κα. Ὄλυμπος
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον α΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΟΛΥΜΠΟΣ.

κα΄. Τίνι αὐλεῖς, Ὄλυμπε; τί δὲ ἔργον μουσικῆς ἐν ἐρημίᾳ; οὐ ποιμήν σοι πάρεστιν, οὐκ αἰπόλος, οὐδὲ Νύμφαις αὐλεῖς, αἳ καλῶς ἄν ὑπωρχήσαντο τῷ αὐλῷ, μαθὼν δὲ οὐκ οἶδ᾽ ὅ τι χαίρεις τῷ ἐπὶ τῇ πέτρᾳ ὕδατι καὶ βλέπεις ἐς αὐτό. τί μετέχων αὐτοῦ; καὶ γὰρ οὔτε κελαρύζει σοι καὶ πρὸς τὸν αὐλὸν ὑποέσται οὔτε διαμετροῦμέν σοι τὴν ἡμέραν, οἵ γε βουλοίμεθα ἂν καὶ ἐς νύκτα σε ἀποτεῖναι τὸ αὔλημα. εἰ δὲ τὸ κάλλος ἀνακρίνεις, τοῦ ὕδατος ἀμέλει, ἡμεῖς γὰρ ἱκανώτεροι λέξαι τὰ ἐν σοὶ ἅπαντα· τὸ μὲν ὄμμά σοι χαροπόν, πολλὰ δὲ αὐτοῦ πρὸς τὸν αὐλὸν τὰ κέντρα, ὀφρὺς δὲ αὐτῷ περιβέβληται διασημαίνουσα τὸν νοῦν τῶν αὐλημάτων, ἡ παρειὰ δὲ πάλλεσθαι δοκεῖ καὶ οἷον ὑπορχεῖσθαι τῷ μέλει, τὸ πνεῦμα δὲ οὐδὲν ἐπαίρει τοῦ προσώπου ὑπὸ τοῦ ἐν τῷ αὐλῷ εἶναι, ἡ κόμη τε οὐκ ἀργὴ οὔτε κεῖται καθάπερ ἐν ἀστικῷ μειρακίῳ λιπῶσα, ἀλλ᾽ ἐγήγερται μὲν ὑπὸ τοῦ αὐχμοῦ, παρέχεται δὲ αὐχμηρὸν οὐδὲν ἐν ὀξείᾳ καὶ χλωρᾷ τῇ πίτυι. καλὸς γὰρ ὁ στέφανος καὶ δεινὸς ἐπιπρέψαι τοῖς ἐν ὥρᾳ, τὰ δὲ ἄνθη παρθένοις ἀναφυέσθω καὶ γυναίοις ἔρευθος ἑαυτὰ ἐργαζέσθω. φημί σοι καὶ τὰ στέρνα οὐ πνεύματος ἔμπλεα εἶναι μόνον, ἀλλὰ καὶ ἐννοίας μουσικῆς καὶ διασκέψεως τῶν αὐλημάτων. μέχρι τούτων σε τὸ ὕδωρ γράφει κατακύπτοντα ἐς αὐτὸ ἀπὸ τῆς πέτρας, εἰ δὲ ἑστηκότα ἔγραφεν, οὐκ ἂν εὐσχήμονα τὰ ὑπὸ τῷ στέρνῳ ἔδειξεν, ἐπιπόλαιοι γὰρ αἱ μιμήσεις τῶν ὑδάτων ὑπὸ τοῦ συνιζάνειν ἐν αὐτοῖς τὰ μήκη. τὸ δὲ καὶ κλύζεσθαί σοι τὴν σκιὰν ἔστω μὲν καὶ παρὰ τοῦ αὐλοῦ τὴν πηγὴν καταπνέοντος, ἔστω δὲ καὶ παρὰ τοῦ Ζεφύρου ταῦτα πάντα, δι᾽ ὃν καὶ σὺ ἐν τῷ αὐλεῖν καὶ ὁ αὐλὸς ἐν τῷ πνεῖν καὶ ἡ πηγὴ ἐν τῷ καταυλεῖσθαι.