ιθ. Τυρρηνοὶ
Συγγραφέας:
Εἰκόνες Α΄, Βιβλίον α΄
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΤΥΡΡΗΝΟΙ.

ιθ΄. Ναῦς θεωρὶς καὶ ναῦς λῃστρική. τὴν μὲν Διόνυσος εὐθύνει, τὴν δ᾽ ἐμβεβήκασι Τυρρηνοὶ λῃσταὶ τῆς περὶ αὐτοὺς θαλάττης. ἡ μὲν δὴ ἱερὰ ναῦς βακχεύει ἐν αὐτῇ ὁ Διόνυσος καὶ ἐπιρροθοῦσιν αἱ Βάκχαι, ἁρμονία δέ, ὁπόση ὀργιάζει, κατηχεῖ τῆς θαλάττης, ἡ δὲ ὑπέχει τῷ Διονύσῳ τὰ ἑαυτῆς νῶτα, καθάπερ ἡ Λυδῶν γῆ, ἡ δὲ ἑτέρα ναῦς μαίνονται καὶ τῆς εἰρεσίας ἐκλανθάνονται, πολλοῖς δὲ αὐτῶν καὶ ἀπολώλασιν ἤδη αἱ χεῖρες. τίς ἡ γραφή; τὸν Διόνυσον, ὦ παῖ, λοχῶσι Τυρρηνοὶ λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς θῆλύς τε εἴη καὶ ἀγύρτης καὶ χρυσοῦς τὴν ναῦν ὑπὸ τοῦ ἐν αὐτῇ πλούτου γύναιά τε αὐτῷ ὁμαρτοίη Λύδια καὶ Σάτυροι καὶ αὐληταὶ καὶ ναρθηκοφόρος γέρων καὶ οἶνος Μαρώνειος καὶ αὐτὸς ὁ Μάρων, καὶ Πᾶνας αὐτῷ ξυμπλεῖν ἀκούοντες ἐν εἴδει τράγων αὐτοὶ μὲν ἄξεσθαι τὰς Βάκχας, αἶγας δὲ ἀνήσειν ἐκείνοις, ἃς ἡ Τυρσηνῶν γῆ βόσκει. ἡ μὲν οὖν λῃστρικὴ ναῦς τὸν μάχιμον πλεῖ τρόπον, ἐπωτίσι τε γὰρ κατεσκεύασται καὶ ἐμβόλῳ καὶ σιδηραῖ αὐτῇ χεῖρες καὶ αἰχμαὶ καὶ δρέπανα ἐπὶ δοράτων, ὡς δ᾽ ἐκπλήττοι τοὺς ἐντυγχάνοντας καὶ θηρίον τι αὐτοῖς ἐκφαίνοιτο, γλαυκοῖς μὲν γέγραπται χρώμασι, βλοσυροῖς δὲ κατὰ πρῷραν ὀφθαλμοῖς οἷον βλέπει, λεπτὴ δὲ ἡ πρύμνα καὶ μηνοειδής, καθάπερ τὰ τελευτῶντα τῶν ἰχθύων. ἡ δὲ τοῦ Διονύσου ναῦς τὰ μὲν ἄλλα πέτρᾳ μοι δοκεῖ διεικάσθαι, φολιδωτὴ δὲ ὁρᾶται τὰ ἐς πρύμναν κυμβάλων αὐτῇ παραλλὰξ ἐνηρμοσμένων, ἵν᾽, εἰ καὶ Σάτυροί ποτε ὑπὸ τοῦ οἴνου καθεύδοιεν, ὁ Διόνυσος μὴ ἀψοφητὶ πλέοι, τὴν δὲ πρῷραν ἐς χρυσῆν πάρδαλιν εἴκασταί τε καὶ ἐξῆκται. φιλία δὲ τῷ Διονύσῳ πρὸς τὸ ζῷον, ἐπειδὴ θερμότατον τῶν ζῴων ἐστὶ καὶ πηδᾷ κοῦφα καὶ ἴσα εὐάδι. ὁρᾷς γοῦν καὶ αὐτὸ τὸ θηρίον συμπλεούσας τῷ Διονύσῳ καὶ πηδώσας ἐπὶ τοὺς Τυρρηνοὺς μήπω κελεύοντος, θύρσος δὲ οὑτοσὶ ἐκ μέσης νεὼς ἐκπέφυκε τὰ τοῦ ἱστοῦ πράσσων, καὶ ἱστία μεθῆπται ἁλουργῆ μεταυγάζοντα ἐν τῷ κόλπῳ, χρυσαῖ δὲ ἐνύφανται Βάκχαι ἐν. Τμώλῳ καὶ Διονύσου τὰ ἐν Λυδίᾳ. κατηρεφῆ δὲ τὴν ναῦν ἀμπέλῳ καὶ κιττῷ φαίνεσθαι καὶ βότρυς ὑπὲρ αὐτῆς αἰωρεῖσθαι θαῦμα μέν, θαυμασιωτέρα δὲ ἡ πηγὴ τοῦ οἴνου, ὡς κοίλη αὐτὸν ἡ ἐκμήνας ἐντρέχουσι τοῖς Τυρρηνοῖς ἰδέαι δελφίνων οὔπω ἐθάδων, οὐδὲ ἐγχωρίων τῇ θαλάττῃ, καὶ τῷ μὲν τὰ πλευρὰ κυάνεα, τῷ δ᾽ ὀλισθηρὰ τὰ στέρνα, τῷ δ᾽ ἐκφύεται λοφιὰ παρὰ τῷ μεταφρένῳ, ὁ δὲ ἐκδίδωσι τὰ οὐραῖα, καὶ τῷ μὲν ἡ κεφαλὴ φρούδη, τῷ δὲ λοιπή, τῷ δ᾽ ἡ χεὶρ ὑγρά, ὁ δ᾽ ὑπὲρ τῶν ποδῶν ἀπιόντων βοᾷ. ὁ δὲ Διόνυσος ἐκ πρῴρας γελᾷ ταῦτα καὶ κελεύει τοῖς Τυρρηνοῖς τὰ μὲν εἴδη ἰχθύσιν ἐξ ἀνθρώπων, τὰ δὲ ἤθη χρηστοῖς ἐκ φαύλων. ὀχήσεται γοῦν μικρὸν ὕστερον Παλαίμων ἐπὶ δελφῖνος οὐδὲ ἐγρηγορὼς οὗτος, ἀλλ᾽ ὕπτιος ἐπ᾽ αὐτοῦ καθεύδων, καὶ Ἀρίων δὲ ὁ ἐπὶ Ταινάρῳ δηλοῖ τοὺς δελφῖνας ἑταίρους τε εἶναι ἀνθρώποις καὶ ᾠδῆς φίλους καὶ οἵους παρατάξασθαι πρὸς λῃστὰς ὑπὲρ ἀνθρώπων καὶ μουσικῆς.