Οδύσσεια/η: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 9:
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιϊν.

ἡ δ' ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ' ἵκανε,

στῆσεν ἄρ' ἐν προθύροισι· κασίγνητοι δέ μιν ἀμφὶς {{r|3050}}

ἵσταντ' ἀθανάτοισ' ἐναλίγκιοι, οἵ ῥ' ὑπ' ἀπήνης

ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.

Γραμμή 15:
γρηῢς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,

τήν ποτ' Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι,

Ἀλκινόῳ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσι {{r|10}}

Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν·

ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.

ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

καὶ τότ' Ὀδυσσεὺς ὦρτο πόλινδ' ἴμεν· ἀμφὶ δ' Ἀθήνη {{r|3060}}

πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ' Ὀδυσῆϊ,

μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας

Γραμμή 26:
ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,

ἔνθα οἱ ἀντεβόλησε θεὰ γλαυκῶπις Ἀθήνη

παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ. {{r|20}}

στῆ δὲ πρόσθ' αὐτοῦ· ὁ δ' ἀνείρετο δῖος Ὀδυσσεύς·

"ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο

Ἀλκινόου, ὃς τοῖσδε μετ' ἀνθρώποισιν ἀνάσσει;

καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω {{r|3070}}

τηλόθεν ἐξ ἀπίης γαίης· τῶ οὔ τινα οἶδα

ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται."

Γραμμή 38:
"τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,

δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.

ἀλλ' ἴθι σιγῇ τοῖον, ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω, {{r|30}}

μηδέ τιν' ἀνθρώπων προτιόσσεο μηδ' ἐρέεινε.

οὐ γὰρ ξείνους οἵ γε μάλ' ἀνθρώπους ἀνέχονται

οὐδ' ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθῃ.

νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι {{r|3080}}

λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκ' ἐνοσίχθων·

τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα."

Γραμμή 49:
καρπαλίμως· ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.

τὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν

ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη {{r|40}}

εἴα ἐϋπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν

θεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμῷ.

θαύμαζεν δ' Ὀδυσεὺς λιμένας καὶ νῆας ἐΐσας,

αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά, {{r|3090}}

ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.

ἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ' ἵκοντο,

Γραμμή 59:
"οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις

πεφραδέμεν. δήεις δὲ διοτρεφέας βασιλῆας

δαίτην δαινυμένους· σὺ δ' ἔσω κίε μηδέ τι θυμῷ {{r|50}}

τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων

ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.

δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·

Ἀρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων {{r|3100}}

τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.

Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων

Γραμμή 69:
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,

ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.

ἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτός· {{r|60}}

τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα

Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·

Ναυσίθοος δ' ἔτεκεν Ῥηξήνορά τ' Ἀλκίνοόν τε.

τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων {{r|3110}}

νυμφίον, ἐν μεγάρῳ μίαν οἴην παῖδα λιπόντα,

Ἀρήτην· τὴν δ' Ἀλκίνοος ποιήσατ' ἄκοιτιν

Γραμμή 79:
ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.

ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν

ἔκ τε φίλων παίδων ἔκ τ' αὐτοῦ Ἀλκινόοιο {{r|70}}

καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες

δειδέχαται μύθοισιν, ὅτε στείχῃσ' ἀνὰ ἄστυ.

οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ,

οἷσί τ' ἐῢ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει. {{r|3120}}

εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ,

ἐλπωρή τοι ἔπειτα φίλους ἰδέειν καὶ ἱκέσθαι

Γραμμή 90:
ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη

πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,

ἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, {{r|80}}

δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς

Ἀλκινόου πρὸς δώματ' ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ

ὥρμαιν' ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.

ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης {{r|3130}}

δῶμα καθ' ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.

χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ' ἔνθα καὶ ἔνθα,

Γραμμή 100:
χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·

ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἕστασαν οὐδῷ,

ἀργύρεον δ' ἐφ' ὑπερθύριον, χρυσέη δὲ κορώνη. {{r|90}}

χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,

οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι

δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,

ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. {{r|3140}}

ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα

ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ' ἐνὶ πέπλοι

Γραμμή 110:
ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο

πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.

χρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν {{r|100}}

ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,

φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.

πεντήκοντα δέ οἱ δμῳαὶ κατὰ δῶμα γυναῖκες

αἱ μὲν ἀλετρεύουσι μύλῃσ' ἔπι μήλοπα καρπόν, {{r|3150}}

αἱ δ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν

ἥμεναι, οἱά τε φύλλα μακεδνῆς αἰγείροιο·

Γραμμή 120:
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν

νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες

ἱστὸν τεχνῆσσαι· περὶ γάρ σφισι δῶκεν Ἀθήνη {{r|110}}

ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.

ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων

τετράγυος· περὶ δ' ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.

ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθάοντα, {{r|3160}}

ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι

συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.

Γραμμή 131:
χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλ' αἰεὶ

ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ, {{r|120}}

αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ.

ἔνθα δέ οἱ πολύκαρπος ἀλῳὴ ἐρρίζωται,

τῆς ἕτερον μέν θ' εἱλόπεδον λευρῷ ἐνὶ χώρῳ

τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν, {{r|3170}}

ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ' ὄμφακές εἰσιν

ἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.

Γραμμή 141:
παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι.

ἐν δὲ δύω κρῆναι ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα

σκίδναται, ἡ δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι {{r|130}}

πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

τοῖ' ἄρ' ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.

αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, {{r|3180}}

καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.

εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας

Γραμμή 152:
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς

πολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, {{r|140}}

ὄφρ' ἵκετ' Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.

ἀμφὶ δ' ἄρ' Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,

καὶ τότε δή ῥ' αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.

οἱ δ' ἄνεω ἐγένοντο δόμον κάτα φῶτα ἰδόντες, {{r|3190}}

θαύμαζον δ' ὁρόωντες· ὁ δ' ἐλλιτάνευεν Ὀδυσσεύς·

Γραμμή 163:
τούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,

ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος

κτήματ' ἐνὶ μεγάροισι γέρας θ', ὅ τι δῆμος ἔδωκεν. {{r|150}}

αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι

θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω."

ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσι

πὰρ πυρί· οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. {{r|3200}}

ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,

ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν

Γραμμή 175:

"Ἀλκίνο', οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε

ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν· {{r|160}}

οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.

ἀλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου

ἕσσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον

οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ {{r|3210}}

σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ·

δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων."

Γραμμή 186:
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

ὦρσεν ἀπ' ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,

υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, {{r|170}}

ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε.

χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. {{r|3220}}

σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,

εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.

Γραμμή 197:

"Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ {{r|180}}

σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ."

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

νώμησεν δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.

αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ', ὅσον ἤθελε θυμός, {{r|3230}}

τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·

Γραμμή 209:
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,

ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες

ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσι {{r|190}}

ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς

μνησόμεθ', ὥς χ' ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης

πομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται

χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, {{r|3240}}

μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι

πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ' ἔπειτα

Γραμμή 219:
γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.

εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθεν,

ἄλλο τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται. {{r|200}}

αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς

ἡμῖν, εὖθ' ἕρδωμεν ἀγακλειτὰς ἑκατόμβας,

δαίνυνταί τε παρ' ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.

εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, {{r|3250}}

οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,

ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων."

Γραμμή 230:
"Ἀλκίνο', ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε

ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. {{r|210}}

οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀϊζὺν

ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην·

καὶ δ' ἔτι κεν καὶ πλείον' ἐγὼ κακὰ μυθησαίμην,

ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. {{r|3260}}

ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·

οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο

Γραμμή 240:
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,

ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ' αἰεὶ

ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων {{r|220}}

ληθάνει, ὅσσ' ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.

ὑμεῖς δ' ὀτρύνεσθε ἅμ' ἠόϊ φαινομένηφιν,

ὥς κ' ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,

καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν {{r|3270}}

κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα."

Γραμμή 251:
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον θ', ὅσον ἤθελε θυμός,

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, {{r|230}}

πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς

ἥσθην· ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.

τοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων·

ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ' ἰδοῦσα {{r|3280}}

καλά, τά ῥ' αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·

καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Γραμμή 263:
οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι;"

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· {{r|240}}

"ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι,

κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·

τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· {{r|3290}}

ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψώ,

ναίει ἐϋπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ

Γραμμή 273:
ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων

οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ

Ζεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. {{r|250}}

ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,

αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης

ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ

νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ {{r|3300}}

ναίει ἐϋπλόκαμος, δεινὴ θεός· ἥ με λαβοῦσα

ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

Γραμμή 284:
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ

δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· {{r|260}}

ἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,

καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι

Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς.

πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε, {{r|3310}}

σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,

οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.

Γραμμή 294:
ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα

γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ,

δυσμόρῳ· ἦ γὰρ μέλλον ἔτι ξυνέσεσθαι ὀϊζυῖ {{r|270}}

πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,

ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,

ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα

εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. {{r|3320}}

τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ'· αὐτὰρ ἐγώ γε

νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ

Γραμμή 304:
ἔνθα κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,

πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ,

ἀλλ' ἀναχασσάμενος νῆχον πάλιν, εἷος ἐπῆλθον {{r|280}}

ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,

λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.

ἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ

ἤλυθ'· ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοῖο {{r|3330}}

ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα

ἠφυσάμην· ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν.

Γραμμή 314:
εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ·

δύσετό τ' ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν.

ἀμφιπόλους δ' ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς {{r|290}}

παιζούσας, ἐν δ' αὐτὴ ἔην εἰκυῖα θεῇσι.

τὴν ἱκέτευσ'· ἡ δ' οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,

ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα

ἑρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. {{r|3340}}

ἥ μοι σῖτον δῶκεν ἅλις ἠδ' αἴθοπα οἶνον

καὶ λοῦσ' ἐν ποταμῷ καί μοι τάδε εἵματ' ἔδωκε.

Γραμμή 325:
τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

"ξεῖν', ἦ τοι μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε

παῖς ἐμή, οὕνεκά σ' οὔ τι μετ' ἀμφιπόλοισι γυναιξὶν {{r|300}}

ἦγεν ἐς ἡμετέρου· σὺ δ' ἄρα πρώτην ἱκέτευσας."

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

"ἥρως, μή μοι τοὔνεκ' ἀμύμονα νείκεε κούρην·

ἡ μὲν γάρ μ' ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, {{r|3350}}

ἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,

μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·

Γραμμή 337:
τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

"ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ

μαψιδίως κεχολῶσθαι· ἀμείνω δ' αἴσιμα πάντα. {{r|310}}

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων ἅ τ' ἐγώ περ,

παῖδά τ' ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι,

αὖθι μένων· οἶκον δέ κ' ἐγὼ καὶ κτήματα δοίην, {{r|3360}}

εἴ κ' ἐθέλων γε μένοις· ἀέκοντα δέ σ' οὔ τις ἐρύξει

Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.

Γραμμή 347:
αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ

λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην, ὄφρ' ἂν ἵκηαι

πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, {{r|320}}

εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ' Εὐβοίης·

τὴν γὰρ τηλοτάτω φάσ' ἔμμεναι οἵ μιν ἴδοντο

λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν

ἦγον ἐποψόμενον Τιτυόν, Γαιήϊον υἱόν. {{r|3370}}

καὶ μὲν οἱ ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν

ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.

Γραμμή 358:

ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

εὐχόμενος δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· {{r|330}}

"Ζεῦ πάτερ, αἴθ', ὅσα εἶπε, τελευτήσειεν ἅπαντα

Γραμμή 364:
ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην."

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, {{r|3380}}

κέκλετο δ' Ἀρήτη λευκώλενος ἀμφιπόλοισι

δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

Γραμμή 370:
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·

αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, {{r|340}}

ὤτρυνον Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·

"ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή."

ὣς φάν· τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.

ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς {{r|3390}}

τρητοῖσ' ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ·

Ἀλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,