Ευσέβιου Καισαρείας, Περὶ της του πάσχα εορτής

Περὶ τῆς τοῦ πάσχα ἑορτῆς
Συγγραφέας:


ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΣΧΑ ΕΟΡΤΗΣ.

α. Τάχα οὐκ ἄκαιρον ἂν εἴη καὶ αὖθις περὶ τοῦ Πάσχα διαλαβεῖν, ἄνωθεν Ἑβραίων παισὶν εἰκονικῶς παραδεδομένου. Ὁπηνίκα γοῦν Ἑβραῖοι, σκιὰς μελλόντων ἐπιτελοῦντες, πρῶτοι τὴν τοῦ φασὲκ ἑορτὴν ἐτέλουν, θρέμμα μὲν αὐτοῖς ἐξ ἀγέλης ἐλαμβάνετο· τοῦτο δὲ ἦν ἀμνὸς ἢ πρόβατον· εἶτ' αὐτοὶ τοῦτο δι' ἑαυτῶν ἔθυον· κἄπειτα τῷ μὲν αἵματι πρῶτον ὑπέρθυρα καὶ φλιὰς ἕκαστος τῶν ἰδίων κατέχριον οἴκων· ταύτῃ πη εἰς ἀνατροπὴν ὀλοθρευτοῦ αἱμάσσοντες οὐδοὺς καὶ μέλαθρα. Σαρξὶ δὲ τοῦ προβάτου τροφῇ χρώμενοι, καὶ τὰς ὀσφῦς ζώνῃ περιδεδεμένοι, τροφῆς τε ἀζύμων ἄρτων μετίσχοντες, καὶ πόας πικρίδων προσφερόμενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρημον. Ταῦτα γοῦν αὐτοῖς ὁμοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενομοθέτητο. Ἔνθεν ἡ ἐξ Αἰγύπτου μετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς επωνυμίαν ἐπλήρου. Ἀλλ' ἐκείνοις μὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι' ἡμᾶς. Καί γε διερμηνεύει Παῦλος τῶν παλαιῶν συμβόλων διαφαίνων τὴν ἀλήθειαν δι' ὧν φησι· Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν· κέκραγε γοῦν τηλαυγῶς Ἡσαΐας· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.

β. Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου ταῖς λογικαῖς σαρξὶ τρεφόμενοι, μαθήμασι δηλαδὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡμετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώματα κατασημαινόμενοι, πᾶν γένος δαιμόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν· καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν μελετῶμεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταβεβηκότες ἐπὶ τὴν ἔρημον. Ταύτῃ γοῦν καὶ ἡμεῖς ἀτριβῆ τινα καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούμενοι, καὶ τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν μέσῃ χειμῶνος ὥρᾳ παρηγμένος· στυγνὸς γὰρ οὗτος· ἀλλ' οὐδ' ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ' ὃν ἡ τροπὴ φλεγμαίνουσα, τῶν κατ' ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος· πλεονεκτεῖ δὲ καὶ τὰ τῶν ὡρῶν, οὐκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ· μετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης μὲν τῆς χώρας, τῶν δ' οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερημένης. Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος ἡγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὸ πρῶτον τμῆμα διιππεύοντος, σελήνης δ' ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζομένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων φόβητρα, λύει δὲ μακρὰ διαστήματα, πλημμύρας ὑδάτων μεταβάλλει. Ἤδη δὲ νεαρᾶς ἐπιλαμπούσης αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι. Χῶραι δ' ἐν τούτῳ κατ' ἀγροὺς ἐγκύμονες σπερμάτων, καὶ καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόμενα, γεωργοῖς πόνων τὰς ἀμοιβὰς ἐν εὐλογίαις παρέχει.

γ. Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει· οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, καθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ' ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται· ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν· ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ᾐνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο· τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι. Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ· καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται· χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν· ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν.

δ. Τοιαῦτα τὰ καινὰ μαθήματα πάλαι μὲν διὰ συμβόλων ἐπεσκιασμένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυμμένα. Καὶ δὴ καὶ ἡμεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦμεν, προέορτα μὲν προπαρασκευῆς ἕνεκα τὴν τεσσαρακονθήμερον ἄσκησιν παραλαμβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἡλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αἰῶνα ἀνανεούμενοι. Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόμενοι, τὰς μὲν ὀσφῦς εὖ μάλα δεσμῷ σωφροσύνης περιδούμεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσματα ἐν ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήμασι δὴ τὸν δρόμον τῆς οὐρανίου κλήσεως παρασκευάζομεν· βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάμει πρὸς ἄμυναν ἐχθρῶν χρώμενοι, σὺν πάσῃ προθυμίᾳ διαβαίνομεν τὴν εἰς οὐρανοὺς φέρουσαν διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον· οὕτω γὰρ διαδέξεται ἡμᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις μείζων ἑορτή· Πεντηκοστὴν αὐτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνομάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας. Λέγει γοῦν Μωϋσῆς· Ἀρχομένου σου δρέπανον ἐπ' ἄμητον, ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀμήτων παραθήσεις τῷ Θεῷ. Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄμητον μὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῷ προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντελεῖται· οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁμοφώνῳ τε διαθέσει πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν θείων λόγων μαθήμασιν ἐξαρτυθέντες, δι' ὕδατός τε καὶ πυρὸς ἁγίου Πνεύματος ἀναγεννηθέντες, ἄρτοιτρόφιμοι προσηνεῖς καὶ ἀρεστοὶ τῷ Θεῷ διὰ Χριστοῦ προσφερόμεθα.

ε. Ταύτῃ πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συμβόλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χωρούντων, αὐτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι, καὶ τῆς αὐτοῦ βασιλείας απολαύοντες. ∆ιὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ' ἐλπιζομένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόμεθα· ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνομεν, οὐδ' ἀσιτίαις καταπονούμεθα· τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν· οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωμένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωμένοις. ∆ιὸ μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδομάσιν ἑπτὰ τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ἐν ἓξ ἑβδομάσιν ἀνδρισάμενοι· πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική· διὸ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύμπαντα. Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν εβδομάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύμβολα ἡ ἑβδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται· ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδομάδας, μονάδι τῇ μετὰ ταύτας ὑστάτῃ τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα, καὶ τὸ σῶμα διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ, καὶ νηστεύειν μὴ δυνάμενοι.

στ. Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡμέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιβάλοι· τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ εμελλεν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων ἀνθρώπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούμενον καιρὸν, προλαβὼν τὸ μέλλον ὁ Θεὸς διὰ συμβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι· καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ μνήμη τῶν συμβόλων φυλάττεται, περιῃρημένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενομοθέτητο. Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύμων πεπονθέναι φησὶ τὸν Σωτῆρα· ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς.

ζ. Καὶ οἱ μὲν κατὰ Μωϋσέα ἅπαξ τοῦ παντὸς ἔτους πρόβατον τοῦ Πάσχα ἔθυον τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, τὸ πρὸς ἑσπέραν· ἡμεῖς δὲ οἱ τῆς Καινῆς ∆ιαθήκης ἐφ' ἑκάστης Κυριακῆς ἡμέρας τὸ ἑαυτῶν Πάσχα τελοῦντες, ΑΕΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΜΦΟΡΟΥΜΕΘΑ, ΑΕΙ ΤΟΥ ΑΙΜΑΤΟΣ ΤΟΥ ΠΡΟΒΑΤΟΥ ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ. ἀεὶ τὰς ὀσφῦς τῆς ἑαυτῶν ψυχῆς ἁγνείᾳ καὶ σωφροσύνῃ περιεζώσμεθα, ἀεὶ τοὺς πόδας παρεσκευάσμεθα ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, ἀεὶ τὰς βακτηρίας ἔχομεν ἐν ταῖς χερσὶ, καὶ τῇ ῥάβδῳ τῇ ἐκ ῥίζης Ἰεσσαὶ προελθούσῃ ἐπαναπαυόμεθα, ἀεὶ τῆς Αἰγύπτου ἀπαλλαττόμεθα, ἀεὶ τὴν ἐρημίαν τοῦ ἀνθρωπείου βίου μεταδιώκομεν, ἀεὶ τὴν πρὸς Θεὸν πορείαν στελλόμεθα, ἀεὶ τὰ διαβατήρια ἑορτάζομεν. Ταῦτα γὰρ πάντα οὐχ ἅπαξ τοῦ ἔτους πράττειν ἡμᾶς, ἀεὶ δὲ καὶ διὰ πάσης ἡμέρας ὁ εὐαγγελικὸς λόγος βούλεται. ∆ιὸ καὶ καθ' ἑκάστην ἑβδομάδα τὴν τοῦ Πάσχα τοῦ ἡμετέρου ἑορτὴν κατὰ τὴν σωτήριον καὶ Κυριακὴν ἡμέραν ἐπιτελοῦμεν τοῦ ἀληθινοῦ προβάτου, δι' οὗ ἐλυτρώθημεν, τὰ μυστήρια ἀποπληροῦντες· καὶ οὔτε τὸ σῶμα σιδήρῳ περιτέμνομεν, τῆς δὲ ψυχῆς τῷ τμητικῷ λόγῳ πᾶσαν περιαιροῦμεν κακίαν· οὔτε σωματικοῖς ἀζύμοις χρώμεθα, μόνοις δὲ τοῖς τῆς εἰλικρινείας καὶ ἀληθείας. Ἡ χάρις γὰρ, ἡμᾶς τῆς γεγηρακυίας ἐλευθερώσασα συνηθείας, τὸν καινὸν ἄνθρωπον παρέδωκεν ἡμῖν τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τὸν καινὸν νόμον, καινήν τε περιτομὴν, καινόν τε Πάσχα, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον· οὕτω καὶ τῶν παλαιῶν καιρῶν ἐλευθέρους ἡμᾶς ἀφῆκε.

ηʹ. Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο· ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς· ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί· καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή· καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν· ἡ φύσις γὰρ ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται· Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν· Πρὸς σὲ ποιῶ τὸ Πάσχα· ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν.

θʹ. Ἀλλὰ καὶ ὁ Σωτὴροὐ μετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα· οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ' ἔπραττον· ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ' ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν· αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας τῇ πέμπτῃ τοῦ Σαββάτου τοῖς μαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν. Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων τὸ Πάσχα ἤσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, πρὸ τοῦ με παθεῖν· τὰ μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμένα, ἃ δὴ μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά· τὸ δὲ καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ ∆ιαθήκης, ὃ δὴ μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ εἰκότως· ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν τὰ τῆς Νέας ∆ιαθήκης μυστήρια· καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, μυστήριον παρεδίδου, δι' οὗ πάντες ἄνθρωποι ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι ὡμολόγησε. Τὸ μὲν Μωϋσέως Πάσχα οὐχ ἥρμοζε πᾶσι τοῖς τότε ἔθνεσι· πῶς γάρ; ὁπότε ὑφ' ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴμ τελεῖσθαι νενομοθέτητο· διὸ οὐκ ἦν ἐπιθυμητόν· τὸ δὲ σωτήριον μυστήριον τῆς Καινῆς ∆ιαθήκης, πᾶσιν ἀνθρώποις ἁρμόζον, εἰκότως αὐτῷ ἐπιθυμητὸν ἦν.

ιʹ. Ἀλλ' αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας· οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον· καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον· εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαι φονίᾳ μεμιαμμένοι, τὸν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν· ἀλλ' οἱ μὲν κατ' αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡμέραν τὸ λυμαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷμα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ καθ' ἑαυτῶν ἐξαιτησάμενοι. Ὁ δ' ἡμέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡμέρας δὲ ἀνακείμενος μετὰ τῶν μαθητῶν, τὴν ἐπιθυμητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν.

ιαʹ. Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ μὲν αὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει μιαιφονίας, συνήπτετο δὲ τοῖς μαθηταῖς, ἅμα αὐτοῖς τὴν ἐπιθυμητὴν ἑορτὴν πανηγυρίζων; Οὐκοῦν καὶ ἡμῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι μὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύμην κακίας καὶ πονηρίας, ἀζύμων δ' ἀληθείας καὶ εἰλικρινείας ἐμπιπλαμένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτομὴν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡμῶν προβάτου τῷ αἵματι τὰς τῆς διανοίας ἡμῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ' ἡμᾶς ὀλοθρευτοῦ. Καὶ τοῦτο οὐ πρὸς μίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι' ἑβδομάδος ἁπάσης. Παρασκευὴ μὲν ἡμῖν ἔστω νηστεία, πένθους σύμβολον, τῶν προτέρων ἡμῖν χάριν ἁμαρτημάτων, καὶ μνήμης ἕνεκα τοῦ σωτηρίου πάθους.

ιβʹ. Ἰουδαίους γε μὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φημὶ, ἐξ οὗπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες. Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή. Τῷ μὲν γὰρ Κυρίῳ ἐπιμαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύμων· μηδ', ὥς φησιν ὁ Λουκᾶς, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡμέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ μετ' ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν μὲν Ἀζύμων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν κρινομένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον. Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόμον· ἦ γὰρ ἂν μετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν· ἀλλ' ἐξ ἐκείνου ἅμα τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν. Ἡμεῖς δὲ τὰ αὐτὰ μυστήρια δι' ὅλου τοῦ ἔτους ἄγομεν, ἐν παντὶ μὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάμνησιν ποιούμενοι διὰ νηστείας, ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ' αὐτῶν τοῦ Νυμφίου, τότε πρῶτον οἱ ἀπόστολοι· διὰ πάσης δὲ Κυριακῆς ἡμέρας τῷ ἡγιασμένῳ σώματι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούμενοι, καὶ τῷ τιμίῳ αἵματι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόμενοι.