Επωδοί (Αρχίλοχος)

(Ανακατεύθυνση από Επωδοί)





79a D. 115-116 Hipponax W. (Latacz) - Pap. Argentor. Bibl. Univ. 3a+b

Επεξεργασία
...κύματι πλαζόμενος·
κἀν Σαλμυδησσῶι γυμνὸν εὐφρονέστατα
Θρήϊκες ἀκρόκομοι
λάβοιεν - ἔνθα πόλλ᾽ ἀναπλήσει κακὰ
δούλιον ἄρτον ἔδων -
ῥίγει πεπηγότ᾽ αὐτόν· ἐκ δὲ τοῦ χνόου
φυκία πόλλ᾽ ἐπιχέοι,
κροτέοι δ᾽ ὀδόντας, ὡς κύων ἐπὶ στόμα
κείμενος ἀκρασίηι
ἄκρον παρὰ ῥηγμῖνα κυμα...
ταῦτ᾽ ἐθέλοιμ᾽ ἂν ἰδεῖν,
ὅς μ᾽ ἠδίκησε, λὰξ δ᾽ ἐφ᾽ ὁρκίοισ᾽ ἔβη,
τὸ πρὶν ἑταῖρος ἐών.

118a D. 196a W. (Latacz) - P. Köln (ed. R. Merkelbach/M. L. West, Zeitschr. für Papyrologie und Epigraphik, Bd. 14/1974)

Επεξεργασία
πάμπαν ἀποσχόμενος·
ἶσον δὲ τολμήσω
εἰ δ᾽ ὦν ἐπείγεαι καί σε θυμὸς ἰθύει,
ἔστιν ἐν ἡμετέρου
ἣ νῦν μέγ᾽ ἱμείρε[ι σέθεν
καλὴ τέρεινα παρθένος· δοκέω δέ μιν
εἶδος ἄμωμον ἔχειν·
τὴν δὴ σὺ ποιήσαι φίλην.»
τοσαῦτ᾽ ἐφώνει· τὴν δ᾽ ἐγὼ ἀνταμειβόμην·
«Ἀμφιμεδοῦς θύγατερ,
ἐσθλῆς τε καὶ περίφρονος
γυναικός, ἣν νῦν γῆ κατ᾽ εὐρώεσσ᾽ ἔχει,
τέρψιές εἰσι θεῆς
πολλαὶ νέοισιν ἀνδράσιν
παρὲξ τὸ θεῖον χρῆμα· τῶν τις ἀρκέσει.
ταῦτα δ᾽ ἐφ᾽ ἡσυχίης
εὖτ᾽ ἂν μελανθη
ἐγώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν.
πείσομαι ὥς με κέλεαι·
θριγκοῦ δ᾽ ἔνερθε καὶ πυλέων ὑποφλύσαι
μή τι μέγαιρε φίλη·
σχήσω γὰρ ἐς ποηφόρους
κήπους· τὸ δὴ νῦν γνῶθι. Νεοβούλην
ἄλλος ἀνὴρ ἐχέτω·
αἰαῖ, πέπειρα, δὶς τόση,
ἄνθος δ᾽ ἀπερρύηκε παρθενήϊον
καὶ χάρις ἣ πρὶν ἐπῆν·
κόρον γὰρ οὐ κατέσχε πω,
ἥβης δὲ μέτρ᾽ ἔφηνε μαινόλις γυνή.
ἐς κόρακας ἄπεχε·
μὴ τοῦτ᾽ ἐφοῖτ᾽ ἀν...
ὅπως ἐγὼ γυναῖκα τοιαύτην ἔχων
γείτοσι χάρμ᾽ ἔσομαι·
πολλὸν σὲ βούλομαι...
σὺ μὲν γὰρ οὔτ᾽ ἄπιστος οὔτε διπλόη,
ἡ δὲ μάλ᾽ ὀξυτέρη,
πολλοὺς δὲ ποιεῖται φίλους·
δέδοιχ᾽ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπουδῆι ἐπειγόμενος
τὼς ὥσπερ ἡ κύων τέκω.»
τοσαῦτ᾽ ἐφώνεον· παρθένον δ᾽ ἐν ἄνθεσιν
τηλεθάεσσι λαβὼν
ἔκλινα· μαλθακῆι δέ μιν
χλαίνηι καλύψας, αὐχέν᾽ ἀγκάληις ἔχων,
δείματι παυσαμένην
τὼς ὥστε νεβρὸν...
μαζῶν τε χερσὶν ἠπίως ἐφηψάμην
ἧι παρέφηνε νέον
ἥβης ἐπήλυσιν χρόα
ἅπαν τε σῶμα καλὸν ἀμφαφώμενος
θερμὸν ἀφῆκα μένος
ξανθῆς ἐπιψαύων τριχός.

81-83 D. 185-187 W. (Snell) - 81 D.: Lucill. Tarrh. (Ammon. 18, p. 5 Nickau) - 82 D.: Etym. Magn. 715, 44 - 83 D.: Schol. Aristoph. Ach. 120

Επεξεργασία

Αἶνός· ἀλώπηξ καὶ πίθηκος

Ἐρέω τιν᾽ ὑμῖν αἶνον, ὦ Κηρυκίδη,
ἀχνυμένη σκυτάλη·
πίθηκος ἤιει θηρίων ἀποκριθείς
μοῦνος ἀν᾽ ἐσχατιήν.
τῶι δ᾽ ἄρ᾽ ἀλώπηξ κερδαλέη συνήντετο
πυκνὸν ἔχουσα νόον.

88 D. 172 W. (Snell)

Επεξεργασία

Αἶνός· ἀετὸς καὶ ἀλώπηξ

Πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;
τίς σὰς παρήειρε φρένας,
ἧις τὸ πρὶν ἠρήρεισθα; νῦν δὲ δὴ πολύς
ἀστοῖσι φαίνεαι γέλως.


τέττιγος ἐδράξω πτερῶν


αἶνός τις ἀνθρώπων ὅδε,
ὡς ἆρ᾽ ἀλώπηξ καἰετὸς ξυνωνίην
ἔμειξαν.


προὔθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων.


ὣς δ᾽ ἄν σε θωϊὴ λάβοι


«ὁρᾶις ἵν᾽ ἔστ᾽ ἐκεῖνος ὑψηλὸς πάγος
τρηχύς τε καὶ παλίγκοτος;
ἐν τῶι κάθημαι σὴν ἐλαφρίζων μάχην.»


«ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος,
σὺ δ᾽ ἔργ᾽ ἐπ᾽ ἀνθρώπων ὁρᾶις
λεωργὰ καὶ θεμιστά, σοὶ δὲ θηρίων
ὕβρις τε καὶ δίκη μέλει.»

5 D. + 84 D. 182 W. + 298 W. (Snell) - 85 D.: Hephaest. de poem. 7, 2 (p. 71 Consbruch) -84 D.: Aristid. or. 45, 39 (II 51 Dindorf)

Επεξεργασία
Εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο,
ἐν δὲ Βατουσιάδης,
...
Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος
καὶ τέλος αὐτὸς ἔχει.

104 D. 193 W. (Snell) - Stob. 4, 20, 45 (p. 460 Hense)

Επεξεργασία
δύστηνος ἔγκειμαι πόθωι
ἄψυχος, χαλεπῆισι θεῶν ὀδύνηισιν ἕκητι
πεπαρμένος δι᾽ ὀστέων.

107 D. 168 W. (Snell) - vv. 1-2: Hephaest. 15, 2 (p. 47 Consbruch) - vv. 3-4: Hephaest. 15, 6 (p. 49 Consbruch)

Επεξεργασία
Ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον
ἐρέω, πολὺ φίλταθ᾽ ἑταίρων, τέρψεαι δ᾽ ἀκούων.

113, 114, 112 D. 188+191 W. (Snell/West) - Stob. 4, 20, 43 (p. 459 Hense)

Επεξεργασία
Οὐκέθ᾽ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη
ὄγμοις, κακοῦ δὲ γήραος καθαιρεῖ
...ἀφ᾽ ἱμερτοῦ δὲ θορὼν γλυκὺς ἵμερος π[ροσώπου
...ἦ γὰρ πολλὰ δή σ᾽ ἐπῆιξεν
πνεύματα χειμερίων ἀνέμων, μάλα πολλάκις δ᾽ ε
...
τοῖος γὰρ φιλότητος ἔρως ὑπὸ καρδίην ἐλυσθείς
πολλὴν κατ᾽ ἀχλὺν ὀμμάτων ἔχευεν,
κλέψας ἐκ στηθέων ἁπαλὰς φρένας.