ι. Κασάνδρα
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΚΑΣΑΝΔΡΑ

ι. οἱ κείμενοι κατ᾽ ἄλλος ἄλλο τοῦ ἀνδρῶνος καὶ τὸ ἀναμὶξ τῷ οἴνῳ αἷμα καὶ οἱ ἐκπνέοντες ἐπὶ τῶν τραπεζῶν κρατήρ τε οὑτοσὶ λελακτισμένος ὑπὸ ἀνδρός, ὃς πρὸς αὐτῷ σπαίρει, κόρη τε χρησμῳδὸς τὴν στολὴν ἐς πέλεκυν ἐμπεσούμενον ἑαυτῇ βλέπουσα τὸν Ἀγαμέμνονα ἥκοντα ἐκ Τροίας ἡ Κλυταιμνήστρα δέχεται τούτῳ τῷ τρόπῳ, καὶ τοὺς μὲν ἄλλους ἄλλοι κτείνουσιν οὕτω μεθύοντας, ὡς καὶ τὸν Αἴγισθον θαρσῆσαι τὸ ἔργον, ἡ Κλυταιμνήστρα δὲ πέπλου τέχνῃ τινὸς ἀπείρου τὸν Ἀγαμέμνονα περισχοῦσα πέλεκυν ἐς αὐτὸν ἧκεν ἀμφήκη τοῦτον, ὃς καὶ τὰ δένδρα αἱρεῖ τὰ μεγάλα, τὴν δὲ τοῦ Πριάμου κόρην καλλίστην νομισθεῖσαν τῷ Ἀγαμέμνονι χρησμούς [p. 356] τε ἀπιστουμένους ᾄδουσαν ἀποκτείνει θερμῷ τῷ πελέκει, καὶ εἰ μὲν ὡς δρᾶμα ἐξετάζομεν, ὦ παῖ, ταῦτα, τετραγῴδηται μεγάλα ἐν σμικρῷ, εἰ δ᾽ ὡς γραφήν, πλείω ἐν αὐτοῖς ὄψει. σκόπει γάρ· λαμπτῆρες οὗτοι χορηγοὶ φωτός, ἐν νυκτὶ γὰρ ταῦτά που, κρατῆρες δ᾽ ἐκεῖνοι χορηγοὶ ποτοῦ φανότεροι τοῦ πυρὸς οἱ χρυσοῖ, πλήρεις δὲ ὄψων τράπεζαι, βασιλεῖς ὧν ἐσιτοῦντο ἥρωες, ἐν κόσμῳ δὲ οὐδὲν τούτων, ἀποθνήσκοντες γὰρ οἱ δαιτυμόνες τὰ μὲν λελάκτισται, τὰ δὲ συντέτριπται, τὰ δὲ ἀπ᾽ αὐτῶν κεῖται, καὶ κύλικες δὲ χειρῶν ἐκπίπτουσι πλήρεις αἱ πολλαὶ λύθρου, καὶ ἀλκὴ τῶν ἀποθνησκόντων οὐδεμία, μεθύουσι γάρ. τὰ δὲ τῶν κειμένων σχήματα ὁ μὲν ἐκτέτμηται τὴν φάρυγγα σίτου τι ἢ ποτοῦ ἕλκουσαν, ὁ δ᾽ ἀποκέκοπται τὴν κεφαλὴν ἐς τὸν κρατῆρα κύπτων, ὁ δὲ ἀπήρακται τὴν χεῖρα φέρουσαν ἔκπωμα, ὁ δὲ ἐφέλκεται τὴν τράπεζαν ἐκπεσὼν τῆς κλίνης, ὁ δ᾽ ἐς ὤμους καὶ κεφαλὴν κεῖται, ποιητὴς ἂν φαίη κύμβαχος, ὁ δ᾽ ἀπιστεῖ τῷ θανάτῳ, ὁ δὲ οὐκ ἔρρωται φυγεῖν οἷον πέδης ἐμβεβλημένης αὐτῷ τῆς μέθης, ὠχρὸς δὲ οὐδεὶς τῶν κειμένων, ἐπειδὴ τοὺς ἐν οἴνῳ ἀποθνήσκοντας οὐκ εὐθὺς ἀπολείπει τὸ ἄνθος. τὸ δὲ κυριώτατον τῆς σκηνῆς ὁ Ἀγαμέμνων ἔχει, κείμενος οὐκ ἐν πεδίοις Τρωικοῖς, οὐδὲ ἐπὶ Σκαμάνδρου τινὸς ἠιόσιν, ἀλλ᾽ ἐν μειρακίοις καὶ γυναίοις, βοῦς ἐπὶ φάτνῃ, τουτὶ γὰρ τὸ μετὰ τοὺς πόνους τε καὶ τὸ ἐν δείπνῳ, κυριώτερα δὲ ἐν οἴκτῳ τὰ τῆς Κασάνδρας· ὡς ἐφέστηκε μὲν αὐτῇ μετὰ τοῦ πελέκεως ἡ Κλυταιμνήστρα μανικὸν βλέπουσα καὶ σεσοβημένη τὰς χαίτας καὶ τραχεῖα τὴν ὠλένην, αὐτὴ δὲ ὡς ἁβρῶς τε καὶ ἐνθέως ἔχουσα περιπεσεῖν ὥρμηκε τῷ Ἀγαμέμνονι ῥιπτοῦσα [p. 357] ἀφ᾽ αὑτῆς τὰ στέμματα καὶ οἷον περιβάλλουσα τῇ τέχνῃ αὐτόν, διηρμένου δὲ ἤδη τοῦ πελέκεως ἀναστρέφει τοὺς ὀφθαλμοὺς ἐκεῖ, βοᾷ δὲ οὕτω τι οἰκτρόν, ὡς καὶ τὸν Ἀγαμέμνονα τῷ λοιπῷ τῆς ψυχῆς ἐλεεῖν ταῦτα ἀκούοντα, μεμνήσεται γὰρ αὐτῶν καὶ ἐν Αἵδου πρὸς Ὀδυσσέα, ἐν τῇ ἀγορᾷ τῶν ψυχῶν.