κβ. Ἡρακλῆς ἐν Πυγμαίοις
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΗΡΑΚΛΗΣ ΕΝ ΠΥΓΜΑΙΟΙΣ

κβ. ἐν Λιβύῃ καθεύδοντι τῷ Ἡρακλεῖ μετὰ τὸν Ἀνταῖον ἐπιτίθενται οἱ Πυγμαῖοι τιμωρεῖν τῷ Ἀνταίῳ φάσκοντες, ἀδελφοὶ γὰρ δὴ εἶναι τοῦ Ἀνταίου, γενναῖοί τινες, οὐκ ἀθληταὶ μέν, οὐδ᾽ ἰσοπαλεῖς, γηγενεῖς δὲ καὶ ἄλλως ἰσχυροί, καὶ ἀνιόντων ἐκ τῆς γῆς ὑποκυμαίνει ἡ ψάμμος. οἰκοῦσι γὰρ οἱ Πυγμαῖοι τὴν γῆν ὅσα μύρμηκες καὶ ἀγορὰν ἀποτίθενται, ἐπισιτίζονται δὲ οὐκ ἀλλότρια, ἀλλ᾽ οἰκεῖα καὶ αὐτουργά, καὶ γὰρ σπείρουσι καὶ θερίζουσι καὶ πυγμαίῳ ζεύγει ἐφεστᾶσι, λέγονται δὲ καὶ πελέκει χρήσασθαι ἐπὶ τὸν ἄσταχυν ἡγούμενοι αὐτὸν δένδρα εἶναι. ἀλλὰ τοῦ θράσους· ἐπὶ τὸν Ἡρακλέα [p. 376] οὗτοι, καὶ ἀποκτεῖναί φασι καθεύδοντα, δείσειαν δ᾽ ἂν οὐδ᾽ ἐγρηγορότα. ὁ δὲ ἐν ἁπαλῇ τῇ ψάμμῳ καθεύδει καμάτου αὐτὸν ὑποδεδυκότος ἐν τῇ πάλῃ, καὶ παντὶ τῷ στέρνῳ τὸ ἆσθμα ἐφέλκεται χανδὸν ἐμπιπλάμενος τοῦ ὕπνου, αὐτός τε ὁ Ὕπνος ἐφέστηκεν αὐτῷ ἐν εἴδει, μέγα, οἶμαι, ποιούμενος τὸ ἑαυτοῦ ἐπὶ τῷ τοῦ Ἡρακλέους πτώματι. κεῖται καὶ ὁ Ἀνταῖος, ἀλλ᾽ ἡ τέχνη τὸν μὲν Ἡρακλέα ἔμπνουν γράφει καὶ θερμόν, τὸν δὲ Ἀνταῖον τεθνηκότα καὶ αὖον καὶ καταλείπει αὐτὸν τῇ γῇ. ἡ στρατιὰ δὲ οἱ Πυγμαῖοι τὸν Ἡρακλέα περισχόντες μία μὲν αὕτη φάλαγξ τὴν ἀριστερὰν χεῖρα βάλλουσι, δύο δὲ οὗτοι λόχοι στρατεύουσιν ἐπὶ τὴν δεξιὰν ὡς μᾶλλον ἐρρωμένην καὶ τὼ πόδε πολιορκοῦσι τοξόται καὶ σφενδονητῶν ὄχλος ἐκπληττόμενοι τὴν κνήμην, ὅση, οἱ δὲ τῇ κεφαλῇ προσμαχόμενοι τέτακται ἐνταῦθα ὁ βασιλεὺς καρτερωτάτου αὐτοῖς τούτου δοκοῦντος, ἐπάγουσι δὲ καὶ οἷον ἀκροπόλει μηχανάς, πῦρ ἐπὶ τὴν κόμην, ἐπὶ τοὺς ὀφθαλμοὺς δίκελλαν, θύραι τινὲς ἐπὶ τὸ στόμα καὶ τὰς τῆς ῥινός, οἶμαι, πύλας, ὡς μὴ ἀναπνεύσειεν ὁ Ἡρακλῆς, ἐπειδὰν ἡ κεφαλὴ ἁλῷ. ταυτὶ μὲν περὶ τὸν καθεύδοντα, ἰδοὺ δὲ καὶ ὡς ὀρθοῦται καὶ ὡς ἐπὶ τῷ κινδύνῳ γελᾷ τούς τε πολεμίους πανσυδὶ συλλεξάμενος ἐς τὴν λεοντῆν ἐντίθεται καί, οἶμαι, τῷ Εὐρυσθεῖ φέρει.