ιζ. Φιλοκτήτης
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΦΙΛΟΚΤΗΤΗΣ

ιζ. ὁ μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης ὁ τοῦ Ποίαντος γενναῖός που κἀναφέρων ἐς τὴν ὑφ᾽ Ἡρακλεῖ τροφήν, θεράπων ῾γὰρ᾽ δὴ γενέσθαι τῷ Ἡρακλεῖ ὁ Φιλοκτήτης ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, ἃ δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρ᾽ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας — ὁ δὲ νῦν ἐνταῦθα ξυμπεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστηκὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, ὦ παῖ, δίδωσι λόγον· ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προσχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης [p. 420] βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς ῾τῶν᾽ ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, ὁ δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται, διαβόρῳ φησὶ Σοφοκλῆς καταστάζων ἰῷ τὸν πόδα...