ις. Νέσσος
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΝΕΣΣΟΣ

ις. μὴ δέδιθι, ὦ παῖ, τὸν Εὔηνον ποταμὸν πολλῷ κυμαίνοντα καὶ ὑπὲρ τὰς ὄχθας αἰρόμενον, γέγραπται γάρ, ἀλλὰ μᾶλλον τὰ ἐν αὐτῷ διασκεψώμεθα, ὅπη τε καὶ ὅπως ἔχει τὰ τῆς τέχνης· ἦ γὰρ οὐκ ἐπιστρέφει σε πρὸς ἑαυτὸν ὁ θεῖος Ἡρακλῆς οὕτως ἐμβεβηκὼς μέσῳ τῷ ποταμῷ καὶ πῦρ ἐκλάμπων ἀπὸ τῶν ὀφθαλμῶν τὸν σκοπὸν μετρούντων τόξον τε ἔχων ἐν τῇ λαιᾷ προβεβλημένῃ, ἔτι καὶ τὴν δεξιὰν ἐν τῷ τῆς ἀφέσεως τοῦ βέλους ἔχων σχήματι; ἐς μαζὸν γὰρ αὕτη. τί δ᾽ ἂν εἴποις περὶ τῆς νευρᾶς; ἆρ᾽ οὖν οὐκ αἰσθάνεσθαι δοκεῖς ἐπηχούσης τῇ τοῦ οἰστοῦ ἀφέσει; ποῦ δὲ οὗτος; ὁρᾷς τὸν ὕστατον ἀνασκιρτῶντα κένταυρον; Νέσσος δέ, οἶμαι, οὗτος διαφυγὼν ἐκ τῆς Φολόης τὴν Ἡρακλείαν μόνος χεῖρα, ὅτ᾽ ἐπιχειροῦντες ἀδίκως αὐτῷ διέφυγεν οὐδεὶς πλὴν οὗτος. οἴχεται δὲ καὶ οὗτος ἄδικος ἐς αὐτὸν φανείς· πορθμεύοντος γὰρ τοὺς δεομένους τούτου ἐπιστὰς ὁ Ἡρακλῆς ξὺν τῇ γυναικὶ Δηιανείρᾳ καὶ τῷ παιδὶ Ὕλλῳ, ἐπειδὴ ἄπορος ὁ ποταμὸς ἐφαίνετο, τὴν γυναῖκα πορθμεῦσαι παρεγγυᾷ, αὐτὸς [p. 419] δὲ ἐπὶ τοῦ δίφρου ξὺν τῷ παιδὶ ἐχώρει διὰ τοῦ ποταμοῦ, κἀνταῦθα ὁ μὲν κακῶς ἰδὼν τὴν γυναῖκα ἀτόποις ἐπετόλμα τῆς ὄχθης ἐπιβάς, ὁ δὲ βοῆς ἀκούσας ὁ Ἡρακλῆς τοξεύει κατὰ τοῦ Νέσσου. γεγράφαται δὲ ἡ μὲν Δηιάνειρα ἐν τῷ τοῦ κινδύνου σχήματι καὶ περιδεὴς ἐς τὸν Ἡρακλέα τὰς χεῖρας τείνουσα, ὁ δὲ Νέσσος ἄρτι τὸν οἰστὸν δεξάμενος καὶ περὶ ἑαυτῷ σφαδάζων οὔπω, δοκεῖν, τὸ ἑαυτοῦ λύθρον ἀπόθετον ἐς Ἡρακλέα τῇ Δηιανείρᾳ δεδωκώς. τὸ δὲ παιδίον ὁ Ὕλλος ἐφέστηκε μὲν τῷ πρώτῳ δίφρῳ κατὰ τῆς ἄντυγος δεθέντων, ὥστε ἀτρεμεῖν, τῶν ἵππων, κροτεῖ δὲ ὑφ᾽ ἡδονῆς τὰς χεῖρας γέλωτι δοὺς ἃ μήπω ἔρρωται.