Εικόνες Α΄/Βιβλίον α/ι
←θ. Ἕλος | ι. Ἀμφίων Συγγραφέας: Εἰκόνες Α΄, Βιβλίον α΄ |
ια. Φαέθων→ |
Flavii Philostrati Opera, Vol 2. Philostratus the Lemnian (Philostratus Major). Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871. |
ι'. Τῆς λύρας τὸ σόφισμα πρῶτος Ἑρμῆς πήξασθαι λέγεται κεράτοιν δυοῖν καὶ ζυγοῦ καὶ χέλυος, καὶ δοῦναι μετὰ τὸν Ἀπόλλω καὶ τὰς Μούσας Ἀμφίονι τῷ Θηβαίῳ τὸ δῶρον, ὁ δὲ οἰκῶν τὰς Θήβας οὔπω τετειχισμένας ἀφῆκε κατὰ τῶν λίθων μέλη καὶ ἀκούοντες οἱ λίθοι συνθέουσι. ταῦτα γὰρ τὰ ἐν τῇ γραφῇ. πρώτην οὖν διαθεῶ τὴν λύραν, εἰ καθ᾽ αὑτὴν γέγραπται. τὸ μὲν γὰρ κέρας αἰγὸς ἰξάλου ποιηταί φασι, χρῆται δὲ αὐτῷ ὁ μὲν μουσικὸς ἐς τὴν λύραν, ὁ δὲ τοξότης ἐς τὰ οἰκεῖα. μέλανα καὶ πριονωτὰ ὁρᾷς τὰ κέρατα καὶ δεινὰ ἐναράξαι, ξύλα δέ, ὅσων δεῖ τῇ λύρᾳ, πύξου πάντα στρυφνοῦ καὶ λείου τὸν ὄζον. ἐλέφας οὐδαμοῦ τῆς λύρας οὔπω οἱ ἄνθρωποι εἰδότες οὔτε αὐτὸ τὸ θηρίον, οὔτε ὅ τι τοῖς κέρασιν αὐτοῦ χρήσονται, καὶ ἡ χέλυς μέλαινα μέν, διηκρίβωται δὲ κατὰ τὴν φύσιν καὶ λαγαροὺς περιβέβληται κύκλους ἄλλον ξυνάπτοντας ἄλλῳ ξανθοῖς τοῖς ὀμφαλοῖς, νευραὶ δὲ τὰ μὲν ἐπὶ τῇ μαγάδι πρόκεινται καὶ τοῖς ὀμφαλοῖς ἀπαντῶσι, τὰ δὲ ὑπὸ τῷ ζυγῷ κοῖλα δοκοῦσι. σχῆμά που τοῦτο αὐτῶν ἀναλογώτατον ἀνακεκλίσθαι σφᾶς ὀρθὰς ἐν τῇ λύρᾳ. ὁ δὲ Ἀμφίων τί φησι; τί ἄλλο γε ἢ ψάλλει καὶ ἡ ἑτέρα χεὶρ τείνει τὸν νοῦν ἐς τὴν πηκτίδα καὶ παραφαίνει τῶν ὀδόντων, ὅσον ἀπόχρη τῷ ᾄδοντι; ᾄδει δέ, οἶμαι, τὴν γῆν, ὅτι πάντων γενέτειρα καὶ μήτηρ οὖσα καὶ αὐτόματα ἤδη τείχη δίδωσιν. ἡ κόμη δὲ ἡδεῖα μὲν καὶ καθ᾽ ἑαυτὴν ἐναλύουσα μὲν τῷ μετώπῳ, συγκατιοῦσα δὲ τῷ ἰούλῳ παρὰ τὸ οὖς καὶ χρυσοῦ τι ἐπιφαίνουσα, ἡδίων δὲ μετὰ τῆς μίτρας, ἥν φασιν οἱ τῶν ἀποθέτων ποιηταὶ Χάριτας καμεῖν, ἄγαλμα ἥδιστον καὶ προσεχέστατον τῇ λύρᾳ. δοκῶ μοι τὸν Ἑρμῆν ἔρωτι κατειλημμένον δοῦναι Ἀμφίονι ἄμφω τὰ δῶρα. καὶ ἡ χλαμύς, ἣν φορεῖ, κἀκείνη παρὰ τοῦ Ἑρμοῦ τάχα· οὐ γὰρ ἐφ᾽ ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ κατὰ τὴν ἶριν μετανθεῖ. κάθηται δὲ ἐπὶ κολωνοῦ τῷ μὲν ποδὶ κρούων ξυμμελές, τῇ δεξιᾷ δὲ παραπλήττων τὰς νευρὰς ψάλλει, καὶ ἡ ἑτέρα χεὶρ ἐν ὀρθαῖς ταῖς τῶν δακτύλων προβολαῖς, ὅπερ ᾤμην πλαστικὴν ἀπαυθαδιεῖσθαι μόνην. εἶεν. τὰ δὲ τῶν λίθων πῶς ἔχει; πάντες ἐπὶ τὴν ᾠδὴν συνθέουσι καὶ ἀκούουσι καὶ γίγνονται τεῖχος, καὶ τὸ μὲν ἐξῳκοδόμηται, τὸ δὲ ἀναβαίνει, τὸ δὲ ἄρτι κατέλαβον. φιλότιμοι καὶ ἡδεῖς οἱ λίθοι καὶ θητεύοντες μουσικῇ, τὸ δὲ τεῖχος ἑπτάπυλον, ὅσοι τῆς λύρας οἱ τόνοι.