λα. Ξένια
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον α΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΞΕΝΙΑ

λα. καλὸν δὲ καὶ συκάσαι καὶ μηδὲ ταῦτα παρελθεῖν ἀφώνους. σῦκα μέλανα ὀπῷ λειβόμενα σεσώρευται μὲν ἐπὶ φύλλων ἀμπέλου, γέγραπται δὲ μετὰ τῶν τοῦ φλοιοῦ ῥηγμάτων, καὶ τὰ μὲν ὑποκέχηνε [p. 339] παραπτύοντα τοῦ μέλιτος, τὰ δ᾽ ὑπὸ τῆς ὥρας οἷον ἔσχισται. πλησίον δὲ αὐτῶν ὄζος ἔρριπται, μὰ Δί᾽, οὐκ ἀργὸς ἢ κενὸς τοῦ καρποῦ, σκιάζει δὲ σῦκα τὰ μὲν ὠμὰ καὶ ὀλύνθους ἔτι, τὰ δὲ ῥυσσὰ καὶ ἔξωρα, τὰ δὲ ὑποσέσηρε παρεμφαίνοντα τοῦ χυμοῦ τὸ ἄνθος, τὸ δὲ ἐπ᾽ ἄκρῳ τοῦ ὄζου στρουθὸς διορώρυχεν, ἃ δὴ καὶ ἥδιστα σύκων δοκεῖ. καρύοις δὲ ἅπαν ἔστρωται τοὔδαφος, ὧν τὰ μὲν παρατέτραπται τοῦ ἐλύτρου, τὰ δὲ ἔγκειται μεμυκότα, τὰ δὲ παρεμφαίνει τὴν διαφυήν. ἀλλὰ καὶ ὄγχνας ἐπ᾽ ὄγχναις ὅρα καὶ μῆλα ἐπὶ μήλοις σωρούς τε αὐτῶν καὶ δεκάδας, εὐώδη πάντα καὶ ὑπόχρυσα. τὸ δὲ ἐν αὐτοῖς ἔρευθος οὐδὲ ἐπιβεβλῆσθαι φήσεις, ἀλλὰ ἔνδον ὑπηνθηκέναι. κεράσου δὲ ταῦτα δῶρα ὀπώρα τις αὕτη βοτρυδὸν ἐν ταλάρῳ, ὁ τάλαρος δὲ οὐκ ἀλλοτρίων πέπλεκται λύγων, ἀλλ᾽ αὐτοῦ τοῦ φυτοῦ. πρὸς δὲ τὸν σύνδεσμον τῶν κλημάτων εἰ βλέποις καὶ τὰς ἐκκρεμαμένας αὐτῶν σταφυλὰς καὶ ὡς κατὰ μίαν αἱ ῥᾶγες, ᾄσῃ τὸν Διόνυσον, οἶδα, καὶ ὦ πότνια βοτρυόδωρε, περὶ τῆς ἀμπέλου ἐρεῖς. φαίης δ᾽ ἂν καὶ τοὺς βότρυς τῇ γραφῇ ἐδωδίμους εἶναι καὶ ὑποίνους. κἀκεῖνο ἥδιστον· ἐπὶ φύλλων κράδης μέλι χλωρὸν ἐνδεδυκὸς ἤδη τῷ κηρῷ καὶ ἀναπλημμυρεῖν ὡραῖον, εἴ τις ἀποθλίβοι, καὶ τροφαλὶς ἐφ᾽ ἑτέρου φύλλου νεοπαγὴς καὶ σαλεύουσα καὶ ψυκτῆρες γάλακτος οὐ λευκοῦ μόνον, ἀλλὰ καὶ στιλπνοῦ, καὶ γὰρ στίλβειν ἔοικεν ὑπὸ τῆς ἐπιπολαζούσης αὐτῷ πιμελῆς.