Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος Κ΄
Diodori Bibliotheca Historica. Diodorus Siculus. Immanel Bekker. Ludwig Dindorf. Friedrich Vogel. Kurt Theodor Fischer. in aedibus B. G. Teubneri. Leipzig. 1903-1906.


Τάδε ἔνεστιν ἐν τῇ εἰκοστῇ τῶν Διοδώρου βύβλων.

α. ὡς Ἀγαθοκλῆς διαβὰς εἰς Λιβύην ἐνίκησεν παρατάξει Καρχηδονίους καὶ πολλῶν πόλεων ἐκυρίευσεν.

β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο.

γ. ὡς Πτολεμαῖος μὲν τῶν περὶ Κιλικίαν πόλεών τινας εἷλε, Δημήτριος δ᾽ ὁ Ἀντιγόνου ταύτας ἀνεκτήσατο.

δ. ὡς Πολυπέρχων μὲν Ἡρακλέα τὸν ἐκ Βαρσίνης ἐπεχείρησε κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν, Πτολεμαῖος δὲ Νικοκρέοντα τὸν βασιλέα τῶν Παφίων ἐπανείλατο.

ε. περὶ τῶν πραχθέντων ἐν μὲν τῷ Βοσπόρῳ τοῖς βασιλεῦσιν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις καὶ Σαμνίταις.

ς. Πτολεμαίου στρατεία ἐπὶ Κιλικίαν καὶ τὴν ἑξῆς παραθαλάττιον.

ζ. Ἡρακλέους ἀναίρεσις ὑπὸ Πολυπέρχοντος.

η. Ἀμίλκου τοῦ στρατηγοῦ τῶν Καρχηδονίων ἅλωσις ὑπὸ Συρακοσίων.

θ. ὡς Ἀκραγαντῖνοι τοὺς Σικελιώτας ἐλευθεροῦν ἐπεχείρησαν.

ι. ὡς τῶν Συρακοσίων εἴκοσι ναῦς ἥλωσαν.

ια. περὶ τῆς ἐν Λιβύῃ γενομένης στάσεως καὶ τοῦ κινδύνου τοῦ περὶ τὸν Ἀγαθοκλέα. [p. 172]

ιβ. περὶ τῶν πραχθέντων Ἀππίῳ Κλαυδίῳ κατὰ τὴν τιμητικὴν ἀρχήν.

ιγ. παράδοσις Κορίνθου καὶ Σικυῶνος Πτολεμαίῳ.

ιδ. Κλεοπάτρας ἐν Σάρδεσιν ἀναίρεσις.

ιε. ὡς Ἀγαθοκλῆς Καρχηδονίους μὲν ἐνίκησεν μάχῃ, τὸν δὲ δυνάστην τῆς Κυρήνης Ὀφέλλαν μεταπεμψάμενος ἐπὶ κοινοπραγίαν κατέσφαξεν, καὶ τὴν μετὰ τούτου δύναμιν παρέλαβεν.

ις. ὡς Καρχηδόνιοι Βορμίλκαν ἐπιθέμενον τυραννίδι κατέλυσαν.

ιζ. ὡς Ἀγαθοκλέους ἀποπέμψαντος εἰς Σικελίαν τὰ λάφυρα τινὰ τῶν πλοίων ἐναυάγησεν.

ιη. ὡς Ῥωμαῖοι Μαρσοῖς μὲν πολεμουμένοις ὑπὸ Σαμνιτῶν ἐβοήθησαν, ἐν δὲ τῇ Τυρρηνίᾳ Κάπριον ἐξεπολιόρκησαν.

ιθ. Δημητρίου τοῦ πολιορκητοῦ κατάπλους εἰς τὸν Πειραιᾶ καὶ τῆς Μουνυχίας ἅλωσις.

κ. ἐλευθέρωσις Ἀθηναίων καὶ Μεγαρέων.

κα. πλοῦς ἐπὶ Κύπρον Δημητρίου καὶ μάχη πρὸς Μενέλαον τὸν στρατηγὸν καὶ Σαλαμῖνος πολιορκία.

κβ. ναυμαχία Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Δημητρίου.

κγ. παράληψις Κύπρου τε πάσης καὶ τῆς Πτολεμαίου δυνάμεως.

κδ. ὡς μετὰ τὴν νίκην ταύτην Ἀντιγόνου καὶ Δημητρίου περιθεμένων διάδημα ζηλοτυπήσαντες οἱ λοιποὶ δυνάσται βασιλεῖς ἑαυτοὺς ἀνηγόρευσαν.

κε. ὡς Ἀγαθοκλῆς Ἰτύκην ἐκπολιορκήσας διεβίβασε μέρος τῆς δυνάμεως εἰς τὴν Σικελίαν.

κς. ὡς Ἀκραγαντῖνοι παραταξάμενοι πρὸς τοὺς Ἀγαθοκλέους στρατηγοὺς ἡττήθησαν.

κζ. ὡς Ἀγαθοκλῆς Ἡράκλειαν μὲν καὶ Θέρμα καὶ Κεφαλοίδιον προσηγάγετο, τὴν δὲ τῶν Ἀπολλωνιατῶν χώραν καὶ πόλιν ἐξηνδραποδίσατο.

κη. ὡς Ἀγαθοκλῆς ἐν Σικελίᾳ ναυμαχίᾳ μὲν ἐνίκησε Καρχηδονίους, μάχῃ δ᾽ Ἀκραγαντίνους. [p. 173]

κθ. διάβασις εἰς Λιβύην Ἀγαθοκλέους τὸ δεύτερον καὶ ἧττα.

λ. αἱ γενόμεναι ταραχαὶ κατὰ τὰ ἑκατέρων στρατόπεδα.

λα. Ἀγαθοκλέους δρασμὸς εἰς Σικελίαν.

λβ. αἱ γενόμεναι σφαγαὶ τῶν Σικελιωτῶν ὑπὸ Ἀγαθοκλέους.

λγ. στρατεία Ἀντιγόνου βασιλέως μεγάλαις δυνάμεσιν ἐπ᾽ Αἴγυπτον.

λδ. ἀπόστασις Πασιφίλου στρατηγοῦ ἀπὸ Ἀγαθοκλέους.

λε. ὡς Καρχηδόνιοι συνέθεντο τὴν εἰρήνην πρὸς Ἀγαθοκλέα.

λς. ὡς Ῥόδον πολιορκήσας Δημήτριος διελύσατο τὴν πολιορκίαν.

λζ. ὡς Ῥωμαῖοι Σαμνίτας δυσὶ μάχαις ἐνίκησαν.

λη. ὡς Δημήτριος ἀπὸ τῆς Ῥόδου πλεύσας εἰς τὴν Ἑλλάδα τὰς πλείστας πόλεις ἠλευθέρωσεν.

λθ. ὡς Ἀγαθοκλῆς Λιπαραίους χρήματα ἀδίκως εἰσπραξάμενος ἀπέβαλε τὰς ναῦς ἐν αἷς ἦν τὰ χρήματα.

μ. ὡς Ῥωμαῖοι τὸ μὲν ἔθνος τῶν Αἴκλων κατεπολέμησαν, πρὸς δὲ τοὺς Σαμνίτας συνέθεντο τὴν εἰρήνην.

μα. τὰ πραχθέντα Κλεωνύμῳ περὶ τὴν Ἰταλίαν.

μβ. δι᾽ ἃς αἰτίας οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Σέλευκον καὶ Πτολεμαῖον συνδραμόντες ἐνεστήσαντο τὸν πόλεμον πρὸς Ἀντίγονον.

μγ. στρατεία Κασάνδρου μὲν ἐπὶ Δημήτριον εἰς Θεσσαλίαν, Λυσιμάχου δ᾽ εἰς τὴν Ἀσίαν.

μδ. ἀπόστασις Δοκίμου καὶ Φοίνικος τῶν στρατηγῶν ἀπ᾽ Ἀντιγόνου.

με. ὡς Ἀντίγονος ἀντιστρατοπεδεύσας Λυσιμάχῳ πολὺ προεῖχε ταῖς δυνάμεσιν.

μς. ὡς Δημήτριον τὸν υἱὸν ἐκ τῆς Ἑλλάδος μετεπέμψατο.

μζ. ὡς Πτολεμαῖος μὲν ἐχειρώσατο τὰς πόλεις τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ, Σέλευκος δ᾽ ἐκ τῶν ἄνω σατραπειῶν τὴν κατάβασιν ἐποιήσατο μέχρι Καππαδοκίας.

μη. διάλυσις ἁπασῶν τῶν δυνάμεων εἰς χειμασίαν.


[p. 174] τοῖς εἰς τὰς ἱστορίας ὑπερμήκεις δημηγορίας παρεμβάλλουσιν ἢ πυκναῖς χρωμένοις ῥητορείαις δικαίως ἄν τις ἐπιτιμήσειεν· οὐ μόνον γὰρ τὸ συνεχὲς τῆς διηγήσεως διὰ τὴν ἀκαιρίαν τῶν ἐπεισαγομένων λόγων διασπῶσιν, ἀλλὰ καὶ τῶν φιλοτίμως ἐχόντων πρὸς τὴν τῶν πράξεων ἐπίγνωσιν μεσολαβοῦσι τὴν ἐπιθυμίαν. [2] καίτοι γε τοὺς ἐπιδείκνυσθαι βουλομένους λόγου δύναμιν ἔξεστι κατ᾽ ἰδίαν δημηγορίας καὶ πρεσβευτικοὺς λόγους, ἔτι δὲ ἐγκώμια καὶ ψόγους καὶ τἄλλα τὰ τοιαῦτα συντάττεσθαι· τῇ γὰρ οἰκονομίᾳ τῶν λόγων χρησάμενοι καὶ τὰς ὑποθέσεις χωρὶς ἑκατέρας ἐξεργασάμενοι κατὰ λόγον ἂν ἐν ἀμφοτέραις ταῖς πραγματείαις εὐδοκιμοῖεν. [3] νῦν δ᾽ ἔνιοι πλεονάσαντες ἐν τοῖς ῥητορικοῖς λόγοις προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας. λυπεῖ δ᾽ οὐ μόνον τὸ κακῶς γραφέν, ἀλλὰ καὶ τὸ δοκοῦν ἐν τοῖς ἄλλοις ἐπιτετεῦχθαι τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως [p. 175] διημαρτηκός. [4] διὸ καὶ τῶν ἀναγινωσκόντων τὰς τοιαύτας πραγματείας οἱ μὲν ὑπερβαίνουσι τὰς ῥητορείας, κἂν ὅλως ἐπιτετεῦχθαι δόξωσιν, οἱ δὲ διὰ τὸ μῆκος καὶ τὴν ἀκαιρίαν τοῦ συγγραφέως ἐκλυθέντες τὰς ψυχὰς τὸ παράπαν ἀφίστανται τῆς ἀναγνώσεως, οὐκ ἀλόγως τοῦτο πάσχοντες· [5] τὸ γὰρ τῆς ἱστορίας γένος ἁπλοῦν ἐστι καὶ συμφυὲς αὑτῷ καὶ τὸ σύνολον ἐμψύχῳ σώματι παραπλήσιον, οὗ τὸ μὲν ἐσπαραγμένον ἐστέρηται τῆς ψυχικῆς χάριτος, τὸ δὲ τὴν ἀναγκαίαν σύνθεσιν ἔχον εὐκαίρως τετήρηται καὶ τῷ συμφυεῖ τῆς ὅλης περιγραφῆς ἐπιτερπῆ καὶ σαφῆ παρίστησι τὴν ἀνάγνωσιν.

οὐ μὴν παντελῶς γε τοὺς ῥητορικοὺς λόγους ἀποδοκιμάζοντες ἐκβάλλομεν ἐκ τῆς ἱστορικῆς πραγματείας τὸ παράπαν· ὀφειλούσης γὰρ τῆς ἱστορίας τῇ ποικιλίᾳ κεκοσμῆσθαι κατ᾽ ἐνίους τόπους ἀνάγκη προσλαμβάνεσθαι καὶ τοὺς τοιούτους λόγους — καὶ ταύτης τῆς εὐκαιρίας οὐδ᾽ ἂν ἐμαυτὸν ἀποστερῆσαι βουληθείην — ὥσθ᾽ ὅταν τὰ τῆς περιστάσεως ἀπαιτῇ πρεσβευτοῦ ἢ συμβούλου δημηγορίαν ἢ τῶν ἄλλων τι τοιοῦτον, ὁ μὴ τεθαρρηκότως συγκαταβαίνων πρὸς τοὺς ἐν τοῖς λόγοις ἀγῶνας καὶ αὐτὸς ὑπαίτιος ἂν εἴη. [2] οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθ᾽ ἃς κατὰ πολλὰ ἀναγκαίως παραληφθήσεται τὰ τῆς ῥητορείας· ἢ γὰρ πολλῶν εἰρημένων εὐστόχως καὶ καλῶς οὐ παραλειπτέον δι᾽ ὀλιγωρίαν τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκραμένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν [p. 176] ἔργων φανῆναι τὸν λόγον· ἔστι δ᾽ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς οἰκείοις τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν. [3] ἀλλὰ περὶ μὲν τούτων ἅλις ἡμῖν ἐχέτω, περὶ δὲ τῶν ὑποκειμένων πράξεων ῥητέον, παραθέντας πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἐν μὲν οὖν ταῖς προηγουμέναις βύβλοις ἀναγεγράφαμεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων τὰς πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἕως ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους στρατείας εἰς τὴν Λιβύην, εἰς ἣν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται τρισὶ πλείω τῶν ὀκτακοσίων ὀγδοήκοντα· ἐν ταύτῃ δὲ τὸ συνεχὲς προστιθέντες τῆς ἱστορίας ἀρξόμεθα μὲν ἀπὸ τῆς εἰς Λιβύην διαβάσεως Ἀγαθοκλέους, καταλήξομεν δ᾽ εἰς τὸν ἐνιαυτὸν καθ᾽ ὃν οἱ βασιλεῖς συμφρονήσαντες κοινῇ διαπολεμεῖν ἤρξαντο πρὸς Ἀντίγονον τὸν Φιλίππου, περιλαβόντες ἔτη ἐννέα.

ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησιν Ἱερομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας. [2] ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους [p. 177] πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην. [3] πάντων γὰρ διειληφότων μηδ᾽ ἐγχειρήσειν αὐτὸν τοῖς Καρχηδονίοις ἀντιταχθῆναι, διενοήσατο τῆς μὲν πόλεως ἀπολιπεῖν τὴν ἱκανὴν φυλακήν, τῶν δὲ στρατιωτῶν τοὺς εὐθέτους ἐπιλέξαι καὶ μετὰ τούτων εἰς τὴν Λιβύην διακομισθῆναι· τοῦτο γὰρ πράξας ἤλπιζε τοὺς μὲν ἐν τῇ Καρχηδόνι τετρυφηκότας ἐν εἰρήνῃ πολυχρονίῳ καὶ διὰ τοῦτ᾽ ἀπείρους ὄντας τῶν ἐν ταῖς μάχαις κινδύνων ὑπὸ τῶν ἐνηθληκότων τοῖς δεινοῖς ῥᾳδίως ἡττηθήσεσθαι, τοὺς δὲ κατὰ Λιβύην συμμάχους, βαρυνομένους τοῖς προστάγμασιν ἐκ πολλῶν χρόνων, λήψεσθαι καιρὸν τῆς ἀποστάσεως, τὸ δὲ μέγιστον, διαρπάσειν ἀπροσδοκήτως ἐπιφανεὶς χώραν ἀπόρθητον καὶ διὰ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν πεπληρωμένην παντοίων ἀγαθῶν, τὸ δ᾽ ὅλον ἀπὸ τῆς πατρίδος καὶ πάσης Σικελίας περισπάσειν τοὺς βαρβάρους καὶ πάντα τὸν πόλεμον μετάξειν εἰς τὴν Λιβύην· ὅπερ καὶ συνετελέσθη.

τὴν γὰρ ἐπίνοιαν ταύτην οὐδενὶ τῶν φίλων δηλώσας τῆς μὲν πόλεως ἐπιμελητὴν Ἄντανδρον τὸν ἀδελφὸν κατέστησε μετὰ τῆς ἱκανῆς φυλακῆς, αὐτὸς δὲ τῶν στρατιωτῶν ἐπιλέγων τοὺς εὐθέτους κατέγραφε, τοῖς μὲν πεζοῖς παραγγέλλων ἑτοίμους εἶναι μετὰ τῶν ὅπλων, τοῖς δ᾽ ἱππεῦσι διακελευόμενος ἔχειν μεθ᾽ ἑαυτῶν χωρὶς τῆς πανοπλίας ὑπηρέσιον καὶ χαλινόν, [p. 178] ὅπως, ὅταν ἵππων κυριεύσῃ, τοὺς ἀναβησομένους ἑτοίμους ἔχειν, τὰ πρὸς τὴν χρείαν ἐξηρτυμένους· [2] κατὰ γὰρ τὴν προγεγενημένην ἧτταν τῶν μὲν πεζῶν ἀπωλώλεισαν οἱ πλείους, οἱ δ᾽ ἱππεῖς ὑπῆρχον διασεσωσμένοι σχεδὸν ἅπαντες, ὧν τοὺς ἵππους οὐκ ἠδύνατο διακομίζειν εἰς τὴν Λιβύην. [3] ἵνα δὲ χωρισθέντος αὐτοῦ μὴ νεωτερίζωσιν οἱ Συρακόσιοι, διεζεύγνυε τὰς συγγενείας ἀπ᾽ ἀλλήλων καὶ μάλιστα ἀδελφοὺς ἀπ᾽ ἀδελφῶν καὶ πατέρας ἀπὸ παίδων, τοὺς μὲν ἐπὶ τῆς πόλεως ἀπολείπων, τοὺς δὲ μεθ᾽ ἑαυτοῦ διακομίζων· [4] πρόδηλον γὰρ ἦν ὡς οἱ μένοντες ἐν ταῖς Συρακούσσαις, κἂν ἀλλοτριώτατα τυγχάνωσι πρὸς τὸν δυνάστην διακείμενοι, διὰ τὴν πρὸς τοὺς ἀπογόνους εὔνοιαν οὐδὲν ἂν πράξειαν ἄτοπον κατὰ Ἀγαθοκλέους. [5] ἀπορούμενος δὲ χρημάτων τά τε τῶν ὀρφανῶν παρὰ τῶν ἐπιτροπευόντων εἰσεπράξατο, φάσκων πολὺ βέλτιον ἐκείνων ἐπιτροπεύσειν καὶ τοῖς παισὶν εἰς ἡλικίαν ἐλθοῦσι πιστότερον ἀποδώσειν, ἐδανείσατο δὲ καὶ παρὰ τῶν ἐμπόρων καί τινα τῶν ἐν τοῖς ἱεροῖς ἀναθημάτων ἔλαβεν καὶ τῶν γυναικῶν τὸν κόσμον περιείλετο. [6] ἔπειθ᾽ ὁρῶν καὶ τῶν εὐπορωτάτων τοὺς πλείστους δυσχεραίνοντας τοῖς πραττομένοις καὶ πρὸς αὐτὸν ἀλλοτριώτατα διακειμένους συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περί τε τῆς προγεγενημένης συμφορᾶς καὶ τῶν προσδοκωμένων δεινῶν κατοδυρόμενος αὐτὸς μὲν ῥᾳδίως ὑπομένειν ἔφησε τὴν πολιορκίαν, συνήθης ὢν πάσῃ κακοπαθείᾳ, ἐλεεῖν δὲ τοὺς πολίτας, εἰ συγκλεισθέντες [p. 179] ἀναγκασθήσονται πολιορκίαν ὑπομένειν. [7] διεκελεύετο οὖν σώζειν ἑαυτοὺς μετὰ τῶν ἰδίων κτήσεων τοὺς μὴ βουλομένους ὑπομένειν ὅ,τι ποτ᾽ ἂν δοκῇ τῇ τύχῃ πάσχειν. ἐξορμησάντων δ᾽ ἐκ τῆς πόλεως τῶν μάλιστ᾽ εὐπόρων καὶ μισούντων τὸν δυνάστην τούτους μὲν ἐπαποστείλας τινὰς τῶν μισθοφόρων ἀνεῖλε καὶ τὰς οὐσίας εἰς αὑτὸν ἀνέλαβε, [8] διὰ δὲ μιᾶς ἀνοσίου πράξεως χρημάτων εὐπορήσας καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς καθαρὰν ποιήσας τὴν πόλιν ἠλευθέρωσε τῶν οἰκετῶν τοὺς εὐθέτους εἰς στρατείαν.

ὡς δ᾽ εὐτρεπῆ πάντ᾽ ἦν, πληρώσας ἑξήκοντα ναῦς ἐπετήρει καιρὸν οἰκεῖον πρὸς τὸν ἔκπλουν. ἀγνοουμένης δὲ τῆς ἐπινοίας αὐτοῦ τινὲς μὲν εἰς τὴν Ἰταλίαν ὑπελάμβανον αὐτὸν στρατεύειν, τινὲς δὲ πορθήσειν τῆς Σικελίας τὴν ὑπὸ Καρχηδονίους, πάντες δὲ ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν καὶ τοῦ δυνάστου τὴν μανίαν κατεγίνωσκον. [2] ἐφορμούντων δὲ τῶν πολεμίων πολλαπλασίαις τριήρεσι τὸ μὲν πρῶτον ἐφ᾽ ἡμέρας τινὰς ἠνάγκάζε συνέχειν ἑαυτοὺς ἐν ταῖς ναυσὶ τοὺς στρατιώτας, οὐ δυναμένους ἐκπλεῦσαι· ἔπειτα δὲ σιτηγῶν πλοίων τῇ πόλει προσθεόντων οἱ μὲν Καρχηδόνιοι παντὶ τῷ στόλῳ πρὸς τὰς ναῦς ἀνήχθησαν, ὁ δ᾽ Ἀγαθοκλῆς ἀπελπίζων ἤδη τὴν ἐπιβολήν, ὡς ἴδεν τὸ στόμα τοῦ λιμένος ἔρημον τῶν ἐφορμούντων, ἐξέπλευσεν ὀξείαις ταῖς εἰρεσίαις χρώμενος. [p. 180] [3] εἶθ᾽ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν· ὡς δ᾽ ἐπ᾽ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν. [4] ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δ᾽ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς ἀνελπίστου σωτηρίας ἔτυχεν. [5] τῇ δ᾽ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.

ἓξ δ᾽ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως ὁ στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη. διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν [p. 181] κινδύνων· οἱ δ᾽ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά. [2] καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή· καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων. ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί· [3] ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι. διόπερ ἐπ᾽ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος. εἶθ᾽ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, ὁ δ᾽ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.

οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην. παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ [2] τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς [p. 182] κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθ᾽ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων, [3] εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς. καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς. ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων· καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου. [4] ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δ᾽ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας. [5] τοῦτο δ᾽ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δ᾽ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.

οὐ μὴν ἀλλὰ [p. 183] τῶν νεῶν ἁπασῶν φλεγομένων καὶ τοῦ πυρὸς πολὺν ἐπέχοντος τόπον ἔκπληξις κατεῖχε τοὺς Σικελιώτας. ἐν ἀρχῇ μὲν γὰρ ὑπὸ τῆς Ἀγαθοκλέους γοητείας παραλογισθέντες καὶ τῆς τῶν ἐγχειρουμένων ὀξύτητος ἀναθεώρησιν οὐ διδούσης πάντες συγκατετίθεντο τοῖς πραττομένοις· τοῦ δὲ χρόνου τὸν περὶ ἑκάστων ἀναλογισμὸν παριστάντος εἰς μεταμέλειαν ἐνέπιπτον καὶ τὸ μέγεθος τοῦ διείργοντος πελάγους ἀναλογιζόμενοι τὴν σωτηρίαν ἀπεγίνωσκον. [2] ὁ δ᾽ Ἀγαθοκλῆς σπεύδων ἀπαλλάξαι τῆς ἀθυμίας τοὺς στρατιώτας ἦγε τὴν δύναμιν ἐπὶ τὴν ὀνομαζομένην Μεγάλην πόλιν, οὖσαν Καρχηδονίων. [3] ἡ δ᾽ ἀνὰ μέσον χώρα, δι᾽ ἧς ἦν ἀναγκαῖον πορευθῆναι, διείληπτο κηπείαις καὶ παντοίαις φυτουργίαις, πολλῶν ὑδάτων διωχετευμένων καὶ πάντα τόπον ἀρδευόντων. ἀγροικίαι τε συνεχεῖς ὑπῆρχον, οἰκοδομαῖς πολυτελέσι καὶ κονιάμασι διαπεπονημέναι καὶ τὸν τῶν κεκτημένων αὐτὰς διασημαίνουσαι πλοῦτον. [4] ἔγεμον δ᾽ αἱ μὲν ἐπαύλεις πάντων τῶν πρὸς ἀπόλαυσιν, ὡς ἂν τῶν ἐγχωρίων ἐν εἰρήνῃ πολυχρονίῳ τεθησαυρικότων γεννημάτων ἀφθονίαν· ἡ δὲ χώρα ἡ μὲν ἦν ἀμπελόφυτος, ἡ δὲ ἐλαιοφόρος καὶ τῶν ἄλλων τῶν καρπίμων δένδρων ἀνάπλεως. ἐπὶ θάτερα δὲ μέρη τὸ πεδίον ἐνέμοντο βοῶν ἀγέλαι καὶ ποῖμναι καὶ τὰ πλησίον ἕλη φορβάδων ἵππων ἔγεμε. καθόλου δὲ παντοία [p. 184] τις ἦν ἐν τοῖς τόποις εὐδαιμονία, τῶν ἐπιφανεστάτων Καρχηδονίων διειληφότων τὰς κτήσεις καὶ τοῖς πλούτοις πεφιλοκαληκότων πρὸς ἀπόλαυσιν. [5] διόπερ οἱ Σικελιῶται τό τε τῆς χώρας κάλλος καὶ τὴν εὐδαιμονίαν τὴν ἐν αὐτῇ θαυμάζοντες μετέωροι ταῖς ἐλπίσιν ἐγένοντο, θεωροῦντες ἄξια τῶν κινδύνων ἔπαθλα τοῖς νικῶσι προκείμενα. [6] ὁ δ᾽ Ἀγαθοκλῆς ὁρῶν τοὺς στρατιώτας ἀναλαμβάνοντας αὑτοὺς ἐκ τῆς ἀθυμίας καὶ προθύμους ὄντας εἰς τοὺς κινδύνους ἐξ ἐφόδου προσέβαλλε τοῖς τείχεσιν. ἀπροσδοκήτου δὲ τῆς ἐπιθέσεως γενομένης καὶ τῶν ἔνδον διὰ τὴν ἄγνοιαν καὶ τὴν τῶν πολεμικῶν ἀπειρίαν ὀλίγον ὑποστάντων χρόνον εἷλε τὴν πόλιν κατὰ κράτος· δοὺς δὲ τοῖς στρατιώταις εἰς ἁρπαγὴν ἐνέπλησε τὴν δύναμιν ὠφελείας ἅμα καὶ θάρσους. [7] εὐθὺ δὲ καὶ πρὸς τὸν Λευκὸν Τύνητα καλούμενον ἀναζεύξας ἐχειρώσατο τὴν πόλιν, ἀπέχουσαν Καρχηδόνος δισχιλίους σταδίους. ἀμφοτέρας δὲ τὰς ἁλούσας πόλεις οἱ μὲν στρατιῶται διαφυλάττειν ἠβούλοντο καὶ τὰς ὠφελείας εἰς αὐτὰς ἀπετίθεντο· ὁ δ᾽ Ἀγαθοκλῆς ἀκόλουθα τοῖς προπεπραγμένοις διανοηθεὶς καὶ διδάξας τὸ πλῆθος ὡς οὐδεμίαν συμφέρει καταφυγὴν ἀπολιπεῖν, ἕως ἂν παρατάξει νικήσωσι, κατέστρεψέ τε τὰς πόλεις καὶ κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ. [p. 185]

οἱ δ᾽ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπ᾽ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη· ὡς δ᾽ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν. διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει, [2] ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα. πρὶν δὲ τούτους δηλῶσαι τὸ γεγονός, ἀπὸ τῆς χώρας τινὲς αἰσθόμενοι τὸν κατάπλουν τὸν Ἀγαθοκλέους ἀπήγγειλαν κατὰ σπουδὴν τοῖς Καρχηδονίοις. [3] οἱ δ᾽ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς· οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι καταλιπεῖν ἐρήμους βοηθείας τὰς Συρακούσσας οὐδ᾽ ἂν ἐπιβαλέσθαι περαιοῦν δύναμιν θαλασσοκρατούντων τῶν πολεμίων. [4] διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι [p. 186] δέοι πράττειν. στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο. [5] ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων. τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.

ἀναθαρσησάντων οὖν πάντων πάλιν ταῖς ψυχαῖς ἡ γερουσία τοὺς μὲν ναυάρχους ἅπαντας κατεμέμψατο ὅτι θαλαττοκρατοῦντες εἴασαν πολεμίαν δύναμιν ἐπιβῆναι τῆς Λιβύης, στρατηγοὺς δὲ ἀπέδειξαν τῶν δυνάμεων Ἄννωνα καὶ Βορμίλκαν, πατρῴαν ἔχθραν ἔχοντας· [2] ἡγοῦντο γὰρ διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν. πολὺ δὲ διεσφάλησαν τῆς ἀληθείας. ὁ γὰρ Βορμίλκας πάλαι μὲν ἦν ἐπιθυμητὴς τυραννίδος, οὐκ ἔχων δ᾽ ἐξουσίαν οὐδὲ καιρὸν οἰκεῖον ταῖς ἐπιβολαῖς τότε ἔλαβεν ἀφορμὰς ἀξιολόγους, [3] τυχῶν τῆς στρατηγίας. αἰτία δὲ μάλιστα τούτων ἡ πρὸς τὰς τιμωρίας πικρία τῶν Καρχηδονίων· [p. 187] τοὺς γὰρ ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐν μὲν τοῖς πολέμοις προάγουσιν ἐπὶ τὰς ἡγεμονίας, νομίζοντες δεῖν αὐτοὺς τῶν ὅλων προκινδυνεύειν· ὅταν δὲ τύχωσι τῆς εἰρήνης, τοὺς αὐτοὺς τούτους συκοφαντοῦσι καὶ κρίσεις ἀδίκους ἐπιφέροντες διὰ τὸν φθόνον τιμωρίαις περιβάλλουσι. [4] διὸ καὶ τῶν ἐπὶ τὰς ἡγεμονίας ταττομένων τινὲς μὲν φοβούμενοι τὰς ἐν τῷ δικαστηρίῳ κρίσεις ἀποστάται γίνονται τῆς ἡγεμονίας, τινὲς δ᾽ ἐπιτίθενται τυραννίσιν· ὅπερ καὶ τότε Βορμίλκας ὁ ἕτερος τῶν στρατηγῶν ἐποίησε, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν. [5] οἱ γ᾽ οὖν στρατηγοὶ τῶν Καρχηδονίων ὁρῶντες τὸν καιρὸν οὐδαμῶς ἀναβολῆς οἰκεῖον τοὺς μὲν ἀπὸ τῆς χώρας καὶ τῶν συμμαχίδων πόλεων στρατιώτας οὐκ ἀνέμειναν, αὐτοὺς δὲ τοὺς πολιτικοὺς ἐξήγαγον εἰς ὕπαιθρον, ὄντας πεζοὺς μὲν οὐκ ἐλάττους τετρακισμυρίων, ἱππεῖς δὲ χιλίους, ἅρματα δὲ δισχίλια. [6] καταλαβόμενοι δέ τινα γεώλοφον οὐ μακρὰν τῶν πολεμίων ἐξέταττον τὴν δύναμιν εἰς μάχην· καὶ τοῦ μὲν δεξιοῦ κέρατος Ἄννων εἶχε τὴν ἡγεμονίαν, συναγωνιζομένων αὐτῷ τῶν εἰς τὸν ἱερὸν λόχον συντεταγμένων, τοῦ δ᾽ εὐωνύμου Βορμίλκας ἡγούμενος βαθεῖαν ἐποίει τὴν φάλαγγα, κωλύοντος τοῦ τόπου παρεκτείνειν ἐπὶ πλεῖον· τὰ δ᾽ ἅρματα καὶ τοὺς ἱππεῖς πρὸ τῆς φάλαγγος ἔστησαν, διεγνωκότες τούτοις πρῶτον ἐμβαλεῖν καὶ τῶν Ἑλλήνων ἀποπειραθῆναι. [p. 188]

ὁ δ᾽ Ἀγαθοκλῆς κατασκεψάμενος τὰς τῶν βαρβάρων τάξεις τὸ μὲν δεξιὸν κέρας ἔδωκεν Ἀρχαγάθῳ τῷ υἱῷ, παραδοὺς αὐτῷ πεζοὺς δισχιλίους καὶ πεντακοσίους, ἑξῆς δ᾽ ἔταξε τοὺς Συρακοσίους, ὄντας τρισχιλίους πεντακοσίους, εἶτα μισθοφόρους Ἕλληνας τρισχιλίους, τελευταίους δὲ Σαμνίτας καὶ Τυρρηνοὺς καὶ Κελτοὺς τρισχιλίους. μετὰ δὲ τῆς θεραπείας αὐτὸς τοῦ ἡμίσους κέρατος προηγωνίζετο, χιλίοις ὁπλίταις πρὸς τὸν ἱερὸν λόχον τῶν Καρχηδονίων ἀντιτεταγμένος· τοὺς δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους ὄντας ἐπὶ τὰ κέρατα διεῖλεν. [2] ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά· τοὺς δ᾽ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές. [3] ὁρῶν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τὸ πλῇθος τῆς βαρβαρικῆς ἵππου καὶ δυνάμεως ἀφῆκεν εἰς τὸ στρατόπεδον κατὰ πλείονας τόπους γλαῦκας, ἃς ἐκ χρόνου παρεσκεύαστο πρὸς τὰς ἀθυμίας τῶν πολλῶν· [4] αὗται [p. 189] δὲ διὰ τῆς φάλαγγος πετόμεναι καὶ προσκαθίζουσαι ταῖς ἀσπίσι καὶ τοῖς κράνεσιν εὐθαρσεῖς ἐποίουν τοὺς στρατιώτας, ἑκάστων οἰωνιζομένων διὰ τὸ δοκεῖν ἱερὸν εἶναι τὸ ζῷον τῆς Ἀθηνᾶς. [5] ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων. ὃ καὶ τότε συνέβη γενέσθαι· ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.

προεμβαλόντων γὰρ εἰς αὐτοὺς τῶν ἁρμάτων ἃ μὲν κατηκόντισαν, ἃ δ᾽ εἴασαν διεκπεσεῖν, τὰ δὲ πλεῖστα συνηνάγκασαν στρέψαι πρὸς τὴν τῶν πεζῶν τάξιν. [2] παραπλησίως δὲ καὶ τὴν τῶν ἱππέων ἐπιφορὰν ὑποστάντες καὶ πολλοὺς αὐτῶν κατατιτρώσκοντες ἐποίησαν φυγεῖν εἰς τοὐπίσω. προαγωνιζομένων δ᾽ αὐτῶν ἐν τούτοις λαμπρῶς ἡ πεζὴ δύναμις τῶν βαρβάρων ἅπασα συνῆψεν εἰς χεῖρας. [3] γενναίας δὲ μάχης γιγνομένης Ἄννων μὲν ἔχων συναγωνιζόμενον τὸν ἱερὸν λόχον ἐπιλέκτων ἀνδρῶν καὶ σπεύδων ποιῆσαι δι᾽ αὑτοῦ τὴν νίκην ἐνέκειτο βαρὺς τοῖς Ἕλλησι καὶ συχνοὺς ἀνῄρει. φερομένων δ᾽ ἐπ᾽ αὐτὸν παντοδαπῶν βελῶν οὐκ εἶκεν, ἀλλὰ καίπερ πολλοῖς τραύμασι περιπίπτων ἐβιάζετο, μέχρις ὅτου καταπονηθεὶς ἐτελεύτησε. [4] τούτου δὲ πεσόντος [p. 190] οἱ μὲν ταύτῃ τεταγμένοι τῶν Καρχηδονίων ἀνετράπησαν ταῖς ψυχαῖς, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα μετεωρισθέντες πολὺ μᾶλλον ἐπερρώσθησαν. [5] ἃ δὴ πυθόμενός τινων Βορμίλκας, ὁ ἕτερος στρατηγός, καὶ νομίσας παρὰ θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν τοῦ λαβεῖν ἀφορμὰς πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος, διελογίζετο πρὸς αὑτόν, εἰ μὲν ἡ μετὰ Ἀγαθοκλέους διαφθαρείη δύναμις, μὴ δυνήσεσθαι τὴν ἐπίθεσιν ποιήσασθαι τῇ δυναστείᾳ, τῶν πολιτῶν ἰσχυόντων, εἰ δὲ ἐκεῖνος νικήσας τὰ φρονήματα παρέλοιτο τῶν Καρχηδονίων, εὐχειρώτους μὲν ἑαυτῷ τοὺς προηττημένους ἔσεσθαι, τὸν δ᾽ Ἀγαθοκλέα ῥᾳδίως καταπολεμήσειν, [6] ὅταν αὐτῷ δόξῃ. ταῦτα δὲ διανοηθεὶς ἀνεχώρησε μετὰ τῶν πρωτοστατῶν, δοὺς τοῖς μὲν πολεμίοις ἄσημον ἔκκλιμα, τοῖς δ᾽ ἰδίοις δηλώσας τὸν Ἄννωνος θάνατον καὶ παρακελευόμενος ἀναχωρεῖν ἐν τάξει πρὸς τὸν γεώλοφον· [7] τοῦτο γὰρ συμφέρειν. ἐπικειμένων δὲ τῶν πολεμίων καὶ τῆς ὅλης ὑποχωρήσεως φυγῇ παραπλησίας γινομένης οἱ μὲν συνεχεῖς Λίβυες ἀπὸ κράτους ἡττῆσθαι τοὺς πρωτοστάτας νομίσαντες πρὸς φυγὴν ὥρμησαν, οἱ δὲ τὸν ἱερὸν λόχον ἔχοντες μετὰ τὸν Ἄννωνος τοῦ στρατηγοῦ θάνατον τὸ μὲν πρῶτον ἀντεῖχον εὐρώστως καὶ τοὺς ἐξ αὐτῶν πίπτοντας ὑπερβαίνοντες ὑπέμενον πάντα κίνδυνον, ἐπεὶ δὲ κατενόησαν τὸ πλεῖον μέρος τῆς δυνάμεως πρὸς φυγὴν ὡρμημένον καὶ τοὺς πολεμίους περιισταμένους κατὰ νώτου, συνηναγκάσθησαν ἐκκλῖναι. [8] διὸ καὶ τροπῆς [p. 191] γενομένης κατὰ πᾶν τὸ τῶν Καρχηδονίων στρατόπεδον οἱ μὲν βάρβαροι τὴν φυγὴν ἐποιοῦντο πρὸς τὴν Καρχηδόνα, Ἀγαθοκλῆς δὲ μέχρι τινὸς ἐπιδιώξας ἐπανῆλθε καὶ τὴν στρατοπεδείαν τῶν Καρχηδονίων διήρπασεν.

ἔπεσον δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δ᾽ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους. ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων· [2] ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν. [3] ἀλλ᾽, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν. Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, ἡ τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις· [4] ἐν Σικελίᾳ μὲν γὰρ Καρχηδόνιοι μεγάλῃ νενικηκότες παρατάξει Ἀγαθοκλέα τὰς Συρακούσσας ἐπολιόρκουν, ἐν Λιβύῃ δὲ Ἀγαθοκλῆς τηλικαύτῃ μάχῃ προτερήσας εἰς πολιορκίαν ἐνέκλεισε Καρχηδονίους, καὶ τὸ θαυμασιώτατον, ὁ δυνάστης κατὰ μὲν τὴν νῆσον ἀκεραίους ἔχων τὰς δυνάμεις ἐλείπετο τῶν βαρβάρων, [p. 192] ἐπὶ δὲ τῆς ἠπείρου τῷ μέρει τῆς προηττημένης στρατιᾶς περιεγένετο τῶν νενικηκότων.

διόπερ οἱ Καρχηδόνιοι, νομίσαντες ἐκ θεῶν αὐτοῖς γεγονέναι τὴν συμφοράν, ἐτράπησαν πρὸς παντοίαν ἱκεσίαν τοῦ δαιμονίου καὶ νομίσαντες μάλιστα μηνίειν αὐτοῖς τὸν Ἡρακλέα τὸν παρὰ τοῖς ἀποίκοις, χρημάτων πλῆθος καὶ τῶν πολυτελεστάτων ἀναθημάτων ἔπεμψαν εἰς τὴν Τύρον οὐκ ὀλίγα. [2] ἀποικισθέντες γὰρ ἐκ ταύτης εἰώθεισαν ἐν τοῖς ἔμπροσθεν χρόνοις δεκάτην ἀποστέλλειν τῷ θεῷ πάντων τῶν εἰς πρόσοδον πιπτόντων· ὕστερον δὲ μεγάλους κτησάμενοι πλούτους καὶ προσόδους ἀξιολογωτέρας λαμβάνοντες μικρὰ παντελῶς ἀπέστελλον, ὀλιγωροῦντες τοῦ δαιμονίου. διὰ δὲ τὴν συμφορὰν ταύτην εἰς μεταμέλειαν ἐλθόντες πάντων τῶν ἐν τῇ Τύρῳ θεῶν ἐμνημόνευον. [3] ἔπεμψαν δὲ καὶ τοὺς ἐκ τῶν ἱερῶν χρυσοῦς ναοὺς αὐτοῖς τοῖς ἀφιδρύμασι πρὸς τὴν ἱκεσίαν, ἡγούμενοι μᾶλλον ἐξιλάσεσθαι τὴν τοῦ θεοῦ μῆνιν τῶν ἀναθημάτων πεμφθέντων ἐπὶ τὴν παραίτησιν. [4] ᾐτιῶντο δὲ καὶ τὸν Κρόνον αὑτοῖς ἐναντιοῦσθαι, καθ᾽ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους ὕστερον ὠνούμενοι λάθρᾳ παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν· καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες. [5] τούτων [p. 193] δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ· ἄλλοι δ᾽ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. [6] ἦν δὲ παρ᾽ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐγκεκλιμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν ἐπιτεθέντα τῶν παίδων ἀποκυλίεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός. εἰκὸς δὲ καὶ τὸν Εὐριπίδην ἐντεῦθεν εἰληφέναι τὰ μυθολογούμενα παρ᾽ αὐτῷ περὶ τὴν ἐν Ταύροις θυσίαν, ἐν οἷς εἰσάγει τὴν Ἰφιγένειαν ὑπὸ Ὀρέστου διερωτωμένην

τάφος δὲ ποῖος δέξεταί μ᾽, ὅταν θάνω;
πῦρ ἱερὸν ἔνδον χάσμα τ᾽ εὐρωπὸν χθονός.

καὶ ὁ παρὰ τοῖς Ἕλλησι δὲ μῦθος ἐκ παλαιᾶς φήμης [7] παραδεδομένος ὅτι Κρόνος ἠφάνιζε τοὺς ἰδίους παῖδας, παρὰ Καρχηδονίοις φαίνεται διὰ τούτου τοῦ νομίμου τετηρημένος.

οὐ μὴν ἀλλὰ τοιαύτης ἐν τῇ Λιβύῃ γεγενημένης μεταβολῆς οἱ μὲν Καρχηδόνιοι διεπέμποντο πρὸς Ἀμίλκαν εἰς τὴν Σικελίαν, ἀξιοῦντες κατὰ τάχος [p. 194] πέμψαι βοήθειαν, καὶ τὰ ληφθέντα χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν ἀπέστειλαν αὐτῷ. ὁ δὲ τοῖς καταπλεύσασι παρεκελεύσατο σιωπᾶν μὲν τὴν γεγενημένην ἧτταν, διαδιδόναι δὲ λόγον εἰς τοὺς στρατιώτας ὡς Ἀγαθοκλῆς ἄρδην ἀπώλεσε καὶ τὰς ναῦς καὶ τὴν δύναμιν ἅπασαν. [2] αὐτὸς δὲ πέμψας τινὰς τῶν παρόντων ἐκ Καρχηδόνος εἰς τὰς Συρακούσσας πρεσβευτὰς καὶ τὰ χαλκώματα συναποστείλας ἠξίου παραδιδόναι τὴν πόλιν· τὴν μὲν γὰρ δύναμιν τῶν Συρακοσίων ὑπὸ Καρχηδονίων κατακεκόφθαι, τὰς δὲ ναῦς ἐμπεπυρίσθαι· τοῖς δ᾽ ἀπιστοῦσιν ἀπόδειξιν παρέχεσθαι τὴν τῶν ἐμβόλων κομιδήν. [3] τῶν δ᾽ ἐν τῇ πόλει πυθομένων τὴν περὶ τὸν Ἀγαθοκλέα προσηγγελμένην συμφορὰν οἱ πολλοὶ μὲν ἐπίστευσαν, οἱ προεστηκότες δὲ διστάζοντες διετήρησαν μὲν χάριν τοῦ μὴ γενέσθαι ταραχήν, τοὺς πρεσβευτὰς δὲ ταχέως ἐξέπεμψαν, τοὺς δὲ τῶν φυγάδων συγγενεῖς καὶ φίλους καὶ τῶν ἄλλων τοὺς δυσχεραίνοντας τοῖς ὑπ᾽ αὐτῶν πραττομένοις ἐξέβαλον ἐκ τῆς πόλεως, ὄντας οὐκ ἐλάττους ὀκτακισχιλίων. [4] κἄπειτα τοσούτου πλήθους ἄφνω συναναγκαζομένου τὴν πατρίδα φεύγειν ἔγεμεν ἡ πόλις διαδρομῆς καὶ θορύβου καὶ γυναικείων κλαυθμῶν· οὐδεμία γὰρ ἦν οἰκία πένθους ἀκοινώνητος κατὰ τοῦτον τὸν καιρόν. [5] οἱ μὲν γὰρ περὶ τὴν τυραννίδα τοῦ Ἀγαθοκλέους καὶ τῶν τέκνων αὐτοῦ τὴν συμφορὰν ὠδύροντο, τῶν δ᾽ ἰδιωτῶν οἱ μὲν τοὺς ἀπολωλέναι δοκοῦντας κατὰ Λιβύην ἔκλαιον, οἱ δὲ τοὺς ἐκπίπτοντας ἀφ᾽ ἑστίας [p. 195] καὶ πατρῴων θεῶν, οἷς οὔτε μένειν ἐξῆν οὔτ᾽ ἐκτὸς τῶν τειχῶν προάγειν, πολιορκούντων τῶν βαρβάρων, πρὸς δὲ τοῖς εἰρημένοις κακοῖς τηλικούτοις οὖσιν ἠναγκάζοντο νηπίους παῖδας καὶ γυναῖκας συνεφέλκεσθαι τῇ φυγῇ. [6] ὁ δ᾽ Ἀμίλκας, καταφυγόντων πρὸς αὐτὸν τῶν φυγάδων, τούτοις μὲν τὴν ἀσφάλειαν παρέσχετο, τὴν δὲ δύναμιν παρασκευάσας προῆγεν ἐπὶ τὰς Συρακούσσας, ὡς αἱρήσων τὴν πόλιν διά τε τὴν ἐρημίαν καὶ διὰ τὴν προσηγγελμένην τοῖς ὑπολελειμμένοις συμφοράν.

προαποστείλαντος δ᾽ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετ᾽ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν. ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν· Ἐρύμνων δ᾽ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπ᾽ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές. [2] Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν. [3] Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην. [4] ἔπειτ᾽ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι [p. 196] καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμ᾽ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν. [5] αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο. ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν. [6] ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δ᾽ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων. τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον. [7] Ἀμίλκας δ᾽ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων. οὗτοι δ᾽ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες· καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε. [8] γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν [p. 197] οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν. [9] ἐφ᾽ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.

ἅμα δὲ τούτοις πραττομένοις ὁ μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο. παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις. καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν· εἶτα παρελθὼν ἐπ᾽ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο. [2] ἃ δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο. [3] ὁ δ᾽ Ἀγαθοκλῆς, ἀπαγγειλάντων τινῶν αὐτῷ τὰ περὶ τοὺς ἰδίους ἐλαττώματα, τὸ μὲν πολὺ τῆς δυνάμεως κατέλιπεν ἐπὶ τῆς πολιορκίας, τὴν δὲ θεραπείαν καὶ τῶν στρατιωτῶν ὀλίγους ἀναλαβὼν λάθρᾳ προσῆλθεν ἐπί [p. 198] τινα τόπον ὀρεινόν, ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν ὑπό τε τῶν Ἀδρυμητινῶν καὶ τῶν Καρχηδονίων τῶν τὸν Τύνητα πολιορκούντων. [4] νυκτὸς δὲ συντάξας τοῖς στρατιώταις ἐπὶ πολὺν τόπον πυρὰ κάειν, δόξαν ἐν εποίησε τοῖς μὲν Καρχηδονίοις ὡς μετὰ μεγάλης δυνάμεως ἐπ᾽ αὐτοὺς πορευόμενος, τοῖς δὲ πολιορκουμένοις ὡς ἄλλης δυνάμεως ἁδρᾶς τοῖς πολεμίοις εἰς συμμαχίαν παραγεγενημένης. [5] ἀμφότεροι δὲ τῷ ψεύδει τοῦ στρατηγήματος παραλογισθέντες παραλόγως ἠλαττώθησαν, οἱ μὲν τὸν Τύνητα πολιορκοῦντες φυγόντες εἰς Καρχηδόνα καὶ τὰς μηχανὰς ἀπολιπόντες, οἱ δ᾽ Ἀδρυμητινοὶ διὰ τὸν φόβον παραδόντες τὴν πατρίδα. [6] Ἀγαθοκλῆς δὲ ταύτην δι᾽ ὁμολογίας παραλαβὼν Θάψον εἷλε κατὰ κράτος καὶ τῶν ἄλλων τῶν ταύτῃ πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δὲ προσηγάγετο· τὰς ἁπάσας δὲ πόλεις πλείους τῶν διακοσίων κεχειρωμένος εἰς τοὺς ἄνω τόπους τῆς Λιβύης διενοεῖτο στρατεύειν.

ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο. Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων [p. 199] ἀπὸ τοῦ Τύνητος καὶ τὰ πεπραγμένα τοῖς Φοίνιξι διασαφούντων, εὐθὺς ἀνέστρεψεν. [2] ὡς δ᾽ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν. χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμ᾽ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δ᾽ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν. [3] οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα· τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων. καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν. καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Μακεδονίαν Κάσανδρος μὲν βοηθήσας Αὐδολέοντι τῷ Παιόνων βασιλεῖ διαπολεμοῦντι πρὸς Αὐταριάτας, τοῦτον μὲν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ Αὐταριάτας σὺν τοῖς ἀκολουθοῦσι παισὶ καὶ γυναιξὶν ὄντας εἰς δισμυρίους κατῴκισεν παρὰ τὸ καλούμενον Ὀρβηλὸν ὄρος. [2] τούτου δὲ περὶ ταῦτ᾽ ὄντος [p. 200] κατὰ μὲν τὴν Πελοπόννησον Πτολεμαῖος ὁ στρατηγὸς Ἀντιγόνου δυνάμεις πεπιστευμένος καὶ τῷ δυνάστῃ προσκόψας ὡς οὐ κατὰ τὴν ἀξίαν τιμώμενος Ἀντιγόνου μὲν ἀπέστη, πρὸς δὲ Κάσανδρον συμμαχίαν ἐποιήσατο. καταλελοιπὼς δὲ τῆς ἐφ᾽ Ἑλλησπόντῳ σατραπείας ἐπιστάτην Φοίνικα, ἕνα τῶν πιστοτάτων φίλων, ἀπέστειλεν αὐτῷ στρατιώτας, ἀξιῶν διαφυλάττειν τὰ φρούρια καὶ τὰς πόλεις καὶ μὴ προσέχειν Ἀντιγόνῳ. [3] τῶν δὲ κοινῶν συνθηκῶν τοῖς ἡγεμόσι περιεχουσῶν ἐλευθέρας ἀφεῖσθαι τὰς Ἑλληνίδας πόλεις, οἱ περὶ Πτολεμαῖον τὸν Αἰγύπτου δυνάστην, ἐγκαλέσαντες Ἀντιγόνῳ διότι φρουραῖς τινας διείληφε τῶν πόλεων, [4] πολεμεῖν παρεσκευάζοντο. καὶ τὴν μὲν δύναμιν ἐξαποστείλας Πτολεμαῖος καὶ στρατηγὸν Λεωνίδην τὰς ἐν τῇ τραχείᾳ Κιλικίᾳ πόλεις οὔσας ὑπ᾽ Ἀντίγονον ἐχειρώσατο, διεπέμπετο δὲ καὶ εἰς τὰς ὑπὸ Κάσανδρον καὶ Λυσίμαχον πόλεις, ἀξιῶν συμφρονεῖν ἑαυτῷ καὶ κωλύειν Ἀντίγονον ἰσχυρὸν γίνεσθαι. [5] ὁ δ᾽ Ἀντίγονος τῶν υἱῶν Φίλιππον μὲν τὸν νεώτερον ἐξέπεμψεν ἐφ᾽ Ἑλλήσποντον, διαπολεμήσοντα Φοίνικι καὶ τοῖς ἀφεστηκόσι, Δημήτριον δ᾽ ἐπὶ Κιλικίαν, ὃς ἐνεργὸν ποιησάμενος τὴν στρατείαν ἐνίκησε τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ τὰς πόλεις ἀνεκτήσατο.

ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ [p. 201] Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δ᾽ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς. [2] ὁ δ᾽ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν. [3] ἔγραψε δὲ καὶ πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν, ἀξιῶν δίοδόν τε δοῦναι καὶ συστρατεύειν, ἐπαγγελλόμενος πολλαπλασίους χάριτας ἀποδώσειν, ἐὰν συγκατάγωσι τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν. τῶν δὲ πραγμάτων αὐτῷ κατὰ νοῦν γενομένων, προθύμως θ᾽ ὑπακουόντων τῶν Αἰτωλῶν καὶ πολλῶν ἄλλων συντρεχόντων ἐπὶ τὴν κάθοδον τοῦ βασιλέως οἱ σύμπαντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δ᾽ οὐκ ἐλάττους χιλίων. [4] καὶ Πολυπέρχων μὲν περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς γινόμενος χρήματά τε συνῆγε καὶ πρὸς τοὺς οἰκείως ἔχοντας τῶν Μακεδόνων διαπεμπόμενος ἠξίου συνεργεῖν.

Πτολεμαῖος δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοις ἰδίᾳ πρὸς Ἀντίγονον συντεθεῖσθαι φιλίαν, [p. 202] ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξας αὐτοῖς ἀνελεῖν τὸν Νικοκλέα· πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲς ὁρμήσωσι πρὸς μεταβολήν, ὁρῶντες ἀθῴους γεγονότας τοὺς πρότερον ἀφεστηκότας. οὗτοι μὲν οὖν πλεύσαντες εἰς τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτας λαβόντες περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέους καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντες προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν. [2] ὁ δὲ τὸ μὲν πρῶτον πρὸς τὴν ἀπολογίαν ἐτρέπετο τῶν ἐγκαλουμένων· ὡς δ᾽ οὐδεὶς προσεῖχεν, ἑαυτὸν ἀπέκτεινεν. Ἀξιοθέα δὲ ἡ γυνὴ τοῦ Νικοκλέους ἀκούσασα τὴν ἀνδρὸς τελευτὴν τὰς μὲν θυγατέρας τὰς ἑαυτῆς παρθένους οὔσας ἀπέσφαξεν, ὅπως μηδεὶς αὐτῶν πολέμιος κυριεύσῃ, τὰς δὲ τῶν ἀδελφῶν τῶν Νικοκλέους γυναῖκας προετρέψατο μεθ᾽ αὑτῆς ἑλέσθαι τὸν θάνατον, οὐδὲν συντεταχότος Πτολεμαίου περὶ τῶν γυναικῶν, ἀλλὰ συγκεχωρηκότος αὐταῖς τὴν ἀσφάλειαν. [3] τῶν δὲ βασιλείων πεπληρωμένων φόνων καὶ συμπτωμάτων ἀπροσδοκήτων οἱ τοῦ Νικοκλέους ἀδελφοὶ συγκλείσαντες τὰς θύρας τὴν μὲν οἰκίαν ἐνέπρησαν, ἑαυτοὺς δ᾽ ἀπέσφαξαν. ἡ μὲν οὖν τῶν ἐν Πάφῳ βασιλέων οἰκία τραγικοῖς συγκυρήσασα πάθεσι τὸν εἰρημένον τρόπον κατελύθη. ἡμεῖς δὲ τὴν ἀπαγγελίαν τῶν κατὰ τὴν Κύπρον γεγονότων διελθόντες ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον. [p. 203]

περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις. [2] τούτων δὲ ὁ μὲν Σάτυρος ὢν πρεσβύτερος παρὰ τοῦ πατρὸς παρειλήφει τὴν ἀρχήν, βεβασιλευκότος ἔτη τριάκοντα ὀκτώ· ὁ δ᾽ Εὔμηλος φιλίαν συντεθειμένος πρός τινας τῶν πλησιοχώρων βαρβάρων καὶ δύναμιν ἁδρὰν ἠθροικὼς ἠμφισβήτει τῆς βασιλείας. [3] ἃ δὴ πυθόμενος ὁ Σάτυρος ἀνέζευξεν ἐπ᾽ αὐτὸν μετὰ δυνάμεως ἁδρᾶς καὶ διαβὰς τὸν Θάτην ποταμόν, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, τὴν μὲν παρεμβολὴν ταῖς ἁμάξαις περιλαβὼν αἷς ἦν κεκομικὼς τὰς ἀγορὰς οὔσας παμπληθεῖς, τὴν δὲ δύναμιν ἐκτάξας αὐτὸς κατὰ μέσην ὑπῆρχε τὴν φάλαγγα, καθάπερ ἐστὶ Σκύθαις νόμιμον. [4] συνεστρατεύοντο δ᾽ αὐτῷ μισθοφόροι μὲν Ἕλληνες οὐ πλείους δισχιλίων καὶ Θρᾷκες ἴσοι τούτοις, οἱ δὲ λοιποὶ πάντες ὑπῆρχον σύμμαχοι Σκύθαι, πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους μυρίων. τῷ δ᾽ Εὐμήλῳ συνεμάχει μὲν Ἀριφάρνης ὁ τῶν Σιρακῶν βασιλεύς, [p. 204] ἱππεῖς μὲν ἔχων δισμυρίους, πεζοὺς δὲ δισχιλίους πρὸς τοῖς δισμυρίοις. [5] γενομένης δὲ μάχης ἰσχυρᾶς Σάτυρος μὲν ἔχων περὶ ἑαυτὸν ἐπιλέκτους ἄνδρας ἱππομαχίαν συνεστήσατο πρὸς τοὺς περὶ Ἀριφάρνην ἀνθεστηκότας κατὰ μέσην τὴν τάξιν καὶ πολλῶν παρ᾽ ἀμφοτέροις πεσόντων τέλος ἐκβιασάμενος ἐτρέψατο τὸν βασιλέα τῶν βαρβάρων. [6] καὶ τὸ μὲν πρῶτον ἐπέκειτο φονεύων τοὺς ἀεὶ καταλαμβανομένους· μετ᾽ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν Εὔμηλον προτερεῖν περὶ τὸ δεξιὸν κέρας καὶ τοὺς παρ᾽ αὐτῷ μισθοφόρους τετράφθαι τοῦ μὲν διώκειν ἀπέστη, παραβοηθήσας δὲ τοῖς ἡττημένοις καὶ τὸ δεύτερον αἴτιος γενόμενος τῆς νίκης ἅπαν ἐτρέψατο τῶν πολεμίων τὸ στρατόπεδον, ὥστε πᾶσι γενέσθαι φανερὸν ὅτι καὶ κατὰ γένος καὶ κατ᾽ ἀρετὴν προσῆκον ἦν αὐτῷ διαδέχεσθαι τὴν πατρῴαν βασιλείαν.

οἱ δὲ περὶ τὸν Ἀριφάρνην καὶ τὸν Εὔμηλον λειφθέντες ἐν τῇ μάχῃ συνέφυγον εἰς τὰ βασίλεια. ταῦτα δ᾽ ἔκειτο μὲν παρὰ τὸν Θάτην ποταμόν, ὃς περιρρέων αὐτὰ καὶ βάθος ἔχων ἱκανὸν ἐποίει δυσπρόσιτα, περιείχετο δὲ κρημνοῖς μεγάλοις, ἔτι δ᾽ ὕλης πλήθει, τὰς πάσας εἰς2βολὰς δύο ἔχοντα χειροποιήτους, ὧν ἡ μὲν ἦν ἐν αὐτοῖς τοῖς βασιλείοις, ὠχυρωμένη πύργοις ὑψηλοῖς καὶ προτειχίσμασιν, ἡ δ᾽ ἐκ θατέρου μέρους ἐν ἕλεσιν ὑπῆρχε, φρουρουμένη [p. 205] ξυλίνοις ἐρύμασι, διεστύλωτο δὲ δοκοῖς, ὑπεράνω δὲ τῶν ὑδάτων εἶχε τὰς οἰκήσεις. τοιαύτης δ᾽ οὔσης τῆς περὶ τὸν τόπον ὀχυρότητος τὸ μὲν πρῶτον ὁ Σάτυρος τήν τε χώραν τῶν πολεμίων ἐδῄωσε καὶ τὰς κώμας ἐνεπύρισεν, ἐξ ὧν αἰχμάλωτα σώματα καὶ λείας πλῆθος ἤθροισε. [2] μετὰ δὲ ταῦτα ἐγχειρήσας διὰ τῶν παρόδων βιάζεσθαι, κατὰ μὲν τὸ προτείχισμα καὶ τοὺς πύργους πολλοὺς ἀποβαλὼν τῶν στρατιωτῶν ἀπεχώρησε, κατὰ δὲ τὰ ἕλη βιασάμενος ἐκράτησε τῶν ξυλίνων φρουρίων. [3] ταῦτα δὲ διαρπάσας καὶ διαβὰς τὸν ποταμὸν ἤρξατο κόπτειν τὴν ὕλην, δι᾽ ἧς ἀναγκαῖον ἦν ἐλθεῖν ἐπὶ τὰ βασίλεια. τούτων δὲ ἐνεργῶς συντελουμένων Ἀριφάρνης ὁ βασιλεὺς ἀγωνιάσας μὴ κατὰ κράτος ἁλῶναι συμβῇ τὴν ἀκρόπολιν, διηγωνίζετο τολμηρότερον, ὡς ἐν μόνῳ τῷ νικᾶν κειμένης τῆς σωτηρίας. [4] διείλετο δὲ καὶ τοὺς τοξότας ἐπ᾽ ἀμφότερα τὰ μέρη τῆς παρόδου, δι᾽ ὧν ῥᾳδίως κατετίτρωσκε τοὺς τὴν ὕλην κόπτοντας, μὴ δυναμένους μήτε προορᾶσθαι τὰ βέλη μήτ᾽ ἀμύνεσθαι τοὺς βάλλοντας διὰ τὴν πυκνότητα τῶν δένδρων. [5] οἱ δὲ περὶ τὸν Σάτυρον ἐπὶ τρεῖς μὲν ἡμέρας ἔτεμνον τὴν ὕλην, ὁδοποιούμενοι καὶ διακαρτεροῦντες ἐπιπόνως· τῇ δὲ τετάρτῃ συνήγγισαν μὲν τῷ τείχει, νικώμενοι δὲ τῷ πλήθει τῶν βελῶν καὶ τῇ τῶν τόπων στενοχωρίᾳ μεγάλοις ἐλαττώμασι περιέπιπτον. [6] Μενίσκος μὲν γὰρ ὁ τῶν μισθοφόρων [p. 206] ἡγεμών, ἀνὴρ καὶ συνέσει καὶ τόλμῃ διαφέρων, προσπεσὼν διὰ τῆς διόδου πρὸς τὸ τεῖχος καὶ μετὰ τῶν περὶ ἑαυτὸν λαμπρῶς ἀγωνισάμενος ἐξεβιάσθη, πολλαπλασίων ἐπ᾽ αὐτὸν ἐπεξελθόντων. [7] ὃν ἰδὼν ὁ Σάτυρος κινδυνεύοντα ταχέως παρεβοήθει καὶ τὴν ἐπιφορὰν τῶν πολεμίων ὑποστὰς ἐτρώθη λόγχῃ διὰ τοῦ βραχίονος καὶ κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος ἐπανῆλθεν εἰς τὴν παρεμβολὴν καὶ νυκτὸς ἐπιγενομένης ἐξέλιπε τὸν βίον, ἐννέα μόνον μῆνας βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Παρυσάδου. [8] Μενίσκος δ᾽ ὁ τῶν μισθοφόρων ἡγεμὼν λύσας τὴν πολιορκίαν ἀπήγαγε τὴν δύναμιν εἰς Γάργαζαν πόλιν κἀκεῖθεν τὸ τοῦ βασιλέως σῶμα διὰ τοῦ ποταμοῦ διεκόμισεν εἰς Παντικάπαιον πρὸς τὸν ἀδελφὸν Πρύτανιν.

ὃς ταφὴν συντελέσας μεγαλοπρεπῆ καὶ καταθέμενος εἰς τὰς βασιλικὰς θήκας τὸ σῶμα ταχέως ἧκεν εἰς Γάργαζαν καὶ τὴν δύναμιν ἅμα καὶ τὴν δυναστείαν παρέλαβεν. Εὐμήλου δὲ διαπρεσβευομένου περὶ μέρους τῆς βασιλείας τούτῳ μὲν οὐ προσεῖχεν, ἐν δὲ Γαργάζῃ φρουρὰν ἀπολιπὼν ἐπανῆλθεν εἰς Παντικάπαιον, ἀσφαλισόμενος τὰ κατὰ τὴν βασιλείαν. καθ᾽ ὃν δὴ χρόνον Εὔμηλος, συναγωνισαμένων αὐτῷ τῶν βαρβάρων, τήν τε Γάργαζαν κατελάβετο καὶ τῶν ἄλλων πολισμάτων [p. 207] καὶ χωρίων οὐκ ὀλίγα. [2] ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθ᾽ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν. ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη. [3] Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα. μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν· ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν. [4] ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν. συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη. [5] ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν [p. 208] ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.

Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν· Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας. οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν. [2] ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δ᾽ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον. [3] προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε. καθόλου δ᾽ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε τὴν τοῦ βίου τελευτήν. πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε [p. 209] τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος. [4] ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δ᾽ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν. τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι· ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.

περὶ δὲ τῆς τῶν ἀδελφῶν τελευτῆς Εὐμήλου τε καὶ Σατύρου παραδέδονται χρησμοί, μικρὸν μὲν ἠλιθιώτεροι, πιστευόμενοι δὲ παρὰ τοῖς ἐγχωρίοις. τῷ μὲν γὰρ Σατύρῳ λέγουσι χρῆσαι τὸν θεὸν φυλάξασθαι τὸν μῦν μήποτ᾽ αὐτὸν ἀνέλῃ. διόπερ οὔτε δοῦλον οὔτ᾽ ἐλεύθερον τῶν τεταγμένων ὑφ᾽ ἑαυτὸν εἴα τοῦτ᾽ ἔχειν τοὔνομα· ἔπειτα δὲ τοὺς ἐν ταῖς οἰκίαις καὶ ταῖς ἀρούραις ἐφοβεῖτο μῦς καὶ τοῖς παισὶν ἀεὶ συνέταττε τούτους ἀποκτείνειν καὶ τὰς κοίτας ἐμπλάττειν. πάντα δ᾽ ἐνδεχομένως αὐτοῦ ποιοῦντος οἷς ᾤετο κατισχύσειν τὸ πεπρωμένον, κατέστρεψε τὸν βίον πληγεὶς τοῦ βραχίονος εἰς τὸν μῦν. [2] τῷ δ᾽ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων [p. 210] τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια. τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν. καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω. [3] κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον. τῶν δ᾽ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δ᾽ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δ᾽ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους. [4] τοιούτων δὲ προτερημάτων γενομένων τοῖς Ῥωμαίοις ἀδεῶς ἤδη τῶν ὑπαίθρων συνέβαινε κυριεύειν τοὺς ὑπάτους καὶ τὰς ἀπειθούσας τῶν πόλεων χειροῦσθαι. Καταράκταν μὲν οὖν καὶ Κεραυνιλίαν ἐκπολιορκήσαντες φρουροὺς ἐπέθηκαν, τῶν δ᾽ ἄλλων τινὰς πείσαντες προσηγάγοντο. [p. 211]

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπ᾽ Ἀντιγόνου κατὰ κράτος εἷλεν. [2] εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο. [3] μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο. πλεύσαντος δ᾽ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον ὁ Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο· εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε. τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθ᾽ ἑαυτοῦ στρατευομένοις.

ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων μὲν ἠθροικὼς ἁδρὰν δύναμιν κατήγαγεν ἐπὶ τὴν πατρῴαν [p. 212] βασιλείαν Ἡρακλέα τὸν Ἀλεξάνδρου καὶ Βαρσίνης, Κάσανδρος δὲ καταστρατοπεδεύσαντος αὐτοῦ περὶ τὴν καλουμένην Στυμφαίαν ἧκεν μετὰ τῆς δυνάμεως. οὐ μακρὰν δὲ τῶν παρεμβολῶν ἀπεχουσῶν ἀλλήλων καὶ τῶν Μακεδόνων οὐκ ἀηδῶς ὁρώντων τὴν κάθοδον τοῦ βασιλέως, δείσας ὁ Κάσανδρος μήποτε φύσει πρὸς μεταβολὴν ὄντες ὀξεῖς οἱ Μακεδόνες αὐτομολήσωσι πρὸς τὸν Ἡρακλέα, διεπρεσβεύσατο πρὸς Πολυπέρχοντα. [2] καὶ περὶ μὲν τοῦ βασιλέως ἐπειρᾶτο διδάσκειν αὐτὸν ὅτι γινομένης τῆς καθόδου ποιήσει τὸ προσταττόμενον ὑφ᾽ ἑτέρων, συναγωνισάμενος δὲ αὐτῷ καὶ τὸν νεανίσκον ἀνελὼν παραχρῆμα μὲν ἀπολήψεται τὰς προγεγενημένας κατὰ Μακεδονίαν δωρεάς, εἶτα καὶ δύναμιν ἀναλαβὼν στρατηγὸς ἀποδειχθήσεται περὶ Πελοπόννησον καὶ πάντων τῶν ἐν τῇ δυναστείᾳ τῇ Κασάνδρου κοινωνὸς ἔσται, τιμώμενος διαφόρως. πέρας δὲ πολλαῖς καὶ μεγάλαις ἐπαγγελίαις πείσας τὸν Πολυπέρχοντα καὶ συνθήκας ἐν ἀπορρήτοις συνθέμενος προετρέψατο δολοψονῆσαι τὸν βασιλέα. [3] ὁ δὲ Πολυπέρχων ἀνελὼν τὸν νεανίσκον καὶ φανερῶς κοινοπραγῶν τοῖς περὶ τὸν Κάσανδρον τάς τ᾽ ἐν τῇ Μακεδονίᾳ δωρεὰς ἐκομίσατο καὶ κατὰ τὰς ὁμολογίας παρέλαβε στρατιώτας πεζοὺς μὲν Μακεδόνας τετρακισχιλίους, [4] ἱππεῖς δὲ Θετταλοὺς πεντακοσίους. προσλαβόμενος δὲ καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπεχείρησε μὲν διὰ [p. 213] τῆς Βοιωτίας προάγειν εἰς Πελοπόννησον, ὑπὸ δὲ Βοιωτῶν καὶ Πελοποννησίων κωλυθεὶς ἀνέστρεψε καὶ προελθὼν εἰς Λοκροὺς ἐνταῦθα τὴν παραχειμασίαν ἐποιεῖτο.

ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφ᾽ ἑαυτοῦ Λυσιμαχίαν καλέσας. Κλεομένης δ᾽ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα. [2] περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος. [3] τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δ᾽ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως [p. 214] ἐν Συρακούσσαις δειπνήσει. [4] οἱ δ᾽ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον. [5] ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους. ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν. [6] τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων. παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι. [7] καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας· στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον. [8] καθ᾽ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους. [9] καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες [p. 215] ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον· διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν. [10] οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα. [11] Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.

εἰκότως δ᾽ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρ᾽ ἀνθρώποις. Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν [p. 216] προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν· καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστ᾽ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου. [2] μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατ᾽ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρ᾽ αὐτοῦ τιμωρίαν· ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές. [3] τὸν δ᾽ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατ᾽ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον. εἶθ᾽ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν

γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας· ἡ δὲ τῶν Καρχηδονίων στρατιὰ μετὰ τὴν γενομένην συμφορὰν μαθοῦσα τὴν αἰτίαν τῶν ἀτυχημάτων μόγις ἀπηλλάγη τῶν φόβων. ἀναρχίας δ᾽ οὔσης διέστησαν οἱ βάρβαροι [p. 217] πρὸς τοὺς Ἕλληνας. [2] οἱ μὲν οὖν φυγάδες μετὰ τῶν λοιπῶν Ἑλλήνων Δεινοκράτην στρατηγὸν ἀπέδειξαν, οἱ δὲ Καρχηδόνιοι τοῖς δευτερεύουσι τῇ μετὰ τὸν στρατηγὸν τιμῇ τὴν ἡγεμονίαν ἐνεχείρισαν. καθ᾽ ὃν δὴ χρόνον Ἀκραγαντῖνοι θεωροῦντες τὴν ἐν Σικελίᾳ κατάστασιν εὐφυεστάτην οὖσαν πρὸς ἐπίθεσιν ἠμφισβήτησαν τῆς κατὰ τὴν νῆσον ἡγεμονίας· [3] ὑπελάμβανον γὰρ Καρχηδονίους μὲν μόγις ἀνθέξειν τῷ πρὸς Ἀγαθοκλέα πολέμῳ, Δεινοκράτην δ᾽ εὐκαταγώνιστον εἶναι συνηθροικότα φυγαδικὴν στρατιάν, τοὺς δ᾽ ἐν ταῖς Συρακούσσαις θλιβομένους τῇ σιτοδείᾳ μηδ᾽ ἐγχειρήσειν ἀμφισβητεῖν τῶν πρωτείων, τὸ δὲ μέγιστον, τὴν στρατείαν ἑαυτῶν ποιουμένων ἐπ᾽ ἐλευθερώσει τῶν πόλεων ἀσμένως ἅπαντας ὑπακούσεσθαι διά τε τὸ πρὸς τοὺς βαρβάρους μίσος καὶ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας. [4] οὗτοι μὲν οὖν ἑλόμενοι στρατηγὸν Ξενόδικον καὶ τὴν ἁρμόζουσαν δόντες δύναμιν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον· ὁ δὲ παραχρῆμα ἐπὶ τὴν Γέλαν ὁρμήσας καὶ διά τινων ἰδιοξένων νυκτὸς εἰσαχθεὶς ἐκυρίευσε τῆς πόλεως ἅμα καὶ δυνάμεως ἁδρᾶς καὶ χρημάτων. [5] ἐλευθερωθέντες οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντες ἠλευθέρουν τὰς πόλεις. διαβοηθείσης δὲ τῆς τῶν Ἀκραγαντίνων ἐπιβολῆς κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖς πόλεσι πρὸς τὴν ἐλευθερίαν. καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντες τὴν πόλιν τοῖς Ἀκραγαντίνοις [p. 218] παρέδωκαν· οἱ δὲ ταύτην ἐλευθερώσαντες παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶς ἐν αὐτῷ παραφυλαττούσης τὴν πόλιν. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺς μὲν πεσεῖν τῶν βαρβάρων, εἰς πεντακοσίους δὲ θεμένους τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς.

περὶ ταῦτα δ᾽ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπ᾽ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν. [2] κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους ὁ Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δ᾽ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο· καθόλου δ᾽ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας. [3] ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν [p. 219] ἐμπόρων κατάπλουν. [4] μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπ᾽ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας. [5] γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δ᾽ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.

περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν. [2] οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν. οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν. [3] οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλ᾽ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους. Λυκίσκος γάρ τις τῶν ἐφ᾽ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπ᾽ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην. [4] ὁ μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ [p. 220] χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν· ὁ δ᾽ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο. [5] διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν ὁ Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν· ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν· [6] τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικί. ὁ δ᾽ Ἀρχάγαθος εἰς ὀργὴν ὑπερβάλλουσαν προαχθεὶς καὶ παρά τινος τῶν ὑπασπιστῶν ἁρπάσας σιβύνην διήλασε διὰ τῶν πλευρῶν. τοῦτον μὲν οὖν παραχρῆμα τελευτήσαντα πρὸς τὴν ἰδίαν ἀπήνεγκαν σκηνὴν οἷς ἦν ἐπιμελές· ἅμα δ᾽ ἡμέρᾳ συνελθόντες οἱ τοῦ φονευθέντος φίλοι καὶ πολλοὶ τῶν ἄλλων στρατιωτῶν συνδραμόντες ἠγανάκτουν ἐπὶ τοῖς πραχθεῖσι καὶ θορύβου τὴν παρεμβολὴν ἐπλήρωσαν. [7] πολλοὶ δὲ καὶ τῶν ἐφ᾽ ἡγεμονίαις τεταγμένων, ἐν ἐγκλήμασιν ὄντες καὶ φοβούμενοι περὶ σφῶν αὐτῶν, συνεπιθέμενοι τῷ καιρῷ στάσιν οὐ τὴν τυχοῦσαν ἐξέκαυσαν. παντὸς δὲ τοῦ στρατεύματος μισοπονηροῦντος ἕκαστοι τὰς πανοπλίας ἀνελάμβανον ἐπὶ τὴν τοῦ φονεύσαντος τιμωρίαν· καὶ πέρας τὸ πλῆθος ᾤετο δεῖν Ἀρχάγαθον ἀναιρεῖσθαι, μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους αὐτὸν ἀντ᾽ ἐκείνου τὴν τιμωρίαν ὑπέχειν. [8] ἀπῄτουν δὲ καὶ τοὺς μισθοὺς τοὺς ὀφειλομένους καὶ στρατηγοὺς ᾑροῦντο τοὺς ἀφηγησομένους τοῦ στρατοπέδου καὶ τὸ τελευταῖον τὰ τείχη κατελαμβάνοντό τινες τοῦ Τύνητος καὶ πανταχόθεν φυλακαῖς περιέλαβον τοὺς δυνάστας.

οἱ δὲ Καρχηδόνιοι [p. 221] γνόντες τὴν παρὰ τοῖς πολεμίοις στάσιν ἔπεμψάν τινας ἀξιοῦντες μεταβάλλεσθαι καὶ τούς τε μισθοὺς μείζους καὶ δωρεὰς ἀξιολόγους δώσειν ἐπηγγέλλοντο. πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων ἀπάξειν πρὸς αὐτοὺς τὴν στρατιὰν ἐπηγγείλαντο· [2] ὁ δ᾽ Ἀγαθοκλῆς ὁρῶν τὴν σωτηρίαν ἐπὶ ῥοπῆς κειμένην καὶ φοβούμενος μὴ τοῖς πολεμίοις παραδοθεὶς μεθ᾽ ὕβρεως καταστρέψῃ τὸν βίον, ὑπέλαβε κρεῖττον εἶναι, κἂν δέῃ τι πάσχειν, ὑπὸ τῶν στρατιωτῶν ἀποθανεῖν. [3] διόπερ ἀποθέμενος τὴν πορφύραν καὶ μεταλαβὼν ἰδιωτικὴν καὶ ταπεινὴν ἐσθῆτα παρῆλθεν εἰς τὸ μέσον. σιωπῆς οὖν γενομένης διὰ τὸ παράδοξον καὶ πολλῶν γενομένων τῶν συνδραμόντων διεξῆλθε λόγους οἰκείους τῆς περιστάσεως καὶ τῶν προκατεργασθεισῶν αὐτῷ πράξεων ἀναμνήσας ἔφησεν ἕτοιμος εἶναι τελευτᾶν, εἰ τοῦτο δόξει συμφέρειν τοῖς συστρατευομένοις· [4] οὐδέποτε γὰρ αὐτὸν δειλίᾳ συνεσχημένον ὑπομεῖναί τι παθεῖν ἄτοπον ἕνεκα τοῦ φιλοψυχεῖν. καὶ τούτου μάρτυρας ἐκείνους ὑπάρχειν ἀποφαινόμενος ἐγύμνωσε τὸ ξίφος, ὡς σφάξων ἑαυτόν. μέλλοντος δ᾽ ἐπιφέρειν πληγὴν ἀνεβόησε τὸ στρατόπεδον διακωλῦον καὶ πανταχόθεν ἐγίνοντο φωναὶ τῶν ἐγκλημάτων ἀπολύουσαι. [5] προστάττοντος δὲ τοῦ πλήθους ἀναλαβεῖν τὴν βασιλικὴν ἐσθῆτα δακρύων καὶ τοῖς ὄχλοις εὐχαριστῶν ἐνεδύετο τὸν προσήκοντα κόσμον, τοῦ πλήθους τὴν ἀποκατάστασιν κρότῳ παραμυθησαμένου. τῶν δὲ Καρχηδονίων καραδοκούντων [p. 222] ὡς αὐτίκα μάλα τῶν Ἑλλήνων πρὸς αὐτοὺς μεταθησομένων, Ἀγαθοκλῆς οὐ παρεὶς τὸν καιρὸν ἐξήγαγεν ἐπ᾽ αὐτοὺς τὴν δύναμιν. [6] οἱ μὲν οὖν βάρβαροι νομίζοντες τοὺς ἐναντίους ἀποχωρεῖν πρὸς αὑτούς, οὐδεμίαν τῶν πρὸς ἀλήθειαν πεπραγμένων ἔννοιαν ἐλάμβανον· ὁ δ᾽ Ἀγαθοκλῆς ὡς ἐπλησίασε τοῖς πολεμίοις, ἄφνω τὸ πολεμικὸν προσέταξε σημαίνειν καὶ προσπεσὼν πολὺν ἐποίει φόνον. οἱ δὲ Καρχηδόνιοι παραδόξῳ συμπτώματι περιπεσόντες καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλόντες συνέφυγον εἰς τὴν παρεμβολήν. [7] Ἀγαθοκλῆς μὲν οὖν διὰ τὸν υἱὸν εἰς τοὺς ἐσχάτους ἐλθὼν κινδύνους διὰ τῆς ἰδίας ἀρετῆς οὐ μόνον λύσιν εὗρε τῶν κακῶν, ἀλλὰ καὶ τοὺς πολεμίους ἠλάττωσεν· οἱ δὲ τῆς στάσεως μάλιστ᾽ αἴτιοι γενόμενοι καὶ τῶν ἄλλων ὅσοι πρὸς τὸν δυνάστην ἀλλοτρίως διέκειντο, ὑπὲρ τοὺς διακοσίους ὄντες, ἐτόλμησαν πρὸς τοὺς Καρχηδονίους αὐτομολῆσαι. ἡμεῖς δὲ τὰ περὶ Λιβύην καὶ Σικελίαν διεληλυθότες μνησθησόμεθα καὶ τῶν ἐν Ἰταλίᾳ πραχθέντων.

τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν, [2] οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων τοὺς τὰ Ῥωμαίων φρονοῦντας. διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ [p. 223] Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο. [3] ὁ δὲ Φάβιος Τυρρηνῶν πολλοῖς πλήθεσιν ἐπὶ τὸ Σούτριον συνδραμόντων ἔλαθε τοὺς πολεμίους διὰ τῆς τῶν ὁμόρων χώρας συνἐμβαλὼν εἰς τὴν ἀνωτέρω Τυρρηνίαν, ἀπόρθητον γενομένην πολλῶν χρόνων· [4] ἐπιπεσὼν δὲ ἀνελπίστως τῆς τε χώρας πολλὴν ἐδῄωσε καὶ τοὺς ἐπελθόντας τῶν ἐγχωρίων νικήσας πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ζῶντας ὑποχειρίους ἔλαβεν. μετὰ δὲ ταῦτα περὶ τὴν καλουμένην Περυσίαν δευτέρᾳ μάχῃ τῶν Τυρρηνῶν κρατήσας, πολλοὺς ἀνελὼν κατεπλήξατο τὸ ἔθνος, πρῶτος Ῥωμαίων μετὰ δυνάμεως ἐμβεβληκὼς εἰς τοὺς τόπους τούτους. [5] καὶ πρὸς μὲν Ἀρρητινοὺς καὶ Κροτωνιάτας, ἔτι δὲ Περυσίνους ἀνοχὰς ἐποιήσατο· πόλιν δὲ τὴν ὀνομαζομένην Καστόλαν ἐκπολιορκήσας συνηνάγκασε τοὺς Τυρρηνοὺς λῦσαι τὴν τοῦ Σουτρίου πολιορκίαν.

ἐν δὲ τῇ Ῥώμῃ κατὰ τοῦτον τὸν ἐνιαυτὸν τιμητὰς εἵλοντο καὶ τούτων ὁ ἕτερος Ἄππιος Κλαύδιος ὑπήκοον ἔχων τὸν συνάρχοντα Λεύκιον Πλαύτιον πολλὰ [p. 224] τῶν πατρῴων νομίμων ἐκίνησε· τῷ δήμῳ γὰρ τὸ κεχαρισμένον ποιῶν οὐδένα λόγον ἐποιεῖτο τῆς συγκλήτου. καὶ πρῶτον μὲν τὸ καλούμενον Ἄππιον ὕδωρ ἀπὸ σταδίων ὀγδοήκοντα κατήγαγεν εἰς τὴν Ῥώμην καὶ πολλὰ τῶν δημοσίων χρημάτων εἰς ταύτην τὴν κατασκευὴν ἀνήλωσεν ἄνευ δόγματος τῆς συγκλήτου· [2] μετὰ δὲ ταῦτα τῆς ἀφ᾽ ἑαυτοῦ κληθείσης Ἀππίας ὁδοῦ τὸ πλεῖον μέρος λίθοις στερεοῖς κατέστρωσεν ἀπὸ Ῥώμης μέχρι Καπύης, ὄντος τοῦ διαστήματος σταδίων πλειόνων ἢ χιλίων, καὶ τῶν τόπων τοὺς μὲν ὑπερέχοντας διασκάψας, τοὺς δὲ φαραγγώδεις ἢ κοίλους ἀναλήμμασιν ἀξιολόγοις ἐξισώσας κατηνάλωσεν ἁπάσας τὰς δημοσίας προσόδους, αὑτοῦ δὲ μνημεῖον ἀθάνατον κατέλιπεν, [3] εἰς κοινὴν εὐχρηστίαν φιλοτιμηθείς. κατέμιξε δὲ καὶ τὴν σύγκλητον, οὐ τοὺς εὐγενεῖς καὶ προέχοντας τοῖς ἀξιώμασι προσγράφων μόνον, ὡς ἦν ἔθος, ἀλλὰ πολλοὺς καὶ τῶν ἀπελευθέρων υἱοὺς ἀνέμιξεν· ἐφ᾽ οἷς βαρέως ἔφερον οἱ καυχώμενοι ταῖς εὐγενείαις. [4] ἔδωκε δὲ τοῖς πολίταις καὶ τὴν ἐξουσίαν ἐν ὁποίᾳ τις βούλεται φυλῇ τάττεσθαι καὶ ὅποι προαιροῖτο τιμήσασθαι. [p. 225] τὸ δ᾽ ὅλον, ὁρῶν τεθησαυρισμένον κατ᾽ αὐτοῦ παρὰ τοῖς ἐπιφανεστάτοις τὸν φθόνον, ἐξέκλινε τὸ προσκόπτειν τισὶ τῶν ἄλλων πολιτῶν, ἀντίταγμα κατασκευάζων τῇ τῶν εὐγενῶν ἀλλοτριότητι τὴν παρὰ τῶν πολλῶν εὔνοιαν. [5] καὶ κατὰ μὲν τὴν τῶν ἱππέων δοκιμασίαν οὐδενὸς ἀφείλετο τὸν ἵππον, κατὰ δὲ τὴν τῶν συνέδρων καταγραφὴν οὐδένα τῶν ἀδοξούντων συγκλητικῶν ἐξέβαλεν, ὅπερ ἦν ἔθος ποιεῖν τοῖς τιμηταῖς. εἶθ᾽ οἱ μὲν ὕπατοι διὰ τὸν φθόνον καὶ διὰ τὸ βούλεσθαι τοῖς ἐπιφανεστάτοις χαρίζεσθαι συνῆγον τὴν σύγκλητον οὐ τὴν ὑπὸ τούτου καταλεγεῖσαν, ἀλλὰ τὴν ὑπὸ τῶν προγεγενημένων τιμητῶν καταγραφεῖσαν· [6] ὁ δὲ δῆμος τούτοις μὲν ἀντιπράττων, τῷ δὲ Ἀππίῳ συμφιλοτιμούμενος καὶ τὴν τῶν συγγενῶν προαγωγὴν βεβαιῶσαι βουλόμενος ἀγορανόμον εἵλετο τῆς ἐπιφανεστέρας ἀγορανομίας υἱὸν ἀπελευθέρου Γναῖον Φλάυιον, ὃς πρῶτος Ῥωμαίων ἔτυχε ταύτης τῆς ἀρχῆς πατρὸς ὢν δεδουλευκότος. ὁ δ᾽ Ἄππιος τῆς ἀρχῆς ἀπολυθεὶς καὶ τὸν ἀπὸ τῆς συγκλήτου φθόνον εὐλαβηθεὶς προσεποιήθη τυφλὸς εἶναι καὶ κατ᾽ οἰκίαν ἔμενεν.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν [p. 226] τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖς Ἠλείοις ὀλυμπιὰς ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατὸν δέκα, καθ᾽ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδης Τεγεάτης. κατὰ δὲ τούτους τοὺς χρόνους Πτολεμαῖος μὲν ἐκ τῆς Μύνδου πλεύσας ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε. κομισθεὶς δ᾽ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεως. τὰς δὲ αἰτίας δι᾽ ἃς ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότες ἐν ταῖς πρὸ ταύτης βίβλοις τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν. [2] ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν· ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθ᾽ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον. [3] ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δ᾽ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον. ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς [p. 227] Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου. [4] διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον· ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν. [5] ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρ᾽ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον· ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν. [6] ὁ δ᾽ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατ᾽ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς. [7] ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.

κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δ᾽ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις. [2] οἱ δὲ [p. 228] Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν· ἐπεὶ δ᾽ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις. [3] καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστ᾽ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν. ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν ἄλλην στρατοπεδείαν τῶν πολεμίων. [4] οἱ δὲ Καρχηδόνιοι τὴν ἐπίνοιαν αὐτοῦ κατανοήσαντες ἐξήγαγον τὴν στρατιὰν ἐκ τῆς παρεμβολῆς καὶ παρατάξαντες ἕτοιμοι πρὸς μάχην καθειστήκεισαν. ἐπεὶ δ᾽ ἑώρων τοὺς περὶ τὸν Ἀγαθοκλέα διαβαίνοντας ἤδη τὸν ποταμόν, συντεταγμένοι ἐνέβαλον καὶ περὶ τὸ ῥεῖθρον δυσπέρατον ὑπάρχον πολλοὺς τῶν ἐναντίων ἀνῄρουν. [5] προσβιαζομένων δὲ τῶν μετ᾽ Ἀγαθοκλέους οἱ μὲν Ἕλληνες ταῖς ἀρεταῖς ὑπερεῖχον, οἱ δὲ βάρβαροι τοῖς πλήθεσι περιεγίνοντο. ἔνθα δὴ τῶν στρατοπέδων ἐπὶ πολὺν χρόνον φιλοτίμως ἀγωνιζομένων οἱ παρ᾽ ἀμφοτέροις Νομάδες τῆς μὲν μάχης ἀφειστήκεισαν, ἐπετήρουν δὲ τὸ τέλος τοῦ κινδύνου, διεγνωκότες τῶν ἡττημένων τὰς ἀποσκευὰς διαρπάσαι. [p. 229] [6] Ἀγαθοκλῆς δὲ τοὺς ἀρίστους ἔχων περὶ αὑτὸν πρῶτος ἐβιάσατο τοὺς ἀνθεστηκότας καὶ τῇ τούτων τροπῇ τοὺς λοιποὺς βαρβάρους φυγεῖν ἐποίησεν· μόνοι δὲ τῶν ἱππέων οἱ συναγωνιζόμενοι τοῖς Καρχηδονίοις Ἕλληνες, ὧν Κλίνων ἡγεῖτο, τοὺς περὶ τὸν Ἀγαθοκλέα βαρεῖς ἐπικειμένους ὑπέστησαν. ἀγωνισαμένων δ᾽ αὐτῶν λαμπρῶς οἱ πλεῖστοι μὲν ἀνῃρέθησαν μαχόμενοι γενναίως, οἱ δὲ περιλειφθέντες τύχῃ τινὶ διεσώθησαν.

ὁ δ᾽ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὥρμησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει τοὺς Καρχηδονίους. οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν. [2] ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἷοί τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὥρμησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον. ἐρήμου δ᾽ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν. [3] ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν. [p. 230] [4] ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δ᾽ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο. [5] οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων· [6] Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.

ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην. οὗτος δ᾽ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν. [2] τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρ᾽ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν. [3] εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵν᾽ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετ᾽ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν [p. 231] τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι. [4] τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατ᾽ ἐπιθυμίαν, ἀλλὰ κατ᾽ ἀνάγκην ἀφῖχθαι. [5] ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων. [6] διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον. [7] τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει· ὥσθ᾽ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.

ὁ δ᾽ οὖν Ὀφέλλας, ἐπειδὴ πάντ᾽ αὐτῷ πρὸς τὴν στρατείαν κατεσκεύαστο λαμπρῶς, ἐξώρμησε μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ ἑξακοσίους, ἅρματα δὲ ἑκατόν, ἡνιόχους δὲ καὶ παραβάτας πλείους τῶν τριακοσίων. ἠκολούθουν [p. 232] δὲ καὶ τῶν ἔξω τάξεως λεγομένων οὐκ ἐλάττους μυρίων· πολλοὶ δὲ τούτων τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην παρασκευὴν ἦγον, ὥστε ἐμφερῆ τὴν στρατιὰν ὑπάρχειν ἀποικίᾳ. [2] ὀκτωκαίδεκα μὲν οὖν ἡμέρας ὁδοιπορήσαντες καὶ διελθόντες σταδίους τρισχιλίους κατεσκήνωσαν περὶ Αὐτόμαλα· ἐντεῦθεν δὲ πορευομένοις ὑπῆρχεν ὄρος ἐξ ἀμφοτέρων τῶν μερῶν ἀπόκρημνον, ἐν μέσῳ δ᾽ ἔχον φάραγγα βαθεῖαν, ἐξ ἧς ἀνέτεινε λισσὴ πέτρα πρὸς ὀρθὸν ἀνατείνουσα σκόπελον· [3] περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν· διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατετυπῶσθαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη. τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν. [4] διὸ καὶ καθ᾽ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν. [5] ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως. μὴ πολυπραγμονούσης [p. 233] οὖν αὐτῆς κατ᾽ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν· καὶ διὰ τοῦτ᾽ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν. [6] ὅτι δὲ κατὰ τὴν Λιβύην γέγονεν αὕτη καὶ τὸν Εὐριπίδην δείξαι τις ἂν μαρτυροῦντα· λέγει γὰρ

τίς τοὔνομα τὸ ἐπονείδιστον βροτοῖς
οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;

ὁ γ᾽ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον. [2] δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν. καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες [p. 234] τὴν χρόαν τῇ κατ᾽ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον. τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπ᾽ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν. [3] εἶθ᾽ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατ᾽ αὐτῶν ἥκουσαν· ὁ δ᾽ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφ᾽ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους. [4] εἶθ᾽ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν· [5] ὁ δ᾽ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως [p. 235] πάσης. Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.

ἐν δὲ τῇ Καρχηδόνι Βορμίλκας πάλαι διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπεζήτει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον. πολλάκις δὲ διδόντος τοῦ καιροῦ τὰς ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμπίπτουσα διεκώλυεν· δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν. ὃ καὶ τότε συνέβαινεν καὶ περὶ ἐκεῖνον· [2] ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας. [3] καθ᾽ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα. [4] οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος· εἵλετο γὰρ ἂν Βορμίλκας ἐπ᾽ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ [p. 236] μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν· οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο· ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετ᾽ Ὀφέλλα δύναμιν. [5] ἀλλ᾽, οἶμαι, παρ᾽ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δ᾽ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν· [6] ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι. [7] ταύτῃ δ᾽ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεωρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελουμένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δ᾽ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δ᾽ ἀναγραφὴν ἐστερημένην τῆς ὁμοίας ἐξουσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως.

ὁ δ᾽ οὖν Βορμίλκας ἐξετασμὸν τῶν στρατιωτῶν ποιησάμενος ἐν τῇ καλουμένῃ Νέᾳ πόλει, μικρὸν ἔξω [p. 237] τῆς ἀρχαίας Καρχηδόνος οὔσῃ, τοὺς μὲν ἄλλους διαφῆκε, τοὺς δὲ συνειδότας περὶ τῆς ἐπιθέσεως, ὄντας πολίτας μὲν πεντακοσίους, μισθοφόρους δὲ περὶ χιλίους, ἀνέδειξεν ἑαυτὸν τύραννον. [2] εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων. γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως· ὡς δ᾽ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὥρμησαν ἐπὶ τὸν τύραννον. [3] ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὥρμησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε. [4] τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος. [5] διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθ᾽ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι. καταλαβομένων δ᾽ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι. [p. 238] [6] τέλος δὲ πρέσβεις πέμψαντες τῶν πρεσβυτάτων τοὺς εὐθέτους καὶ τῶν ἐγκλημάτων δόντες ἄφεσιν διελύθησαν· καὶ τοῖς μὲν ἄλλοις οὐδὲν ἐμνησικάκησαν διὰ τοὺς περιεστῶτας τὴν πόλιν κινδύνους, αὐτὸν δὲ τὸν Βορμίλκαν αἰκισάμενοι δεινῶς τοῦ ζῆν ἐστέρησαν, οὐδὲν φροντίσαντες τῶν δεδομένων ὅρκων. Καρχηδόνιοι μὲν οὖν κινδυνεύσαντες τοῖς ὅλοις σφαλῆναι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρῴαν πολιτείαν. [7] Ἀγαθοκλῆς δὲ πλοῖα φορτηγὰ γεμίσας τῶν λαφύρων καὶ τοὺς ἀχρήστους εἰς πόλεμον τῶν ἐκ Κυρήνης παραγενομένων ἐμβιβάσας ἀπέστειλεν εἰς Συρακούσσας. χειμώνων δ᾽ ἐπιγενομένων ἃ μὲν διεφθάρη τῶν πλοίων, ἃ δ᾽ ἐξέπεσε πρὸς τὰς κατ᾽ Ἰταλίαν Πιθηκούσσας νήσους, ὀλίγα δ᾽ εἰς τὰς Συρακούσσας διεσώθη. [8] κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον. [9] εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν. διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς [p. 239] ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου· παράγγελμα δ᾽ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου. [2] καταπλεύσαντος δ᾽ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο. [3] τῶν δ᾽ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων. τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δ᾽ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δ᾽ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ. [4] τῇ δ᾽ ὑστεραίᾳ πεμφθεὶς μεθ᾽ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς [p. 240] καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον. [5] οὗτος μὲν οὖν ἔτη δέκα τῆς πόλεως ἐπιστατήσας ἐξέπεσεν ἐκ τῆς πατρίδος τὸν εἰρημένον τρόπον. ὁ δὲ δῆμος τῶν Ἀθηναίων κομισάμενος τὴν ἐλευθερίαν ἐψηφίσατο τιμὰς τοῖς αἰτίοις τῆς αὐτονομίας. Δημήτριος δ᾽ ἐπιστήσας τοὺς πετροβόλους καὶ τὰς ἄλλας μηχανὰς καὶ τὰ βέλη προσέβαλλε τῇ Μουνυχίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [6] ἀμυνομένων δὲ τῶν ἔνδον ἀπὸ τῶν τειχῶν εὐρώστως συνέβαινε τοὺς μὲν περὶ Διονύσιον προέχειν ταῖς δυσχωρίαις καὶ ταῖς τῶν τόπων ὑπεροχαῖς, οὔσης τῆς Μουνυχίας ὀχυρᾶς οὐ μόνον ἐκ φύσεως, ἀλλὰ καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς, τοὺς δὲ περὶ τὸν Δημήτριον τῷ τε πλήθει τῶν στρατιωτῶν πολλαπλασίους εἶναι καὶ ταῖς παρασκευαῖς πολλὰ πλεονεκτεῖν. [7] τέλος δ᾽ ἐπὶ δύο ἡμέρας συνεχῶς τῆς πολιορκίας γινομένης οἱ μὲν φρουροὶ τοῖς καταπέλταις καὶ πετροβόλοις συντιτρωσκόμενοι καὶ διαδόχους οὐκ ἔχοντες ἠλαττοῦντο, οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ διαδοχῆς κινδυνεύοντες καὶ νεαλεῖς ἀεὶ γινόμενοι, διὰ τῶν πετροβόλων ἐρημωθέντος τοῦ τείχους, ἐνέπεσον εἰς τὴν Μουνυχίαν καὶ τοὺς μὲν φρουροὺς ἠνάγκασαν θέσθαι τὰ ὅπλα, τὸν δὲ φρούραρχον Διονύσιον ἐζώγρησαν.

τούτων δὲ ὀλίγαις ἡμέραις κατευτυχηθέντων ὁ μὲν [p. 241] Δημήτριος κατασκάψας τὴν Μουνυχίαν ὁλόκληρον τῷ δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησεν καὶ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτοὺς συνέθετο, [2] οἱ δὲ Ἀθηναῖοι γράψαντος ψήφισμα Στρατοκλέους ἐψηφίσαντο χρυσᾶς μὲν εἰκόνας ἐφ᾽ ἅρματος στῆσαι τοῦ τε Ἀντιγόνου καὶ Δημητρίου πλησίον Ἁρμοδίου καὶ Ἀριστογείτονος, στεφανῶσαι δὲ ἀμφοτέρους ἀπὸ ταλάντων διακοσίων καὶ βωμὸν ἱδρυσαμένους προσαγορεῦσαι Σωτήρων, πρὸς δὲ τὰς δέκα φυλὰς προσθεῖναι δύο, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ συντελεῖν αὐτοῖς κατ᾽ ἐνιαυτὸν ἀγῶνας καὶ πομπὴν καὶ θυσίαν, ἐνυφαινόντων αὐτοὺς εἰς τὸν τῆς Ἀθηνᾶς πέπλον κατ᾽ ἐνιαυτόν. [3] ὁ μὲν οὖν δῆμος ἐν τῷ Λαμιακῷ πολέμῳ καταλυθεὶς ὑπ᾽ Ἀντιπάτρου μετ᾽ ἔτη πεντεκαίδεκα παραδόξως ἐκομίσατο τὴν πάτριον πολιτείαν· ὁ δὲ Δημήτριος, φρουρουμένης τῆς Μεγαρέων πόλεως, ἐκπολιορκήσας αὐτὴν ἀπέδωκεν τὴν αὐτονομίαν τῷ δήμῳ καὶ τιμῶν ἀξιολόγων ἔτυχεν ὑπὸ τῶν εὖ παθόντων. [4] Ἀντίγονος δέ, παραγενομένων πρὸς αὐτὸν Ἀθήνηθεν πρεσβευτῶν καὶ τό τε περὶ τῶν τιμῶν ἀναδόντων ψήφισμα καὶ περὶ σίτου καὶ ξύλων εἰς ναυπηγίαν διαλεχθέντων, ἔδωκεν αὐτοῖς πυροῦ μὲν μεδίμνων πεντεκαίδεκα μυριάδας, ὕλην δὲ τὴν ἱκανὴν ναυσὶν ἑκατόν· ἐξ Ἴμβρου δὲ τὴν φρουρὰν ἐξαγαγὼν ἀπέδωκεν αὐτοῖς τὴν πόλιν. [5] πρὸς δὲ τὸν υἱὸν Δημήτριον ἔγραψε κελεύων τῶν μὲν συμμαχίδων πόλεων συνέδρους συστήσασθαι τοὺς βουλευσομένους κοινῇ περὶ τῶν τῇ Ἑλλάδι συμφερόντων, [p. 242] αὐτὸν δὲ μετὰ τῆς δυνάμεως εἰς Κύπρον πλεῦσαι καὶ διαπολεμῆσαι τὴν ταχίστην πρὸς τοὺς Πτολεμαίου στρατηγούς. [6] οὗτος μὲν οὖν συντόμως πάντα πράξας κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς καὶ κομισθεὶς ἐπὶ Καρίας παρεκάλει τοὺς Ῥοδίους πρὸς τὸν κατὰ Πτολεμαίου πόλεμον. οὐ προσεχόντων δ᾽ αὐτῶν, ἀλλὰ κοινὴν εἰρήνην αἱρουμένων ἄγειν πρὸς ἅπαντας ταύτην ἀρχὴν συνέβη γενέσθαι τῷ δήμῳ τῆς πρὸς Ἀντίγονον ἀλλοτριότητος.

ὁ δὲ Δημήτριος παραπλεύσας εἰς Κιλικίαν κἀκεῖθεν ναῦς καὶ στρατιώτας προσλαβόμενος διέπλευσεν εἰς τὴν Κύπρον ἔχων πεζοὺς μὲν μυρίους πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ναῦς δὲ ταχυναυτούσας μὲν τριήρεις πλείους τῶν ἑκατὸν δέκα, τῶν δὲ βαρυτέρων στρατιωτίδων πεντήκοντα καὶ τρεῖς καὶ πόρια τῶν παντοδαπῶν ἱκανὰ τῷ πλήθει τῶν ἱππέων τε καὶ πεζῶν. [2] καὶ τὸ μὲν πρῶτον κατεστρατοπέδευσεν ἐν τῇ παραλίᾳ τῆς Καρπασίας καὶ νεωλκήσας τὰ σκάφη χάρακι καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὠχύρωσεν· ἔπειτα τοῖς πλησιοχώροις προσβολὰς ποιησάμενος εἷλε κατὰ κράτος Οὐρανίαν καὶ Καρπασίαν, τῶν δὲ νεῶν τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Σαλαμῖνα. [3] ὁ δὲ τεταγμένος ὑπὸ Πτολεμαίου [p. 243] τῆς νήσου στρατηγὸς Μενέλαος συναγαγὼν τοὺς στρατιώτας ἐκ τῶν φρουρίων διέτριβεν ἐν Σαλαμῖνι, ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων ἐξῆλθεν ἔχων πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ περὶ ὀκτακοσίους. γενομένης δὲ μάχης ἐπ᾽ ὀλίγον χρόνον οἱ μὲν περὶ τὸν Μενέλαον ἐκβιασθέντες ἐτράπησαν, ὁ δὲ Δημήτριος συνδιώξας τοὺς πολεμίους εἰς τὴν πόλιν αἰχμαλώτους μὲν ἔλαβεν οὐ πολὺ ἐλάττους τρισχιλίων, ἀνεῖλε δὲ περὶ χιλίους. [4] τοὺς δ᾽ ἁλόντας τὸ μὲν πρῶτον ἀπολύσας τῶν ἐγκλημάτων καταδιεῖλεν εἰς τὰς τῶν ἰδίων στρατιωτῶν τάξεις· ἀποδιδρασκόντων δ᾽ αὐτῶν πρὸς τοὺς περὶ τὸν Μενέλαον διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι παρὰ Πτολεμαίῳ, γνοὺς ἀμεταθέτους ὄντας ἐνεβίβασεν εἰς τὰς ναῦς καὶ πρὸς Ἀντίγονον εἰς Συρίαν ἀπέστειλεν. [5] οὗτος δὲ τοῦτον τὸν χρόνον διέτριβε περὶ τὴν ἄνω Συρίαν, πόλιν κτίζων περὶ τὸν Ὀρόντην ποταμὸν τὴν ὠνομασμένην Ἀντιγονίαν ἀφ᾽ ἑαυτοῦ. κατεσκεύαζε δὲ πολυτελῶς, τὴν περίμετρον ὑποστησάμενος σταδίων ἑβδομήκοντα· εὐφυὴς γὰρ ἦν ὁ τόπος ἐφεδρεῦσαι τῇ τε Βαβυλῶνι καὶ ταῖς ἄνω σατραπείαις καὶ πάλιν τῇ κάτω Συρίᾳ καὶ ταῖς ἀπ᾽ Αἰγύπτου σατραπείαις. [6] οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι [p. 244] τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπ᾽ αὐτοῦ, ἀπ᾽ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες· [7] τῶν δὲ κατὰ τὴν Κύπρον οἱ περὶ τὸν Μενέλαον ἡττημένοι τῇ μάχῃ τὰ μὲν βέλη καὶ τὰς μηχανὰς παρεκόμισαν ἐπὶ τὰ τείχη καὶ τοῖς στρατιώταις διαλαβόντες τὰς ἐπάλξεις παρεσκευάζοντο πρὸς τὸν κίνδυνον, ὁρῶντες καὶ τὸν Δημήτριον πρὸς πολιορκίαν ἑτοιμαζόμενον, [8] πρὸς δὲ Πτολεμαῖον ἀπέστειλαν εἰς Αἴγυπτον τοὺς δηλώσοντας περὶ τῶν ἐλαττωμάτων καὶ ἀξιώσοντας βοηθεῖν, ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων.

Δημήτριος δὲ τήν τε τῶν Σαλαμινίων ὁρῶν πόλιν οὐκ εὐκαταφρόνητον οὖσαν καὶ στρατιωτῶν πλῆθος ὑπάρχον ἐν αὐτῇ τῶν ἀμυνομένων ἔκρινε μηχανάς τε τοῖς μεγέθεσιν ὑπεραιρούσας κατασκευάζειν καὶ καταπέλτας ὀξυβελεῖς καὶ λιθοβόλους παντοίους καὶ τὴν ἄλλην κατασκευὴν καταπληκτικήν. μετεπέμψατο δὲ καὶ τεχνίτας ἐκ τῆς Ἀσίας καὶ σίδηρον, ἔτι δ᾽ ὕλης πλῆθος καὶ τῆς ἄλλης χορηγίας τὴν ἐπιτήδειον κατασκευήν. [2] ταχὺ δὲ πάντων εὐτρεπῶν αὐτῷ γενομένων συνέπηξε μηχανὴν τὴν ὀνομαζομένην ἑλέπολιν, τὸ πλάτος ἔχουσαν ἑκάστην πλευρὰν τεσσαράκοντα καὶ πέντε πήχεις, τὸ δ᾽ ὕψος πηχῶν ἐννενήκοντα, διειλημμένην στέγαις ἐννέα, ὑπότροχον δὲ πᾶσαν τροχοῖς στερεοῖς τέσσαρσιν [p. 245] ὀκταπήχεσι τὸ ὕψος. [3] κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους. τῆς δ᾽ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων. [4] προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς. [5] ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφ᾽ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν ὁ κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων· τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας. [6] οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων. [7] ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων [p. 246] διαφθαρῆναι. [8] ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδ᾽ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.

Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν. κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους. [2] εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δ᾽ ἦν ἡ μεγίστη πεντήρης, ἡ δ᾽ ἐλαχίστη τετρήρης· στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων, [3] ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων. οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα· ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος. [4] ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε. [p. 247] [5] κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος. [6] τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.

ὁ δὲ Δημήτριος κατανοήσας τὸν ἐπίπλουν Ἀντισθένην μὲν τὸν ναύαρχον ἔχοντα ναῦς δέκα τῶν πεντηρικῶν ἀπέλιπε κωλύσοντα τὰς ἐκ τῆς πόλεως ναῦς ἐπεξιέναι πρὸς τὴν ναυμαχίαν, ἔχοντος τοῦ λιμένος στενὸν τὸν ἔκπλουν, τοῖς δ᾽ ἱππεῦσι προσέταξε παράγειν παρὰ τὸν αἰγιαλόν, ἵν᾽ ἐάν τι γένηται πταῖσμα, διασώσαιεν τοὺς πρὸς τὴν γῆν διανηξομένους. [2] αὐτὸς δ᾽ ἐκτάξας τὰς ναῦς ἀπήντα τοῖς πολεμίοις, ἔχων τὰς ἁπάσας ὀκτὼ πλείους τῶν ἑκατὸν σὺν ταῖς πληρωθείσαις ἐκ τῶν χωρίων τῶν ληφθέντων· τούτων δ᾽ ἦσαν αἱ μέγισται μὲν ἑπτήρεις, αἱ πλεῖσται δὲ πεντήρεις. [3] καὶ τὸ μὲν εὐώνυμον κέρας ἐπεῖχον ἑπτήρεις ἑπτὰ Φοινίκων, τετρήρεις δὲ τριάκοντα τῶν Ἀθηναίων, Μηδίου τοῦ ναυάρχου τὴν ἡγεμονίαν ἔχοντος· ἐπίπλους δὲ τούτοις ἔταξεν ἑξήρεις δέκα καὶ πεντήρεις ἄλλας τοσαύτας, διεγνωκὼς ἴσως ἰσχυρὸν κατασκευάσαι [p. 248] τοῦτο τὸ κέρας ἐφ᾽ οὗ καὶ αὐτὸς ἤμελλε διαγωνίζεσθαι. [4] κατὰ μέσην δὲ τὴν τάξιν τὰ ἐλάχιστα τῶν σκαφῶν ἔστησεν, ὧν ἡγοῦντο Θεμίσων τε ὁ Σάμιος καὶ Μαρσύας ὁ τὰς Μακεδονικὰς πράξεις συνταξάμενος. τὸ δὲ δεξιὸν εἶχε κέρας Ἡγήσιππός τε ὁ Ἁλικαρνασσεὺς καὶ Πλειστίας ὁ Κῷος, ἀρχικυβερνήτης ὢν τοῦ σύμπαντος στόλου. [5] Πτολεμαῖος δὲ τὸ μὲν πρῶτον ἔτι νυκτὸς ἐπέπλει κατὰ σπουδὴν ἐπὶ τὴν Σαλαμῖνα, νομίζων φθάσαι τοὺς πολεμίους τὸν εἴσπλουν ποιησάμενος· ὡς δ᾽ ἡμέρας ἐπιγενομένης οὐ μακρὰν ὁ τῶν ἐναντίων στόλος ἐκτεταγμένος ἑωρᾶτο, καὶ αὐτὸς τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζετο. [6] τὰ μὲν οὖν πόρια πόρρωθεν ἐπακολουθεῖν παρήγγειλεν, τῶν δὲ ἄλλων νεῶν τὴν ἁρμόζουσαν τάξιν ποιησάμενος αὐτὸς τὸ λαιὸν κέρας διακατεῖχε, συναγωνιζομένων αὐτῷ τῶν μεγίστων σκαφῶν. τοιαύτης δὲ τῆς διατάξεως γενομένης εὐχὰς ἑκάτεροι τοῖς θεοῖς ἐποιοῦντο, καθάπερ ἦν ἔθος, διὰ τῶν κελευστῶν, συνεπιλαβομένου καὶ τοῦ πλήθους τῇ φωνῇ.

οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν. Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς· [2] τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη. [p. 249] ὡς δ᾽ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ συνηλάλαξαν αἱ δυνάμεις ἀμφότεραι, φερομένων ἁπασῶν τῶν νεῶν εἰς ἐμβολὴν καταπληκτικῶς τὸ μὲν πρῶτον τοῖς τόξοις καὶ τοῖς πετροβόλοις, ἔτι δὲ τοῖς ἀκοντίσμασι πυκνοῖς χρώμενοι κατετραυμάτιζον τοὺς ὑποπίπτοντας· εἶτα συνεγγισάντων τῶν σκαφῶν καὶ μελλούσης γίνεσθαι τῆς ἐμβολῆς βιαίου οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων συγκαθῆκαν, οἱ δ᾽ ἐρέται παρακληθέντες ὑπὸ τῶν κελευστῶν ἐκθυμότερον ἐνέκειντο. [3] ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς· αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου. τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες· [4] οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων [p. 250] ἐφονεύοντο, οἱ δὲ κρατήσαντες τῆς ἐπιβολῆς τοὺς μὲν ἀνῄρουν, τοὺς δὲ κατὰ τὴν στενοχωρίαν ἐκβιαζόμενοι περιέτρεπον εἰς τὸ πέλαγος. ὅλως δὲ ποικίλαι καὶ παράλογοι συνίσταντο μάχαι, πολλάκις τῶν μὲν ἡττόνων ἐπικρατούντων διὰ τὴν τῶν σκαφῶν ὑπεροχήν, τῶν δὲ κρειττόνων θλιβομένων διὰ τὸ περὶ τὴν στάσιν ἐλάττωμα καὶ τὴν ἀνωμαλίαν τῶν συμβαινόντων ἐν τοῖς τοιούτοις κινδύνοις. [5] ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς δι᾽ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.

λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπ᾽ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο. [2] τριῶν δ᾽ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν. [3] Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθ᾽ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθ᾽ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν [p. 251] ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δ᾽ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον. [4] Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα. [5] κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον. γενομένου δ᾽ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα. [6] τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι· τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν [p. 252] δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν. διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.

μετὰ δὲ ταῦτα Πτολεμαῖος ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον ἀπῆρεν εἰς Αἴγυπτον. Δημήτριος δὲ πάσας τὰς ἐν τῇ νήσῳ πόλεις παραλαβὼν καὶ τοὺς φρουροῦντας στρατιώτας, τούτους μὲν εἰς τάξεις κατεχώρισεν, ὄντας πεζοὺς μὲν μυρίους ἑξακισχιλίους συντεταγμένους, ἱππεῖς δὲ περὶ ἑξακοσίους, πρὸς δὲ τὸν πατέρα ταχέως ἐμβιβάσας εἰς τὴν μεγίστην ναῦν τοὺς δηλώσοντας περὶ τῶν κατορθωθέντων ἐξαπέστειλεν. [2] ὁ δ᾽ Ἀντίγονος πυθόμενος τὴν γεγενημένην νίκην καὶ μετεωρισθεὶς ἐπὶ τῷ μεγέθει τοῦ προτερήματος διάδημα περιέθετο καὶ τὸ λοιπὸν ἐχρημάτιζε βασιλεύς, συγχωρήσας καὶ τῷ Δημητρίῳ τῆς αὐτῆς τυγχάνειν προσηγορίας καὶ τιμῆς. [3] ὁ δὲ Πτολεμαῖος οὐδὲν τῇ ψυχῇ ταπεινωθεὶς διὰ τὴν ἧτταν καὶ αὐτὸς ὁμοίως ἀνέλαβε τὸ διάδημα καὶ πρὸς ἅπαντας ἀνέγραφεν ἑαυτὸν βασιλέα. [4] παραπλησίως δὲ τούτοις καὶ οἱ λοιποὶ δυνάσται ζηλοτυπήσαντες ἀνηγόρευον ἑαυτοὺς βασιλεῖς, Σέλευκος μὲν προσφάτως τὰς ἄνω σατραπείας προσκεκτημένος, Λυσίμαχος δὲ καὶ Κάσανδρος τὰς ἐξ ἀρχῆς δοθείσας μερίδας διατηροῦντες. ἡμεῖς δὲ περὶ τούτων ἱκανῶς εἰρηκότες ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ Λιβύην καὶ Σικελίαν πραχθέντων. [p. 253]

Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα. καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν· ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος· ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι. [2] οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας· ἄφνω δ᾽ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν· οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπ᾽ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν. [3] οἱ δ᾽ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον. [4] εἶθ᾽ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας [p. 254] καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν· [5] οἱ δ᾽ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι. [6] ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων. [7] ὅπερ καὶ συνέβη γενέσθαι· ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθ᾽ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτ᾽ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρ᾽ ἀνθρώποις ὁσίων.

ὁ δ᾽ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως [p. 255] ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν. [2] τῶν δ᾽ Ἰτυκαίων τῶν μὲν εἰς τὰς οἰκίας, τῶν δ᾽ εἰς ἱερὰ καταφευγόντων δι᾽ ὀργῆς αὐτοὺς ἔχων φόνου τὴν πόλιν ἐπλήρωσε. τοὺς μὲν γὰρ ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δ᾽ ἁλόντας ἐκρέμασε, τοὺς δ᾽ ἐπὶ θεῶν ἱερὰ καὶ βωμοὺς καταφυγόντας διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν. [3] διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ. πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε. τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δ᾽ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν. [4] τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ [p. 256] τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου. [5] Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους. καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.

ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος ὁ τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθ᾽ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων. [2] οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς ὁ Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων. [3] οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας [p. 257] ἐλπίδας· Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων. [4] μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν· τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δ᾽ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.

τούτου δὲ περὶ ταῦτ᾽ ὄντος Δεινοκράτης ὁ τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς [p. 258] ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν· [2] οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δ᾽ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ, [3] προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην. τοῦ δ᾽ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην. ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα. [4] Ἀρχάγαθος γὰρ ὁ καταλειφθεὶς ὑπ᾽ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος. οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων. [5] εἶθ᾽ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, [p. 259] τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι. [6] τρίτην δ᾽ εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν, ἑξῆς δὲ τὴν ὀνομαζομένην ἄκραν Ἵππου τὴν ὁμώνυμον τῇ χειρωθείσῃ κατὰ κράτος ὑπ᾽ Ἀγαθοκλέους καὶ τελευταίαν τὴν προσαγορευομένην Ἀκρίδα πόλιν αὐτόνομον, ἣν ἐξανδραποδισάμενος ἐξέδωκετοῖς στρατιώταις διαρπάσαι.

ἐμπλήσας δ᾽ ὠφελείας τὸ στρατόπεδον κατέβη πρὸς τοὺς περὶ τὸν Ἀρχάγαθον καὶ δόξας ἀγαθὸς ἀνὴρ γεγονέναι πάλιν ἐστράτευσεν εἰς τοὺς ἄνω τῆς Λιβύης τόπους. ὑπερβαλὼν δὲ τὰς πόλεις ὧν πρότερον ἐγεγόνει κύριος, παρεισέπεσεν εἰς τὴν καλουμένην Μιλτινὴν πόλιν, ἀπροσδοκήτως ἐπιφανείς· [2] συστραφέντων δ᾽ ἐπ᾽ αὐτὸν τῶν βαρβάρων καὶ κρατησάντων ἐν ταῖς ὁδοῖς ἐξεβλήθη παραλόγως καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. ἐντεῦθεν δ᾽ ἀναζεύξας προῆγεν δι᾽ ὄρους ὑψηλοῦ παρήκοντος ἐπὶ σταδίους διακοσίους, πλήρους δ᾽ ὄντος αἰλούρων, ἐν ᾧ συνέβαινε μηδὲν ὅλως πτηνὸν νεοττεύειν μήτε ἐπὶ τοῖς δένδρεσι μήτε ἐν ταῖς φάραγξι διὰ τὴν ἀλλοτριότητα τῶν προειρημένων ζῴων. [3] διελθὼν δὲ τὴν ὀρεινὴν ταύτην ἐνέβαλεν εἰς χώραν [p. 260] ἔχουσαν πλῆθος πιθήκων καὶ πόλεις τρεῖς τὰς ἀπὸ τούτων τῶν ζῴων ὀνομαζομένας εἰς τὸν Ἑλληνικὸν τρόπον τῆς διαλέκτου μεθερμηνευομένας Πιθηκούσσας. [4] ἐν δὲ ταύταις οὐκ ὀλίγα τῶν νομίμων πολὺ παρήλλαττε τῶν παρ᾽ ἡμῖν. τάς τε γὰρ αὐτὰς οἰκίας οἱ πίθηκοι κατῴκουν τοῖς ἀνθρώποις, θεοὶ παρ᾽ αὐτοῖς νομιζόμενοι καθάπερ παρ᾽ Αἰγυπτίοις οἱ κύνες, ἔκ τε τῶν παρεσκευασμένων ἐν τοῖς ταμιείοις τὰ ζῷα τὰς τροφὰς ἐλάμβανον ἀκωλύτως ὁπότε βούλοιντο. καὶ τὰς προσηγορίας δ᾽ ἐτίθεσαν οἱ γονεῖς τοῖς παισὶ κατὰ τὸ πλεῖστον ἀπὸ τῶν πιθήκων, ὥσπερ παρ᾽ ἡμῖν ἀπὸ τῶν θεῶν. [5] τοῖς δ᾽ ἀποκτείνασι τοῦτο τὸ ζῷον ὡς ἠσεβηκόσι τὰ μέγιστα θάνατος ὥριστο πρόστιμον· διὸ δὴ καὶ παρά τισιν ἐνίσχυσεν ἐν παροιμίας μέρει λεγόμενον ἐπὶ τῶν ἀνατεὶ κτεινομένων ὅτι πιθήκου αἷμ᾽ ἀποτίσειαν. [6] ὁ δ᾽ οὖν Εὔμαχος μίαν μὲν τούτων τῶν πόλεων ἑλὼν κατὰ κράτος διήρπασε, τὰς δὲ δύο προσηγάγετο. πυνθανόμενος δὲ τοὺς περιοικοῦντας βαρβάρους ἀθροίζειν ἐπ᾽ αὐτὸν μεγάλας δυνάμεις προῆγε συντονώτερον, διεγνωκὼς ἐπανιέναι πρὸς τοὺς ἐπὶ θαλάττῃ τόπους.

μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε [p. 261] τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δ᾽ εἰς τὴν μεσόγειον, τὸ δ᾽ εἰς τοὺς ἄνω τόπους. [2] ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα· [3] ἔπειθ᾽ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη· [4] τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλ᾽ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες [p. 262]

ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν. ὁ δ᾽ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δ᾽ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δ᾽ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος. [2] τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων, [3] καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός· τῶν δ᾽ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους. [4] Ἰμίλκων δ᾽ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας. [5] μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, [p. 263] ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος. [6] οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο· ἄφνω δὲ καθ᾽ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν. [7] ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων. ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα. [8] περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δ᾽ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δ᾽ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.

ὁ δ᾽ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα. καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας [p. 264] βοηθεῖν τὴν ταχίστην. [2] τοῖς δὲ προγεγονόσιν ἀτυχήμασιν ἑτέρα τοῖς Ἕλλησιν ἐλάττωσις ἐπεγένετο· ἀπέστησαν μὲν γὰρ ἀπ᾽ αὐτῶν πλὴν ὀλίγων ἅπαντες οἱ σύμμαχοι, συνεστράφησαν δὲ αἱ τῶν πολεμίων δυνάμεις καὶ πλησίον ποιησάμενοι παρεμβολὰς ἐφήδρευον. [3] Ἰμίλκων μὲν γὰρ κατελάβετο τὰ στενὰ καὶ τῶν ἀπὸ τῆς χώρας εἰσβολῶν ἀπέκλεισε τοὺς ἐναντίους, ἀπέχοντας σταδίους ἑκατόν· ἐκ δὲ θατέρου μέρους ἐστρατοπέδευσεν Ἀτάρβας ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Τύνητος. [4] διόπερ τῶν πολεμίων οὐ μόνον τῆς θαλάττης, ἀλλὰ καὶ τῆς χώρας κυριευόντων σιτοδείᾳ τε συνέβαινε συνέχεσθαι τοὺς Ἕλληνας καὶ τῷ φόβῳ πάντοθεν κατείχοντο. [5] ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆς ὡς ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦς τε μακρὰς ἑπτακαίδεκα, διανοούμενος βοηθεῖν τοῖς περὶ τὸν Ἀρχάγαθον. καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺς περὶ Δεινοκράτην φυγάδας ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖς περὶ Λεπτίνην στρατηγοῖς ἐνεχείρισεν, αὐτὸς δὲ πληρώσας τὰς ναῦς ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν, [6] ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί. καθ᾽ ὃν δὴ χρόνον ἐκ Τυρρηνίας αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα [p. 265] ναῦς ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸς εἰς τὸν λιμένα εἰσπεσοῦσαι τοὺς Καρχηδονίους ἔλαθον. ὁ δ᾽ Ἀγαθοκλῆς ταύτης τυχὼν τῆς ἀφορμῆς κατεστρατήγησε τοὺς πολεμίους, τοῖς μὲν συμμάχοις μένειν παραγγείλας μέχρι ἂν αὐτὸς ἐκπλεύσας ἐπισπάσηται τοὺς Φοίνικας πρὸς τὸν διωγμόν, αὐτὸς δέ, καθάπερ ἦν συντεθειμένος, ἐκ τοῦ λιμένος ἀνήχθη κατὰ σπουδὴν τοῖς ἑπτακαίδεκα σκάφεσιν. [7] εἶθ᾽ οἱ μὲν ἐφορμοῦντες ἐδίωκον, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατανοήσαντες τοὺς Τυρρηνοὺς παραφαινομένους ἐκ τοῦ λιμένος ἄφνω τὰς ναῦς ἐπέστρεψαν καὶ καταστάντες εἰς ἐμβολὴν διεναυμάχουν τοῖς βαρβάροις. οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καὶ διὰ τὸ τῶν πολεμίων εἰς μέσον ἀπολαμβάνεσθαι τὰς ἰδίας τριήρεις καταπλαγέντες ἔφυγον. [8] εἶθ᾽ οἱ μὲν Ἕλληνες πέντε νεῶν αὐτάνδρων ἐκυρίευσαν, ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἁλισκομένης ἤδη τῆς ναυαρχίδος ἀπέσφαξεν ἑαυτόν, προκρίνας τὸν θάνατον τῆς προσδοκηθείσης αἰχμαλωσίας. οὐ μὴν ἐφάνη γε εὖ βεβουλευμένος· ἡ γὰρ ναῦς φοροῦ πνεύματος ἐπιλαβομένη τοῦ δόλωνος ἀρθέντος ἐξέφυγε τὸν κίνδυνον.

Ἀγαθοκλῆς μὲν οὖν οὐδ᾽ ἐλπίδας ἔχων τοῦ κατὰ θάλατταν περιέσεσθαί ποτε Καρχηδονίων ἐνίκησε ναυμαχίᾳ παραδόξως καὶ τὸ λοιπὸν θαλασσοκρατῶν παρείχετο τοῖς ἐμπόροις τὴν ἀσφάλειαν. διόπερ οἱ Συρακόσιοι, πάντοθεν πρὸς αὐτοὺς κομιζομένης ἀγορᾶς, [p. 266] ἀντὶ τῆς τῶν ἐπιτηδείων σπάνεως ταχέως πάντων ἔσχον δαψίλειαν. [2] ὁ δὲ δυνάστης μετεωρισθεὶς τῷ γεγονότι προτερήματι Λεπτίνην ἐξαπέστειλε λεηλατήσοντα τὴν πολεμίαν καὶ μάλιστα τὴν Ἀκραγαντίνην. ὁ γὰρ Ξενόδοκος διὰ τὴν γεγενημένην ἧτταν βλασφημούμενος ὑπὸ τῶν ἀντιπολιτευομένων ἐστασίαζε πρὸς αὐτούς. [3] παρήγγειλε μὲν οὖν τῷ Λεπτίνῃ πειρᾶσθαι προκαλέσασθαι τὸν ἄνδρα πρὸς τὴν μάχην· ῥᾳδίως γὰρ προτερήσειν ὡς στασιαζούσης δυνάμεως καὶ προηττημένης. [4] ὅπερ καὶ συνετελέσθη· ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δ᾽ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δ᾽ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης. [5] διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν· ἔπεσον δ᾽ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα. εἶθ᾽ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δἰ ἐκεῖνον δὶς ἡττημένοι· ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν. [p. 267]

Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο. ἀπετίθετο δ᾽ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθ᾽ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον. [2] ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδ᾽ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας. [3] δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ· οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος· εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν. [4] ὁ δ᾽ οὖν Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης ἕως [p. 268] τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο. οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι. [5] καί ποτε πολιορκοῦντος αὐτοῦ τινα τῶν οὐκ ἀδόξων πόλεων καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων ‘κεραμεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;’ ὑπολαβὼν εἶπεν ‘ὅταν ταύτην ἐξέλω.’ [6] οὐ μὴν ἀλλὰ διὰ τὴν ἐν τοῖς πότοις εὐτραπελίαν κατανοήσας τῶν μεθυόντων τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας παρέλαβεν αὐτούς ποτε κατ᾽ ἰδίαν πάλιν ἐπὶ τὴν ἑστίασιν καὶ τῶν ἄλλων Συρακοσίων τοὺς μάλιστα πεφρονηματισμένους, τὸν ἀριθμὸν πεντακοσίους ὄντας· οἷς περιστήσας τῶν μισθοφόρων τοὺς εὐθέτους ἅπαντας ἀπέσφαξεν. [7] σφόδρα γὰρ εὐλαβεῖτο μὴ χωρισθέντος αὐτοῦ εἰς Λιβύην καταλύσωσι τὴν δυναστείαν, ἐπικαλεσάμενοι τοὺς μετὰ Δεινοκράτους φυγάδας. τοῦτον δὲ τὸν τρόπον ἀσφαλισάμενος τὰ κατὰ τὴν ἀρχὴν ἐξέπλευσεν ἐκ τῶν Συρακουσσῶν.

καὶ κομισθεὶς εἰς Λιβύην κατέλαβε τὸ στρατόπεδον ἐν ἀθυμίᾳ καὶ σπάνει πολλῇ· διόπερ κρίνων συμφέρειν διαγωνίζεσθαι παρεκάλεσε τοὺς στρατιώτας εἰς τὸν κίνδυνον καὶ προαγαγὼν τὴν δύναμιν ἐκτεταγμένην προεκαλεῖτο τοὺς βαρβάρους εἰς μάχην. [2] εἶχε δὲ πεζοὺς μὲν τοὺς ἅπαντας ὑπολειπομένους Ἕλληνας ἑξακισχιλίους, Κελτοὺς δὲ καὶ Σαυνίτας [p. 269] καὶ Τυρρηνοὺς τούτων οὐκ ἐλάττους, Λίβυας δὲ μικρὸν ἀπολείποντας τῶν μυρίων, οὓς ἐφέδρους εἶναι συνέβαινε, συμμεταβαλλομένους ἀεὶ τοῖς καιροῖς· [3] χωρὶς δὲ τούτων ἠκολούθουν ἱππεῖς χίλιοι πεντακόσιοι, ζεύγη δὲ Λιβύων πλείω τῶν ἑξακισχιλίων. οἱ δὲ Καρχηδόνιοι κατεστρατοπεδευκότες ἐπὶ τῶν ὑπερδεξίων καὶ δυσπροσίτων διακινδυνεύειν μὲν πρὸς ἀνθρώπους ἀπογινώσκοντας τὴν σωτηρίαν οὐκ ἔκρινον, μένοντες δ᾽ ἐν τῇ παρεμβολῇ καὶ πάντων εὐποροῦντες τῇ σπάνει καὶ τῷ χρόνῳ καταπολεμήσειν τοὺς ἐναντίους ἤλπιζον. [4] ὁ δ᾽ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν. ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτ᾽ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν. [5] οἱ δὲ βάρβαροι βαρέως ἐπικείμενοι τοὺς μὲν Λίβυας παρήλλαττον οὐδὲν ἐνοχλοῦντες, ἵνα τὴν εὔνοιαν αὐτῶν ἐκκαλέσωνται, τοὺς δ᾽ Ἕλληνας καὶ μισθοφόρους γνωρίζοντες διὰ τῶν ὅπλων ἐφόνευον, μέχρις ὅτου συνεδίωξαν εἰς τὴν παρεμβολήν. τότε μὲν οὖν ἀνῃρέθησαν Ἀγαθοκλέους εἰς τρισχιλίους· κατὰ δὲ τὴν ἐπιοῦσαν νύκτα τὰς δυνάμεις [p. 270] ἀμφοτέρας συνέβη περιπεσεῖν παραλόγῳ τινὶ συμφορᾷ καὶ πᾶσιν ἀνελπίστῳ.

τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον. τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο. [2] διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δ᾽ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.

τῶν μὲν γὰρ Ἀγαθοκλεῖ συντεταγμένων Λιβύων εἰς πεντακισχιλίους ἀποστάντες τῶν Ἑλλήνων νυκτὸς ηὐτομόλουν πρὸς τοὺς βαρβάρους. τούτους δὲ οἱ πρὸς τὴν κατασκοπὴν ἐκπεμφθέντες ὡς ἴδον ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων προσάγοντας, [p. 271] νομίσαντες τὴν τῶν Ἑλλήνων δύναμιν ἅπασαν διεσκευασμένην ἐπιέναι, ταχὺ τοῖς στρατιώταις ἐδήλωσαν τὴν προσιοῦσαν δύναμιν. [2] διαδοθέντος οὖν πρὸς ἅπαντας τοῦ λόγου θόρυβος ἐνέπιπτε καὶ προσδοκία τῆς τῶν πολεμίων ἐφόδου. ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου καὶ μήτε παραγγέλματος δοθέντος ὑπὸ τῶν στρατηγῶν μήτε τάξεως οὔσης μηδεμιᾶς οἱ φεύγοντες ἐνέπιπτον ἀλλήλοις· ὧν οἱ μὲν διὰ τὸ σκότος, οἱ δὲ διὰ τὴν ἔκπληξιν ἀγνοοῦντες τοὺς οἰκείους ὡς πολεμίους ἠμύνοντο. [3] πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς ἀγνοίας ἐπικρατούσης οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δ᾽ ἐκπεπηδηκότες ἄνοπλοι καὶ τὴν φυγὴν ποιούμενοι διὰ τῶν δυσχωριῶν κατεκρημνίζοντο, τῆς ψυχῆς ἐπτοημένης διὰ τὸν ἀπροσδόκητον φόβον. τὸ δὲ τέλος πλειόνων ἢ πεντακισχιλίων ἀπολομένων τὸ λοιπὸν πλῆθος διεσώθη πρὸς τὴν Καρχηδόνα. [4] οἱ δ᾽ ἐν τῇ πόλει τότε μὲν συνεξαπατηθέντες τῇ φήμῃ τῶν ἰδίων ὑπέλαβον ἡττῆσθαι μάχῃ καὶ τῆς δυνάμεως τὸ πλεῖστον διεφθάρθαι. διόπερ ἀγωνιῶντες ἀνέῳξαν τὰς πύλας καὶ μετὰ θορύβου καὶ πτοήσεως ἐδέχοντο τοὺς στρατιώτας, φοβούμενοι μὴ τοῖς ἐσχάτοις οἱ πολέμιοι συνεισπέσωσιν· ἡμέρας δὲ γενομένης μαθόντες τἀληθὲς μόλις ἀπελύθησαν τῆς τῶν δεινῶν προσδοκίας.

οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατὰ τὸν αὐτὸν χρόνον δἰ ἀπάτην καὶ προσδοκίαν ψευδῆ ταῖς ὁμοίαις περιέπεσον [p. 272] συμφοραῖς. τῶν γὰρ ἀποστατῶν Λιβύων μετὰ τὸν ἐμπυρισμὸν τῆς παρεμβολῆς καὶ τὸν γενόμενον θόρυβον οὐ τολμησάντων προάγειν, ἀλλ᾽ εἰς τοὐπίσω πάλιν ἐπανιόντων τῶν Ἑλλήνων τινὲς αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀγαθοκλέα πλησίον ὑπάρχειν τὸ τῶν πολεμίων στρατόπεδον. [2] τοῦ δυνάστου δὲ παραγγείλαντος εἰς ὅπλα χωρεῖν, ἐξέπιπτον ἐκ τῆς στρατοπεδείας οἱ στρατιῶται μετὰ πολλοῦ θορύβου. ἅμα δὲ τῆς τε κατὰ τὴν παρεμβολὴν φλογὸς εἰς ὕψος ἀρθείσης καὶ τῆς τῶν Καρχηδονίων κραυγῆς ἐξακούστου γινομένης ὑπέλαβον πρὸς ἀλήθειαν τοὺς βαρβάρους ἁπάσῃ τῇ δυνάμει προσάγειν ἐπ᾽ αὐτούς. [3] τῆς δ᾽ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν. εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο. [4] ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι. ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν. αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.

Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπ᾽ αὐτοῦ, τῆς δὲ [p. 273] ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν. διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτ᾽ ἂν θαλασσοκρατοῦντας. [2] διαλύσεις δ᾽ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ. [3] ἔκρινεν οὖν μετ᾽ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην· τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατ᾽ αὐτοῦ συστήσῃ. ὁ δ᾽ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις. [4] διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων. οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν· ἐφ᾽ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς [p. 274]

φυλακήν. ἀναρχίας οὖν γενομένης ἐν τῷ στρατοπέδῳ θόρυβος ἦν καὶ ταραχὴ καὶ τῆς νυκτὸς ἐπιλαβούσης διεδόθη λόγος ὡς πλησίον εἰσὶν οἱ πολέμιοι. ἐμπεσούσης δὲ πτόης καὶ φόβου πανικοῦ διεσκευασμένος ἕκαστος προῆγεν ἐκ τῆς παρεμβολῆς οὐδενὸς παραγγέλλοντος. [2] καθ᾽ ὃν δὴ χρόνον οἱ τὸν δυνάστην παραφυλάττοντες οὐχ ἧττον τῶν ἄλλων ἐκπεπληγμένοι καὶ δόξαντες ὑπό τινων καλεῖσθαι ταχέως ἐξῆγον τὸν Ἀγαθοκλέα διειλημμένον δεσμοῖς. [3] τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι. ὁ δὲ λυθεὶς καὶ μετ᾽ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος. οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δ᾽ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα. [4] τῶν μὲν οὖν στρατιωτῶν οἱ πλείους ἐμμείναντες ταῖς συνθήκαις ἔτυχον τῶν ὁμολογηθέντων· ὅσοι δὲ τὰς πόλεις διακατέχοντες ἀντεῖχον ταῖς παρ᾽ Ἀγαθοκλέους ἐλπίσιν, ἐξεπολιορκήθησαν κατὰ κράτος. [5] ὧν οἱ Καρχηδόνιοι τοὺς μὲν ἡγεμόνας ἀνεσταύρωσαν, [p. 275] τοὺς δ᾽ ἄλλους δήσαντες πέδαις, ἣν διὰ τὸν πόλεμον ἐξηγρίωσαν χώραν, ἐξηνάγκαζον τοὶς ἰδίοις πόνοις πάλιν ἐξημεροῦν. Καρχηδόνιοι μὲν οὖν ἔτος τέταρτον πολεμούμενοι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν ἐλευθερίαν.

τῆς δ᾽ Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημήναιτ᾽ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γενομένην τιμωρίαν οἷον τῇ θείᾳ προνοίᾳ. ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττηθεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησεν. [2] καὶ τὰς μὲν ἐν τῇ Σικελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων. [3] εἰς τηλικαύτην δ᾽ ὑπεροχὴν ἐλθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος, ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαιμόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γεγενημένων τὸ θεῖον ἐπιστήσαι· τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν [p. 276] τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον. [4] καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρ᾽ αὐτοῦ τὴν κόλασιν· ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν ἐστερήθη, τῶν μετ᾽ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας τοῖς νεανίσκοις. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων.

ὁ δ᾽ Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ταχέως ἐκ τῆς Λιβύης εἰς τὴν Σικελίαν, μεταπεμψάμενος μέρος τῆς δυνάμεως παρῆλθεν εἰς τὴν τῶν Αἰγεσταίων πόλιν οὖσαν σύμμαχον. ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους τὸ πλεῖον μέρος τῆς ὑπάρξεως, [2] οὔσης τῆς πόλεως τότε μυριάνδρου. πολλῶν δ᾽ ἐπὶ τούτοις ἀγανακτούντων καὶ συντρεχόντων αἰτιασάμενος τοὺς Αἰγεσταίους ἐπιβουλεύειν αὐτῷ δειναῖς περιέβαλε συμφοραῖς τὴν πόλιν· τοὺς μὲν γὰρ ἀπορωτάτους προαγαγὼν ἐκτὸς τῆς πόλεως παρὰ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν, τοὺς δὲ δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν ὁπόσα ἔχων τις τυγχάνει χρήματα καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίοις δ᾽ ἀστραγάλους προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν. [3] ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ· κατεσκεύασε γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπου ἔχουσαν καὶ καθ᾽ ἕκαστον [p. 277] μέρος κλεισὶ διειλημμένην, εἰς ταύτην δ᾽ ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαιε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους. [4] τῶν δὲ γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτεινε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνεν, ταῖς δ᾽ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφῦν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβεν. τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος καὶ μεγάλου φόβου τὴν πόλιν ἐπέχοντος τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον. [5] ἡ μὲν οὖν Αἴγεστα τυχοῦσα μιᾶς ἡμέρας ἀτυχοῦς ἡβηδὸν ἐθανατώθη. ὁ δ᾽ Ἀγαθοκλῆς παρθένους μὲν καὶ παῖδας εἰς τὴν Ἰταλίαν διακομίσας ἀπέδοτο τοῖς Βρεττίοις, τῆς δὲ πόλεως οὐδὲ τὴν προσηγορίαν ἀπολιπών, ἀλλὰ Δικαιόπολιν μετονομάσας ἔδωκεν οἰκητήριον τοῖς αὐτομόλοις.

ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ δι᾽ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι. [2] ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις [p. 278] ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθ᾽ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι. [3] πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων [4] ταῖς ψυχαῖς τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον, πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα τῆς ἐκείνων οἰκειότητος. [5] διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφ᾽ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος. [p. 279]

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος. ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν. [2] ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον. αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα· τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος. [3] τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθ᾽ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχ᾽ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι· τά τε βέλη [p. 280] κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.

οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ τῆς Γάζης ἐκπλεύσαντες περὶ μέσας νύκτας τὸ μὲν πρῶτον εὐδίας οὔσης ἐφ᾽ ἡμέρας τινὰς ταῖς ταχυναυτούσαις ναυσὶν ἐρυμούλκουν τὰ στρατιωτικὰ πόρια· ἔπειτα τῆς Πλειάδος περικαταλαμβανούσης αὐτοὺς καὶ πνεύματος ἐπιγενομένου βορίου συνέβη πολλὰ τῶν τετρηρικῶν σκαφῶν ὑπὸ τοῦ χειμῶνος κατενεχθῆναι παραβόλως ἐπὶ πόλιν Ῥαφίαν, [2] οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη. τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δ᾽ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν· τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου. [3] τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον. διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς· τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν [p. 281] ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν, [4] πάντες ἂν τῷ δίψει διεφθάρησαν. ἐν ἀθυμίᾳ δ᾽ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετ᾽ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν. [5] ἐκβάντες οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντες ἑαυτοὺς ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰς ἀποσπασθείσας. διεφθάρη δ᾽ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸς τὴν γῆν. ἔπειτα Ἀντίγονος μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίους τοῦ ποταμοῦ.

Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπ᾽ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δ᾽ ἐφ᾽ ἡγεμονίας τεταγμένοις τάλαντον. [2] γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετ᾽ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε δι᾽ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν. [3] πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας [p. 282] καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε· τῶν δ᾽ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους. [4] καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι. εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός. [5] ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν· ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.

διόπερ χρόνου γενομένου πλείονος οἱ μὲν περὶ τὸν Πτολεμαῖον πυθόμενοι τὸν κατάπλουν τῶν πολεμίων ἧκον ὀξέως βοηθήσοντες καὶ τὴν δύναμιν διασκευάσαντες ἔστησαν παρὰ τὸν αἰγιαλόν· ὁ δὲ Δημήτριος ἀποτυχὼν καὶ ταύτης τῆς ἐκβάσεως καὶ τὴν συνάπτουσαν παραλίαν ἀκούων ἕλεσι καὶ λίμναις ὠχυρῶσθαι φυσικῶς ἐπαλινδρόμει παντὶ τῷ στόλῳ. [2] εἶτ᾽ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου [p. 283] τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δ᾽ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν. [3] τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο· [4] ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι. [5] διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθ᾽ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ. [6] πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην [p. 284] ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς. [7] καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.

ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπ᾽ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν. [2] καθ᾽ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετ᾽ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ [p. 285] τυράννου. [3] ὁ δ᾽ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.

θαυμάσαι δ᾽ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθ᾽ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς. [2] τούτου γάρ ποτε συνδιωχθέντος εἰς περίστασιν ὁμολογουμένως ἀπεγνωσμένην καὶ διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων κινδύνων ἀπελπίσαντος μὲν τὰ κατὰ τὴν δυναστείαν, μέλλοντος δ᾽ ἐκ τῶν Συρακουσσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγὴν Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς ‘Διονύσιε’, φησίν, ‘καλὸν ἐντάφιον ἡ τυραννίς.’ [3] παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον [p. 286] ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι. ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.

Ἀγαθοκλῆς δ᾽ ἐπ᾽ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις. ταύτας δ᾽ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας. [2] οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο· ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δ᾽ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος. [3] εἰ κατέλθοι δ᾽ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν. διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι [p. 287] τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δ᾽ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων. [4] οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, δι᾽ ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν. [5] ὁ δ᾽ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφ᾽ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπ᾽ αὐτοὺς γεγενημένας· ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν Σώραν καὶ Καλατίαν πόλεις Ῥωμαίοις συμμαχούσας ἐκπολιορκήσαντες ἐξηνδραποδίσαντο· οἱ δ᾽ ὕπατοι δυνάμεσιν [p. 288] ἁδραῖς εἰς τὴν Ἰαπυγίαν ἐμβαλόντες πλησίον Σιλβίου πόλεως κατεστρατοπέδευσαν. [2] φρουρουμένης δὲ αὐτῆς ὑπὸ Σαμνιτῶν συνεστήσαντο πολιορκίαν ἐφ᾽ ἱκανὰς ἡμέρας καὶ κατὰ κράτος ἑλόντες αἰχμάλωτα σώματα πλείω τῶν πεντακισχιλίων ἔλαβον καὶ τῶν ἄλλων λαφύρων ἱκανόν τι πλῆθος. [3] ἀπὸ δὲ τούτων γενόμενοι τὴν τῶν Σαμνιτῶν χώραν ἐπῆλθον δενδροτομοῦντες καὶ πάντα τόπον καταφθείροντες· πολλὰ γὰρ ἔτη τῆς Ῥώμης πρὸς τοῦτο τὸ ἔθνος διαπολεμούσης ὑπὲρ τῆς ἡγεμονίας ἤλπιζον τῶν ἐπὶ τῆς χώρας κτήσεων στερήσαντες τοὺς πολεμίους ἀναγκάσειν εἶξαι τοῖς ὑπερέχουσιν. [4] διὸ καὶ πέντε μῆνας καταναλώσαντες εἰς τὴν τῆς πολεμίας γῆς καταφθορὰν τάς τε ἐπαύλεις σχεδὸν ἁπάσας ἐπυρπόλησαν καὶ τὴν χώραν ἐξηγρίωσαν, ἀφανίσαντες πᾶν τὸ δυνάμενον ἐνεγκεῖν ἥμερον καρπόν. μετὰ δὲ ταῦτα τοῖς μὲν Ἀναγνίταις ἀδικήματα ποιοῦσι πόλεμον κατήγγειλαν, Φρουσίνωνα δὲ ἐκπολιορκήσαντες ἀπέδοντο τὴν χώραν.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐξένιππος, ἐν Ῥώμῃ δ᾽ ὑπῆρχον ὕπατοι Λεύκιος Ποστούμιος καὶ Τιβέριος Μινούκιος. ἐπὶ δὲ τούτων Ῥοδίοις ἐνέστη πόλεμος πρὸς Ἀντίγονον διὰ τοιαύτας τινὰς αἰτίας. [2] ἡ πόλις ἡ τῶν Ῥοδίων ἰσχύουσα [p. 289] ναυτικαῖς δυνάμεσι καὶ πολιτευομένη κάλλιστα τῶν Ἑλλήνων περιμάχητος τοῖς δυνάσταις καὶ βασιλεῦσιν ἦν, ἑκάστου σπεύδοντος εἰς τὴν αὐτοῦ φιλίαν προσλαμβάνεσθαι. προορωμένη δὲ πόρρωθεν τὸ συμφέρον καὶ πρὸς ἅπαντας κατ᾽ ἰδίαν συντιθεμένη τὴν φιλίαν τῶν πρὸς ἀλλήλους τοῖς δυνάσταις πολέμων οὐ μετεῖχεν. [3] διόπερ συνέβαινεν αὐτὴν τιμᾶσθαι μὲν ὑφ᾽ ἑκάστου βασιλικαῖς δωρεαῖς, ἄγουσαν δὲ πολὺν χρόνον εἰρήνην μεγάλην ἐπίδοσιν λαβεῖν πρὸς αὔξησιν· ἐπὶ τοσοῦτον γὰρ προεληλύθει δυνάμεως ὥσθ᾽ ὑπὲρ μὲν τῶν Ἑλλήνων ἰδίᾳ τὸν πρὸς τοὺς πειρατὰς πόλεμον ἐπαναιρεῖσθαι καὶ καθαρὰν παρέχεσθαι τῶν κακούργων τὴν θάλατταν, τὸν δὲ πλεῖστον ἰσχύσαντα τῶν μνημονευομένων Ἀλέξανδρον προτιμήσαντ᾽ αὐτὴν μάλιστα τῶν πόλεων καὶ τὴν ὑπὲρ ὅλης τῆς βασιλείας διαθήκην ἐκεῖ θέσθαι καὶ τἄλλα θαυμάζειν καὶ προάγειν εἰς ὑπεροχήν. [4] οἱ δ᾽ οὖν Ῥόδιοι πρὸς πάντας τοὺς δυνάστας συντεθειμένοι τὴν φιλίαν διετήρουν μὲν ἑαυτοὺς ἐκτὸς ἐγκλήματος δικαίου, ταῖς δ᾽ εὐνοίαις ἔρεπον μάλιστα πρὸς Πτολεμαῖον· συνέβαινε γὰρ αὐτοῖς τῶν τε προσόδων τὰς πλείστας εἶναι διὰ τοὺς εἰς Αἴγυπτον πλέοντας ἐμπόρους καὶ τὸ σύνολον τρέφεσθαι τὴν πόλιν ἀπὸ ταύτης τῆς βασιλείας.

ὃ δὴ συνορῶν ὁ Ἀντίγονος καὶ σπεύδων αὐτοὺς ἀποσπάσαι τῆς πρὸς ἐκεῖνον ἐπιπλοκῆς τὸ μὲν πρῶτον πρεσβευτὰς ἀπέστειλε καθ᾽ ὃν καιρὸν ὑπὲρ τῆς Κύπρου διεπολέμει πρὸς Πτολεμαῖον, ἀξιῶν αὐτῷ συμμαχεῖν καὶ ναῦς συναποστεῖλαι [p. 290] τῷ Δημητρίῳ· [2] οὐ προσεχόντων δ᾽ αὐτῶν ἀπέστειλέ τινα τῶν στρατηγῶν μετὰ νεῶν, συντάξας τοὺς πλέοντας εἰς Αἴγυπτον ἐκ τῆς Ῥόδου κατάγειν καὶ περιαιρεῖσθαι τὰ φορτία. τούτου δ᾽ ἐκβληθέντος ὑπὸ τῶν Ῥοδίων φήσας αὐτοὺς ἀδίκου κατῆρχθαι πολέμου διηπειλήσατο πολιορκήσειν δυνάμεσιν ἁδραῖς τὴν πόλιν. οἱ δὲ Ῥόδιοι τὸ μὲν πρῶτον ἐψηφίσαντο μεγάλας αὐτῷ τιμὰς καὶ πέμψαντες πρέσβεις ἠξίουν μὴ βιάσασθαι τὴν πόλιν προπεσεῖν παρὰ τὰς συνθήκας εἰς τὸν πόλεμον πρὸς Πτολεμαῖον. [3] τραχύτερον δὲ τοῦ βασιλέως ἀπαντῶντος καὶ τὸν υἱὸν Δημήτριον ἐκπέμψαντος μετὰ δυνάμεως καὶ πολιορκητικῶν ὀργάνων φοβηθέντες τὴν ὑπεροχὴν τοῦ βασιλέως τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς τὸν Δημήτριον, φήσαντες συμπολεμήσειν Ἀντιγόνῳ πρὸς Πτολεμαῖον· ὡς δ᾽ ἐκεῖνος ὁμήρους ἑκατὸν ᾔτει τοὺς ἐπιφανεστάτους καὶ τοῖς λιμέσι δέχεσθαι τὸν στόλον προσέταττεν, ὑπολαβόντες ἐπιβουλεύειν αὐτὸν τῇ πόλει, τὰ πρὸς πόλεμον παρεσκευάζοντο. [4] Δημήτριος δὲ πᾶσαν τὴν δύναμιν ἀθροίσας εἰς τὸν ἐν Λωρύμοις λιμένα στόλον ἐξήρτυε πρὸς τὸν ἐπίπλουν τὸν ἐπὶ τὴν Ῥόδον. εἶχε δὲ ναῦς μακρὰς μὲν παντοίας μεγέθει διακοσίας, ὑπηρετικὰ δὲ πλείω τῶν ἑκατὸν ἑβδομήκοντα· ἐν δὲ τούτοις ἐκομίζοντο στρατιῶται βραχὺ λειπόμενοι τῶν τετρακισμυρίων σὺν ἱππεῦσι καὶ τοῖς συμμαχοῦσι πειραταῖς. ὑπῆρχε δὲ καὶ βελῶν παντοίων πλῆθος καὶ πάντων τῶν πρὸς πολιορκίαν χρησίμων μεγάλη παρασκευή. [5] χωρὶς δὲ τούτων ἰδιωτικὰ πόρια [p. 291] συνηκολούθει τῶν ταῖς ἀγοραῖς χρωμένων βραχὺ λειπόμενα τῶν χιλίων· πολλὰ γὰρ ἔτη τῆς χώρας τῆς Ῥοδίων ἀπορθήτου γεγενημένης συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα.

ὁ μὲν οὖν Δημήτριος ὥσπερ εἴς τινα ναυμαχίαν ἐκτάξας τὸν στόλον καταπληκτικῶς προηγεῖσθαι μὲν ἐποίησε τὰς μακρὰς ναῦς, ἐχούσας ἐπὶ ταῖς πρῴραις τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν, ἐπακολουθεῖν δὲ τὰς στρατιωτικὰς καὶ τὰς ἱππηγοὺς ῥυμουλκουμένας ὑπὸ τῶν ταῖς εἰρεσίαις χρωμένων, ἐπὶ πᾶσι δὲ καὶ τὰ τῶν πειρατῶν πόρια καὶ τὰ τῶν ἐμπόρων καὶ ἀγοραίων, ὑπεράγοντα τῷ πλήθει, καθάπερ προείρηται, ὥστε πάντα τὸν ἀνὰ μέσον τόπον τῆς τε νήσου καὶ τῆς ἀντικειμένης παραλίας συμπεπληρωμένον φαίνεσθαι τοῖς πλοίοις καὶ πολὺν φόβον καὶ κατάπληξιν παρέχεσθαι τοῖς ἀπὸ τῆς πόλεως θεωροῦσιν. [2] οἱ μὲν γὰρ στρατιῶται τῶν Ῥοδίων διειληφότες τὰ τείχη τὸν ἐπίπλουν ἐκαραδόκουν τῶν πολεμίων, πρεσβῦται δὲ καὶ γυναῖκες ἀπὸ τῶν οἰκιῶν ἀφεώρων, οὔσης τῆς πόλεως θεατροειδοῦς, πάντες δὲ τό τε μέγεθος τοῦ στόλου καὶ τὴν αὐγὴν τῶν ἀποστιλβόντων ὅπλων καταπληττόμενοι περὶ τῶν ὅλων οὐ μετρίως ἠγωνίων. [3] εἶθ᾽ ὁ μὲν Δημήτριος κατέπλευσεν εἰς τὴν νῆσον, ἀποβιβάσας δὲ τὴν δύναμιν κατεστρατοπέδευσεν πλησίον τῆς πόλεως, ἐκτὸς βέλους ποιησάμενος τὴν παρεμβολήν. εὐθὺς δὲ τῶν πειρατῶν καὶ τῶν ἄλλων τοὺς εὐθέτους ἐξέπεμψε πορθήσοντας τὴν νῆσον καὶ [p. 292] κατὰ γῆν καὶ κατὰ θάλατταν. [4] ἐδενδροτόμησε δὲ καὶ τὴν πλησίον χώραν καὶ καθεῖλε τὰς ἐπαύλεις, ἐξ ὧν ὠχύρωσε τὴν στρατοπεδείαν, περιλαβὼν τριπλῷ χάρακι καὶ σταυρώμασι πυκνοῖς καὶ μεγάλοις, ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν. μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει καὶ τοῖς πληρώμασιν ἔχωσεν ἐν ὀλίγαις ἡμέραις τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν καὶ κατεσκεύασε λιμένα ταῖς ναυσὶν ἀρκοῦντα.

οἱ δὲ Ῥόδιοι μέχρι μέν τινος πρέσβεις ἐκπέμποντες ἠξίουν μηδὲν πρᾶξαι κατὰ τῆς πόλεως ἀνήκεστον· ὡς δ᾽ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἀπογνόντες τὰς διαλύσεις ἐξέπεμψαν πρεσβευτὰς πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιοῦντες βοηθεῖν, ὡς τῆς πόλεως προπολεμούσης ὑπὲρ αὐτῶν. [2] τῶν δ᾽ ἐν τῇ πόλει κατοικούντων παροίκων καὶ ξένων δόντες ἐξουσίαν τοῖς βουλομένοις συναγωνίζεσθαι τοὺς λοιποὺς ἀχρήστους ἐκ τῆς πόλεως ἐξέπεμψαν, ἅμα μὲν τῆς τῶν ἀναγκαίων ἐνδείας προνοηθέντες, ἅμα δὲ καὶ τοῦ μηδένα τῇ καταστάσει δυσχεραίνοντα γίνεσθαι τῆς πόλεως προδότην. ἀριθμὸν δὲ ποιησάμενοι τῶν δυναμένων ἀγωνίζεσθαι πολιτῶν μὲν εὗρον περὶ ἑξακισχιλίους, τῶν δὲ παροίκων καὶ ξένων εἰς χιλίους. [3] ἐψηφίσαντο δὲ καὶ τῶν δούλων τοὺς ἄνδρας ἀγαθοὺς γενομένους ἐν τοῖς κινδύνοις ἀγοράσαντας παρὰ τῶν δεσποτῶν ἐλευθεροῦν καὶ πολίτας εἶναι· ἔγραψαν δὲ καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ τὰ μὲν σώματα δημοσίᾳ θάπτεσθαι, [p. 293] τοὺς δὲ γονεῖς καὶ παῖδας τρέφεσθαι λαμβάνοντας τὴν χορηγίαν ἀπὸ τοῦ κοινοῦ ταμιείου, καὶ τὰς μὲν παρθένους δημοσίᾳ προικίζεσθαι, τοὺς δ᾽ υἱοὺς ἐν ἡλικίᾳ γενομένους ἐν τῷ θεάτρῳ στεφανῶσαι τοῖς Διονυσίοις πανοπλίᾳ. [4] διὰ δὲ τούτων ἐκκαλεσάμενοι τὰς ἁπάντων προθυμίας εἰς τὸ τοὺς κινδύνους ὑπομένειν εὐψύχως, ἐποιήσαντο καὶ τῶν ἄλλων τὴν ἐνδεχομένην παρασκευήν. ὁμονοοῦντος γὰρ τοῦ πλήθους οἱ μὲν εὔποροι χρήματ᾽ εἰσέφερον, οἱ δὲ τεχνῖται τὰς αὑτῶν ἐπιστήμας παρείχοντο πρὸς τὴν τῶν ὅπλων κατασκευήν, ἅπας δ᾽ ἦν ἐνεργός, τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ὑπερθέσθαι σπεύδων. [5] διόπερ οἱ μὲν ἐγίνοντο περὶ τοὺς ὀξυβελεῖς καὶ πετροβόλους, οἱ δὲ περὶ τὴν τῶν ἄλλων κατασκευήν, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζον, πλεῖστοι δὲ λίθους πρὸς τὰ τείχη φέροντες ἐσώρευον. ἐξέπεμψαν δὲ καὶ τῶν ἄριστα πλεουσῶν νεῶν τρεῖς ἐπὶ τοὺς πολεμίους καὶ τοὺς παρακομίζοντας αὐτοῖς ἀγορὰς ἐμπόρους. [6] αὗται δὲ παραδόξως ἐπιφανεῖσαι πολλὰ μὲν πλοῖα τῶν ἐπὶ τὴν προνομὴν τῆς χώρας ὠφελείας χάριν πλεόντων ἐμπόρων κατεπόντισαν, οὐκ ὀλίγα δὲ καὶ πρὸς τὸν αἰγιαλὸν κατασπῶσαι συνέκαυσαν καὶ τῶν αἰχμαλώτων τὰ δυνάμενα δοῦναι λύτρον παρεκόμιζον εἰς τὴν πόλιν· συνέθεντο γὰρ οἱ Ῥόδιοι πρὸς τὸν Δημήτριον ὥστε ἀλλήλοις διδόναι λύτρον ἐλευθέρου μὲν χιλίας δραχμάς, δούλου δὲ πεντακοσίας. [p. 294]

πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος. [2] κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις. [3] ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας. [4] οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο. δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ [p. 295] χώματος, τρεῖς δ᾽ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος· ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς. ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.

ἀμφοτέρων δὲ τοῦτον τὸν τρόπον παρεσκευασμένων ὁ Δημήτριος τὸ μὲν πρῶτον ἐπιβαλόμενος προσάγειν τὰς μηχανὰς τοῖς λιμέσιν ἐκωλύθη κλύδωνος ἐπιγενομένου τραχυτέρου· μετὰ δὲ ταῦτα νυκτὸς εὐδίας λαβόμενος ἔλαθε παραπλεύσας καὶ καταλαβόμενος ἄκρον τὸ χῶμα τοῦ μεγάλου λιμένος εὐθὺς περιεχαράκωσε τὸν τόπον καὶ διέφραξε θυρώμασι καὶ πέτροις, ἐξεβίβασε δ᾽ εἰς αὐτὸν στρατιώτας τετρακοσίους καὶ βελῶν πλῆθος παντοδαπῶν, ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα. [2] ἔπειθ᾽ ἡμέρας γενομένης παρεκόμισε τὰς μηχανὰς εἰς τὸν λιμένα μετὰ σάλπιγγος καὶ κραυγῆς ταὶ τοῖς μὲν ἐλάττοσιν ὀξυβελέσι μακρὰν φερομένοις ἀνεῖργε τοὺς ἐργαζομένους τὸ παρὰ τὸν λιμένα τεῖχος, τοῖς δὲ πετροβόλοις τάς τε μηχανὰς τῶν πολεμίων καὶ τὸ διὰ τοῦ χώματος τεῖχος τῇ μὲν διέσεισε, τῇ δὲ κατέβαλεν, ἀσθενὲς ὑπάρχον καὶ ταπεινὸν ἐκείνοις τοῖς καιροῖς. [3] ἀμυνομένων δὲ καὶ τῶν ἐκ [p. 296] τῆς πόλεως εὐρώστως τότε μὲν ὅλην τὴν ἡμέραν διετέλεσαν ἀμφότεροι πολλὰ κακὰ καὶ δρῶντες καὶ πάσχοντες· τῆς δὲ νυκτὸς ἤδη καταλαμβανούσης ὁ μὲν Δημήτριος ταῖς ῥυμουλκούσαις ναυσὶν ἀπήγαγε τὰς μηχανὰς πάλιν ἔξω βέλους· οἱ δὲ Ῥόδιοι ξηρᾶς ὕλης καὶ δᾳδὸς ἀκάτια πληρώσαντες καὶ πῦρ ἐνθέμενοι τὸ μὲν πρῶτον ἐπιδιώξαντες προσέπλεον ταῖς μηχαναῖς ταῖς τῶν πολεμίων καὶ τὴν ὕλην ὑφῆψαν, μετὰ δὲ ταῦτα τῷ πλωτῷ χάρακι καὶ τοῖς βέλεσιν ἀνειρχθέντες συνηναγκάσθησαν χωρεῖν εἰς τοὐπίσω. [4] τῆς δὲ φλογὸς ἐπισχυούσης ὀλίγοι μὲν κατασβέσαντες ἐπανῆλθον σὺν τοῖς σκάφεσιν, οἱ πλεῖστοι δὲ καιομένων τῶν ἀκατίων ἐξεκολύμβησαν. τῇ δ᾽ ὑστεραίᾳ κατὰ μὲν θάλατταν ὁ Δημήτριος παραπλησίαν ἐποιήσατο τὴν ἐπίθεσιν, κατὰ δὲ τὴν γῆν προσέταξεν ἅμα πανταχόθεν προσβάλλειν μετ᾽ ἀλαλαγμοῦ καὶ σάλπιγγος, ὅπως εἰς ἀγωνίαν καὶ φόβον ἀγάγῃ τοὺς Ῥοδίους, πολλῶν τῶν ἀντισπασμάτων ὄντων.

τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφ᾽ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν. κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος· ἐφ᾽ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι [p. 297] τοὺς μὲν ἀνεῖλον, τοὺς δ᾽ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν· συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους. [2] τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν. τούτων δὲ περὶ ταῦτ᾽ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων. [3] ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δ᾽ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων. τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων. [4] τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν. [p. 298]

Δημήτριος δὲ περὶ τὴν ἐπισκευὴν τῶν μηχανῶν καὶ τῶν πλοίων ἡμέρας ἑπτὰ γενόμενος καὶ πάντα τὰ πρὸς τὴν πολιορκίαν παρασκευασάμενος πάλιν ἐπέπλευσε τῷ λιμένι· πᾶσα γὰρ ἦν ἡ σπουδὴ περὶ τὸ κρατῆσαι τούτου καὶ τῆς σιτοπομπείας ἀποκλεῖσαι τοὺς κατὰ τὴν πόλιν. [2] γενόμενος δ᾽ ἐντὸς βέλους τοῖς μὲν πυρφόροις πολλοῖς οὖσιν εἰς τὰ διωρμισμένα πλοῖα τῶν Ῥοδίων ἐνέβαλε, τοῖς δὲ πετροβόλοις τὰ τείχη διέσεισε, τοῖς δ᾽ ὀξυβελέσι τὰ φαινόμενα τῶν σωμάτων κατετίτρωσκε. [3] συνεχοῦς οὖν καὶ καταπληκτικῆς γενομένης τῆς προσβολῆς οἱ μὲν παρὰ τοῖς Ῥοδίοις ναύκληροι διαγωνιάσαντες περὶ τῶν πλοίων κατέσβεσαν τοὺς πυρφόρους, οἱ δὲ πρυτάνεις κινδυνεύοντος ἁλῶναι τοῦ λιμένος παρεκάλεσαν τοὺς ἀρίστους τῶν πολιτῶν τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑπομεῖναι κίνδυνον. [4] πολλῶν οὖν προθύμως ὑπακουόντων τρεῖς ναῦς τὰς κρατίστας ἐπλήρωσαν ἐπιλέκτων ἀνδρῶν, οἷς παρήγγειλαν πειρᾶσθαι τοῖς ἐμβόλοις βυθίσαι τὰ πλοῖα τὰ τὰς μηχανὰς κομίζοντα τῶν πολεμίων. [5] οὗτοι μὲν οὖν, καίπερ πολλῶν ἐπ᾽ αὐτοὺς φερομένων βελῶν, ὠσάμενοι τὸ μὲν πρῶτον τὸν σεσιδηρωμένον χάρακα διέσπασαν, τοῖς δὲ πλοίοις πολλὰς ἐμβολὰς δόντες καὶ θαλάττης αὐτὰ πληρώσαντες δύο μὲν τῶν μηχανῶν κατέβαλον, τῆς δὲ τρίτης ὑπὸ τῶν περὶ τὸν Δημήτριον εἰς τοὐπίσω τοῖς ῥύμασιν ἑλκομένης οἱ μὲν Ῥόδιοι θαρρήσαντες τοῖς κατωρθωμένοις θρασύτερον τοῦ καθήκοντος προέπιπτον εἰς τὸν κίνδυνον. [6] διὸ [p. 299] πολλῶν αὐτοῖς καὶ μεγάλων νεῶν περιχυθεισῶν καὶ τοῖς ἐμβόλοις πολλὰ μέρη τῶν τοίχων ἀναρρηττουσῶν ὁ μὲν ναύαρχος Ἐξήκεστος καὶ ὁ τριήραρχος καί τινες ἄλλοι κατατραυματισθέντες ἥλωσαν, τοῦ δ᾽ ἄλλου πλήθους ἐκκολυμβήσαντος καὶ διανηξαμένου πρὸς τοὺς ἰδίους μία μὲν τῶν νεῶν ὑποχείριος ἐγένετο τοῖς περὶ τὸν Δημήτριον, αἱ δ᾽ ἄλλαι διέφυγον τὸν κίνδυνον. [7] τοιαύτης οὖν γενομένης τῆς ναυμαχίας ὁ μὲν Δημήτριος ἄλλην μηχανὴν κατεσκεύασε τριπλασίαν τῷ ὕψει καὶ πλάτει τῆς πρότερον, προσάγοντος δ᾽ αὐτὴν πρὸς τὸν λιμένα νότος ἐκνεφίας ἐπιγενόμενος τὰ μὲν ὁρμοῦντα τῶν πλοίων συνέκλυσε, τὴν δὲ μηχανὴν κατέβαλε. καθ᾽ ὃν δὴ χρόνον οἱ Ῥόδιοι τῷ καιρῷ δεξιῶς χρησάμενοι πύλην ἀνοίξαντες ἐπέθεντο τοῖς τὸ χῶμα κατειληφόσι. [8] γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς καὶ τοῦ μὲν Δημητρίου διὰ τὸν χειμῶνα μὴ δυναμένου βοηθῆσαι, τῶν δὲ Ῥοδίων ἐκ διαδοχῆς ἀγωνιζομένων ἠναγκάσθησαν οἱ τοῦ βασιλέως ἀποθέμενοι τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς, ὄντες σχεδὸν τετρακόσιοι. [9] τούτων δὲ τῶν προτερημάτων γενομένων τοῖς Ῥοδίοις κατέπλευσαν τῇ πόλει σύμμαχοι παρὰ μὲν Κνωσσίων ἑκατὸν πεντήκοντα, παρὰ δὲ Πτολεμαίου πλείους τῶν πεντακοσίων, ὧν ἦσάν τινες Ῥόδιοι μισθοφοροῦντες παρὰ τῷ βασιλεῖ. καὶ τὰ μὲν περὶ τὴν ἐν Ῥόδῳ πολιορκίαν ἐν τούτοις ἦν. [p. 300]

κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς οὐ δυνάμενος διαλύσασθαι πρὸς τοὺς περὶ Δεινοκράτην φυγάδας ἀνέζευξεν ἐπ᾽ αὐτοὺς μεθ᾽ ἧς εἶχε δυνάμεως, νομίζων ἀναγκαῖον ὑπάρχειν αὐτῷ διακινδυνεύειν καὶ παραβάλλεσθαι περὶ τῶν ὅλων. συνηκολούθουν δ᾽ αὐτῷ πεζοὶ μὲν οὐ πλείους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ εἰς ὀκτακοσίους. [2] οἱ δὲ περὶ Δεινοκράτην φυγάδες ὁρῶντες τὴν τῶν πολεμίων ὁρμὴν ἄσμενοι κατήντησαν εἰς τὴν μάχην, ὄντες πολλαπλάσιοι· πεζοὶ μὲν γὰρ ὑπῆρχον πλείους τῶν δισμυρίων καὶ πεντακισχιλίων, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τρισχιλίων. ἀντιστρατοπεδευσάντων δ᾽ αὐτῶν περὶ τὸ καλούμενον Τόργιον καὶ μετὰ ταῦτα παραταξαμένων ἐπ᾽ ὀλίγον μὲν χρόνον συνέστη καρτερὰ μάχη διὰ τὰς ἀμφοτέρων προθυμίας· μετὰ δὲ ταῦτα τῶν πρὸς τὸν Δεινοκράτην διαφερομένων τινές, ὄντες πλείους τῶν δισχιλίων, μετεβάλοντο πρὸς τὸν τύραννον καὶ τοῖς φυγάσιν αἴτιοι κατέστησαν τῆς ἥττης. [3] οἱ μὲν γὰρ μετ᾽ Ἀγαθοκλέους ὄντες πολὺ μᾶλλον ἐθάρρησαν, οἱ δὲ Δεινοκράτει συναγωνιζόμενοι κατεπλάγησαν καὶ νομίσαντες πλείους εἶναι τοὺς ἀφισταμένους πρὸς φυγὴν ὥρμησαν. εἶθ᾽ ὁ μὲν Ἀγαθοκλῆς διώξας αὐτοὺς μέχρι τινὸς καὶ τοῦ φονεύειν ἀποσχόμενος διεπέμψατο πρὸς τοὺς ἡττημένους, ἀξιῶν παύσασθαι μὲν τῆς διαφορᾶς, καταπορευθῆναι δ᾽ εἰς τὰς πατρίδας· εἰληφέναι γὰρ αὐτοὺς πεῖραν τοῦ μηδέποτ᾽ ἂν δύνασθαι περιγενέσθαι τοὺς φυγάδας [p. 301] ἀγωνιζομένους πρὸς αὐτόν, ὅτε καὶ νῦν πολλαπλασίους ὄντας αὐτοὺς ἡττῆσθαι. [4] τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα. [5] λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δ᾽ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους· [6] ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δ᾽ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλ᾽ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.

τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα. θαυμάσειε δ᾽ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς. [2] ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας [p. 302] ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν. [3] κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας. μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπ᾽ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι. [4] σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δ᾽ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους. τῶν δ᾽ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων. γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν. οἱ δ᾽ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν. [p. 303]

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δ᾽ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι. [2] παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων. ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων· τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν. [3] τὸ δὲ πᾶν βάρος ἦν ὑπότροχον, στερεοῖς καὶ μεγάλοις ὀκτὼ τροχοῖς ὑπειλημμένον· τὰ γὰρ πάχη τῶν ἀψίδων ὑπῆρχε πηχῶν δυεῖν, σεσιδηρωμένα λεπίσιν ἰσχυραῖς. πρὸς δὲ τὴν ἐκ πλαγίας μετάθεσιν ἦσαν ἀντίστρεπτα πεπραγματευμένα, δἰ ὧν ἡ πᾶσα μηχανὴ ῥᾳδίως παντοίαν ὑπελάμβανε [p. 304] κίνησιν. [4] ἐκ δὲ τῶν γωνιῶν ὑπῆρχον κίονες ἴσοι τῷ μήκει, βραχὺ λείποντες τῶν ἑκατὸν πηχῶν, οὕτως συννενευκότες εἰς ἀλλήλους ὡς τοῦ παντὸς κατασκευάσματος ὄντος ἐννεαστέγου τὴν μὲν πρώτην στέγην ὑπάρχειν ἀκαινῶν τεσσαράκοντα τριῶν, τὴν δ᾽ ἀνωτάτω ἐννέα. [5] τὰς δὲ τρεῖς ἐπιφανεῖς πλευρὰς τῆς μηχανῆς ἔξωθεν συνεκάλυψε λεπίσι σιδηραῖς καθηλωμέναις, ἵνα μηδὲν ὑπὸ τῶν πυρφόρων βλάπτηται. θυρίδας δ᾽ εἶχον αἱ στέγαι κατὰ πρόσωπον, τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι πρὸς τὰς ἰδιότητας τῶν μελλόντων ἀφίεσθαι βελῶν ἁρμοζούσας. [6] αὗται δὲ εἶχον καλύμματα διὰ μηχανῆς ἀνασπώμενα, δι᾽ ὧν ἀσφάλειαν ἐλάμβανον οἱ κατὰ τὰς στέγας περὶ τὴν ἄφεσιν τῶν βελῶν ἀναστρεφόμενοι· ἦσαν μὲν γὰρ ἐκ βυρσῶν περιερραμμένα, πλήρη δὲ ἐρίων, εἰς τὸ τῇ πληγῇ ἐνδιδόναι τῶν λιθοβόλων. [7] ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι. οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι· [8] τούτων δ᾽ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δ᾽ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν. κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ [p. 305] κριοφορους καὶ στοὰς δι᾽ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς. τοῖς δ᾽ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, δι᾽ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά. τὸ δ᾽ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.

διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις. οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις. [2] εὐμήχανος γὰρ ὢν καθ᾽ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δ᾽ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτ᾽ ἂν τὴν ἀπ᾽ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι. [3] ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας. [4] ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων, [p. 306] καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατ᾽ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν. [5] ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι· καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.

οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς. ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως. [2] ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν. ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δ᾽ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα [p. 307] δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα. [3] Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον. [4] εἷλε δὲ καὶ τετρήρη πλέουσαν μὲν ἐκ Κιλικίας, ἔχουσαν δ᾽ ἐσθῆτα βασιλικὴν καὶ τὴν ἄλλην ἀποσκευήν, ἣν ἡ γυνὴ Δημητρίου Φίλα παρασκευασαμένη φιλοτιμότερον ἀπεστάλκει τἀνδρί. τὸν μὲν οὖν ἱματισμὸν ἀπέστειλεν εἰς Αἴγυπτον, οὐσῶν τῶν στολῶν ἁλουργῶν καὶ βασιλεῖ φορεῖν πρεπουσῶν, τὴν δὲ ναῦν ἐνεώλκησεν καὶ τοὺς ναύτας ἀπέδοτο τούς τ᾽ ἐκ τῆς τετρήρους καὶ τοὺς ἐκ τῶν ἄλλων πλοίων τῶν ἁλόντων. [5] τῶν δ᾽ ὑπολοίπων νεῶν τριῶν Ἀμύντας ἡγούμενος ἔπλευσεν ἐπὶ νήσων καὶ πολλοῖς πλοίοις περιτυχὼν κομίζουσι τὰ πρὸς τὰς μηχανὰς ἁρμόζοντα τοῖς πολεμίοις ἃ μὲν αὐτῶν κατέδυσεν, ἃ δὲ κατήγαγεν εἰς τὴν πόλιν, ἐν οἷς ἑάλωσαν καὶ τεχνῖται τῶν ἀξιολόγων καὶ πρὸς βέλη καὶ καταπέλτας ἐμπειρίᾳ διαφέροντες ἕνδεκα. [6] μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις· ἐφ᾽ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν, [p. 308] τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος. [7] ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας· τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετ᾽ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπ᾽ αὐτῶν φιλίας ἀνάμνησις. ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.

Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους. [2] διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας. [3] τῶν δὲ διορυγμάτων παρ᾽ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν· οὗτος δ᾽ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δ᾽ ἐξαπεσταλμένος ἡγεμὼν τῶν [p. 309] μισθοφόρων. [4] ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθ᾽ ἡμέραν καθ᾽ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας. [5] εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ· καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δ᾽ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.

Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας εἰς ὀκτώ· κατέστησεν δ᾽ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετ᾽ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν· εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δἰ ἀνδρῶν οὐκ ἐλαττόνων ἢ χιλίων. [2] μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους [p. 310] καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας, [3] ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν. [4] ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο. διασείοντος δ᾽ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων. [5] ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας. καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.

ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις. [2] προσφερομένων δ᾽ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν. φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δ᾽ ὑπὸ Δημητρίου [p. 311] πεμφθέντες ἐπανῆλθον ἄπρακτοι. [3] ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους. τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους. [4] νυκτὸς δ᾽ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δ᾽ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον. [5] οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν. [6] ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δ᾽ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν. [7] ἔτυχον δὲ καὶ τῶν ἀπὸ τῆς μηχανῆς λεπίδων τινὲς ἀποπεσοῦσαι, καταψιλωθέντος δὲ τοῦ τόπου προσέπιπτον οἱ πυρφόροι τῷ ξυλοφανεῖ τοῦ κατασκευάσματος. διόπερ ἀγωνιάσας ὁ Δημήτριος μήποτε τοῦ πυρὸς ἐπινεμηθέντος ἅπασαν συμβῇ τὴν μηχανὴν λυμανθῆναι, κατὰ τάχος ἐβοήθει [p. 312] καὶ τῷ παρασκευασθέντι ὕδατι ἐν ταῖς στεγαις ἐπειρᾶτο σβεννύναι τὴν ἐπιφερομένην φλόγα. τὸ δὲ τελευταῖον ἀθροίσας τῇ σάλπιγγι τοὺς τεταγμένους ἐπὶ τῆς κινήσεως τῶν ἔργων διὰ τούτων ἀπήγαγε τὰς μηχανὰς ἐκτὸς βέλους.

ἔπειτα γενομένης ἡμέρας προσέταξε τοῖς ὑπηρέταις ἀθροῖσαι τὰ βέλη τὰ πεσόντα παρὰ τῶν Ῥοδίων, ἐκ τούτων βουλόμενος συλλογίσασθαι τῶν ἐν τῇ πόλει τὴν παρασκευήν. [2] ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων ἠριθμήθησαν πυρφόροι μὲν τοῖς μεγέθεσι παντοῖοι πλείους τῶν ὀκτακοσίων, ὀξυβελεῖς δὲ οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. τοσούτων δὲ βελῶν ἐνεχθέντων ἐν βραχεῖ χρόνῳ νυκτὸς ἐθαύμαζε τὴν χορηγίαν τῆς πόλεως καὶ τὴν ἐν τούτοις δαψίλειαν. [3] τότε μὲν οὖν ὁ Δημήτριος κατεσκεύασε τὰ πεπονηκότα τῶν ἔργων καὶ περί τε τὴν ταφὴν τῶν τελευτησάντων καὶ τὴν θεραπείαν τῶν τραυματιῶν ἐγίνετο. [4] καθ᾽ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους· οὐδὲν δ᾽ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν. [5] ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δ᾽ εἶχον ἄφρακτα τρία, κράτιστοι [p. 313] δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δ᾽ ἐπ᾽ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής. [6] ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους. [7] ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.

ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών. [2] καθ᾽ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι [p. 314] τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους. [3] γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι. [4] Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους. [5] τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφ᾽ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [6] πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο· [7] οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δ᾽ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας. [8] περικαταλαβούσης δ᾽ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες [p. 315] συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης. [9] οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρ᾽ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δ᾽ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δ᾽ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν. πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπ᾽ ἀρετῇ γενόμενος περίβλεπτος.

Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως. [2] Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως [p. 316] διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην. [3] καθ᾽ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.

οἱ μὲν οὖν Ῥόδιοι πολιορκηθέντες ἐνιαύσιον χρόνον τούτῳ τῷ τρόπῳ κατελύσαντο τὸν πόλεμον. τοὺς δ᾽ ἐν τοῖς κινδύνοις ἄνδρας ἀγαθοὺς γενομένους ἐτίμησαν ταῖς ἀξίαις δωρεαῖς καὶ τῶν δούλων τοὺς ἀνδραγαθήσαντας ἐλευθερίας καὶ πολιτείας ἠξίωσαν. [2] ἔστησαν δὲ καὶ τῶν βασιλέων εἰκόνας Κασάνδρου καὶ Λυσιμάχου καὶ τῶν δευτερευόντων μὲν ταῖς δόξαις, συμβεβλημένων δὲ μεγάλα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. [3] τὸν δὲ Πτολεμαῖον ἐν ἀνταποδόσει μείζονος χάριτος ὑπερβάλλεσθαι βουλόμενοι θεωροὺς ἀπέστειλαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρ᾽ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύει Ῥοδίοις Πτολεμαῖον ὡς θεὸν τιμῆσαι. [4] συγκατατιθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, οἰκοδομήσαντες παρ᾽ ἑκάστην πλευρὰν στοὰν σταδιαίαν, ὃ προσηγόρευσαν Πτολεμαῖον. ἀνῳκοδόμησαν δὲ καὶ τὸ θέατρον καὶ τὰ πεπτωκότα τῶν τειχῶν καὶ τῶν ἄλλων τόπων τοὺς [p. 317] καθῃρημένους πολλῷ κάλλιον ἢ προϋπῆρχον. [5] Δημήτριος δὲ κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς διαλυσάμενος πρὸς Ῥοδίους ἐξέπλευσε μετὰ πάσης τῆς δυνάμεως καὶ κομισθεὶς διὰ νήσων κατέπλευσε τῆς Βοιωτίας εἰς Αὖλιν. [6] σπεύδων δ᾽ ἐλευθερῶσαι τοὺς Ἕλληνας ῾οἱ γὰρ περὶ Κάσανδρον καὶ Πολυπέρχοντα τὸν ἔμπροσθεν χρόνον ἄδειαν ἐσχηκότες ἐπόρθουν τὰ πλεῖστα μέρη τῆς Ἑλλάδοσ᾽ πρῶτον μὲν τὴν Χαλκιδέων πόλιν ἠλευθέρωσε, φρουρουμένην ὑπὸ Βοιωτῶν, καὶ τοὺς κατὰ τὴν Βοιωτίαν καταπληξάμενος ἠνάγκασεν ἀποστῆναι τῆς Κασάνδρου φιλίας, μετὰ δὲ ταῦτα πρὸς μὲν Αἰτωλοὺς συμμαχίαν ἐποιήσατο, πρὸς δὲ τοὺς περὶ Πολυπέρχοντα καὶ Κάσανδρον διαπολεμεῖν παρεσκευάζετο. [7] ἅμα δὲ τούτοις πραττομένοις Εὔμηλος μὲν ὁ Βοσπόρου βασιλεὺς βασιλεύων ἕκτον ἔτος ἐτελεύτησε, τὴν δὲ βασιλείαν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἦρξεν ἔτη εἴκοσιν.

ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης. κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδ᾽ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα. [2] ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς [p. 318] βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δ᾽ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν. πνεύματος δ᾽ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι. [3] διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρ᾽ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα· τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν. [4] οὐ μὴν ἀλλ᾽ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον· ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους. [5] Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δ᾽ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα [p. 319] πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δ᾽ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δ᾽ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπ᾽ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπ᾽ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον. [2] τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς [p. 320] τοῦ τείχους. εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε. μέλλοντος δ᾽ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν δι᾽ ὁμολογίας παρέδοσαν, αὐτοὶ δ᾽ ἀπέπλευσαν εἰς Αἴγυπτον. ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι· [3] Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δ᾽ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατ᾽ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ. ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων ἐνοικοῦντες. [4] ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι. [p. 321]

ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων. [2] τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δ᾽ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν· [3] σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος. [4] καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δ᾽ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν. [5] μετὰ δὲ ταῦτ᾽ ἐπ᾽ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας [p. 322] ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν. οὐ προσέχοντος δ᾽ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν. [6] τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δ᾽ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις. [7] μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον. [2] τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα [p. 323] καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα. ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους. προσελάβετο δὲ τῶν τε κατ᾽ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος. [3] ἁδρᾶς οὖν δυνάμεως περὶ αὐτὸν οὔσης οἱ μὲν Λευκανοὶ καταπλαγέντες φιλίαν ἐποιήσαντο πρὸς τοὺς Ταραντίνους, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺς Λευκανοὺς ἔπεισεν ἐμβαλεῖν εἰς τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενος κατεπλήξατο τοὺς Μεταποντίνους. παρελθὼν δ᾽ εἰς τὴν πόλιν ὡς φίλος ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίας δὲ παρθένους τὰς ἐπιφανεστάτας ἔλαβεν εἰς ὁμηρίαν, οὐχ οὕτω τῆς περὶ τὴν πίστιν ἀσφαλείας χάριν, ὡς τῆς ἰδίας ἕνεκεν λαγνείας. [4] ἀποθέμενος γὰρ τὴν Λακωνικὴν ἐσθῆτα διετέλει τρυφῶν καὶ τοὺς πιστεύσαντας αὐτῷ καταδουλούμενος· τηλικαύτας γὰρ ἔχων δυνάμεις καὶ χορηγίας οὐδὲν τῆς Σπάρτης ἄξιον ἔπραξεν. ἐπεβάλετο μὲν γὰρ ἐπὶ τὴν Σικελίαν στρατεύειν, ὡς τὴν τυραννίδα μὲν καταλύσων τὴν Ἀγαθοκλέους, τὴν δ᾽ αὐτονομίαν τοῖς Σικελιώταις ἀποκαταστήσων, ὑπερθέμενος δὲ ἐπὶ τοῦ παρόντος ταύτην τὴν στρατείαν ἔπλευσεν εἰς Κόρκυραν καὶ κρατήσας τῆς πόλεως χρημάτων τε πλῆθος εἰσεπράξατο καὶ φρουρὰν ἐγκατέστησε, διανοούμενος [p. 324] ὁρμητηρίῳ τούτῳ τῷ τόπῳ χρήσασθαι καὶ τοῖς περὶ τὴν Ἑλλάδα πράγμασιν ἐφεδρεύειν.

εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων τοὺς ἀπειθοῦντας. προσσχὼν δὲ τῇ χώρᾳ καθ᾽ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν. [2] ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους ἔλαβεν αἰχμαλώτους. καθ᾽ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους. [3] ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς. ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν [p. 325] πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος. [2] διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν. ἀποκριναμένου δ᾽ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν, ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθ᾽ αὑτόν, καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν· [3] ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ. συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες. [4] τῆς γὰρ Μακεδονίας κρατήσαντα τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας· δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ. συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον. [5] οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους

βοηθεῖν ἁδραῖς δυνάμεσι· τοῖς δὲ περὶ Κάσανδρον ἔδοξε μὴ περιμένειν τὴν τῶν πολεμίων ἔφοδον, ἀλλὰ καὶ αὐτοὺς φθάσαντας ἐπιστρατεύειν καὶ προλαμβάνειν [p. 326] τὸ χρήσιμον. διόπερ ὁ Κάσανδρος Λυσιμάχῳ μὲν παρέδωκε μέρος τοῦ στρατοπέδου καὶ στρατηγὸν συνεξέπεμψεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς λοιπῆς δυνάμεως εἰς Θετταλίαν, διαπολεμήσων Δημητρίῳ καὶ τοῖς Ἕλλησι. [2] Λυσίμαχος δὲ μετὰ στρατοπέδου διαβὰς ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν Λαμψακηνοὺς μὲν καὶ Παριανοὺς ἑκουσίως προσθεμένους ἀφῆκεν ἐλευθέρους, Σίγειον δὲ ἐκπολιορκήσας φρουρὰν παρεισήγαγε. μετὰ δὲ ταῦτα Πρεπελάῳ μὲν τῷ στρατηγῷ δοὺς πεζοὺς ἑξακισχιλίους, ἱππεῖς δὲ χιλίους ἐξέπεμψε προσαξόμενον τὰς πόλεις τάς τε κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, αὐτὸς δὲ τὸ μὲν πρῶτον ἐπεχείρησε πολιορκεῖν τὴν Ἄβυδον καὶ βέλη καὶ μηχανὰς καὶ τἄλλα παρεσκευάζετο· [3] ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δ᾽ ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν. [4] ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα. ὁ δ᾽ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν [p. 327] ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δ᾽ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν. καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δ᾽ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν. [5] μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις. ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα καὶ Δόκιμον πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.

Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δ᾽ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δ᾽ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων [p. 328] ταλάντων. [2] αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν. [3] χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν. [4] καθ᾽ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις. [5] ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον. οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν. ὁ δ᾽ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην. [6] οὐδενὸς δ᾽ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, δι᾽ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον· [7] εἶχε γὰρ τὸ χωρίον σίτου τε [p. 329] καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρ᾽ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.

Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι. συντελουμένων δ᾽ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον. [2] ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν. ὁ δ᾽ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων. [3] ἐπιγενομένων δὲ ὄμβρων μεγάλων καὶ τῆς χώρας οὔσης βαθυγείου καὶ πηλώδους τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι. [4] διόπερ ὁ βασιλεὺς ἅμα μὲν ἀναλαβεῖν βουλόμενος ἐκ τῆς κακοπαθίας τοὺς στρατιώτας, ἅμα δὲ τὴν χειμερινὴν [p. 330] ὥραν ὁρῶν περιλαμβάνουσαν τοῦ μὲν καταδιώκειν ἀπέστη, πρὸς δὲ τὴν χειμασίαν ἐπιλεξάμενος τοὺς εὐθετωτάτους τόπους διεῖλε κατὰ μέρη τὴν δύναμιν. [5] πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην· σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπ᾽ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν. [6] παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ. ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας· [7] ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπ᾽ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως. καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

κατὰ δὲ τὴν Ἑλλάδα Δημήτριος διατρίβων ἐν ταῖς Ἀθήναις ἔσπευδε μυηθῆναι καὶ καταλαβεῖν τὴν [p. 331] ἐν Ἐλευσῖνι τελετήν. ἀπεχούσης δὲ χρόνον ἱκανὸν τῆς κατὰ νόμους ἡμέρας, καθ᾽ ἣν εἰώθεισαν Ἀθηναῖοι συντελεῖν τὴν τελετήν, ἔπεισε τὸν δῆμον διὰ τὰς εὐεργεσίας κινῆσαι τὸ πάτριον ἔθος. παραδοὺς οὖν αὑτὸν ἄνοπλον τοῖς ἱερεῦσι καὶ πρὸ τῆς ὡρισμένης ἡμέρας μυηθεὶς ἀνέζευξεν ἐκ τῶν Ἀθηνῶν. [2] καὶ τὸ μὲν πρῶτον εἰς Χαλκίδα τῆς Εὐβοίας ἤθροισε τὸν στόλον καὶ τὴν πεζὴν δύναμιν· μετὰ δὲ ταῦτα πυθόμενος τοὺς περὶ Κάσανδρον προκατειλῆφθαι τὰς παρόδους, πεζῇ μὲν ἀπέγνω τὴν εἰς Θετταλίαν ποιεῖσθαι πορείαν, παραπλεύσας δὲ μετὰ τῆς δυνάμεως εἰς τὸν ἐν Λαρίσῃ λιμένα καὶ τὴν δύναμιν ἐκβιβάσας τὴν μὲν πόλιν ἐξ ἐφόδου παρέλαβε, τὴν δ᾽ ἄκραν ἐκπολιορκήσας τοὺς μὲν φρουροὺς δήσας παρέδωκεν εἰς φυλακήν, τοῖς δὲ Λαρισαίοις τὴν αὐτονομίαν ἀποκατέστησεν. [3] μετὰ δὲ ταῦτα Ἀντρῶνας μὲν καὶ Πτελεὸν προσηγάγετο, Δίον δὲ καὶ Ὀρχομενὸν μετοικίζοντος εἰς Θήβας Κασάνδρου διεκώλυσε μετοικισθῆναι τὰς πόλεις. Κάσανδρος δὲ θεωρῶν τὰ πράγματα τῷ Δημητρίῳ κατὰ [p. 332] νοῦν χωροῦντα Φερὰς μὲν καὶ Θήβας ἁδροτέραις φρουραῖς παρεφύλαττε, τὴν δὲ δύναμιν πᾶσαν εἰς ἕνα τόπον ἀθροίσας ἀντεστρατοπέδευσε τοῖς περὶ τὸν Δημήτριον. [4] εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν εἰς δισμυρίους ἐννακισχιλίους, ἱππεῖς δὲ δισχιλίους. τῷ δὲ Δημητρίῳ συνηκολούθουν ἱππεῖς μὲν χίλιοι καὶ πεντακόσιοι, πεζοὶ δὲ Μακεδόνες οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, μισθοφόροι δ᾽ εἰς μυρίους καὶ πεντακισχιλίους, ἐκ δὲ τῶν κατὰ τὴν Ἑλλάδα πόλεων δισμύριοι καὶ πεντακισχίλιοι, ψιλικὰ δὲ τάγματα καὶ πειρατῶν παντοδαπῶν τῶν συντρεχόντων ἐπὶ τοὺς πολέμους καὶ τὰς ἁρπαγὰς οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, ὥστ᾽ εἶναι τοὺς ἅπαντας πεζοὺς περὶ τοὺς πεντακισμυρίους ἑξακισχιλίους. [5] ἀντικαθημένων δὲ τῶν στρατοπέδων ἀλλήλοις ἐπὶ πολλὰς ἡμέρας ἐκτάξεις μὲν ἐγίνοντο παρ᾽ ἀμφοτέροις, εἰς μάχην δὲ οὐδέτερος συγκατέβαινε, καραδοκῶν τὴν ἐπὶ τῆς Ἀσίας ἐσομένην τῶν ὅλων κρίσιν. [6] Δημήτριος δέ, τῶν Φεραίων ἐπικαλεσαμένων αὐτόν, παρεισπεσὼν εἰς τὴν πόλιν μετὰ μέρους τῆς δυνάμεως τὴν μὲν ἄκραν ἐκπολιορκήσας ὑποσπόνδους ἀφῆκε τοὺς παρὰ Κασάνδρου στρατιώτας, τοῖς δὲ Φεραίοις τὴν ἐλευθερίαν ἀποκατέστησεν.

ἐν τούτοις δ᾽ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπ᾽ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν. [2] διόπερ ἀναγκαῖον ἡγησάμενος ὑπάρχειν ὁ βασιλεὺς τὸ πείθεσθαι τῷ πατρί, πρὸς μὲν Κάσανδρον [p. 333] διαλύσεις ἐποιήσατο, συνθέμενος εἶναι κυρίας τὰς συνθήκας, ἐὰν ὦσιν εὐάρεστοι τῷ πατρί, ἀκριβῶς μὲν εἰδὼς οὐ προσδεξόμενον αὐτὸν διὰ τὸ κεκρικέναι πάντως διὰ τῶν ὅπλων ἐπιθεῖναι τέλος τῷ συμβάντι πολέμῳ, βουλόμενος δὲ τὴν ἐκ τῆς Ἑλλάδος ἀποχώρησιν εὐσχήμονα ποιήσασθαι καὶ μὴ φυγῇ παραπλησίαν· ἐγέγραπτο γὰρ ἐν ταῖς συνθήκαις πρὸς τοῖς ἄλλοις καὶ τὸ τὰς Ἑλληνίδας πόλεις ἐλευθέρας ὑπάρχειν, οὐ τὰς κατὰ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὰς κατὰ τὴν Ἀσίαν. [3] μετὰ δὲ ταῦθ᾽ ὁ Δημήτριος παρασκευασάμενος πόρια πρὸς τὴν παρακομιδὴν τῶν τε στρατιωτῶν καὶ τῆς ἀποσκευῆς ἀνήχθη παντὶ τῷ στόλῳ καὶ κομισθεὶς διὰ νήσων κατέπλευσεν εἰς Ἔφεσον. ἐκβιβάσας δὲ τὴν δύναμιν καὶ στρατοπεδεύσας πλησίον τῶν τειχῶν ἠνάγκασε τὴν πόλιν εἰς τὴν προϋπάρχουσαν ἀποκαταστῆναι τάξιν καὶ τὴν μὲν ὑπὸ Πρεπελάου τοῦ Λυσιμάχου στρατηγοῦ παρεισαχθεῖσαν φρουρὰν ἀφῆκεν ὑπόσπονδον, ἰδίαν δὲ φυλακὴν εἰς τὴν ἄκραν καταστήσας παρῆλθεν εἰς Ἑλλήσποντον. καὶ Λαμψακηνοὺς μὲν καὶ Παριανούς, ἔτι δὲ τῶν ἄλλων τῶν μεταβεβλημένων πόλεών τινας ἀνεκτήσατο, ἐπὶ δὲ τὸ στόμα τοῦ Πόντου παραγενόμενος πρὸς τῷ Καλχηδονίων ἱερῷ στρατοπεδείαν περιεβάλετο καὶ τοὺς φυλάξοντας τὸν τόπον ἀπέλιπε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ναῦς δὲ μακρὰς τριάκοντα· τὴν δ᾽ ἄλλην δύναμιν διελόμενος κατὰ πόλεις διέδωκεν εἰς χειμασίαν. [4] περὶ δὲ τούτους [p. 334] τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε· τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.

ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Κάσανδρος μετὰ τὴν ἀπαλλαγὴν τὴν Δημητρίου τὰς μὲν κατὰ τὴν Θετταλίαν πόλεις ἀνεκτήσατο, Πλείσταρχον δὲ μετὰ δυνάμεως ἐξέπεμψεν εἰς τὴν Ἀσίαν βοηθήσοντα τοῖς περὶ Λυσίμαχον. οἱ δὲ συναποσταλέντες ἦσαν πεζοὶ μὲν μύριοι δισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι. [2] ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατ᾽ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης τι μέρος τῆς Λυσιμάχου δυνάμεως. [3] οὐκ ἔχων δ᾽ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν. τὴν μὲν οὖν πρώτην ἀποστολὴν [p. 335] συνέβη διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι. κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι· [4] καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα μόνον διεσώθησαν. ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος. οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.

ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Πτολεμαῖος ὁ βασιλεὺς ἀναζεύξας ἐξ Αἰγύπτου μετὰ δυνάμεως ἀξιολόγου τὰς μὲν ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις ἁπάσας ὑποχειρίους ἐποιήσατο· Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας. [2] παραλογισθεὶς οὖν ὑπὸ τούτων καὶ πεισθεὶς ἀληθῆ τὴν προσαγγελίαν εἶναι, πρὸς μὲν τοὺς Σιδωνίους εἰς τέτταρας μῆνας ἀνοχὰς ἐποιήσατο, τὰς δὲ χειρωθείσας πόλεις φρουραῖς ἀσφαλισάμενος ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Αἴγυπτον. [3] ἅμα δὲ τούτοις πραττομένοις οἱ τῶν παρὰ Λυσιμάχῳ στρατιωτῶν αὐτομολήσαντες [p. 336] ἐκ τῆς χειμασίας παρ᾽ Ἀντίγονον Αὐταριάται μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι περὶ ὀκτακοσίους. τούτοις μὲν οὖν Ἀντίγονος φιλανθρώπως προσενεχθεὶς τούς τε μισθοὺς ἔδωκεν, οὓς ἔφασαν ὀφείλεσθαι παρὰ Λυσιμάχου, καὶ δωρεαῖς ἐτίμησε. [4] καθ᾽ ὃν δὴ χρόνον ἦλθε καὶ Σέλευκος ἐκ τῶν ἄνω σατραπειῶν διαβεβηκὼς εἰς Καππαδοκίαν μετὰ πολλῆς δυνάμεως καὶ κατασκευάσας στεγνὰ τοῖς στρατιώταις παρεχείμαζεν. εἶχε δὲ πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ σὺν τοῖς ἱπποτοξόταις περὶ μυρίους δισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, ἅρματα δὲ δρεπανηφόρα πλείω τῶν ἑκατόν. [5] αἱ μὲν οὖν τῶν βασιλέων δυνάμεις τοῦτον τὸν τρόπον ἠθροίζοντο, κεκρικότων ἁπάντων κατὰ τὴν ἐπιοῦσαν θερίαν διὰ τῶν ὅπλων κρῖναι τὸν πόλεμον. ἡμεῖς δέ, καθάπερ ἐν ἀρχῇ προεθέμεθα, τὸν γενόμενον τούτοις τοῖς βασιλεῦσι πρὸς ἀλλήλους πόλεμον περὶ τῶν ὅλων πράξεων ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.