Εικόνες Α΄/Βιβλίον β/ιε
←ιδ. Θετταλία | ιε. Γλαῦκος Πόντιος Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον β΄ |
ις. Παλαίμων→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
- ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ
ιε. Βοσπόρου καὶ Συμπληγάδων ἡ Ἀργὼ διεκπλεύσασα μέσον ἤδη τέμνει τὸ ῥόθιον τοῦ Πόντου, [p. 361] καὶ θέλγει τὴν θάλατταν Ὀρφεὺς ᾄδων, ἡ δὲ ἀκούει καὶ ὑπὸ τῇ ᾠδῇ κεῖται ὁ Πόντος. τὰ μὲν δὴ ἀγώγιμα τῆς νεὼς Διόσκουροι καὶ Ἡρακλῆς Αἰακίδαι τε καὶ Βορεάδαι καὶ ὅσον τῆς ἡμιθέου φορᾶς ἤνθει, τρόπις δὲ ὑφήρμοσται τῇ νηὶ δένδρον ἀρχαῖον, ᾧ κατὰ Δωδώνην ὁ Ζεὺς ἐς τὰ μαντεῖα ἐχρῆτο. γνώμη δὲ ἐς τὸν πλοῦν ἥδε· χρυσοῦν ἀπόκειταί τι ἐν Κόλχοις κώδιον κριοῦ ἀρχαίου, ὃς λέγεται τὴν Ἕλλην ὁμοῦ τῷ Φρίξῳ διὰ τοῦ οὐρανοῦ πορθμεῦσαι· τοῦτο Ἰάσων ἑλεῖν, ὦ παῖ, πεποίηται ἆθλον —φρουρὸς γάρ τις αὐτῷ δράκων ἐμπέπλεκται δεινὸν βλέπων καὶ ὑπερορῶν τοῦ καθεύδειν— ὅθεν ἄρχει τῆς νεώς, ἐπειδὴ βλέπει ἐς αὐτὸν ἡ τοῦ πλοῦ αἰτία. καὶ Τῖφυς μέν, ὦ παῖ, κυβερνᾷ, λέγεται δὲ οὑτοσὶ πρῶτος ἀνθρώπων ἀπιστουμένην θαρρῆσαι τὴν τέχνην, Λυγκεὺς δὲ ὁ Ἀφαρέως ἐπιτέτακται τῇ πρῴρᾳ δεινὸς ὢν ἐκ πολλοῦ τε ἰδεῖν καὶ ἐς πολὺ καταβλέψαι τοῦ βάθους καὶ πρῶτος μὲν ὑποκειμένων ἑρμάτων αἰσθέσθαι, πρῶτος δὲ ὑποφαίνουσαν γῆν ἀσπάσασθαι. ἀλλὰ νῦν ἐκπεπλῆχθαί μοι δοκεῖ καὶ τὸ τοῦ Λυγκέως ὄμμα τὴν προσβολὴν τοῦ φάσματος, ὑφ᾽ οὗ καὶ οἱ πεντήκοντα σχασάμενοι τὴν εἰρεσίαν Ἡρακλῆς μὲν ἄτρεπτος μένει τοῦ θαύματος, ἅτε δὴ πολλοῖς ὁμοίοις ἐντυχών, οἱ δὲ λοιποὶ θαῦμά τι, οἶμαι, τοῦτο λέγουσιν· ὁρᾶται γὰρ αὐτοῖς Γλαῦκος ὁ Πόντιος, οἰκῆσαι δὲ οὑτοσί ποτε λέγεται τὴν ἀρχαίαν Ἀνθηδόνα, καὶ πόας μέν τινος ἐπιθαλαττίας γεύσασθαι, κύματος δὲ ὑποδραμόντος αὐτὸν ἐς τὰ τῶν ἰχθύων ἀπηνέχθη ἤθη. μαντεύεται μὲν οὖν μέγα τι, ὡς εἰκός, περίεστι γὰρ αὐτῷ τῆς τέχνης, τὸ δὲ εἶδος ὑγροὶ μὲν αὐτῷ γενείων βόστρυχοι, λευκοὶ δὲ ἰδεῖν, καθάπερ κρουνοί, βαρεῖς δὲ πλόκαμοι [p. 362] κόμης, καὶ τοῖς ὤμοις ἐποχετεύοντες ὅσον ἐσπάσαντο θαλάττης, ὀφρῦς δὲ λάσιαι, καὶ συνάπτουσαι πρὸς ἀλλήλας οἷον μία. φεῦ τοῦ βραχίονος, ὡς γεγύμνασται πρὸς τὴν θάλατταν ἐμπίπτων ἀεὶ τοῖς κύμασι καὶ λεαίνων αὐτὰ ἐς τὴν νῆξιν. φεῦ τῶν στέρνων, ὡς λάχνη μὲν αὐτοῖς ἐγκατέσπαρται βρύοις κομῶσα καὶ φυκίοις, γαστὴρ δὲ ὑπόκειται παραλλάττουσα καὶ ἀπιοῦσα ἤδη. ἰχθὺν δὲ εἶναι τῷ λοιπῷ τὸν Γλαῦκον δηλοῖ τὰ οὐραῖα ἐξηρμένα καὶ πρὸς τὴν ἰξὺν ἐπιστρέφοντα, τὸ δὲ μηνοειδὲς αὐτῶν ἁλιπορφύρου τι ἄνθος ἔχει. περιθέουσι δ᾽ αὐτὸν καὶ ἀλκυόνες ὁμοῦ μὲν ᾄδουσαι τὰ τῶν ἀνθρώπων, ἐξ ὧν αὐταί τε καὶ ὁ Γλαῦκος μεθηρμόσθησαν, ὁμοῦ δ᾽ ἐνδεικνύμεναι τῷ Ὀρφεῖ τὴν ἑαυτῶν ᾠδήν, δι᾽ ἣν οὐδὲ ἡ θάλαττα ἀμούσως ἔχει.