Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Αβέβαια αποσπάσματα
Diodorus Siculus. Diodorus of Sicily in Twelve Volumes. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd. 1989.


1. “Τὸ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν. ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.” Διόδωρος, 5.6.3-4.

2. [1] Διόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Εὐστάθιος, Παρεκβολαὶ εἰς τὴν Ὀδύσσεια, Βιβλίον 20, σελ. 1896.

[2] Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν διαφορὰν οἶδεν, ὡς καὶ προερρέθη, Σικελοῦ καὶ Σικανοῦ. Εὐστάθιος, Βιβλίον 24, σελ. 1962.

3. Διόδωρος δὲ ὁ Σικελὸς καὶ ὁ Ὀππιανὸς τὴν Νεάπολιν ὑφ᾽ Ἡρακλέους οἰκισθῆναί φασι κτισθῆναι. Τζέτζης, Σχόλια στήν "Ἀλεξάνδρα" τοῦ Λυκόφρονος, 717.

4. Καὶ τὸ Παλλάδιον δὲ τῆς Ἀθηνᾶς τοιοῦτον ἦν τρίπηχυ, ξύλινον, ἐξ οὐρανοῦ καταπεσόν, ὥς φασιν, ἐν Πεσινοῦντι τῆς Φρυγίας, ὅθεν ὁ Διόδωρος καὶ Δίων τὸν τόπον κληθῆναί φασιν. Εὐδοκία, Κῆπος Ἴων, 322.

5. Καὶ Διόδωρος ἄκραν τινὰ τῶν Ἄλπεων κορυφὴν τοῦ σύμπαντος ὄρους δοκοῦσαν οὐρανοῦ ῥάχιν ἱστορεῖ παρὰ τῶν ἐγχωρίων καλεῖσθαι. Εὐστάθιος, Βιβλίον 1, σελ. 1390.