κθ. Περσεύς
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον α΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΠΕΡΣΕΥΣ

κθ. Ἀλλ᾽ οὐκ Ἐρυθρά γε αὕτη ἡ θάλασσα, οὐδ᾽ Ἰνδοὶ ταῦτα, Αἰθίοπες δὲ καὶ ἀνὴρ Ἕλλην ἐν Αἰθιοπίᾳ. καὶ ἆθλος τοῦ ἀνδρός, ὃν ἑκὼν ἔτλη κατὰ ἔρωτα, οἶμαί σε, ὦ παῖ, μὴ ἀνήκοον εἶναι τοῦ Περσέως, ὅν φασιν Ἀτλαντικὸν ἀποκτεῖναι κῆτος ἐν Αἰθιοπίᾳ πεζεῦον ἐπὶ τὰς ἀγέλας καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους. ταῦτ᾽ οὖν ἐπαινῶν ὁ ζωγράφος καὶ οἰκτείρων τὴν Ἀνδρομέδαν, ὅτι κήτει ἐξεδόθη, τετέλεσται ἤδη ὁ ἆθλος, καὶ τὸ μὲν κῆτος ἔρριπται πρὸ τῆς ᾐόνος ἐμπλημμυροῦν πηγαῖς αἵματος, ὑφ᾽ ὧν ἐρυθρὰ ἡ θάλασσα, τὴν δὲ Ἀνδρομέδαν ἀπαλλάττει τῶν δεσμῶν ὁ Ἔρως· γέγραπται δὲ πτηνὸς μὲν τὸ εἰωθός, νεανίας δὲ παρ᾽ ὃ εἴωθε, καὶ ἀσθμαίνων γέγραπται καὶ οὐκ ἔξω τοῦ μεμοχθηκέναι. καὶ γὰρ εὐχὴν ἀνεβάλετο τῷ Ἔρωτι ὁ Περσεὺς πρὸ τοῦ ἔργου, παρεῖναι αὐτὸν καὶ κατὰ τοῦ θηρίου συμπέτεσθαι, ὁ δὲ ἀφίκετο καὶ ἤκουσε τοῦ Ἕλληνος. ἡ κόρη δὲ ἡδεῖα μέν, ὅτι λευκὴ ἐν Αἰθιοπίᾳ, ἡδίων δὲ αὐτὸ τὸ εἶδος· παρέλθοι ἂν καὶ Λυδὴν ἁβρὰν καὶ Ἀτθίδα ὑπόσεμνον καὶ Σπαρτιᾶτιν ἐρρωμένην. κεκαλλώπισται δὲ ἀπὸ τοῦ καιροῦ, καὶ γὰρ ἀπιστεῖν ἔοικε, καὶ χαίρει μετ᾽ ἐκπλήξεως καὶ τὸν Περσέα βλέπει μειδίαμά τι ἤδη ἐς αὐτὸν πέμπουσα. ὁ δὲ οὐ πόρρω τῆς κόρης ἐν ἡδείᾳ καὶ λιβανώδει πόᾳ κεῖται στάζων [p. 337] ἐς τὴν γῆν ἱδρῶτα καὶ τὸ δεῖμα τῆς Γοργοῦς ἔχων ἀπόθετον, μὴ ἐντυχόντες αὐτῷ λαοὶ λίθοι γένωνται. πολλοὶ δὲ οἱ βουκόλοι γάλα ὀρέγοντες καὶ οἴνου ἐπισπάσαι. ἡδεῖς οἱ Αἰθίοπες ἐν τῷ τοῦ χρώματος ἀτόπῳ καὶ βλοσυρὸν μειδιῶντες καὶ οὐκ ἄδηλοι χαίρειν καὶ οἱ πλεῖστοι ὅμοιοι. ὁ Περσεὺς δὲ ἀσπάζεται μὲν καὶ ταῦτα, στηρίζων δὲ ἑαυτὸν ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος ἀνέχει τὸν θώρακα ἔμπνους ὑπὸ ἄσθματος, ἐμβλέπων τῇ κόρῃ, καὶ τὴν χλαμύδα τῷ ἀνέμῳ ἐκδίδωσι φοινικῆν οὖσαν καὶ βεβλημένην αἵματος ῥανίσιν, ἃς προσέπνευσεν αὐτῷ τὸ θηρίον ἐν τῷ ἀγῶνι. ἐρρώσθων Πελοπίδαι παρὰ τὸν τοῦ Περσέως ὦμον, καλῷ γὰρ ὄντι αὐτῷ καὶ ὑφαίμῳ προσήνθηκέ τι τοῦ καμάτου καὶ ὑπῳδήκασιν αἱ φλέβες ἐπιλαμβάνον τοῦτο αὐτάς, ὅταν πλεονεκτήσῃ τὸ ἆσθμα. πολλὰ ῾δἒ καὶ παρὰ τῆς κόρης ἄρνυται.