Εικόνες Α΄/Βιβλίον β/ιη
←ιζ. Νήσοι | ιη. Κύκλωψ Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον β΄ |
ιθ. Φόρβας→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΚΥΚΛΩΨ
ιη. οἱ θερίζοντές τε τὰ λήια καὶ τρυγῶντες τὰς ἀμπέλους οὔτε ἤροσαν, ὦ παῖ, ταῦτα, οὔτε ἐφύτευσαν, ἀλλ᾽ αὐτόματα ἡ γῆ σφίσιν ἀναπέμπει ταῦτα, εἰσὶ γὰρ δὴ Κύκλωπες, οἷς, οὐκ οἶδα ἐξ ὅτου, τὴν γῆν οἱ ποιηταὶ βούλονται αὐτοφυᾶ εἶναι ὧν φέρει, πεποίηται δὲ αὐτοὺς καὶ ποιμένας τὰ πρόβατα βόσκουσα, ὧν τὸ γάλα ποτόν τε ἡγοῦνται καὶ ὄψον. οἱ δ᾽ οὔτε ἀγορὰν γιγνώσκουσιν οὔτε βουλευτήριον, οὐδ᾽ οἶκον, ἀλλὰ τὰ ῥήγματα ἐσοικισάμενοι τοῦ ὄρους. τοὺς μὲν οὖν ἄλλους ἔα, Πολύφημος [p. 370] δὲ ὁ τοῦ Ποσειδῶνος ἀγριώτατος αὐτῶν οἰκεῖ ἐνταῦθα, μίαν μὲν ὑπερτείνων ὀφρὺν τοῦ ὀφθαλμοῦ ἑνὸς ὄντος, πλατείᾳ δὲ τῇ ῥινὶ ἐπιβαίνων τοῦ χείλους καὶ σιτούμενος τοὺς ἀνθρώπους, ὥσπερ τῶν λεόντων οἱ ὠμοί. νυνὶ δὲ ἀπέχεται τοῦ τοιοῦτου σιτίου, ὡς μὴ βορός, μηδὲ ἀηδὴς φαίνοιτο, ἐρᾷ γὰρ τῆς Γαλατείας παιζούσης ἐς τουτὶ τὸ πέλαγος, ἀφιστορῶν αὐτὴν ἀπὸ τοῦ ὄρους, καὶ ἡ μὲν σύριγξ ἔτι ὑπὸ μάλης καὶ ἀτρεμεῖ, ἔστι δ᾽ αὐτῷ ποιμενικὸν ᾆσμα, ὡς λευκή τε εἴη καὶ γαῦρος καὶ ἡδίων ὄμφακος καὶ ὡς νεβροὺς τῇ Γαλατείᾳ σκυμνεύοι καὶ ἄρκτους. ᾄδει δὲ ὑπὸ πρίνῳ ταῦτα, οὐδ᾽ ὅπου αὐτῷ τὰ πρόβατα νέμεται, εἰδώς, οὐδ᾽ ὁπόσα ἐστίν, οὐδ᾽ ὅπου ἡ γῆ. ἔτι δὲ ὄρειός τε καὶ δεινὸς γέγραπται χαίτην μὲν ἀνασείων ὀρθὴν καὶ ἀμφιλαφῆ πίτυος δίκην, καρχάρους δὲ ὑποφαίνων ὀδόντας ἐκ βοροῦ τοῦ γενείου, στέρνα τε καὶ γαστέρα καὶ τὸ ἐς ὄνυχας ἧκον λάσιος πάντα, καὶ βλέπειν μὲν ἥμερόν φησιν, ἐπειδὴ ἐρᾷ, ἄγριον δὲ ὁρᾷ καὶ ὑποκαθήμενον ἔτι, καθάπερ τὰ θηρία τὰ ἀνάγκης ἡττώμενα. ἡ δὲ ἐν ἁπαλῇ τῇ θαλάττῃ παίζει τέτρωρον δελφίνων ξυνάγουσα ὁμοζυγούντων τε καὶ ταὐτὸν πνεόντων, παρθένοι δ᾽ αὐτοὺς ἄγουσι Τρίτωνος αἱ δμωαὶ τῆς Γαλατείας ἐπιστομίζουσαι σφᾶς, εἰ ἀγέρωχόν τι καὶ παρὰ τὴν ἡνίαν πράττοιεν. ἡ δ᾽ ὑπὲρ κεφαλῆς ἁλιπόρφυρον μὲν λῄδιον ἐς τὸν ζέφυρον αἴρει σκιὰν ἑαυτῇ εἶναι καὶ ἱστίον τῷ ἅρματι, ἀφ᾽ οὗ καὶ αὐγή τις ἐπὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν ἥκει οὔπω ἡδίων τοῦ τῆς παρειᾶς ἄνθους, αἱ κόμαι δ᾽ αὐτῆς οὐκ ἀνεῖνται τῷ ζεφύρῳ, διάβροχοι γὰρ δή εἰσι καὶ κρείττους τοῦ ἀνέμου. καὶ μὴν καὶ ἀγκὼν δεξιὸς ἔκκειται λευκὸν διακλίνων πῆχυν καὶ ἀναπαύων [p. 371] τοὺς δακτύλους πρὸς ἁπαλῷ τῷ ὤμῳ καὶ ὠλέναι ὑποκυμαίνουσι καὶ μαζὸς ὑπανίσταται καὶ οὐδὲ τὴν ἐπιγουνίδα ἐκλείπει ἡ ὥρα. ὁ ταρσὸς δὲ καὶ ἡ συναπολήγουσα αὐτῷ χάρις ἔφαλος, ὦ παῖ, γέγραπται καὶ ἐπιψαύει τῆς θαλάττης οἷον κυβερνῶν τὸ ἅρμα. θαῦμα οἱ ὀφθαλμοί, βλέπουσι γὰρ ὑπερόριόν τι καὶ συναπιὸν τῷ μήκει τοῦ πελάγους.