμα μηχανικόν τι γράφων· τὶς δὲ Ῥωμαῖος ἐπιστὰς εἷλκεν αἰχμαλωτίζων. Ὁ δὲ τοῦ διαγράμματος ὅλος ὑπάρχων τότε, τίς ὁ καθέλκων οὐκ εἰδὼς ἔλεγε πρὸς ἐκεῖνον, Ἀπόστηθι, ὦ ἄνθρωπε, τοῦ διαγράμματός μου. Ὡς δ' εἷλκε τοῦτον, συστραφεὶς καὶ γνοὺς Ῥωμαῖον εἶναι, ἐβόα Τὶ μηχάνημά τις τῶν ἐμῶν μοι δότω. Ὁ δὲ Ῥωμαῖος πτοηθεὶς εὐθὺς ἐκεῖνον κτείνει, ἄνδρα σαθρὸν καὶ γέροντα, δαιμόνιον τοῖς ἔργοις. Ἐθρήνησε δὲ Μάρκελλος τοῦτο μαθὼν εὐθέως, λαμπρῶς τε τοῦτον ἔκρυψεν ἐν τάφοις τοῖς πατρῴοις σὺν τοῖς ἀρίστοις πολιτῶν καὶ τοῖς Ῥωμαίοις πᾶσι. Τὸν δὲ φονέα τοῦ ἀνδρός, οἶμαι, πελέκει κτείνει. Ὁ Δίων καὶ Διόδωρος γράφει τὴν ἱστορίαν.
19 [1] Διόδωρος ὁ ἱστορικὸς τετράπολίν φησι Συρακούσας ἐν οἷς ἀφομοιοῖ Ἀντιόχειαν τὴν πρὸς τῷ Ὀρέντῃ ταῖς Συρακούσαις.
20 [1] Ὅτι τῶν Συρακουσίων μετὰ τὴν ἅλωσιν τῆς πόλεως ἀπαντησάντων Μαρκέλλῳ μεθ' ἱκετηρίας, τῶν μὲν ἐλευθέρων ἔφη σωμάτων φείσεσθαι, τὰς δὲ κτήσεις ἁπάσας διαρπάσειν. [2] Ὅτι οἱ Συρακούσιοι διὰ πενίαν ἀποροῦντες τροφῆς μετὰ τὴν ἅλωσιν ἑαυτοὺς ὡμολόγουν εἶναι δούλους, ὅπως πραθέντες τροφῆς μεταλάβωσι παρὰ τῶν ὠνησαμένων. οὕτω τοῖς ἐπταικόσι Συρακουσίοις ἡ τύχη πρὸς τοῖς ἄλλοις ἀκληρήμασι τηλικαύτην ἐπέστησε συμφορὰν ὥστε ἀντὶ τῆς διδομένης ἐλευθερίας ἑκουσίως αἱρεῖσθαι δουλείαν.
21 [1] Ὅτι Σκιπίων τοὺς ὁμήρους ἀπολύσας ἐπεδείξατο ὡς πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ προσέταττε συλλήβδην εἰς ἔθνη βασιλεῖς.
22 [1] Ὅτι ὁ Ἰνδιβέλης ὁ Κελτίβηρ συγγνώμης τυχὼν παρὰ Σκιπίωνος καιρὸν εὑρὼν ἐπιτήδειον πάλιν ἐξέκαυσε πόλεμον. οὕτω γὰρ οἱ τοὺς πονηροὺς εὖ ποιοῦντες πρὸς τῷ τὴν χάριν ἀποβαλεῖν ἀγνοοῦσι πολεμίους ἑαυτῶν πολλάκις σωματοποιοῦντες.
23 [1] Ὅτι Καρχηδόνιοι καταλύσαντες τὸν Λιβυκὸν πόλεμον, τὸ τῶν Μικατανῶν Νομάδων ἔθνος σὺν γυναιξὶ καὶ τέκνοις τιμωρησάμενοι πάντας τοὺς συλληφθέντας ἀνεσταύρωσαν. διόπερ οἱ τούτων ἀπόγονοι τῆς εἰς τοὺς πατέρας ὠμότητος ἀναμιμνησκόμενοι χαλεπώτατοι τοῖς Καρχηδονίοις πολέμιοι καθεστήκεισαν.
24 [1] Ὅτι οὐκ εἴασε τὴν τοῦ ἀνδρὸς ἀρετήν, φημὶ δὴ τοῦ Ἀσδρούβου, ἀνεπισήμαντον, ἀλλά φησιν· ἦν γὰρ υἱὸς Ἀμίλκου τοῦ Βάρκα μὲν ἐπικαλουμένου, μεγίστην δὲ δόξαν ἐσχηκότος τῶν καθ' ἑαυτόν· καὶ γὰρ ἐν τῷ Σικελικῷ πολέμῳ μόνος τῶν ἡγεμόνων πολλάκις ἐνίκησε Ῥωμαίους καὶ τὸν ἐμφύλιον καθελὼν πόλεμον πρῶτος διεβίβασε δύναμιν εἰς Ἰβηρίαν. τοιούτου δ' ὢν πατρὸς οὐκ ἀνάξιον ἑαυτὸν παρείχετο τῆς ἐκείνου δόξης· ὁμολογουμένως γὰρ ἄριστος ἦν στρατηλάτης ἁπάντων Καρχηδονίων μετὰ τὸν ἀδελφὸν Ἀννίβαν· διὸ καὶ τῶν ἐν Ἰβηρίᾳ δυνάμεων Ἀσδρούβαν κατέλιπεν ἡγεμόνα. πολλὰς δὲ μάχας ἀγωνισάμενος κατὰ τὴν Ἰβηρίαν καὶ διὰ παντὸς ἐκ τῶν ἐλαττωμάτων ἀναλαμβάνων τὰς δυνάμεις πολλοὺς καὶ παντοίους ὑπέμεινε κινδύνους. καὶ εἰς τὴν μεσόγειον ἀποδιωχθεὶς διὰ τὴν ἰδίαν ἀρετὴν μεγάλην ἤθροισε δύναμιν καὶ παρεγενήθη παρ' ἐλπίδας εἰς Ἰταλίαν. [2] Ὅτι ὁ Ἀσδρούβας εἰ μὲν καὶ τὴν τύχην ἔσχε συνεπιλαμβανομένην, ὁμολογουμένως οὐκ ἂν ἠδυνήθησαν οἱ Ῥωμαῖοι πρὸς τοῦτον ἅμα καὶ πρὸς Ἀννίβαν διαγωνίσασθαι. διόπερ χρὴ τὴν ἀρετὴν τἀνδρὸς ἐξετάζειν οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἀλλ' ἐκ τῆς ἐπιβολῆς καὶ τόλμης. τούτων μὲν γὰρ συμβαίνει τοὺς πράττοντας εἶναι κυρίους, ἐκείνων δὲ τὴν τύχην ἔχειν ἐξουσίαν.