Ἐπιστολὴ ΙΒ΄
Συγγραφέας:
Ἐπιστολαὶ
Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903.


[359γ] Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.

τὰ μὲν παρὰ σοῦ ἐλθόνθ᾽ ὑπομνήματα θαυμαστῶς ὡς [359δ] ἅσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν εἶναι ὁ ἀνὴρ ἄξιος ἐκείνων τῶν πάλαι προγόνων: λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μύριοι εἶναι —οὗτοι δ᾽ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων— ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρ᾽ ἐμοὶ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει, ὡς δέ ποτε τυγχάνει ἔχοντα, ἀπέσταλκά [359ε] σοι: περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστ᾽ οὐδὲν δεῖ παρακελεύεσθαι.

(ἀντιλέγεται ὡς οὐ Πλάτωνος)