Θεάγης
Θεάγης Συγγραφέας: |
Πρόσωπα: Δημόδοκος, Θεάγης, Σωκράτης |
- Δημόδοκος
[121a] Ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.
- Σωκράτης
Ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. Ἀλλ' εἴ τι βούλει λέγειν, ἔξεστιν.
- Δημόδοκος
Βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;
- Σωκράτης
Εἰ σοὶ δοκεῖ.
- Δημόδοκος
[121b] Ἴωμεν δή. Ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. Καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος [121c] γίγνεται. Οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. Καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουί̈, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. Τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ —ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ— ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς [121d] φησι, σοφὸς γενέσθαι. Δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. Ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον [122a] μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει. Τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ. Νῦν οὖν ἥκω ἐπ' αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. Σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. Ἀλλ' εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε [122b] καὶ χρή.
- Σωκράτης
Ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. Εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. Πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ [122c] μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.
- Δημόδοκος
Ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.
- Σωκράτης
Καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. Ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα [122d] ἐπιθυμεῖν ἀλλ' ἑτέρου, εἶτ' αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. Ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπ' αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.
- Δημόδοκος
Κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.
- Σωκράτης
Εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; Τί αὐτὸν προσαγορεύωμεν;
- Δημόδοκος
Θέαγης ὄνομα τούτῳ, ὦ Σώκρατες.
- Σωκράτης
Καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ [122e] ἱεροπρεπές. Εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;
- Θεάγης
Ναί.
- Σωκράτης
Σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;
- Θεάγης
Τοὺς ἐπιστήμονας ἔγωγε.
- Σωκράτης
Τί οὖν; Οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;
- Θεάγης
Ἑμέ γε.
- Σωκράτης
[123a] Ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;
- Θεάγης
Ἔγωγε.
- Σωκράτης
Τίς ἐστιν αὕτη; Εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.
- Θεάγης
Οἶδεν καὶ οὗτος, ὦ Σώκρατες —ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα— ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.
- Σωκράτης
Ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα [123b] ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. Φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· « Ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρ' ὧν ἂν σὺ σοφὸς γένοιο; » Τί ἄν μοι ἀπεκρίνω; Τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;
- Θεάγης
Ναί.
- Σωκράτης
[123c] Εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτ' ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρ' οὐχὶ ἡνιοχικήν;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;
- Θεάγης
Οἶμαι ἔγωγε ἔχειν.
- Σωκράτης
Πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;
- Θεάγης
Καὶ τὸ ὄνομα ἔγωγε.
- Σωκράτης
Τί οὖν ἔστιν; Εἰπέ.
- Θεάγης
[123d] Τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλ' ἢ σοφίαν;
- Σωκράτης
Οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;
- Θεάγης
Οὐκ ἔμοιγε.
- Σωκράτης
Ἀλλὰ σοφία;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἧι τί χρώμεθα; Οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;
- Θεάγης
Ναί.
- Σωκράτης
Οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;
- Θεάγης
Ἔμοιγε δοκεῖ.
- Σωκράτης
Ἆρ' οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;
- Θεάγης
Αὕτη μὲν οὖν.
- Σωκράτης
Ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾟ τίνος [123e] ἐπιστάμεθα ἄρχειν;
- Θεάγης
Ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.
- Σωκράτης
Μῶν ᾗ τῶν καμνόντων;
- Θεάγης
Οὐ δῆτα.
- Σωκράτης
Ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἂλλ' ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;
- Θεάγης
Οὔ.
- Σωκράτης
Μουσικὴ γὰρ αὕτη γε;
- Θεάγης
Πάνυ γε.
- Σωκράτης
Ἀλλ' ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;
- Θεάγης
Οὔ.
- Σωκράτης
Γυμναστικὴ γὰρ αὕτη γε;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἀλλ' ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.
- Θεάγης
[124a] Ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.
- Σωκράτης
Οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;
- Θεάγης
Ναί, ἀλλ' οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.
- Σωκράτης
Ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. Ἦ γάρ;
- Θεάγης
Ναί.
- Σωκράτης
[124b] Οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἀλλ' ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.
- Θεάγης
Ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.
- Σωκράτης
[124c] Ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;
- Θεάγης
Οὔκ, ἀλλὰ τούτων.
- Σωκράτης
Τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;
- Θεάγης
Ναί.
- Σωκράτης
Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;
- Θεάγης
Ἔγωγε.
- Σωκράτης
Οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;
- Θεάγης
[124d] Ναί.
- Σωκράτης
Τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; Οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;
- Θεάγης
Ἔγωγε.
- Σωκράτης
Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; Οὐ τούτων;
- Θεάγης
Πῶς γὰρ οὔ;
- Σωκράτης
Εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;
- Θεάγης
Τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;
- Σωκράτης
[124e] Ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;
- Θεάγης
Οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;
- Σωκράτης
Οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;
- Θεάγης
Φαίνεται.
- Σωκράτης
Οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;
- Θεάγης
Ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.
- Σωκράτης
Ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι [125a] ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς [διδασκάλου] τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν —ὁρᾷς;— ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;
- Δημόδοκος
[125b] Ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.
- Σωκράτης
Ἔασον, ὠγαθέ. Διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.
- Δημόδοκος
Πυνθάνου δή.
- Σωκράτης
Τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν
— Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·
εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· « ὦ Εὐριπίδη, τῶν τί [125c] σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; » ὥσπερ ἂν εἰ εἰπόντα
— Σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,
ἠρόμεθα « τῶν τί σοφῶν; » Τί ἂν ἡμῖν ἀπεκρίνατο; Ἆρ' ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;
- Θεάγης
Οὔκ, ἀλλὰ τοῦτο.
- Σωκράτης
Τί δὲ εἰ εἶπε
— Σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,
εἰ ἠρόμεθα· « Τῶν τί σοφῶν; » Τί ἂν ἡμῖν ἀπεκρίνατο; Οὐχ ὅτι τῶν μαγείρων;
- Θεάγης
Ναί.
- Σωκράτης
Τί δ' εἰ
— Σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ
εἶπεν, εἰ ἠρόμεθα· « Τῶν τί σοφῶν; » Ἆρα οὐκ ἂν τῶν [125d] παλαίειν ἔφη;
- Θεάγης
Ναί.
- Σωκράτης
Ἐπειδὴ δὲ εἶπε
— Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,
ἡμῶν ἐρωτώντων· « Τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη; » Τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;
- Θεάγης
Ἀλλὰ μὰ Δί' οὐκ οἶδ' ἔγωγε.
- Σωκράτης
Ἀλλὰ βούλει ἐγώ σοι εἴπω;
- Θεάγης
Εἰ σὺ βούλει.
- Σωκράτης
Ταῦτ' ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;
- Θεάγης
Ἔγωγε.
- Σωκράτης
Τί οὖν; Τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς [125e] ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ « ἐπίσταται τυραννικά, » ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;
- Θεάγης
Πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.
- Σωκράτης
Τί δέ; Οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; Τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;
- Θεάγης
Εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, [126a] μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γ' ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι —ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι— ἀλλ' οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.
- Σωκράτης
Ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; Οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;
- Θεάγης
Οὐ βίᾳ γε οὐδ' ὥσπερ οἱ τύραννοι ἀλλ' ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.
- Σωκράτης
Ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;
- Θεάγης
Νὴ Δία τούτους λέγω.
- Σωκράτης
Τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς [126b] γενέσθαι; Παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς; Ἦ παρ' ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;
- Θεάγης
Μὰ Δία οὐκ ἔγωγε.
- Σωκράτης
Ἀλλὰ παρ' αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.
- Θεάγης
Δῆλον ὅτι.
- Σωκράτης
Τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι; Οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ [126c] οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;
- Θεάγης
Ἔμοιγε δοκεῖ.
- Σωκράτης
Λέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρ' ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις; ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλ' οὐκ αὐτοῖς τούτοις;
- Θεάγης
[126d] Ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι. Ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τ' ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.
- Σωκράτης
Τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη [126e] μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρ' αὐτῶν μανθάνειν; Ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς; Ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;
- Θεάγης
Μὰ Δία οὐκ ἔγωγε.
- Σωκράτης
[127a] Νῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν θαυμάζεις, καὶ μέμφῃ εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι πέμποι; Ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ ὅτῳ ἂν βούλῃ συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλῳ τῳ συνών.
- Θεάγης
Τί οὖν, ὦ Σώκρατες; Οὐ καὶ σὺ τῶν καλῶν κἀγαθῶν εἰ ἀνδρῶν; Εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ οὐδένα ἄλλον ζητῶ.
- Σωκράτης
[127b] Τί τοῦτο λέγεις, Θέαγες;
- Δημόδοκος
Ὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῇ· ὡς ἐγὼ οὐκ ἔσθ' ὅτι τούτου μεῖζον ἂν ἕρμαιον ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ ἐθέλοις τούτῳ συνεῖναι. Καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡς σφόδρα βούλομαι. Ἀλλ' ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τ' ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε [127c] φροντίδων. Ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή τινι ἄλλῳ ἐντύχῃ οἵῳ τοῦτον διαφθεῖραι.
- Θεάγης
Μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γ' ἐμοῦ φοβοῦ, εἴπερ οἷός τ' εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι.
- Δημόδοκος
Πάνυ καλῶς λέγεις. Ὦ Σώκρατες, πρὸς σὲ δ' ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ [127d] ἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς.
- Σωκράτης
Ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, Εἴπερ οἴει ὑπ' ἐμοῦ μάλιστ' ἄν σοι τοῦτον ὠφεληθῆναι —οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται— ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τ' εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο [127e] πάνυ θαυμάζω. Σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ, ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας, καὶ τιμᾷ ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων οὐδὲν ἐνορᾷ οὐδέτερος ὑμῶν. Ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας [128a] ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους —οἷς ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι— τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. Τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δ' οὐκ [128b] εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων —ἐπεὶ ἐβουλόμην ἄν— ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. Τοῦτο μέντοι τὸ μάθημα παρ' ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν.
- Θεάγης
Ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ [τι] ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν —ἐπεὶ τό γ' ἐμὸν ἕτοιμον, [128c] ἐὰν οὗτος ἐθέλῃ— ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. Ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους.
- Σωκράτης
Οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου;
- Θεάγης
Ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τ' ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι.
- Σωκράτης
[128d] Οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτ' ἔστιν, ἐγὼ δέ σοι φράσω. Ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. Ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν. Καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν [128e] γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι « Λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει. » « Ἵσως, » ἔφη, « σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι. » Ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ [129a] ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. Εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει †εὐθὺ τοῦ δαιμονίου†, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.
- Θεάγης
Τί;
- Σωκράτης
« Ὦ Κλειτόμαχε, » ἔφη, « ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι. » Τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος; ἐγὼ φράσω. Ὅτε [129b] ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, « Τί λέγεις, » ἔφη, « ὦ Σώκρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω. » Καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν, « Μηδαμῶς, » ἔφην, « ἀναστῇς· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον. » Καὶ ὃς ἐπέσχε. [129c] Καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· « εἶμι δή, Σώκρατες. » Αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. Τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος. Ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. Ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ [129d] πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου. Καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι· πεῖραν δ' ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει. Ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. Ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γ' ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι.
[129e] Ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετ' ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται. Πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετ' ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν· πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες. Οἷς δ' ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν. Καὶ τούτων αὖ τῶν ἐπιδιδόντων [130a] οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετ' ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. Τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. Διατρίβων γὰρ μετ' ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετ' ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου. [130b] Ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι δι' ἀπεχθείας ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, « Θουκυδίδην δέ, » ἔφη, « ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα. » « Ἔστι γάρ, » ἔφην ἐγώ, « οὕτως. » « Τί δέ, οὐκ οἶδεν, » ἔφη, « πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον; » « οὐκ ἔοικέν γε, » ἔφην ἐγώ, « νὴ τοὺς θεούς. » « Ἀλλὰ μὴν καὶ αὐτός γε, » ἔφη, « καταγελάστως [130c] ἔχω, ὦ Σώκρατες. » « Τί μάλιστα; » ἔφην ἐγώ. « Ὅτι, » ἔφη, « πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τ' ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι. » « Πότερον δέ, » ἦν δ' ἐγώ, « ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν; » « κατὰ σμικρόν, » ἦ δ' ὅς. [130d] « Ἡνίκα δέ σοι παρεγένετο, » ἦν δ' ἐγώ, « πότερον μαθόντι παρ' ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ; » « ἐγώ σοι ἐρῶ, » ἔφη, « ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. Ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς [130e] σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρ' αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος· νῦν δέ, » ἦ δ' ὅς, « πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε. »
Ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ. Ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρ' ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρ' ἐμοῦ ὅτι ἂν τύχῃ τοῦτο πρᾶξαι.
- Θεάγης
[131a] Ἐμοὶ μὲν τοίνυν δοκεῖ, ὦ Σώκρατες, ἡμᾶς οὑτωσὶ ποιῆσαι, ἀποπειραθῆναι τοῦ δαιμονίου τούτου συνόντας ἀλλήλοις. Καὶ ἐὰν μὲν παρείκῃ ἡμῖν, ταῦτα βέλτιστα· εἰ δὲ μή, τότε ἤδη παραχρῆμα βουλευσόμεθα ὅτι δράσομεν, εἴτε ἄλλῳ συνεσόμεθα, εἴτε καὶ αὐτὸ τὸ θεῖον τὸ σοὶ γιγνόμενον πειρασόμεθα παραμυθεῖσθαι εὐχαῖσί τε καὶ θυσίαις καὶ ἄλλῳ ὅτῳ ἂν οἱ μάντεις ἐξηγῶνται.
- Δημόδοκος
Μηκέτι πρὸς ταῦτα ἀντείπῃς, ὦ Σώκρατες, τῷ μειρακίῳ· εὖ γὰρ λέγει Θεάγης.
- Σωκράτης
Ἀλλ' εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν, οὕτω ποιῶμεν.